Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum τρόπον [265]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum τρόπον


000-00-00 Serial Number=0373983502
Commentaria in Isaiam Ante [Go Back]  
 [00577]  «Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας αὐτῆς, καὶ οὐκ ἠθελήσατε·
 [00686]  [24∆ιὰ] τοῦτο, ὃν τρόπον καυθήσεται καλάμη ὑπὸ ἄνθρακος πυρὸς καὶ συγκαυθήσεται ὑπὸ φλογὸς ἀνημμένης, ἡ ῥίζα αὐτῶν ὡς χοῦς ἔσται καὶ τὸ ἄνθος αὐτῶν ὡς κονιορτὸς ἀναβήσεται.
 [01049]  συλλήψεως τὸν τρόπον.
 [01051]  «Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω», ὁ ἅγιος ἐδίδαξε Γαβριὴλ τὸν τῆς συλλήψεως τρόπον εἰρηκώς·
 [01052]  «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι, |110 a| διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται, υἱὸς θεοῦ», οὕτως ἐνταῦθα τοὺς τῇ προρρήσει διαπιστοῦντας ὁ προφητικὸς πιστεύειν διδάσκει λόγος τὸν θεῖον τρόπον ἐπιδεικνὺς καὶ τὸ πανάγιον εἰσάγων πνεῦμα διαρρήδην λέγον·
 [01199]  [2<Τὸ>] πλεῖστον τοῦ λαοῦ ὃ κατήγαγες ἐν εὐφροσύνῃ σου εὐφρανθήσεται ἐνώπιόν σου ὡς οἱ εὐφραινόμενοι ἐν ἀμήτῳ καὶ ὃν τρόπον οἱ διαιρούμενοι σκῦλα.
 [01280]  ∆ιηγούμενος ἤδη τὴν κατὰ τῆς Ἱερουσαλὴμ τῶν δέκα φυλῶν ἐπανάστασιν καὶ τὴν κατὰ τοῦτο συμφωνίαν τούτων τε καὶ τοῦ τῆς ∆αμασκοῦ βασιλέως καὶ δείξας τοῦ ∆αυιτικοῦ γένους τὸ ἄμαχον διὰ τὸ ἐν αὐτῷ κρυπτόμενον σπέρμα καὶ προαγορεύσας τούτου τὸν τόκον καὶ μέντοι καὶ τὸν τοῦ τόκου τρόπον, ἀναλαμβάνει πάλιν τὸν κατὰ τοῦ Ἰσραὴλ λόγον.
 [01402]  [11ὃν] τρόπον γὰρ ἐποίησα Σαμαρείᾳ καὶ τοῖς χειροποιήτοις αὐτῆς, οὕτω ποιήσω καὶ Ἱερουσαλὴμ καὶ τοῖς εἰδώλοις αὐτῆς.
 [01460]  Εἶτα διδάσκει καὶ τοῦ κηρύγματος τὸ σύντομον καὶ τῆς καινῆς διαθήκης τὸν τρόπον·
 [01706]  [19Καὶ] ἔσται Βαβυλών, ἣ καλεῖται ἔνδοξος ὑπὸ βασιλέων Χαλδαίων, ὃν τρόπον κατέστρεψεν ὁ θεὸς Σόδομα καὶ Γόμορρα·
 [01815]  Ὃν τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον [20οὐκ] ἔσται καθαρόν, οὕτως οὐδὲ σὺ ἔσῃ καθαρός.
 [01844]  Ὃν τρόπον εἴρηκα οὕτως ἔσται, καὶ ὃν τρόπον βεβούλευμαι οὕτως ἔσται.
 [02027]  [5Καὶ] ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ ἀμητὸν ἑστηκότα ἐν τῷ βραχίονι αὐτοῦ καὶ σπέρμα σταχύων ἀμῆται.
 [02029]  Καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ ἀστάχυας ἐν φάραγγι στερεᾷ [6καὶ] καταλειφθῇ ἐν αὐτῇ καλάμη, ἢ ὡς ῥᾶγες τρυγηθείσης ἐλαίας δύο ἢ τρεῖς ἐπ' ἄκρου μετεώρου ἢ τέσσαρες ἢ πέντε ἐπὶ τῶν κλάδων αὐτῶν τῶν μετεώρων καταλειφθῶσιν.
 [02271]  [203Ὃν] τρόπον πεπόρευται ὁ παῖς μου Ἡσαΐας γυμνὸς καὶ ἀνυπόδετος τρία ἔτη, ἔσται σημεῖα καὶ τέρατα τοῖς Αἰγυπτίοις καὶ Αἰθίοψιν·
 [02532]  Χαναὰν οὐ τὴν φύσιν ἀλλὰ τὸν τρόπον καλεῖ.
 [02624]  [13Ὃν] τρόπον ἐάν τις καλαμᾶται ἐλαίαν, οὕτως καλαμήσονται αὐτούς.
 [02776]  Καὶ καταπατηθήσεται ἡ Μωαβῖτις ἐν τῷ τόπῳ αὐτῆς, ὃν τρόπον πατοῦσιν ἅλωνα ἐν ἁμάξαις·
 [02792]  Ὃν τρόπον καὶ αὐτὸς ἐταπείνωσεν τοῦ ἀπολέσαι, οὕτως ταπεινωθήσεται <καὶ ταπεινωθήσεται> τὸ ὕψος αὐτοῦ, ἐφ' ᾧ τὰς χεῖρας ἐπέβαλεν·
 [02903]  Εἶτα διδάσκει τὸν τῆς ἀναβι ώ σεως τρόπον·
 [03207]  καὶ ὃν τρόπον ἐνυπνιάζεται ὁ διψῶν ὡς ὁ πίνων καὶ ἐξαναστὰς ἔτι διψᾷ, ἡ δὲ ψυχὴ αὐτοῦ εἰς κενὸν ἤλπισεν, οὕτως ἔσται ὁ πλοῦτος ἁπάντων τῶν ἐθνῶν, ὅσοι ἐπεστράτευσαν ἐπὶ Ἱερουσαλὴμ καὶ ἐπὶ τὸ ὄρος Σιών.
 [03696]  [4Νῦν] δὲ συναχθήσεται τὰ σκῦλα ὑμῶν ἀπὸ μικροῦ ἕως μεγάλου, ὃν τρόπον ἐάν τις συναγάγῃ ἀκρίδα·
 [04300]  [19οἱ] ζῶντες εὐλογήσουσί σε ὃν τρόπον κἀγώ.
 [04384]  Εἶτα διδάσκει τοὺς παρακαλοῦντας τῆς ψυχαγωγίας τὸν τρόπον·
 [04644]  ∆ιδάσκει δὲ καὶ τὸν τρόπον τῆς νίκης·
 [05014]  Ἐπειδὴ δὲ κρίσεως ἀνέμνησε καὶ φόβον εἰκότως ἀνέθηκε, διδάσκει τοὺς ὑπ ευθύ νους τῆς νίκης τὸν τρόπον·
 [06114]  Γνῶθι τίς οὖσα ἐφοβήθης ὑπὸ ἀνθρώπου θνητοῦ καὶ ἀπὸ υἱοῦ ἀνθρώπου, οἳ ὡσεὶ χόρτος ἐξηράνθησαν, [13καὶ] ἐπελάθου τὸν θεὸν τὸν ποιήσαντά σε, τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν θεμελιώσαντα, καὶ ἐφοβοῦ ἀεὶ πάσας τὰς ἡμέρας τὸ πρόσωπον τοῦ θυμοῦ τοῦ θλίβοντός σε, ὃν τρόπον ἐβουλεύσατο τοῦ ἆραί σε.
 [06277]  [14Ὃν] τρόπον ἐκστήσονται πολλοὶ ἐπὶ σέ, οὕτως ἀδοξήσει ἀπὸ ἀνθρώπων τὸ εἶδός σου καὶ ἡ δόξα σου ἀπὸ υἱῶν τῶν ἀνθρώπων.
 [06521]  Εἶτα δι δάσκει τῆς νέας δημιουργίας τὸν τρόπον·
 [06923]  ∆ιδάσκει δὲ καὶ τῆς ἀργίας τὸν τρόπον·
 [06990]  Εἶτα εἰς ἐξομολόγησιν αὐτοὺς καὶ μεταμέλειαν ὁ φιλάν θρωπος ἐκκαλούμενος διὰ τῆς προφητικῆς γλώττης τὸν τῆς ἐξομολογήσεως ὑποδείκνυσι τρόπον·
 [07279]  Καὶ δεικνὺς τῆς κληρονομίας τὸν τρόπον ἐπήγαγεν·
 [07334]  καὶ ὃν τρόπον εὐφρανθήσεται
 [07374]  [Ε ντεῦθεν ἡμᾶς ἡ προφητεία διδάσκει τοῦ πολέμου τὸν τρόπον, ὃν ὑπὲρ ἡμῶν ὁ δεσπότης ἀ ναδεξ άμενος καὶ νενίκηκε καὶ κατέλυσε τὸν πολέμιον καὶ συνέτριψε τὸν τῆς δουλείας ζυγόν.
 [07394]  Ἐγώ φησι διδάξω ὑμᾶς τῆς δικαίως γεγενημένης σωτηρίας τὸν τρόπον.
 [07636]  Ὃν τρόπον ἐὰν εὑρεθῇ ῥὰξ ἐν τῷ βότρυι καὶ ἐροῦσιν·
 [07901]  [22Ὃν] τρόπον γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινὴ ἃ ἐγὼ ποιῶ μενεῖ ἐναντίον ἐμοῦ, λέγει κύριος, οὕτως στήσεται τὸ σπέρμα ὑμῶν καὶ τὸ ὄνομα ὑμῶν.
000-00-00 Serial Number=0798562825
De incarnatione domini Ante [Go Back]  
 [00480]  ἔκλινε τοίνυν οὐρανοὺς, καὶ κατέβη, καὶ παρθενικὴν ἐκλε ξάμενος νηδὺν κόρης ἁγίας καὶ εὐσεβείᾳ συντεθραμ μένης, δι' ἀγγελικῆς φωνῆς τὸν τόκον προμηνυσά σης, καὶ τῆς συλλήψεως τὸν τρόπον προερμηνευσά σης, καὶ τῆς παρθενίας τὸν φόβον τῇ ἑρμηνείᾳ λυ σάσης, εἰσοικίζεταί τε, καὶ ναὸν ἑαυτῷ κατασκευάζει, καὶ τὴν ἄσπαρτον, καὶ ἀνήροτον σκηνὴν διαπλάττει·
 [00552]  Ὃν τρόπον γὰρ, φησὶν, ἡ ἐξ ὑμῶν ἀναληφθεῖσα φύσις τῇ τῆς θεότητος ἐνοικήσει τε καὶ ἑνώσει, τῆς ἀναστάσεως ἔτυχε, καὶ τὸ φθαρτὸν ἀνα τιθεμένη σὺν τοῖς παθήμασιν εἰς ἀφθαρσίαν καὶ ἀθανασίαν μετέβη·
 [00635]  παυσώμεθα τὴν γέννησιν περιεργάζεσθαι τοῦ Μονογενοῦς, καὶ τὸν τρόπον ἐπιζητοῦντες, καὶ ἀγεννήτῳ καὶ γεννητῷ διαιτῶντες, καὶ μετροῦντες τὰ ἀμέτρητα·
000-00-00 Serial Number=0910261869
De providentia orationes decem Ante [Go Back]  
 [01199]  Πῶς τοίνυν οὐκ ἄτο πον, καὶ ἐν νηΐ σε θαυμάζοντα τὴν τοῦ ἑνὸς προσ τασίαν, καὶ στρατιᾶς ἐπαινοῦντα τὴν τάξιν, ἣν οἱ τῶν στρατηγῶν ἐργάζονται νόμοι, μέμφεσθαί σε οἰκίαν τοῦτον ἀγομένην τὸν τρόπον;
 [01252]  Καὶ ὁ θειότατος δὲ Μωϋσῆς τεσσαράκοντα ἔτη τοῦτον διετέλεσε βιοτεύων τὸν τρόπον.
 [01338]  Τοῦτο γὰρ καὶ ὁ πιστὸς ἐκεῖνος οἰκέτης ᾔτησεν ἱκε τεύων, οὐκ εἶδος, οὐ μέγεθος, οὐ παρειῶν ἄνθος, οὐκ ὀφθαλμῶν κάλλος, οὐκ ὀφρύων εὐθέτους γραμ μὰς, οὐ γένους περιφάνειαν, οὐ πλούτου περιουσίαν, ἀλλὰ φιλόξενον γνώμην, ἤπιον τρόπον, φθέγμα πρᾶον καὶ μέτριον, ἦθος ἐπιεικὲς καὶ φιλάνθρωπον, ἄξιον τῆς δεσποτικῆς οἰκίας, τῆς πᾶσι ξένοις ἠνεῳγμένης, τῆς εἴδη ποικίλα δεχομένης, καὶ πᾶσι προσφερούσης τὰ πρόσφορα.
 [02153]  Εἶτα πολ λὴν ἄγοντες ἀβελτηρίαν, καὶ τὸ διάφορον ὁρᾷν οὐκ ἐθέλοντες, τῇ πείρᾳ σωφρονεῖν ἐδιδάχθησαν, καὶ παιδευθέντες ἀνένηψαν, καὶ τῆς ἀγνοίας τὴν μέθην ἐξέβαλον, καὶ πέμπουσιν ὡς ἔδει τὴν κιβωτὸν τοῖς οἰκείοις θεραπευταῖς, καὶ ἀναθήμασι τετιμηκότες τὰς παιδείας κηρύττουσι, καὶ τοὺς ὑποδεχομένους αὐτὴν διδάσκουσι τῆς ἐπανόδου τὸν τρόπον.
000-00-00 Serial Number=0106353700
De sancta trinitate Ante [Go Back]  
 [00098]  Καὶ τὰ ἄλλα δὲ ὁμοίως τίθησιν, ὅτι ἐῤῥέθη μὲν τόδε, ἐγὼ δὲ τοῦτο τοιῶσδε νομοθετῶ, οὐκ ἀνατρέπων τὸν κεί μενον νόμον, ἀλλὰ τὴν νομοθεσίαν ἀκριβεστέραν ποιῶν, καὶ τῆς φυλακῆς τὸν τρόπον διδάσκων.
 [00541]  ὃ ἐκ Θεοῦ μεμαθήκαμεν, τὸν δὲ τρόπον οὐκ ἐδιδάχθημεν.
000-00-00 Serial Number=0862011313
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00321]  Τ[ὸν] καλὸν καὶ ἀγαθὸν Γερόντιον, ὃς οἶδε μὲν ἄριστα ξύλα τεκταίνειν, ἔμαθε δὲ παρὰ τῆς τέχνης ζῴων καὶ δένδρων παν τοδαπῶν εἰκόνας ἐνθεῖναι τοῖς ξύλοις, ἔχει δὲ τρόπον νικῶντα κάλλιστον τὴν ἀρετὴν τῆς τέχνης, ἀπέστειλά σου τῇ μεγα λοπρεπείᾳ, κομιδῇ μὲν αὐτοῦ τῆς τέχνης δεόμενος, τὴν ὑμε τέραν δὲ θεραπείαν τῆς ἡμετέρας προτιμήσας χρείας.
 [00528]  Εἰ μὲν ἠγνόεις, ὦ φίλη μοι κεφαλή, τὸν δεῖνα καὶ τὸν ἐκείνου τρόπον καὶ βίον, εἰκότως τὸν ἔλεον ἀνευφήμεις καὶ τῆς φιλανθρωπίας διεξῄεις ἐπαίνους·
000-00-00 Serial Number=0750739157
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00041]  Ταῦτα πεπαιδευμένος ὁ θεῖος Ἀπόστολος τοῦ ἐθνάρχου τὰς χεῖρας διέφυγε καὶ οὐδὲ τῆς φυγῆς τὸν τρόπον ἐσίγησεν·
 [00304]  Αὐχῶν γὰρ πατρίδα τὴν Αἴγυ πτον, οὐ μετέλαβε τῆς τοῦ ἔθνους θρασύτητος, ἀλλὰ πραότητι τὸν τρόπον ἐκέρασεν.
 [02495]  οὐδὲν δὲ τὸν Θεὸν Λόγον ἐκ τῆς Παρθένου προσειλη φέναι φασίν, ἀλλὰ πάροδόν τινα δι' αὐτῆς ὥσπερ διὰ σωλῆνος ποιήσασθαι, ἐπιφανῆναι δὲ τοῖς ἀνθρώποις φαντασίᾳ χρησά μενον, καὶ δόξας εἶναι ἄνθρωπος, ὃν τρόπον ὤφθη τῷ Ἀβραάμ, καί τισιν ἄλλοις τῶν παλαιῶν.
 [02576]  Ἐδί δαξε δὲ διὰ τούτων τῆς δευτέρας ἐπιφανείας τὸν τρόπον.
 [02581]  Οὗτος ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν εἰς τὸν οὐρα νὸν οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν .
000-00-00 Serial Number=0054953575
Eranistes Ante [Go Back]  
 [00431]  Τὸν γὰρ τῆς συλλήψεως οὐ τὸν τῆς γεννήσεως τρόπον διδάσκει τὸν Ἰωσήφ.
 [00490]  {ΕΡΑΝ.} Πῶς καὶ τίνα τρόπον;
 [01655]  {ΕΡΑΝ.} Οὐκ οἶδα τὸν τρόπον, πιστεύω δὲ αὐτὸν σαρκωθῆναι.
 [01983]  Μεμάθηκα δὲ καὶ παρὰ τῶν ἁγίων ἀγγέλων, ὅτι οὕτως ἐλεύσεται ὃν τρόπον αὐτὸν εἶδον οἱ μαθηταὶ πορευόμενον εἰς τὸν οὐρα νόν.
 [02135]  ὃν τρόπον οἱ υἱοὶ τοῦ Ἰσραὴλ τὴν ταφὴν τοῦ Μωϋσέως ἀναβάντες ἐν τῷ ὄρει ἐζήτουν, καὶ οὐχ εὕρισκον.
 [02386]  Τοῦτο μέν, ἵνα πληρώσῃ τὸν τρόπον τῆς οἰκονομίας, ἐγείρας τὸ νενεκρωμένον, οὐ τοιοῦτον δέ, ἵνα μὴ πάλιν ὑποπέσῃ φθορᾷ, μηδὲ πάλιν ὑποστῇ θάνατον.
 [02580]  Ἐννοοῦντες τοίνυν, ὡς ἔφην, τῆς ἐνανθρωπήσεως τὸν τρόπον, ὁρῶμεν ὅτι δύο φύσεις συνῆλθον ἀλλήλαις καθ' ἕνωσιν ἀδιάσπαστον ἀσυγχύ τως καὶ ἀδιαιρέτως.
 [02620]  Τῶν συγκιρναμένων αἱ ποιότητες κεράννυνται καὶ οὐκ ἀπόλλυνται, ὥστε τρόπον τινὰ καὶ διίστανται ἀπὸ τῶν συγκερασθέντων, καθάπερ οἶνος ἀπὸ ὕδατος.
 [02744]  {ΟΡΘ.} Πῶς καὶ τίνα τρόπον;
 [02775]  {ΟΡΘ.} Ἀλλὰ διαρρήδην ἡμεῖς ἀπεδείξαμεν, ὡς κατ' οὐδένα τρόπον θανάτου μετασχεῖν δυνατὸν τὸ φύσει ἀθάνατον.
 [03204]  Ὁ γὰρ δὴ θεσπέσιος Ματθαῖος τοῦτον ἱστορεῖ τὸν τρόπον·
 [03284]  {ΟΡΘ.} Πολλάκις ἐδείξαμεν, ὡς τὸ φύσει ἀθάνατον κατ' οὐδένα γε τρόπον ἀποθανεῖν δύναται.
 [03636]  Καὶ νεκρόν τε ὂν τὸ σῶμα κατὰ τὸν ἀνθρώπινον τρόπον μεγάλην ἔχει ζωῆς ἐν αὐτῷ δύναμιν.
 [03701]  Οὐδὲ γὰρ ὁ κατοικῶν [235] ἐν αὐτῷ θεὸς ἀμνοῦ δίκην εἰς θάνατον ἤγετο, καὶ προβάτου τρόπον ἀπεσφάττετο, φυσικῶς ἀόρατος ὤν.
 [03782]  Ὃ παντὶ γνώριμον, τῷ μικρὸν ἐπιστήσαντι τῆς ἀποστολικῆς λέξεως τὸ βούλημα, ὅτι οὐχὶ θεολογίας ἡμῖν παραδίδωσι τρόπον, ἀλλὰ τοὺς τῆς οἰκονομίας λόγους παραδηλοῖ.
 [04328]  Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν εἰς τὸν οὐρανόν, οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.
 [04338]  Κατ' οὐδένα γὰρ ἡ φύσει γε ἀπαθὴς θεότης παθεῖν δύναται τρόπον.
000-00-00 Serial Number=0918616474
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00214]  Ἐκεῖνος γὰρ τὸν ἱερατικὸν κατασκευά ζει κόσμον, καὶ τὸ ἅγιον ἔλαιον τῆς χρίσεως, ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων διδαχθεὶς τῆς κατασκευῆς τὸν τρόπον.
 [00642]  ∆ιὰ τοῦτο ἡ νύμφη δεῖξαι βουλομένη τίνα τρόπον ὡραία γέγονε καὶ καλὴ, φησίν·
 [00923]  τουτέστι, διδάξατέ με τῆς ἀγάπης τὸν τρόπον, ἵνα μὴ ἀγαπήσω πατέρα ἢ μητέρα ὑπὲρ τὸν νυμφίον, ἢ ἀγρὸν, ἢ ἀμπελῶνας, καὶ ἀναξία τοῦ νυμφῶνος φανῶ.
000-00-00 Serial Number=0936209321
Graecarum affectionum curatio Ante [Go Back]  
 [00036]  τὴν γάρ τοι [1.4] σωτηρίαν ποθοῦσιν, οὐ τὸν ταύτης τρόπον ἀνερευνῶσιν.
 [00735]  [2.106] Εἰ δέ τις τῆς ὑπάρξεως τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος ἐπιζητεῖ τὸν τρόπον μαθεῖν, εἰπάτω δὴ πρότερος τὸν τρόπον τῆς τοῦ ἀγεννήτου ὑπάρξεως, πῶς ἔστιν οὐκ ἔχων τὸν αἴτιον.
 [00839]  Καίτοι φασὶν Ἕλληνες τὸν μὲν Ἡρακλέα διὰ τὴν ξυμβᾶσαν ἐκ τῆς ∆ηϊανείρας ἐπιβουλὴν ἑαυ τὸν καταπρῆσαι καὶ τοῦτον τὸν τρόπον καταλῦσαι τὸν βίον, τὸν δὲ Ἀσκληπιόν, ἄνθρωπον ὄντα καὶ πολλοὺς ἀνθρώπους διὰ τῆς ἰατρικῆς ἐπιστήμης παμπόλλων ἀπαλλάξαντα παθημάτων, κε [3.28] ραυνῷ βληθῆναι ὑπὸ τοῦ ∆ιὸς καὶ διαφθαρῆναι.
 [02065]  [6.81] Εἰ δὲ ταῦτα μὲν θαυμάζετε καὶ Θεῷ γε πρόσφορά φατε εἶναι, ἀνάρμοστον δὲ τῆς οἰκονομίας καλεῖτε τὸν τρόπον, πρῶτον μὲν πάντολμόν τε καὶ μανικὸν τὸ τῆς τὰ πάντα τεκτηναμένης σοφίας σοφωτέρους ἑαυτοὺς ἀποφαίνειν καὶ μὴ στέργειν τὰ ὑπ' ἐκείνης γινόμενα, ἀλλ' ὑπολαμβάνειν ἄμεινον ἐκείνης τὸ πρακτέον εὑρίσκειν.
 [02066]  Ἐγὼ δὲ καὶ τοῦτο εὖ οἶδα, ὡς εἰ καὶ ἕτερον ἐμηχανή σατο θεραπείας τρόπον, κἀκείνῳ ἐνεμεσᾶτε ἂν δήπουθεν·
 [02106]  Τόνδε δὴ οὖν τὸν τρόπον αὐτοὺς δουλω σάμενος, πρῶτον μὲν τὰς περὶ τοῦ Θεοῦ τῶν ὅλων, ἃς ἡ φύσις αὐτοῖς ἐξ ἀρχῆς ἐνέγραψεν, ἐξήλειψε δόξας·
 [02116]  Πανταχῇ γὰρ ἔστιν εὑρεῖν τοὺς καλουμένους θεοὺς ἐρῶν τας καὶ λυττῶντας καὶ θορνυμένους, καὶ τὸν μὲν πατέρα τῶν θεῶν ἀετῷ καὶ ταύρῳ καὶ κύκνῳ προσεικασμένον καὶ τόνδε τὸν τρόπον ταῖς ἐρωμέναις μιγνύμενον, τὸν δὲ λόγιον Ἑρμῆν τρά γον γινόμενον καὶ τὸν τραγοσκελῆ καὶ αἰγόκερων Πάνα παιδο [7.9] ποιοῦντα.
 [02165]  Καὶ διὰ πάντων περιττὰ δείξας τὰ θύματα καὶ τῆς θείας ἀνάξια φύσεως, καινόν τινα θυσίας ὑποτίθεται τρόπον, οὐ βωμὸν αἱματτούσης, ἀλλὰ γλώττῃ καὶ χείλεσι τελουμένης·
 [02814]  [10.1] Οἱ τυραννίδος ἐρῶντες τὴν οὐδαμόθεν αὐτοῖς προσήκουσαν ἁρπάζουσι δυναστείαν, ἀλλὰ τὸ μὲν τῆς βασιλείας περιτίθενται σχῆμα, τὴν ἁλουργίδα, τὸν στέφανον, τὸν θρόνον, τὸ ζεῦγος, τοὺς δορυφόρους, τὸν δὲ βασιλικὸν ζηλοῦν οὐκ ἐθέλουσι τρόπον.
 [03159]  Ἰδοὺ γάρ φησιν ἐγὼ ἐντέλλομαι καὶ λικμήσω ἐν πᾶσι τοῖς ἔθνεσι τὸν οἶκον [10.82] Ἰσραήλ, ὃν τρόπον λικμᾶται ἐν τῷ λικμῷ.
 [03689]  [12.11] ∆ιὰ δὲ τούτων οὐ μόνον ἡμᾶς ἐδίδαξεν, ὅτι μιμήσασθαι δυνα τὸν τὸν παναλκῆ καὶ πάνσοφον Κύριον, ἀλλὰ καὶ αὐτὸν ἡμῖν ὑπέδειξε τὸν τῆς μιμήσεως τρόπον.
 [03744]  καὶ κατὰ τοῦτον τὸν τρόπον ὁ μὲν σώφρων ἡμῶν θεῷ φίλος·
 [03756]  [12.22] Μάλα δὲ καὶ σαφῶς καὶ σοφῶς ἐν τούτοις τὸν τῆς μιμήσεως ἐξεπαίδευσε τρόπον.
000-00-00 Serial Number=0245186150
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00650]  ὃν τρόπον δὲ Ἰάννης καὶ Ἰαμβρὴς ἀντέστησαν Μωϋσῇ, οὕτως καὶ οὗτοι ἀνθίστανται τῇ ἀληθείᾳ, ἄν θρωποι κατεφθαρμένοι τὸν νοῦν, ἀδόκιμοι περὶ τὴν πίστιν.
 [01057]  Τινὲς δὲ ἐξ αὐτῶν καὶ ἕτερον τρόπον ἐξεῦρον βαπτί σματος.
 [02194]  Ἐκεῖνα γὰρ ἐδόκει γίγνεσθαι, καθ' ἕτερον ἁλισκόμενα τρόπον, ὃν οἶδεν ὁ δαπανή σας.
 [02390]  Σφαγῆναι γὰρ οὐ μό νον οὐ βούλεται, ἀλλὰ καὶ πάντα μηχανᾶται τρόπον ὥστε μὴ τοῦτο παθεῖν, καὶ τῆς γυναικὸς δὲ μοιχευ θείσης, τοῦ τὴν εὐνὴν σεσυληκότος κατηγορεῖ, καὶ λοιδορίας δεξάμενος ὕβρεως εἰσφέρει γραφήν.
 [02391]  Καὶ τἄλλα δὲ τοῦτον ἐξετάσαντες τρόπον, εὑρήσομεν πάν τας ἀνθρώπους εἰδότας, ὅτι κακὸν τὸ κακόν.
 [02505]  Ὁ δὲ τρισμακάριος Ἰεζεκιὴλ, καὶ αὐτὸν εἶπεν ἑωρακέναι τὸν τρόπον τῆς ἀναστάσεως·
 [02663]  Μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον, ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον, καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἁμαρ τίας, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος καὶ ὑπερ αιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν, ἢ σέβασμα, ὥστε αὐτὸν καὶ εἰς τὸν ναὸν τοῦ θεοῦ ὡς θεὸν καθί σαι, ἀποδεικνύοντα ἑαυτὸν ὅτι ἔστι θεός.
000-00-00 Serial Number=0670489550
Historia ecclesiastica Ante [Go Back]  
 [00191]  ὃν τρόπον γὰρ ἡ ἄρρητος αὐτοῦ ὑπόστασις ἀσυγκρίτῳ ὑπεροχῇ ἐδείχθη ὑπερκειμένη πάντων οἷς αὐτὸς τὸ εἶναι ἐχαρίσατο, οὕτως καὶ ἡ υἱότης αὐτοῦ, κατὰ φύσιν τυγχάνουσα τῆς πατρικῆς θεό τητος, ἀλέκτῳ ὑπεροχῇ διαφέρει τῶν δι' αὐτοῦ θέσει υἱοθετηθέντων.
 [00256]  ἀλλ' οὐδ', ὁτιοῦν ἀνθρώ πων ἔννοια ὀνοματοποιῆσαι σπουδάσει, δηλοῖ τὸ ἀγέννητον (ὡς καὶ ὑμᾶς οὕτως ἐκδέχεσθαι πιστεύω καὶ τεθάρρηκα τῇ περὶ πάντων ὑμῶν ὀρθῇ προθέσει), κατὰ μηδένα τρόπον τούτων τῶν ὀνομάτων τὸ ἀγέννητον δηλούντων.
 [00300]  ὅτι ὁ υἱὸς οὐκ ἔστιν ἀγέννητος οὐδὲ μέρος ἀγεννήτου κατ' οὐδένα τρόπον, οὔτε ἐξ ὑποκειμένου τινός, ἀλλ' ὅτι θελήματι καὶ βουλῇ ὑπέστη πρὸ χρόνων καὶ πρὸ αἰώνων [27] πλήρης θεός, μονογενής, ἀναλλοίωτος·
 [00514]  τὸ μὲν οὖν παρ' ἡμῶν γράμμα, ἐπὶ παρουσίᾳ τοῦ θεοφιλεστάτου ἡμῶν βασιλέως ἀναγνωσθὲν εὖ τε ἔχειν καὶ δο κίμως ἀποφανθέν, τοῦτον ἔχει τὸν τρόπον·
 [00538]  Οὕτως δὲ καὶ τὸ ὁμοούσιον εἶναι τοῦ πατρὸς τὸν υἱὸν ἐξεταζό μενος ὁ λόγος συνίστησιν, οὐ κατὰ τὸν τῶν σωμάτων τρόπον οὐδὲ τοῖς θνητοῖς ζῴοις παραπλησίως·
 [00541]  παραστατικὸν δ' εἶναι τὸ ὁμοούσιον τῷ πατρὶ τοῦ μηδεμίαν ἐμφέρειαν πρὸς τὰ γενητὰ κτίσματα τὸν υἱὸν τοῦ θεοῦ φέρειν, μόνῳ δὲ τῷ πατρὶ τῷ γεγεννη κότι κατὰ πάντα τρόπον ἀφωμοιῶσθαι καὶ μὴ εἶναι ἐξ ἑτέρας τινὸς ὑποστάσεώς τε καὶ οὐσίας ἀλλ' ἐκ τοῦ πατρός.
 [00542]  ᾧ καὶ αὐτῷ, τοῦτον ἑρμηνευθέντι τὸν τρόπον, καλῶς ἔχειν ἐφάνη συγκατατίθεσθαι, ἐπεὶ καὶ τῶν παλαιῶν λογίους τινὰς καὶ ἐπιφανεῖς ἐπισκόπους καὶ συγ γραφέας ἔγνωμεν ἐπὶ τῆς τοῦ πατρὸς καὶ υἱοῦ θεολογίας τῷ τοῦ ὁμοουσίου συγχρησαμένους ὀνόματι.
 [00564]  ἐπειδὴ δὲ εἰκὸς μὴ πάντας εἰδέναι τοῦ θανάτου τὸν τρόπον, ἐγὼ καὶ τοῦτον ὡς ἐγένετο διηγήσομαι.
 [00600]  δηλοῖ δὲ καὶ τὰ γραφέντα, τοῦτον ἔχοντα τὸν τρόπον·
 [00754]  ἐπειδὴ γὰρ οἱ βάρβαροι τῆς ἰατρικῆς σπανίζοντες ἐπιστήμης εἰώθασιν ἀρρωστοῦντες πρὸς ἀλλήλους φοιτᾶν, καὶ παρὰ τῶν ἤδη νενοσηκότων καὶ τῆς ἀρρωστίας ἀπαλλαγέντων μανθάνειν τῆς ὑγείας τὸν τρόπον, ἀφίκετό τις γυνὴ πρὸς τὴν ἀξιέπαινον ἄνθρωπον παιδίον ἀρρωστοῦν ἔχουσα καὶ μαθεῖν τὸ πρακτέον ἀντιβολοῦσα.
 [01248]  Ἐξετασάτωσαν ὅμως καὶ τὸν τρόπον τῆς ἀναχωρήσεως καὶ μανθανέτωσαν παρὰ τῶν ἰδίων.
 [01629]  ὁ δὲ καὶ τὰ γεγενημένα πάμπαν ἀγνοῶν καὶ τὸν τῆς πεύσεως οὐκ ἐπιστάμενος τρόπον, εὐφημίαν δὲ ἐκ τῆς ὁμολογίας καρπώσασθαι προσδοκήσας, [161] ἔφη τῶν λόγων ἐκείνων αὐτὸς εἶναι γεννήτωρ.
 [01704]  τὸν δὲ τῆς νίκης τρόπον ἐγὼ διηγήσομαι.
 [01761]  ἡ μὲν οὖν τῆς ἐκκλησίας διαίρεσις τοῦτον τὸν τρόπον ἐγένετο.
 [02033]  τοῦτον μὲν δὴ τὸν τρόπον οὗτοι πρὸς θεογνωσίαν ποδηγηθέντες τῆς σωτηρίας μετέλαχον.
 [02230]  Τίνα τρόπον ὁ Βάλης ἐξέκλινεν εἰς τὴν αἵρεσιν.
 [02455]  Φλαβιανὸς δὲ ὁ πολυθρύλητος τῆς Ἀντιοχέων ἀρχιερεύς, ἐν Ἐδέσσῃ τούτους διάγειν μαθὼν τὸν οἰκεῖον τοῖς πελάζουσιν ἐγχριπτομένους ἰόν, συμμορίαν μοναχῶν ἀποστείλας ἤγαγέ τε εἰς τὴν Ἀντιόχειαν καὶ τὴν νόσον ἐξαρνουμένους τόνδε τὸν τρόπον διήλεγξε.
 [02685]  αὐτοὶ τοίνυν οὗτοι ὀργῆς σκεύη τυγχάνοντες κατ ηρτισμένα εἰς ἀπώλειαν , τὴν ῥῖνα σιμώσαντες, ψόφον ἀσελγῆ ἀπὸ τῶν μυκτήρων μακρόν, καὶ ἵν' οὕτως εἴπω, ὡς ἀπὸ κρουνοῦ προχέοντες, τὴν μὲν ἐσθῆτα διέρρησσον τῶν ἁγίων τοῦ Χριστοῦ παρθένων, ὧν ἡ ἄσκησις τύπον ἁγίων <ἀγγέλων> ἐχαρακτήριζεν, ὡς δ' ἡ φύσις ἔχει γυμνὰς πᾶσαν τὴν πόλιν ἐθριάμβευον, διαπαίζοντες μετὰ ἀσελγείας ὃν τρόπον ἐβούλοντο, καὶ ὅλως ὠμὰ καὶ ξένα τὰ γενόμενα.
 [02758]  ἐπὶ γὰρ τὰ χείρω τὴν προ αίρεσιν γυμνάζοντες, μέχρι τῶν τῆς ἐπαρχίας ἐπισκόπων τὸν ἴδιον τῆς κακίας ἰὸν ἐπεκτείνοντες, δορυφόρῳ πρὸς ἀδικίας τῷ τῶν λαργιτιόνων χρώμενοι κόμητι τῷ προειρημένῳ Μάγνῳ, τοὺς μὲν βουλευτηρίῳ παρέ δοσαν, τοὺς δὲ ἄλλους ὃν ἐβούλοντο τρόπον ἐνήδρευον, πανταχόθεν πρὸς ἀσέβειαν τοὺς πάντας θηρεῦσαι βουλόμενοι, οὐδὲν ἀφέντες ἀτόλμητον·
 [02854]  ἐν δὲ τῇ Κυρεστῶν, ὁ μὲν πανεύφημος Ἀκεψεμᾶς ἐν οἰκίσκῳ καθεῖρκτο, καὶ ἑξηκοντούτην χρόνον τοῦτον ἐβίω τὸν τρόπον, οὔτε ὁρώμενος οὔτε φθεγγόμενος·
 [03503]  τὴν μὲν οὖν τῶν ἐκκλησιῶν εἰρήνην τοῦτον τὸν τρόπον ὁ πιστότατος ἐπρυτάνευσε βασιλεύς.
 [03571]  τοὺς μὲν οὖν ὑπολειφθέντας τῶν δαιμόνων σηκοὺς τοῦτον τὸν τρόπον ἐκ βάθρων ἀνέσπασεν.
000-00-00 Serial Number=0025377691
Historia religiosa Ante [Go Back]  
 [00349]  Ὑποδείκνυμί σοι, ἔφη ὁ Ἀκάκιος, τρόπον δι' οὗ πλέον ἢ νῦν αὐτὸν θεραπεύσεις, καὶ τοῦτο ἐρῶ, οὐ λογισμῷ μόνῳ χρώμενος, ἀλλὰ παρὰ τῆς αὐτοῦ διδασκαλίας μεμαθηκώς.
 [00564]  Ἔσχε δὲ καὶ εὐκτήριον καὶ οἰκητήριον λάκκον τινὰ ὑδάτων ἀπηλλαγμένον, καὶ τριῶν ἐτῶν ἀριθμὸν τοῦτον διάγων διετέλεσε τὸν τρόπον.
 [00612]  Οὐκοῦν ἐπειδὴ τούτου ἐρᾷς, ὁ Ἀμμιανὸς ἔφη, ἐγώ σοι τρόπον ἐπιδείξω δι' οὗ καὶ τὸν ἔρωτα πλέον ἐξάψεις καὶ τὸν ἐρώμενον θεραπεύσεις.
 [00677]  Τοιούτων δὲ μεταξὺ γινομένων λόγων Ὀλύμπιός τις τὸ μὲν γένος Ῥωμαῖος, τὸν δὲ τρόπον καὶ αὐτὸς ἀξιάγαστος, ἱερωσύνῃ τετιμημένος καὶ τῆς ἡγεμονίας ἐκείνης τὰ δεύτερα διέπων, ἧκε παρ' ἡμᾶς τοῦ θείου ∆αυΐδου καταβοῶν καὶ λώβην κοινὴν τὴν ἐπιείκειαν ὀνομάζων ἐκείνην καὶ λυμαίνεσθαι πᾶσιν τὴν πρᾳότητα λέγων καὶ ἄνοιαν ἀλλ' οὐκ ἐπιείκειαν τὴν ἄκραν ἐκείνην φιλοσοφίαν καλῶν.
 [00744]  Οὕτω καθ' ἑκάστην ἡμέραν τὸν πλοῦτον αὔξων καὶ τοὺς ἀσύλους θησαυροὺς πλήρεις τῶν τοιούτων ἀγαθῶν ἀποφαίνων, πέντε καὶ εἴκοσι ἔτη ποιμάνας τὸ ποίμνιον, προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, κατὰ τὴν θείαν γραφήν, τραφεὶς ἐν γήρᾳ καλῷ, Θεοτέκνῳ δὲ ἀδελφιδῷ μὲν ὄντι τὸ γένος, ἀδελφῷ δὲ τὸν τρόπον τὰς ἡνίας παραδούς.
 [00873]  Καὶ τοῦτον ἀεὶ διετέλει τὸν τρόπον κατὰ τὴν ἀποστολικὴν φωνήν·
 [00966]  Ὡς δὲ πολλάκις εἰπεῖν ἀναβαλλόμενος ἐδεδίει γὰρ ὑποδεῖξαι τὸν ἰατρόν, δυσμενῆ τὸν ἐρόμενον ἐπιστάμενος , ὀψέ ποτε τἀληθὲς εἰπεῖν ἐβιάσθη καὶ τῆς θεραπείας τὸν τρόπον ἐδίδαξεν.
 [01113]  Τοῦτον τὸν τρόπον ἐκείνης τῆς δωρεᾶς ἐγυμνώθημεν.
 [01254]  Πέντε δὲ καὶ τετταράκοντα ἔτη τοῦτον διάγων διετέλεσε τὸν τρόπον, οὐ σκηνῇ χρώμενος, οὐ καλύβῃ, ἀλλ' ἐν ὀρύγματι βαθεῖ τὴν στάσιν ποιούμενος, ὅθεν καὶ Γουββᾶν αὐτόν τινες ἐπωνόμαζον ἀπὸ δὲ τῆς σύρας εἰς τὴν ἑλλάδα φωνὴν τοῦτο μεταφερόμενον λάκκον σημαίνει τὸ ὄνομα.
 [01407]  Φασὶ δὲ αὐτὸν μήτε τὸν χιτῶνα μήτε τὴν σισύραν ἐπὶ πλεῖστον ἀμεῖψαι, ἀλλὰ τοῖς ἐν αὐτοῖς γιγνομένοις ῥήγμασιν ἕτερα ῥάκια συρράπτοντα τοῦτον αὐτὸν τὸν τρόπον θεραπεύειν τὸ γῆρας.
 [01592]  καὶ τοῦτον τὸν τρόπον οὐκ ὀλίγον ἀλλ' ὅτι μάλιστα πλεῖστον διετέλεσε χρόνον.
 [02075]  Ἐπὶ πολὺ δὲ τοῦτον διατρίψαντι τὸν τρόπον ὕπνον μὲν αὐτῷ προσγενέσθαι τινὰ γλυκύν, ὄναρ δὲ τοιόνδε θεάσασθαι·
 [02096]  Ὡς δὲ πλείους ἢ δέκα ἡμέρας τοῦτον διετέλεσε τὸν τρόπον καὶ τὸ ἕλκος χαλεπώτερον γιγνόμενον αἵματος ἠφίει σταγόνας, ἤρετό τις αὐτὸν θεασάμενος τίς ἡ αἰτία τοῦ αἵματος.
 [02159]  [26.13] Καὶ ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, οὐ λόγοι μάρτυρες, ἀλλ' ἡ τῶν πραγμάτων βοή.
 [02285]  [27.3] Πολὺν δὲ χρόνον τοῦτον διατελέσας τὸν τρόπον, ὕστερον ἐξελήλυθε, ταῖς τοῦ θεσπεσίου Θεοδότου, ὃς τὴν ἀρχιερατικὴν τῆς Ἀντιοχέων ἔλαχε προεδρίαν, παραινέσεσιν εἴξας.
 [02352]  [29.6] Καὶ τοῦτον βιοτεύουσι τὸν τρόπον, οὐ πέντε ἢ δέκα ἢ πεντεκαίδεκα μόνα ἐξανύσασαι ἔτη, ἀλλὰ δύο καὶ τεσσα ράκοντα.
000-00-00 Serial Number=0005818248
Interpretatio in Danielem Ante [Go Back]  
 [00359]  εἶτα διδάσκει ἡμᾶς τὸν τῆς εὑρέσεως τρόπον, οὐκ αὐτὸς φιλοτιμούμενος, ἀλλ' ἡμᾶς ἐπὶ τὴν ὁμοίαν σπουδὴν ἐκκαλούμενος.
 [00550]  ὃν τρόπον γὰρ ὁ σίδηρος λεπτύνει καὶ δαμάζει πάντα, οὕτως λεπτυνεῖ πάντα καὶ δαμάσει.
 [00554]  Καὶ ὅτι εἶδες τοὺς πόδας, καὶ τοὺς δακτύ λους, μέρος μέν τι σιδήρου, μέρος δέ τι ὀστράκου, βασιλεία ἄλλη διῃρημένη ἔσται, καὶ ἀπὸ τῆς ῥίζης τοῦ σιδήρου ἔσται ἐν αὐτῇ, ὃν τρόπον εἶδες τὸν σίδηρον ἀναμεμιγμένον τῷ ὀστράκῳ τῷ πηλί νῳ.
 [00561]  Ἀπὸ γὰρ τῆς ῥίζης, φησὶ, τοῦ σιδήρου ἔσται ἐν αὐτῇ, ὃν τρόπον εἶδες τὸν σίδηρον ἀναμεμιγμένον τῷ ὀστράκῳ τῷ πηλίνῳ.
 [00593]  (μεʹ.) Ὃν τρόπον εἶδες, ὅτι ἐτμή θη ἀπὸ ὄρους λίθος ἄνευ χειρῶν, καὶ ἐλέπτυνε τὸ ὄστρακον, καὶ τὸν σίδηρον, τὸν χαλκὸν, τὸν ἄργυρον, τὸν χρυσόν.
 [00760]  ὃν ἂν ἐθέλῃς τρόπον ἀνταγωνίζου, οὔτε κατα θέλξεις τιμῶν, οὔτε καταπλήξεις ἀπειλῶν·
 [00864]  Καὶ ἐπειδὴ τούτου, φησὶ, τυχεῖν ἀδύνατον, πόῤῥω τῆς ἱερᾶς ἐκείνης πόλεως ὄντας, εὑρήκαμεν τρόπον τινὰ θεραπείας, ὦ ∆έσποτα.
 [01096]  Ὃν τρόπον ταύτας, καὶ πάσας τὰς χώρας λήψομαι.
 [01100]  ὃν τρόπον γὰρ ἐποίησα ἐν Σαμαρείᾳ καὶ τοῖς χειροποιήτοις αὐτῆς, οὕτω ποιήσω καὶ ἐν Ἱερουσα λὴμ, καὶ τοῖς εἰδώλοις αὐτῆς.
 [01110]  ὃν τρόπον γὰρ ἐποίησα Σαμαρείᾳ καὶ τοῖς εἰδώλοις αὐτῆς, οὕτω ποιήσω καὶ τῇ Ἱερουσα λὴμ καὶ τοῖς χειροποιήτοις αὐτῆς, ἐπάξει, φησὶ, Κύριος ἐπὶ τὸν νοῦν τὸν μέγαν, τὸν ἄρχοντα τῶν Ἀσσυρίων.
 [01661]  εἶτα τοῦτον αὐτὸν διακοσμήσας τὸν τρόπον, τῇ τοῦ κήρυκος χρώμενος φωνῇ τοὺς ὑπηκόους ἐδίδα σκεν, ὡς τρίτον αὐτὸν τῆς βασιλείας ἀπέφηνεν ἄρχοντα.
 [01815]  Ἀλλ' ἔοικεν ὁ ∆αρεῖος χρηστὸς μὲν γεγενῆσθαι, καὶ τὸν τρόπον ἐπιεικὴς, καὶ μᾶλλον εὐσεβείᾳ προσέχων, ψοφοδεὴς δὲ ὅμως καὶ λίαν εὐ εξαπάτητος.
 [02037]  Μή τις ὑμᾶς ἐξαπατάτω κατὰ μηδένα τρόπον, ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον, καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἁμαρτίας ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος, καὶ ὑπεραιρό μενος ὑπὲρ πάντα λεγόμενον Θεὸν, ἢ σέβασμα, ὥστε καὶ εἰς τὸν ναὸν τοῦ Θεοῦ εἰσελθόντα καθ ίσαι, ἀποδεικνύοντα ἑαυτὸν, ὅτι ἐστὶ Θεός.
 [02195]  Ἔπειτα δείκνυσι καὶ τίνα τρόπον ἐπιφαίνεται·
 [02480]  ἀλλ' ὅμως καὶ τοῦτον διακεί μενος τὸν τρόπον, ᾠκονόμουν τὰ παρὰ τοῦ βασιλέως ἐγκεχειρισμένα μοι, μηδενὸς γινώσκοντος τὴν τῆς ἀῤῥωστίας αἰτίαν.
 [02856]  Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπ εσταλμένους πρὸς αὐτὴν, ποσάκις ἠθέλησα ἐπισυν αγαγεῖν τὰ τέκνα σου ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελή [81.1485] σατε.
 [03125]  Πάλιν δὲ διὰ τούτων μανθάνομεν, ὡς ἐν τῷ τέλει τῆς Ῥω μαϊκῆς βασιλείας δέκα κατ' αὐτὸν ἀναστήσονται βασιλεῖς, πολλὰ κατ' ἀλλήλων ἐργαζόμενοι κακὰ, καὶ τὰς ἀλλήλων καταγωνιζόμενοι βασιλείας, ὃν τρόπον οἱ Μακεδόνες διετέλουν ποιοῦντες·
 [03300]  Εἶτα διδάσκει τὸν τρόπον·
000-00-00 Serial Number=0116681635
Interpretatio in Ezechielem Ante [Go Back]  
 [01420]  Εἰπὲ, ὅτι Ἐγὼ τέρας ποιῶ, ὃν τρόπον πεποίηκα, οὕτως ἔσται αὐτοῖς, ἐν μετοικήσει καὶ αἰχμαλωσίᾳ πορεύσονται.
 [01689]  Ὃν τρόπον τὸ ξύλον τῆς ἀμπέλου ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, ὃ δέδωκα αὐτὸ τῷ πυρὶ εἰς ἀνάλωσιν, οὕτω δέδωκα τοὺς κατοικοῦντας Ἱερουσαλήμ.
 [02014]  Ζῶ ἐγὼ, λέγει Ἀδωναῒ Κύριος, εἰ ἐποίησε Σόδομα ἡ ἀδελφή σου αὕτη, καὶ αἱ θυγατέρες αὐτῆς, ὃν τρόπον ἐποίησας σὺ, καὶ αἱ θυγατέ ρες σου.
 [02064]  Πρὸ τοῦ ἀποκαλυφθῆναι τὰς κακίας σου, ὃν τρόπον νῦν ὄνειδος εἶ σὺ θυγα τέρων Συρίας, καὶ πάντων τῶν κύκλῳ σου, καὶ θυγατέρων ἀλλοφύλων τῶν περιεχουσῶν σε κύ κλῳ.
 [02065]  Εἰ μὴ ἐμεμαθήκεις τῶν Σοδόμων, φησὶ, τὴν τιμωρίαν, καὶ περιεφέρετο ἐν τῷ στόματί σου ἡ ἐκείνων πανωλεθρία, ὃν τρόπον νῦν ἡ σὴ πολιορ κία ἐν ταῖς τῆς Συρίας καὶ Παλαιστίνης πόλεσι, τί πλέον ἂν εἰργάσω κακόν;
 [02316]  ὃν τρόπον ἡ ψυχὴ τοῦ πατρὸς, οὕτω καὶ ἡ ψυχὴ τοῦ υἱοῦ·
 [02463]  Τῶν κύκλῳ, φησὶ, βασιλέων ἐζήλωσε τὸν τρόπον.
 [02725]  Καὶ οὐκ ἔσται, ὃν τρόπον ὑμεῖς λέγετε, Ἐσόμεθα ὡς τὰ ἔθνη, καὶ ὡς αἱ φυλαὶ τῆς γῆς, τοῦ λατρεύειν ξύλοις καὶ λίθοις.
 [02733]  εἶτα καὶ τὸν τρόπον τῆς παιδείας διδάσκει.
 [02740]  Ὃν τρόπον διεκρίθην πρὸς τοὺς πατέρας ὑμῶν ἐν τῇ ἐρήμῳ τῆς Αἰ γύπτου, οὕτω κρινῶ ὑμᾶς, λέγει Ἀδωναῒ Κύριος.
 [02928]  ἐνεργεῖ μὲν τὰ πρέποντα, συγχωρεῖ δὲ τ' ἄλλα καθ' ἕτερον τρόπον οἰκονομίας, καὶ τῷ αὐ τεξουσίῳ τῶν ἀνθρώπων παραχωρῶν, καὶ τῷ τρόπῳ τούτω δίκας τῶν ἁμαρτημάτων πραττόμενος.
 [03151]  Ὃν τρόπον χωνεύε ται ἀργύριον ἐν μέσῳ καμίνου, οὕτως χωνευθή σεσθε ἐν μέσῳ αὐτῆς, καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος ἐξέχεα τὸν θυμόν μου ἐφ' ὑμᾶς.
 [03317]  μου ἀπ' αὐτῆς, ὃν τρόπον ἀπέστη ἡ ψυχή μου ἀπὸ τῆς ἀδελφῆς αὐτῆς.
 [03410]  Εἶτα διδάσκει τῆς βεβηλώσεως τρόπον.
 [03444]  Καὶ αὐτοὶ εἰσεπορεύοντο πρὸς αὐτὴν, ὃν τρόπον εἰσπορεύονται πρὸς γυναῖκα πόρνην, οὕ τως εἰσεπορεύοντο πρὸς Ὀολλὰν καὶ πρὸς Ὀολιβὰν, τὰς γυναῖκας τὰς ἀνόμους, τοῦ ποιῆ σαι ἀνομίαν.
 [03567]  Εἶτα καὶ τὸν τρόπον διδά σκει·
 [03575]  Καὶ ἐλάλησα πρὸς τὸν λαὸν τὸ πρωῒ, ὃν τρόπον ἐνετείλατό μοι·
 [03576]  καὶ ἀπέθανεν ἡ γυνή μου ἑσπέρας, καὶ ἐποίησα τὸ πρωῒ ὃν τρόπον ἐπετάγη μοι.
 [03591]  Καὶ ποιήσετε ὃν τρόπον πεποίηκα, ἀπὸ στόματος αὐτῶν οὐ παρακληθήσεσθε, καὶ ἄρτον ἀνδρῶν οὐ φάγεσθε.
 [03634]  Ἀνθ' ὧν ὅτι εἶπε Μωὰβ καὶ Σηεὶρ, Ἰδοὺ ὃν τρόπον πάντ
000-00-00 Serial Number=0065036297
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00439]  διδάσκει δὲ καὶ ταύτης τὸν τρόπον.
 [00748]  ὑποδείκνυσι δὲ καὶ τῆς τιμωρίας τὸν τρόπον ιεʹ.
 [00991]  Λέγει δὲ καὶ τῆς αἰσχύνης τὸν τρόπον·
 [01600]  Τὴν ὑπερβολὴν τῆς ἀγαθό τητος διὰ τῶν εἰρημένων ἐδήλωσε, καὶ τῆς συν αφείας τὸν τρόπον ἐδίδαξε, καὶ ὅτι αὐτὸς μὲν ἠβουλήθη περιφανεῖς αὐτοὺς καὶ περιβλέπτους ἀποφῆναι, αὐ τοὶ δὲ διὰ τῆς παρανομίας ἐπεσπάσαντο τὰ ὀνείδη.
 [02619]  ἀλλ' οὓς ἔφερεν ὁ προφήτης κλοιοὺς συνέτριψε, τοῦτον τὸν τρόπον συντριβήσεσθαι λέγων τὸν τοῦ Ναβουχοδονόσορ ζυγὸν, δυοῖν ἐτῶν διελθόντων.
 [04938]  Καὶ ἐπιφύλλισον αὐτοὺς, ὃν τρόπον ἐπεφύλλισας ἐμὲ [81.788] περὶ πάντων τῶν ἁμαρτιῶν μου·
000-00-00 Serial Number=0064637840
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00231]  ἀλλ' ἢ διὰ τῆς χάριτος τοῦ Κυρίου Ἰησοῦ πιστεύομεν σωθῆναι καθ' ὃν τρόπον κἀκεῖ νοι.
 [00940]  Τίνα τρόπον;
 [01687]  Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας αὑτῆς, καὶ οὐκ ἠθελήσατε;
 [03498]  Εἶτα δείκνυσι καὶ τὸν τῆς λυτρώσεως τρόπον.
 [04771]  Ἡσυχῆ γὰρ πρὸς ἀλλήλους διαλεγόμενοι, τῆς ἐπιβουλῆς ἐπεζή τουν τὸν τρόπον.
 [04819]  Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πη γὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός.
000-00-00 Serial Number=0469336629
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00116]  Ὁ δὲ ταῦτα, φησὶν, ἅπαντα κατ ορθώσας ∆εσπότης, πρότερον μὲν ἐνηνθρώπησε, καὶ τὴν τοῦ ἀλάστορος κατέλυσε τυραννίδα, ἔπειτα εἰς οὐρανοὺς ἀνελήλυθε τῶν ἐπουρανίων ἡγουμένων δυνάμεων, καὶ χορῶν ἀγγελικῶν, τῶν μὲν κάτω [80.1209] βοώντων, Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν, οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν·
 [00358]  Εἰς δὲ τὴν ἀλογίαν ἐξέπεσον, κάκιστον ἐξ ἀρχῆς ἐσχηκότες τρόπον, καὶ ἐπὶ τὰς πονηρὰς ἐκκλίναντες πράξεις.
 [01077]  διὸ δὴ], Ὁρῶν αὐτῶν, φη σὶν, τὸν ἀμεταμέλητον τρόπον, ταῖς προειρημέναις συμφοραῖς περιβαλεῖ.
 [01304]  [Τίνος ἕνεκεν, ὦ προφῆτα, εἰπὲ καὶ τὸν τρόπον.] ιαʹ.
 [02007]  Εἶτα καὶ τὸν τρόπον προθεσπίζει τῆς τελευτῆς.
 [02277]  Εἶτα διδάσκουσι τῆς ὑμνῳδίας τὸν τρόπον.
 [04113]  Ἔπειτα δείκνυσι τῆς ἱκετείας τὸν τρόπον.
 [05037]  Ὃν τρόπον, φησὶν, ὅτ' ἂν εὑρεθῇ ῥὼξ ἐν τῷ βότρυϊ, καὶ ἐροῦσι, Μὴ λυμήνῃ αὐτὸν, ὅτι εὐλογία Κυρίου ἐστὶν ἐν αὐτῷ, οὕτω ποιήσω ἕνεκεν τοῦ δουλεύοντός μοι·
000-00-00 Serial Number=0232230008
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00680]  Ποσάκις ἐθέλησα συναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ἑαυτῆς, καὶ οὐκ ἠθελήσατε;
 [02028]  Αὐτὴν γὰρ ἐφ' ἑαυτὴν ἑδράσας, δέδωκεν αὐτῇ τὸ ἀκίνητον, καὶ τοῦτον διαμενεῖ τὸν τρόπον, ἐφ' ὅσον ἂν αὐτὸς ἐθελήσει.
 [02808]  Εἶτα διδάσκει τῆς σωτηρίας τὸν τρόπον.
 [02970]  Εἶτα δείκνυσι καὶ τὸν τρόπον.
 [04447]  Ὁ γὰρ αἰτούμε νος οἶδε τοῦ ἐλέου τὸν τρόπον·
 [05302]  διδάσκει δὲ καὶ τῆς σωτηρίας τὸν τρόπον.
 [05777]  Παρεγγυήσας ὑμνεῖν, ἐδίδαξε καὶ τῆς ὑμνῳδίας τὸν τρόπον.
 [06635]  Εἶτα μετὰ πολλὰ διδάσκει καὶ τοῦ θανάτου τὸν τρόπον.
000-00-00 Serial Number=0450080633
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00236]  Ὃν τρόπον γὰρ, φησὶν, ἐδούλευσαν Αἰγυπτίοις, οὕτως Ἀσσυρίοις δουλεύσουσι·
 [00367]  Καὶ τὸν τρόπον ὑποδεικνύς·
 [00874]  Ὃν τρόπον ἐὰν εὑρεθῇ ὁ ῥὼξ ἐν τῷ βότρυϊ, καὶ ἐροῦσι·
 [01070]  Ὃν τρόπον γὰρ τά τε ἄλλα ὄρνεα, καὶ διαφερόντως αἱ περιστεραὶ, τῇ πτήσει χρώμεναι καὶ περιπετόμεναι, ῥᾳδίως ἐπανίασιν εἰς τὰς οἰκείας καλιάς·
 [01159]  ἄλλως γὰρ τῷ ∆ανιὴλ, καὶ ἄλλως τῷ Ἰεζε κιὴλ, ἑτέρως δὲ τῷ Ἡσαΐᾳ, καὶ τῷ Μιχαίᾳ οὐ κατὰ τὸν ὅμοιον τρόπον·
 [01911]  ∆ιὰ τοῦτο ἰδοὺ ἐγὼ κυλίω ὑποκάτω ὑμῶν, ὃν τρόπον κυλίεται ἡ ἅμαξα ἡ γέμουσα καλάμης, καὶ ἀπολεῖται φυγὴ ἐκ δρομέως.
 [01942]  Ὅτι δὲ, φησὶ, ταῦτα τοῦτον ἔχει τὸν τρόπον, καὶ τῶν ἀδυνάτων ἐστιν ἐπενεχθῆναί τινι παιδείαν μὴ βουλομένου Θεοῦ, ἀπ' αὐτῶν μάθετε τῶν πραγμάτων.
 [01971]  Ὃν τρόπον ὅταν ἐκ σπάσῃ ὁ ποιμὴν ἐκ στόματος τοῦ λέοντος δύο σκέλη, ἢ λοβὸν ὠτίου·
 [02109]  Ἐκζητήσατε οὖν τὸ καλὸν, καὶ μὴ τὸ πονηρὸν, ὅπως ζήσητε, καὶ ἔσται οὕτω μεθ' ὑμῶν Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ, ὃν τρόπον εἴπατε·
 [02355]  ὅνπερ δὴ τρόπον οἵ τε [81.1705] Σύροι, καὶ οἱ ἀλλόφυλοι·
 [02498]  Ὃν τρόπον γὰρ ἐποίη σας, ἔσται οὕτως σοι·
 [02503]  Ὃν τρόπον ἔπιες ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου, πίονται πάντα τὰ ἔθνη οἶνον, τὸν μυστικόν·
 [02654]  διότι σὺ, Κύριε, ὃν τρόπον ἠβούλου, πεποίηκας.
 [02820]  Ἱε ρουσαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτείνουσα τοὺς προ φήτας, καὶ λιθοβολήσασα τοὺς ἀπεσταλμένους πρὸς αὑτὴν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε! Τοσούτοις γὰρ καὶ τοιούτοις ἀνδράσι τὴν προφητικὴν δωρησάμενος χάριν, τοῖς χαλεποῖς τοῦ Ἰσραὴλ ἰατροὺς ἐπέστησεν ἕλκεσι.
 [02847]  Εἶτα δεικνὺς τῆς ἀσε βείας καὶ τῆς ἁμαρτίας τὸν τρόπον, κατ' ἐρώτησιν καὶ ἀπόκρισιν ποιεῖται τὸν ἔλεγχον.
 [02984]  ∆ιὰ γὰρ ταύτην τὴν μοχθη ρίαν τρόπον τινὰ τῆς οἰκείας ἐγυμνώθη δορᾶς, ἔρημος τῆς ἐμῆς προνοίας γενόμενος, καὶ τὴν ἀγα θὴν ἀπολέσας ἐλπίδα, τῇ τοῦ πολέμου συντριβῇ παρεδόθη.
 [03021]  Ὃν τρόπον κατέφαγον τὰς σάρκας τοῦ λαοῦ μου, καὶ τὰ δέρματα αὐτῶν ἀπ' αὐτῶν ἐξέδειραν, καὶ τὰ ὀστᾶ αὐτῶν συνέθλασαν, καὶ ἐμέ λισαν ὡς σάρκας εἰς λέβητα, καὶ ὡς κρέας εἰς χύ τραν·
 [03125]  ∆ιὸ τελώνην, καὶ πόρνην, καὶ λῃστὴν, καὶ τοὺς τοιούτους συναγαγὼν, καὶ τὸν τούτων τρόπον εἰς τὸ κρεῖττον μεταβαλὼν, Ἐκκλησίαν ἁγίαν ἀπέφηνε, βασιλεύων αὐτῶν ἀπὸ τοῦ νῦν καὶ ἕως εἰς τὸν αἰῶνα.
 [03247]  Καὶ ἔσται τὸ κατάλειμμα τοῦ Ἰακὼβ ἐν τοῖς ἔθνεσιν ἐν μέσῳ λαῶν πολλῶν, ὡς λέων ἐν τοῖς κτήνεσι τοῦ δρυμοῦ, καὶ ὡς σκύμνος ἐν ποιμνίοις προβάτων, ὃν τρόπον ὅταν διέλθῃ, καὶ διαστείλας ἁρπάσῃ, καὶ μὴ ᾖ ὁ ἐξαιρούμενος.
 [03636]  Ὃν τρόπον οἱ τὰ τῆς ἀμ πέλου, φησὶν, ἐκτινάσσοντες κλήματα, πάντα δια φθείρουσι τὸν καρπόν·
 [03728]  Καταβήσεται ἀπὸ σοῦ, καὶ θρήνου τρόπον ἐπι ζητήσει τῆς ἐρημίας ἄξιον.
 [03803]  οἱ δὲ πιστεύουσι μὲν τοῖς περὶ προνοίας λό γοις, ἐπαποροῦσι δὲ τί δήποτε τοῦτον οἰκονομεῖται τὸν τρόπον τὰ πράγματα.
 [04355]  Εἶτα καὶ τῆς τοῦ Θεοῦ ζητήσεως τὸν τρόπον διδάσκει.
 [04859]  Εἶτα λέγει καὶ τοῦ ἐλέου τὸν τρόπον, καὶ τῆς τοῦ θείου οἴκου οἰκοδομῆς ὑπισχνεῖται τὸ τέλος, καὶ τῆς πόλεως τὴν νεουργίαν, καὶ τὴν τῶν περιβόλων ἀνάστασιν.
 [05061]  Προσελθὼν, φησὶν, ἐξήγειρέ με, ὃν τρόπον ὅταν ἐξεγερθῇ ἄνθρωπος ἐξ ὕπνου αὑτοῦ.
 [05256]  (ιγʹ.) Καὶ ἔσται ὃν τρόπον εἶπον, καὶ οὐκ εἰσήκουσαν αὐτοῦ, οὕτω κεκράξονται, καὶ οὐ μὴ εἰσακούσω, λέγει Κύριος παντοκράτωρ.
 [05314]  Καὶ ἔσται, ὃν τρόπον ἦτε ἐν κατάρᾳ ἐν τοῖς ἔθνεσιν, οἶκος Ἰούδα, καὶ οἶκος Ἰσραὴλ, οὕτω διασώσω ὑμᾶς, καὶ ἔσεσθε ἐν εὐλογίᾳ.
 [05320]  Ὃν τρόπον διενοήθην τοῦ κακῶσαι ὑμᾶς ἐν τῷ παροργί σαι με τοὺς πατέρας ὑμῶν, λέγει Κύριος παντοκρά τωρ, καὶ οὐ μετενόησα·
 [05654]  Κάθες αὐτοὺς εἰς τὸ χω νευτήριον, καὶ σκέψαι εἰ δόκιμόν ἐστιν, ὃν τρόπον ἐδοκιμάσθην ὑπὲρ αὐτῶν.
 [05884]  (εʹ.) Καὶ ἐμφραχθήσεται ἡ φάραγξ τῶν ὀρέων ἕως Ἰασσὰ, καὶ ἐμφραχθήσεται, ὃν τρόπον [81.1953] ἐνεφράγη ἀπὸ προσώπου τοῦ σεισμοῦ ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα.
 [06006]  Καὶ μέντοι καὶ τὸ γένος τοῦ Ἡσαῦ, ἐπειδὴ τοῦ προπάτορος τὸν τρόπον ἐζήλωσεν, ἀμελούμενον παρ' ἐμοῦ διετέλεσε.
 [06345]  Καὶ αἱρετιῶ αὐτοὺς, ὃν τρόπον αἱρετίζει ἄνθρωπος τὸν υἱὸν αὑτοῦ τὸν εὖ δουλεύοντα αὐτῷ.
000-00-00 Serial Number=0964436471
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00458]  ἐπειδὴ οὖν ἡ ἔνσαρ κος οἰκονομία ἰδική ἐστι τοῦ θεοῦ λόγου, εἰς φανέρωσιν γὰρ αὐτοῦ τῆς σαρκὸς ἐγένετο ἡ λῆψις, διὰ τοῦτο ἀκολούθως προσάπτωμεν τῷ θεῷ λόγῳ κατὰ τὸν τρόπον τῆς ἀντιδείξεως τὰ τῆς οἰκονομίας.
 [00586]  Εἰ κατὰ τὸν ἀπόστολον Παῦλον ὁ πιστὸς ὁ μὴ προνοῶν τῶν ἰδίων ἀρνησίθεός ἐστι καὶ τῶν ἀπίστων χείρων, δῆλον ὅτι ὁ μὴ σὺν τῇ γνώσει καὶ πίστει καὶ βαπτίσματι καὶ τὸν τρόπον ἐπαγόμενος χαρακτηριστικὸν τῆς τοῦ Χριστοῦ μαθητείας, ἀλλὰ μόρφωσιν μὲν ἔχων εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνη μένος, χείρων ἐστὶ τῶν ἀπίστων·
 [00813]  παρεικάζει δὲ ὁ κύ ριος τὴν τῶν Φαρισαίων ἐσχηματισμένην εὐλάβειαν τάφοις κεκο νιαμένοις, ὅτι ὥσπερ τῇ αἰσθήσει τῶν ζώντων βδελυκτή ἐστι τῶν νεκρῶν σωμάτων ἡ δυσωδία καὶ ἡ ἀκαθαρσία, οὕτω καὶ ἡ ἐκείνων ἀνομία βδελυκτή ἐστι τῇ νοήσει τῶν εὐσεβῶν, τρόπον τινὰ οὖσα αὕτη ψυχῆς νέκρωσις καὶ δυσωδία καὶ ἀκαθαρσία.
 [00860]  ὃν γὰρ τρόπον ἐπεγείρεται ἄνθρωπος ἐπὶ τὸν πλησίον αὐτοῦ καὶ πατάσσων αὐτὸν (φονεύεται) ψυχή, οὕτως ἐγέ νετο τὸ πρᾶγμα τοῦτο·
 [00906]  διὰ ταῦτα οὖν οὐδέν ἐστι κοινὸν * νόμου καὶ χάριτος ἀνὰ μέρος, ἀλλὰ χάριτος μόνης τὸ πᾶν ὑπάρχει, τῆς τε μετοχῆς καὶ τῆς ἀποχῆς τῶν μεταλαμβανόντων κατὰ τὸν εἰρη μένον τρόπον.
 [01229]  ὑπόδειγμα δὲ ἀψευδὲς νοεῖται τὸ κατὰ τὸν Ἰωνᾶν τοῦ κατὰ τὸν σωτῆρα τοῦτον τὸν τρόπον·
 [01410]  οἷς γὰρ ἐκέχρηντο οἱ ἐπαοιδοὶ δαίμοσι πρὸς τὰ προ κείμενα αὐτοῖς ἔργα, τούτων ἀναγκαίως παρ' αὐτῶν ἐμάνθανον, ὥσπερ τὸν τρόπον τῆς θεραπείας, οὕτω καὶ τὴν προσηγορίαν τῆς κλήσεως αὐτῶν.
 [01505]  ἐν τολὰς δὲ καὶ προστάγματα λέγει, κατὰ τὸν τρόπον τῶν λόγων ὀνομάζων τοὺς λόγους, ἐνταλτικῶς ἢ προστακτικῶς λεχθέντας, κατὰ τὴν ἔμφασιν τῆς θείας αὐθεντίας τοῦ ταῦτα ἐντειλαμένου ἢ προστάξαντος.
 [01761]  δηλοῖ δὲ καὶ ὁ ἀπόστολος Παῦλος τὸν τρόπον ἐκείνης τῆς καταστάσεως ἐν οἷς λέγει·
 [01809]  διὸ πτοηθέντων τῶν μαθητῶν ἐν τῇ τοιαύτῃ εἰσόδῳ ἐπέτρεψεν αὐτοὺς ψηλαφᾶν τοὺς πεπονθότας τόπους τοῦ σώματος αὑτοῦ, ὅτι οὐ κατὰ τρόπον τοῦ σώματος εἰς τὸ πνεῦμα ἐποίησε πρὸς αὐτοὺς τὴν εἴσοδον, ἀλλ' ἐν παχυμερεῖ σώματι τῇ θείᾳ αὑτοῦ δυνάμει ποιητικῇ τῶν ὑπὲρ φύσιν.
000-00-00 Serial Number=0855145812
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00851]  πρῶτος γὰρ ἀνθρώπων ἀποθλίψας τὸν τῆς ἀμπέλου καρπόν, καὶ ἀγνοῶν οὐ μόνον τὸ πόσον τῆς πόσεως, ἀλλὰ καὶ τὸν τρόπον τῆς μεταλήψεως, ὅτι δεῖ κεράσαι πρότερον, εἶθ' οὕτω πιεῖν, τὸν κάρον ὑπέμεινε·
 [00984]  Τὸ κατὰ τί γνώσομαι τοῦτο , οὐκ ἀπιστοῦντός ἐστιν, ἀλλὰ μαθεῖν ποθοῦντος τῆς κληρονομίας τὸν τρόπον·
 [00994]  ἐκ τῆς θείας ἀποκρίσεως ἔστι γνῶναι τὸν τρόπον τῆς ἐρωτήσεως·
 [01063]  ἀνοίας γὰρ ἐσχάτης τὸ πολυπραγμονῆσαι τῶν ἀρρήτων τὸν τρόπον.
 [01870]  καθάπερ δὲ πάλιν οἱ ἰατροὶ τοὺς ἀνηκέστως διακειμένους πολλῶν παρόν των τέμνουσιν, οὐκ ἐκείνοις τοσοῦτον ἐπικουροῦντες ἴσασι γὰρ αὐτῶν τὴν νόσον ἀνίατον , ἀλλὰ τοὺς φοιτητὰς τὸν τῆς ἰατρείας διδάσκοντες τρόπον, οὕτω καὶ τὸν Φαραὼ ὠμοτάτῃ καὶ θηριώδει χρησάμενον γνώ μῃ ταῖς παντοδαπαῖς τιμωρίαις ὑπέβαλεν ὁ Θεός, πάντας ὡς ἐπίπαν διδάσκων ἀνθρώπους, ὡς αὐτὸς ἰθύνει τὴν κτίσιν, καὶ τοῖς μὲν ἀδικου μένοις ἐπαμύνει δικαίως, κολάζει δὲ τοὺς ἀδικοῦντας ἐν δίκῃ.
 [02357]  τρόπον γάρ τινα καὶ τὴν μητέρα συνεψεῖ.
 [02810]  τὸν τρόπον, τὰ ἑξῆς μαρ τυρεῖ.
 [03019]  ἐδίδαξε δὲ καὶ τῶν θυσιῶν τὸν τρόπον, αἷς ἔδει τὸν ἀρχιερέα χρησάμενον τῶν ἀδύτων κατατολμῆσαι.
 [03138]  ἵνα μὴ προσοχθίσῃ ὑμῖν ἡ γῆ ἐν τῷ μιαίνειν ὑμᾶς αὐτήν, ὃν τρόπον προ [180] σώχθισε τοῖς ἔθνεσι τοῖς πρὸ ὑμῶν;
 [04024]  ἐπερω τήσατε, γάρ φησιν, ἡμέρας τὰς προτέρας γενο μένας προτέρας σου ἀπὸ τῆς ἡμέρας ἧς ἔκτι σεν ὁ Θεὸς τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς, καὶ ἐπὶ τὸ ἄκρον τοῦ οὐρανοῦ, εἰ γέγονε κατὰ τὸ ῥῆμα τοῦτο, εἰ ἠκούσατε τοιοῦτον, εἰ ἀκήκοεν ἔθ νος φωνὴν Θεοῦ ζῶντος λαλοῦντος ἐκ μέσου τοῦ πυρός, ὃν τρόπον ἀκήκοας σὺ καὶ ἔζησας .
 [04351]  ταῖς δὲ σω ματικαῖς καὶ πνευματικὴν εὐλογίαν προστέθεικεν ἀναστήσαι σε Κύριος ἑαυτῷ λαὸν ἅγιον, ὃν τρόπον ὤμοσε τοῖς πατράσι σου .
 [04482]  οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν εἰς τὸν οὐρανόν, οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν .
 [04666]  ἐπήγαγε γάρ, ὃν τρόπον εἴρηκα τῷ Μωϋσῇ , οὐκ ἀορίστως δὲ πρὸς ἐκεῖνον ἐποιήσατο τὴν ὑπόσ χεσιν, ἀλλ' ἐὰν φυλάξητε τὰς ἐντολάς μου καὶ τὰ δικαιώματά μου .
 [04846]  [281] ΞV Πῶς νοητέον τό, παρὰ Κυρίου ἐγένετο κατισχύσαι τὴν καρδίαν αὐτῶν, ὥστε συναντᾶν αὐτοὺς εἰς πόλεμον ἐπὶ Ἰσραήλ, ἵνα ἐξολοθρευθῶσι καὶ ὅπως μὴ δοθῇ αὐτοῖς ἔλεος τοῦ ἀφανισθῆναι αὐ τούς, ὃν τρόπον εἶπε Κύριος πρὸς Μωϋσῆν ;
 [04873]  τεσσαράκοντα ἐτῶν ἤμην, ὅτε ἀπέσ τειλέ με Μωϋσῆς ὁ παῖς Κυρίου ἐκ Κάδης Βαρνῆ κατασκοπεῦσαι τὴν γῆν, καὶ νῦν διέθρεψέ με Κύ ριος ὃν τρόπον εἶπε.
 [04938]  καὶ ἔσται ὃν τρόπον ἦλθεν ἐφ' ὑμᾶς πάντα τὰ ῥήματα τὰ καλὰ ὅσα ἐλάλησε πρὸς ὑμᾶς.
 [05250]  εἰ ἐν ἐμοί, γάρ φησιν, ἤνοιξας τὸ στόμα σου πρὸς Κύριον, ποίει μοι ὃν τρόπον ἐξῆλθεν ἐκ τοῦ στόματός σου, ἀνθ' ὧν ἐποίησέ σοι Κύριος ἐκδί κησιν ἐκ τῶν ἐχθρῶν σου, ἐκ τῶν υἱῶν Ἀμμών .
 [05296]  τὸ δὲ θεραφὶμ τοιοῦτο τρόπον τι ἦν εἰδώ λοις, ἀλλ' οὐ τῷ Θεῷ ἀνακείμενον.
000-00-00 Serial Number=0069187224
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00503]  Εἰ γὰρ καὶ τῆς χειροτονίας οὕτω γεγενημένης, ἐγύμνωσαν οἱ ἀδελφοὶ τὸν φθόνον, ἐν τῇ παρατάξει τὸν ∆αβὶδ θεασάμενοι, τί οὐκ ἂν ἔπαθον, εἰ μὴ τοῦτον ἐγεγόνει τὸν τρόπον·
 [02795]  Οὗ δὴ χάριν τοῦτον αὐτοὺς τὸν τρόπον οἱ ἱερεῖς ἐθεράπευον.
 [02952]  Εἶτα καὶ τρόπον ἀποδείκνυσι σωτηρίας.
 [04315]  καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ οὐκ ἠβού λετο Κύριος ἐξολοθρεῦσαι τὸν οἶκον ∆αβὶδ διὰ τὴν διαθήκην, ἣν διέθετο τῷ ∆αβὶδ, ὃν τρόπον εἶπε δοῦ ναι αὐτῷ λύχνον, καὶ τοῖς υἱοῖς αὐτοῦ, πάσας τὰς ἡμέρας.
 [04325]  Ἀνθ' ὧν οὐκ ἐπορεύθης ἐν ὁδῷ Ἰωσαφὰτ τοῦ πατρός σου, καὶ ἐν ὁδοῖς Ἀσὰ βασιλέως Ἰούδα, καὶ ἐπορεύθης ἐν ὁδοῖς βασιλέων Ἰσραὴλ, καὶ ἐξεπόρνευσας τὸν Ἰούδαν, καὶ τοὺς κατοικοῦντας ἐν Ἱερουσαλὴμ, ὃν τρόπον ἐξεπόρνευ σεν ὁ οἶκος Ἀχαάβ·
000-00-00 Serial Number=0206054688
Quod unicus filius sit dominus noster Jesus Christus Ante [Go Back]  
 [00099]  Οὗτος γὰρ, ἔφησαν, ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν εἰς τὸν οὐρανὸν, οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πο ρευόμενον εἰς τὸν οὐρανόν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»