Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum τολμῶντας [21]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum τολμῶντας


000-00-00 Serial Number=0263100326
Commentaria in Isaiam Ante [Go Back]  
 [04763]  Ὅτι δὲ ταῦτα ἀνθρώπινα ἦν, ὁμολογεῖν οἶμαι καὶ αὐτοὺς τοὺς τῇ θεότητι τοῦ μο νογεν οῦς πολεμοῦντας καὶ κτίσμα ταύτην ἀποκαλεῖν τολμῶντας.
000-00-00 Serial Number=0396410108
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00243]  Οὕτω τοιγαροῦν καὶ τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγωνιζομένους ἐξετάζειν χρή, καὶ μὴ ζητεῖν ὀνόματα τὴν ἔριν ἐγείροντα, ἀλλ' ἐνθυμήματα σαφῶς κηρύττοντα τὴν ἀλήθειαν καὶ τοὺς ἀντιτείνειν τολμῶντας αἰσχύνης ἀναπιμπλάντα.
 [01219]  ὅτι δὲ καὶ τοῖς τῶν μακαρίων Θεοφίλου καὶ Κυρίλλου συγγράμμασιν κεχρημένοι τοὺς ἀντιλέγειν τολμῶντας καὶ διὰ τούτων ἐπιστομίζομεν, αὐτὰ μαρτυρεῖ τὰ γράμματα.
 [01228]  Ἀποστραφήτω τοίνυν ἡ ὁσιότης σου τοὺς λαλοῦντας τὸ ψεῦ δος καὶ τῆς ἐκκλησιαστικῆς φροντισάτω γαλήνης καὶ τοὺς διαφθείρειν τολμῶντας τῆς ἀληθείας τὰ δόγματα ἢ τοῖς ἀλε ξικάκοις θεραπευέτω φαρμάκοις ἢ τὴν θεραπείαν μὴ δεχομέ νους ὡς ἀνηκέστως διακειμένους τῶν ποιμνίων ἐξελασάτω, ἵνα μὴ τῆς ἐκείνων λώβης μεταλάχῃ τὰ πρόβατα·
 [01264]  Τῷ ὄντι γὰρ ὁμοίως ἀποστρεφόμεθα καὶ τοὺς μίαν φύσιν σαρκὸς καὶ θεό τητος εἶναι λέγειν τολμῶντας, καὶ τοὺς εἰς δύο υἱοὺς μερί ζοντας τὸν ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καὶ τῶν ἀποσ τολικῶν ὅρων ἔξω βαίνειν ἐπιχειροῦντας.
 [01336]  ὧν τὴν ὁμολογίαν τῆς πίστεως ὡς πατρῷον κλῆρον φυλάττομεν ἄσυλον, καὶ τοὺς ταῦτα παρα βαίνειν τολμῶντας τὰ δόγματα κιβδήλους ἀποκαλοῦμεν, καὶ τῆς ἀληθείας ἐχθρούς.
 [01383]  Ἡμεῖς γὰρ διὰ τὴν θείαν χάριν, τῶν ἀποστολικῶν διηνεκῶς ὑπερμαχοῦμεν δογμάτων, καὶ τὴν ἐκτεθεῖσαν ἐν Νικαίᾳ πίστιν φυλάττομεν ἄσυλον, καὶ τοὺς ταῦτα παραχαράττειν τολμῶντας τὰ δόγματα ἀσεβεῖς ὀνομάζομεν.
 [01795]  Καὶ πρῶτον μὲν τὴν ἄνωθεν παρὰ τῶν ἱερῶν ἀποστόλων παραδοθεῖσαν ἡμῖν κρατύνητε πίστιν, καὶ τὴν ἐπαναστᾶσαν αἵρεσιν στηλιτεύσητε, καὶ τοὺς παρα χαράττειν τολμῶντας τῆς οἰκονομίας τὸ κήρυγμα προφανῶς ἐξελέγξητε, ἔπειτα δὲ καὶ τῶν ὑπὲρ τῆς εὐσεβείας πολεμου μένων ὑπερμαχήσητε.
 [02336]  Τῷ ὄντι γὰρ παραπλησίως ὑπείληφα δυσσεβεῖς, τούς τε τὰς δύο τοῦ Μονογενοῦς φύσεις εἰς μίαν συνάγειν τολμῶντας, καὶ τοὺς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τοῦ ζῶντος, τὸν ἐνανθρωπήσαντα Θεὸν Λόγον, εἰς δύο μερίζειν ἐπιχειροῦντας υἱούς.
000-00-00 Serial Number=0883626759
Haereticarum fabularum compendium Ante [Go Back]  
 [02048]  καὶ αὖ πάλιν ἄλλους, τοὺς μὲν ἐν πενίᾳ τὴν κακίαν ἀσπα ζομένους, καὶ οὐ μόνον λωποδυτοῦντας, ἀλλὰ καὶ νεκροσυλίαν καὶ ἱεροσυλίαν τολμῶντας, τοὺς δὲ τὸν πλοῦτον ἀποφαίνοντας ὄργανον ἀδικίας, καὶ ἐν ὑγείᾳ μὲν ὑπεροψίᾳ κεχρημένους καὶ τύφῳ, ἐν δὲ νόσοις βλασφήμους ἐρυγγάνοντας λόγους.
000-00-00 Serial Number=0198038816
Historia ecclesiastica Ante [Go Back]  
 [00162]  εἰς εὐσεβεῖς οὐκ οἶμαι λογιζομένους τοὺς μέχρι τούτων ἐπερωτᾶν τι τολμῶντας, διὰ τὸ ἀνήκοον τοῦ χαλεπώτερά σου μὴ ζήτει, καὶ ὑψηλότερά σου μὴ ἐξέταζε .
 [01573]  οὐδὲ γὰρ Λεοντίῳ παραπλησίως τὴν κακοήθειαν συνε κάλυπτεν, ἀλλ' ἄντικρυς κατὰ τῶν ἀποστολικῶν ἐλύττα δογ μάτων καὶ τοὺς ἀντιλέγειν τολμῶντας παντοδαπαῖς περιέβαλλε συμφοραῖς.
000-00-00 Serial Number=0614116609
Interpretatio in Danielem Ante [Go Back]  
 [02453]  Συμβαίνει γὰρ πολ λάκις καὶ τοὺς δυσσεβείᾳ καὶ παρανομίᾳ συζῶντας εὐοδοῦσθαι λίαν παράνομα τολμῶντας.
 [03688]  Ἰουδαίους δὲ θρηνεῖν δίκαιον ἔξω τοῦ προφητικοῦ καταλόγου τάττειν τὸν θεῖον τοῦτον προφήτην τολμῶντας, καὶ ταῦτα τῇ πείρᾳ μεμαθηκότας τῆς προφητείας τὸ ἀληθές.
000-00-00 Serial Number=0225441337
Interpretatio in Ezechielem Ante [Go Back]  
 [05182]  Ἐγὼ δὲ τὸ μὲν Ἰουδαίους συνήθως ἀνοηταίνειν οὐδὲν ἡγοῦμαι καινὸν, θαυμάζω δὲ τῶν ἡ μετέρων ἐνίους τολμῶντας ἅπαντα εἰς τὸν Ζορο βάβελ λαμβάνειν, καὶ μὴ συνιέντας, ὅτι τῶν εἰρη μένων τὰ πλεῖστα ἀντικρύς ἐστιν ἐναντία τῶν ὑπ' ἐκείνου γεγενημένων·
000-00-00 Serial Number=0000292838
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00473]  Αἰνίττεται οὓς βαρυκαρδίους ὠνόμασεν, ὡς δυσχεραίνοντας ἐπὶ τοῖς προσπίπτουσι λυπηροῖς, λέγειν τοῦτο τολμῶντας ζʹ.
 [03882]  Ὁρᾷ δὲ, φησὶ, καὶ τοὺς τἀναντία τολμῶντας, καὶ τῆς πανωλεθρίας κατ' αὐτῶν ἐκφέρει τὴν ψῆφον.
000-00-00 Serial Number=0286761284
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [01120]  Τοὺς γὰρ ἐπιβουλεύειν τῷ δικαίῳ τολμῶντας τιμωρίᾳ παραδώσει διηνεκεῖ.
000-00-00 Serial Number=0281787097
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [04486]  τοὺς δὲ βλασφημίαις τὴν γλῶτταν μολύνοντας, καὶ τοὺς ἄλλους ἄλλο τι τῶν παρανόμων τολμῶντας.
000-00-00 Serial Number=0670916200
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [05412]  Περίβλεπτον τὸν ἐμὸν οἶκον ἀποφανῶ, καὶ δυνάμενος τὸν ἐμὸν ἐμπλήσω λαὸν, ὥστε τοὺς ἐπιέναι τολμῶντας [81.1921] αὐτοῖς πολεμίους μὴ ἀναστρέφειν, μηδὲ τὰ οἰκεῖα καταλαμβάνειν, αὐτοῦ δεχομένους τὴν τιμωρίαν·
 [06299]  Ὁμοίως δὲ ταῖς γοητρίαις, φησὶ, καὶ τὰς μοιχευτρίας, καὶ τοὺς ψευδῶς ὀμνύναι τολμῶντας, καὶ τῶν μισθωτῶν τὸν μὲν πόνον καρ πουμένους, τὸν δὲ μισθὸν παρέχειν οὐ βουλομένους, καὶ ἁπαξαπλῶς πάντα δυναστείᾳ χρώμενον κατὰ τῶν ὀρφανίαν καὶ χηρείαν ὀδυρομένων, καὶ τοῖς μετοίκοις καὶ προσηλύτοις κακῶς δικάζειν αἱρουμένων, καὶ τὴν ἐμὴν οὐ δειμαίνοντα κρίσιν, εἰσπράξω ποινὴν, καὶ οὐκ ἀνέξομαι τοὺς ἀδικουμένους περιιδεῖν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»