Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum τοιγαροῦν [124]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum τοιγαροῦν


000-00-00 Serial Number=0674019933
Commentaria in Isaiam Ante [Go Back]  
 [03726]  καὶ οἱ Ἑβδομήκοντα τοιγαροῦν νόμον τὴν καινὴν ἐκάλεσαν διαθήκην, ἣν οἱ Λοιποὶ «πίστιν» ὠνόμασαν.
 [04577]  Ἤλλαξαν τοιγαροῦν τὴν ἰσχύν·
 [06198]  Ἀμφο τέραις τοιγαροῦν τὴν ἀνανέωσιν ἐπαγγέλλεται καί, ἐπειδὴ τῶν οἰκητόρων αἰχμαλώτων γεγενημένων ἀδεῶς δι' αὐτῆς τὰ ἀλλόφυλα ἔθνη διῄει, τὴν τούτων ἀπαλλαγὴν ὑπισχ ν εῖται.
000-00-00 Serial Number=0370133221
De incarnatione domini Ante [Go Back]  
 [00364]  Λύσις τοιγαροῦν τοῦ ναοῦ, ψυχῆς καὶ σώματος χωρισμός·
000-00-00 Serial Number=0780511618
De providentia orationes decem Ante [Go Back]  
 [00067]  Περιθέμενοι τοιγαροῦν τὴν πανοπλίαν τοῦ πνεύματος, τὸν θώρακα τῆς δικαιο σύνης, τὸν θυρεὸν τῆς πίστεως, τὴν περικεφαλαίαν τοῦ σωτηρίου, καὶ περιζωσάμενοι τὴν ὀσφὺν ἐν ἀλη θείᾳ, καὶ ὑποδυσάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης, καὶ ἐπὶ πᾶσιν ἀναλα βόντες τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ, τῶν ἀγώνων ἐφαψώμεθα, καὶ ὑπηχείτω μὲν ἡ θεία σάλπιγξ, τὴν ἡμετέραν ἀσθένειαν ὑπερείδουσα.
 [00118]  Βλέπε τοιγαροῦν κἀνταῦθα τοῦ Θεοῦ τὴν πρόνοιαν, ἐφεστῶσαν ἡλίῳ καὶ σελήνῃ καὶ τοῖς ἄλλοις φωστῆρσι, καὶ οἷόν τινι φωνῇ παρακελευομέ νην δᾳδουχεῖν τοῖς ἀνθρώποις, καὶ οὐχ ἁπλῶς δᾳδου χεῖν, ἀλλὰ κατὰ χρόνου διανομήν.
 [00233]  Οὐδὲν τοιγαροῦν τῶν στοιχείων αὐτὸ καθ' ἑαυτὸ τῆς ζωῆς τυγχάνει παρεκτικὸν, οὔτε μὴν ἅπαντα κοινῇ κεραννύμενα, δίχα τῆς τὰ πάντα κυβερνώσης δυνάμεως, ἀγαθοῦ τινος αἴτια γίνεται.
 [00238]  Βλέπε τοιγαροῦν ταύτης πρὸ τῶν ἄλλων ἁπάντων τὴν θέσιν, καὶ τῶν σχημάτων τὴν ποικιλίαν.
 [00301]  Πρόκειται τοιγαροῦν ἡ θά λασσα μέση τῆς οἰκουμένης, εἰς κόλπους μυρίους διῃρημένη, οἷόν τις πόλεως μεγίστης ἀγορὰ, πᾶσαν τῶν ἀναγκαίων τὴν ἀφθονίαν παρέχουσα, καὶ πολλοὺς πρατῆρας καὶ ὠνητὰς δεχομένη, καὶ τούς τε ἐντεῦ θεν ἐκεῖσε παραπέμπουσα, καὶ τοὺς ἐκεῖθεν ἄγουσα τῇδε.
 [00305]  Αἰσχύνθητι τοιγαροῦν τῶν εὐεργεσιῶν τὸ πλῆθος, εἶπεν ἡ θάλασσα.
 [00310]  Αἰσχύνθητι τοιγαροῦν τὰς διὰ θαλάττης εὐεργεσίας, τὰς ἐκ γῆς, τὰς ἐξ ἀέρος, τὰς ἐξ ἡλίου, οὐρανὸν τὸν ἐπικείμενον ὄρο φον.
 [00347]  Ἄθρει τοιγαροῦν ὁ λόγου μὲν τετυχηκὼς, ἀτιμάζων δὲ τῇ τιμῇ τὸν τιμήσαντα, πῶς ὑπόκειται μὲν ὁ πνεύμων δίκην ἀσκοῦ, ἀποθλίβουσι δὲ αὐτὸν, οὐ πόδες ἀνθρώπου, ἀλλ' οἱ περικείμενοι τῷ θώρακι μύες, συστέλλοντες αὐτὸν καὶ διαστέλλοντες.
 [00352]  Οὕτω τοιγαροῦν διὰ τῆς γλώτ της τοῖς ὀδοῦσι τοῦ λόγου προσομιλοῦντος, καὶ τοῦ πνεύματος, ὡς ἔφην, φερομένου, καὶ τῶν χειλέων πτυσσομένων, καὶ τοῦ ἀέρος τῇ φορᾷ τοῦ πνεύματος ἐναρμονίως πληττομένου, ἡ ἔναρθρος ἀποτελεῖται φωνὴ, καὶ γίνεται ὄχημα τοῦ λόγου τὸ ἔνδοθεν ἐκ φερόμενον πνεῦμα, καὶ ὡς περιττὸν ἀπωθεῖται τὸ λιγνυῶδες ἡ φύσις.
 [00381]  Τοσαύτην τοιγαροῦν ὁρῶν ἐν τοῖς ὀργά νοις τοῦ ∆ημιουργοῦ τὴν πρόνοιαν, παῦσαι ταύτῃ ῥᾳθυμίαν ἐγκαλῶν.
 [00401]  Βλέπε τοιγαροῦν κἀνταῦθα τοῦ Ποιητοῦ τὴν προμήθειαν.
 [00446]  ∆εῦρο τοιγαροῦν, ὦ φιλότης, ἐφ' ἕτερόν σε μεταγά γωμεν τοῦ σώματος μέρος.
 [00458]  Ὁ τράχηλος τοιγαροῦν ἔχει μὲν τοῦ στομάχου τὸ στόμα, παραπέμπει δὲ τῇ γαστρὶ τὰ σιτία καὶ ποτά.
 [00501]  Κατὰ σαυτὸν τοιγαροῦν πάσας τῇ θεωρίᾳ περινόστησον τὰς αἰσθήσεις, τὴν γεῦσιν, τὴν ὄσφρη σιν, τὴν ἀκοήν·
 [00573]  Αἰσχύντητι τοιγαροῦν τῆς θείας φιλανθρωπίας τὴν ἀμετρίαν·
 [00626]  ∆ῆλον τοιγαροῦν, ὡς τούτων ἁπάντων τὴν γνῶσιν παρὰ τοῦ πεποιηκότος ἐδέξατο, καὶ τῶν ἐπι νοιῶν τὰς δυνάμεις, καὶ τῶν τεχνῶν τὰς εὑρέσεις, τῇ φύσει ὁ δημιουργήσας ἐγκατεβάλετο.
 [00653]  Τούτων τοιγαροῦν τὰς μὲν ἡμεῖς ὀψοποιούμεθα, τὰς δὲ τῶν ἀλόγων ἐσθίει τὰ ποηφάγα, τὰς δὲ ἰατρῶν συλλέγοντες παῖδες, τὰ ἀλεξίκακα κατασκευάζουσι φάρμακα, καὶ τὸ εἰς ἐδωδὴν ὀλέθριον, ἀλεξίκακον γίνεται φάρ μακον.
 [00654]  Μηδὲ ταῦτά σε τοιγαροῦν εἰς κατηγορίαν τῆς Προνοίας κινείτω.
 [00670]  Θεωρήσας τοιγαροῦν διὰ τοῦ λόγου, ὅσης περὶ τὴν δημιουργίαν τῆς προνοίας ἀπήλαυσας, ὁπόσας σοι τέχνας καὶ ἐπιστήμας οὐ μόνον εἰς τὸ ζῇν, ἀλλὰ καὶ εἰς τὸ εὖ ζῇν ἐδωρήσατο, πολλῇ φιλοτιμίᾳ περὶ τὴν σὴν χρησάμενος θεραπείαν, ὅσην σοι κεχάρισται φορὰν ἀγαθῶν, ὅπως θυμήρη σοι τὸν βίον ταῖς ἀπὸ τῶν τε χνῶν πραγματεύηται χρείαις, ὅτι σοι οὐ μόνον τὴν χρείαν, ἀλλὰ καὶ τὰ πέρα τῆς χρείας ἐπιῤῥεῖν παν ταχόθεν ἐμηχανήσατο, ἔκβαλε τὴν ἀχαριστίαν τῆς γλώττης, δίδαξον αὐτὴν εὐφημεῖν, ὑποτάγηθι τῷ Κυρίῳ, καὶ ἱκέτευσον αὐτόν.
 [00712]  Τῆς σῆς τοιγαροῦν προμηθούμενος ὠφελείας ὁ Ποιητὴς, φυσικοῖς τισι πλεονεκτήμασι διεκόσμησε τῶν ἀλόγων τὰ γένη, ἵν' ἔχῃς κἀντεῦθεν τὴν ὠφέ λειαν καρποῦσθαι.
 [00798]  Ὁρῶν καὶ σὺ τοιγαροῦν πειθόμενά σοι τῶν ἀλόγων τὰ γένη, πείθου τῷ δοῦλά σοι ταῦτα πεποιηκότι.
 [00862]  Τῶν θηρίων τοιγαροῦν τὰ γένη, ἱμάσι καὶ ῥάβδοις καὶ παιδαγωγικαῖς ἔοικε παιδείαις.
 [00867]  Κἀντεῦθεν τοιγαροῦν τὴν τοῦ Θεοῦ κηδεμονίαν εὑρὼν, καὶ τὴν παντοδαπὴν αὐτοῦ προμήθειαν καταμαθὼν, παῦσαι μὲν, ὦ φίλος, συ κοφαντῶν, ὕμνοις δὲ τὸν εὐεργέτην ἀμείβου.
 [00897]  Ἐξετάσωμεν τοιγαροῦν, τί δηλοῖ τῶν εἰρημένων ἕκαστον, καὶ ὁποίαν ἔχει διάνοιαν, ἢ ἑρ μηνείαν, ἢ δύναμιν.
 [00899]  Τοῦ λογικοῦ τοιγαροῦν ἡ ὑγεία φρόνησις ὀνομά ζεται.
 [00939]  Οὕτω τοιγαροῦν τῷ πλούτῳ καὶ τοῖς χρω μένοις δικάζωμεν, καὶ τὸν μὲν, τῆς κατηγορίας ἐξέλωμεν, τοὺς δὲ, εἰ μὲν οἰκονόμοι τούτου δίκαιοι γένοιντο, ταῖς μεγάλαις στεφανώσωμεν εὐφημίαις·
 [01014]  Καὶ τὸ τέλος τοιγαροῦν κοινὸν ἔχουσιν οἱ πλούτῳ κομῶντες, καὶ οἱ πενίᾳ συζῶντες, καὶ τὰ μετὰ τὸ τέλος δὲ καὶ τὴν ἐντεῦθεν ἐκδημίαν.
 [01080]  Ὁρῶν τοιγαροῦν ἐν ἑκάστῳ τῶν γινομέ νων τοῦ Θεοῦ τὴν κηδεμονίαν, μὴ πολυπραγμόνει τῶν γινομένων ἕκαστον.
 [01099]  Ποιότητι τοιγαροῦν γνώμης, οὐχὶ ποσότητι δώρων προσέχειν τὸν δίκαιον κριτὴν ἐντεῦθεν δήπουθεν διδασκόμεθα.
 [01134]  Εἷς τοιγαροῦν ἀπὸ γῆς διεπλάσθη, καὶ ἐξ ἀνδρὸς ἡ γυνὴ, καὶ ἐξ ἀμφοῖν ἅπασα τῶν ἀνθρώπων ἡ φύσις.
 [01261]  Ἔδει τοιγαροῦν νόμοις ἀναχαιτίσαι τῆς ἁμαρτίας τὴν ῥύμην, οἱ δὲ νόμοι τῶν τιθέντων ἐδέοντο.
 [01274]  Ἄρχει τοιγαροῦν καὶ τῆς οἰκίας ὁ δεσπότης.
 [01296]  Χρὴ τοιγαροῦν, ἀρχόντων πονηρῶν ἡγουμένων, καὶ δε σποτῶν ὠμῶν καὶ πικρῶν οἰκίας κυβερνώντων, τὸν τῶν ὅλων Πρύτανιν ἱκετεύειν, καὶ τῇ τοῦ βίου με ταβολῇ, καὶ τῇ τῶν τρόπων ἐναλλαγῇ, ἵλεώ τε ποιεῖν, καὶ εἰς ἐπικουρίαν ἐγείρειν, καὶ θερμῶς ἱκετεύειν τὴν τοῦ καιροῦ δυσκολίαν μεταβαλεῖν.
 [01317]  Παρίτω τοιγαροῦν πρῶτος ἁπάντων, ὁ πρῶτος Ἁβραὰμ τοῦ πατριάρχου θεράπων.
 [01371]  Τοιαύτας τοιγαροῦν δίκας ὑπὲρ ἐνυπνίων τίσας ὁ Ἰωσὴφ, ἄγεται μὲν εἰς τὴν Αἴγυπτον, ἀποδίδοται δὲ πάλιν τῷ Πεντεφρῇ·
 [01488]  Προσκυνοῦσι τοιγαροῦν αὐτὸν ἀληθῶς οἱ τῶν ὀνείρων φθονήσαντες, καὶ οἱ τὴν ἐν ὀνείρῳ προσκύνησιν οὐ δεξάμενοι, τὴν ἀληθῆ προσκύνη σιν ἐποιήσαντο.
 [01789]  ∆ύναται τοιγαροῦν, καὶ τὴν ἅπαξ εἰς ἰχῶρα διαῤῥυεῖσαν τοῦ σώματος φύσιν, εἶτα κόνιν γεγενημένην, καὶ πανταχοῦ διασπαρεῖ σαν, ἐν ποταμοῖς, ἐν πελάγεσιν, ἐν οἰωνοῖς, ἐν θη ρίοις, ἐν πυρὶ, ἐν ὕδατι (πάντα γάρ σου τὰ τῆς ἀπιστίας εἰς μέσον φέρω κυήματα), συναγαγεῖν, σὲ [83.736] θέλων πάλιν, καὶ εἰς τὸ πρότερον καὶ μέγεθος καὶ κάλλος ἐπαναγαγεῖν.
 [01947]  Οὕτω τοιγαροῦν γεννηθεὶς ὁ ∆εσπότης Χριστὸς, ἕλκει μὲν μητρῴαν θηλὴν παραπλησίως ἡμῖν, τίθε ται δὲ ἐπὶ φάτνης τῆς τῶν ἀλόγων τραπέζης, καὶ τῆς τῶν ἀνθρώπων ἀλογίας κατηγορῶν, καὶ τὴν οἰ κείαν φιλανθρωπίαν παραδηλῶν, ὅτι τροφεὺς ὑπάρ χων ὡς Θεὸς, καὶ τροφὴ γίνεται κατὰ τὸ ἀνθρώπειον τῶν ἀνθρώπων, τῶν τὴν πολλὴν ἀλογίαν νενοση κότων.
 [02096]  Κἀντεῦθεν τοιγαροῦν ἐδιδάχθημεν ὡς ἀπ έδωκε μὲν ὑπὲρ ἡμῶν τὸ χρέος, ἐξήλειψε δὲ τὸ καθ' ἡμῶν χειρόγραφον, καὶ προσήλωσεν αὐτὸ τῷ σταυρῷ, καὶ ἐδειγμάτισε τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, τουτ έστι, τὰς ἐναντίας δυνάμεις, ἐν παῤῥησίᾳ θριαμβεύσας αὐτὰς ἐν αὑτῷ.
 [02168]  Ἄθρει τοιγαροῦν, ὅπως ἁπάντων ἀνθρώπων [83.769] ἀεὶ προὐνόησε τῶν ὅλων ὁ Ποιητὴς, καὶ οὐ μόνον τῶν ἐξ Ἀβραὰμ καταγόντων τὸ γένος, ἀλλὰ πάντων τῶν ἐξ Ἀδάμ·
 [02188]  Ἄνωθεν τοιγαροῦν ὁ τῶν ὅλων Θεὸς τὴν τῶν ἀνθρώ πων οἰκονομῶν διετέλεσε σωτηρίαν, καὶ ἑκάστῳ καιρῷ τὴν πρόσφορον προσήνεγκε θεραπείαν.
000-00-00 Serial Number=0740721643
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00125]  Εὔφρανον τοιγαροῦν ἡμᾶς, ὦ θαυμάσιε, καὶ μεγίστην ἡμῖν σχεδίασον ἑορτήν, τὴν τῆς ὑποβάθρας ἐναλλαγὴν ποιησάμενος, καὶ τὴν ἀλήθειαν τοῦ ψεύδους ἀνταλλαξάμενος, καὶ τῶν τῆς ψυχῆς ὀφθαλμῶν τὴν εὐθύτητα κατάρτισον, καθαρότητα προσλαβών.
 [00493]  Πιστεύσωμεν τοιγαροῦν καὶ ἡμεῖς θυσίαν τῷ Θεῷ προσενηνοχέναι τὴν παῖ δα·
000-00-00 Serial Number=0223555923
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00066]  Πολλῷ τοιγαροῦν ὁ δεύτε ρος ἀξιαγαστότερος.
 [00243]  Οὕτω τοιγαροῦν καὶ τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγωνιζομένους ἐξετάζειν χρή, καὶ μὴ ζητεῖν ὀνόματα τὴν ἔριν ἐγείροντα, ἀλλ' ἐνθυμήματα σαφῶς κηρύττοντα τὴν ἀλήθειαν καὶ τοὺς ἀντιτείνειν τολμῶντας αἰσχύνης ἀναπιμπλάντα.
 [00445]  ∆είξατε τοιγαροῦν ἡμῖν εἰς καιρὸν τῆς ψυχῆς τὴν εὐγένειαν, καὶ τῆς ἀρετῆς τὸν ἀξιόκτητον πλοῦτον, καὶ δέξασθε τὸν θαυμασιώτατον καὶ μεγαλοπρεπέστατον Κελεστιακόν, ὡς τῆς ἀνθρωπείας εὐημε ρίας δεδιδαγμένοι τὰς ἀγχιστρόφους μεταβολάς.
 [01368]  Ἐπαμύνατε τοιγαροῦν τοῖς ἀδικουμένοις, καὶ τὸ ψεῦδος καταγωνί σασθε, καὶ τῆς ἀποστολικῆς διδασκαλίας πολεμουμένης ὑπερμαχήσατε.
000-00-00 Serial Number=0872160017
Eranistes Ante [Go Back]  
 [00094]  Ἄτρεπτος τοιγαροῦν καὶ ὁ μονογενὴς υἱός, καθὰ καὶ ὁ γεννήσας αὐτὸν πατὴρ καὶ τὸ ἅγιον πνεῦμα.
 [00339]  {ΟΡΘ.} Ἀναμνήσθητι τοιγαροῦν τῶν ἑξῆς.
 [00520]  {ΟΡΘ.} Ἴθι τοιγαροῦν καὶ πρὸς τὰ λοιπά.
 [01113]  {ΟΡΘ.} Ἔδει τοιγαροῦν τὴν θείαν γραφὴν ἐκ τῆς ἀμείνονος φύσεως ὀνομάζειν τὸ ζῷον.
 [01123]  {ΟΡΘ.} Ἐγώ σε τοιγαροῦν ἀναμνήσω καὶ διδάξω, ὡς τοὺς ἄγαν ἁγίους σάρκας προσηγόρευσεν.
 [01240]  {ΟΡΘ.} Φύλαξον τοιγαροῦν τοῦτον τὸν κανόνα, καὶ μὴ καλέσῃς ἐσταυρωμένον μηδὲ ἐκ νεκρῶν ἐγηγερμένον, καὶ ὅσα τούτοις ἐστὶ παραπλήσια.
 [01718]  {ΟΡΘ.} Οὕτω τοιγαροῦν καὶ τοὺς περὶ τοῦ δεσπότου Χριστοῦ ποιεῖσθαι προσήκει λόγους·
 [01976]  {ΟΡΘ.} Καὶ τὸ δεσποτικὸν τοιγαροῦν σῶμα ἄφθαρτον μὲν ἀνέστη, καὶ ἀπαθὲς καὶ ἀθάνατον καὶ τῇ θείᾳ δόξῃ δεδοξασμένον, καὶ παρὰ τῶν ἐπουρανίων προσκυνεῖται δυνάμεων·
 [02223]  Ἐγείρας τοιγαροῦν τὸν ἑαυτοῦ ναὸν ὁ θεὸς λόγος, καὶ ἐν αὐτῷ τῆς φύσεως ἡμῶν ἀνάστασιν καὶ ἀνανέωσιν ἐργασά μενος, καὶ ταύτην τοῖς ἑαυτοῦ μαθηταῖς δείξας, ἔλεγε, Ψηλαφήσατέ με, καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεω ρεῖτε, οὐκ ὄντα, ἀλλ' ἔχοντα, ἵνα καὶ τὸν ἔχοντα καὶ τὸν ἐχόμενον κατανοήσας, οὐ κρᾶσιν, οὐ τροπήν, οὐκ ἀλλοίωσιν, ἀλλ' ἕνωσιν γεγενημένην ἐπίδοις.
 [02245]  Σιγάτωσαν τοιγαροῦν αἱ περὶ τῶν λόγων μάταιαι ζητήσεις.
 [02517]  Ἅπας τοιγαροῦν, ὃς ἂν ὁμολογήσῃ με ἔμπροσθεν τῶν ἀνθρώπων, κἀγὼ ὁμολογήσω αὐτὸν ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς·
 [02527]  Ἐντεῦθεν τοιγαροῦν τοῦ δελεάζειν τοὺς ἁπλουστέρους καὶ τοὺς ἀγνοοῦντας τοῖς αἱρετικοῖς γίνεται πρόφασις, ὥστε τὰ παρ' ἐκείνου κατὰ τὴν ἀνθρωπότητα λαληθέντα ψευδομένους λέγειν ὡς κατ' ἀσθένειαν τῆς θείας εἴρηται φύσεως, καὶ ἐπειδήπερ ὁ εἷς καὶ αὐτός ἐστιν ὁ πάντα λαλῶν ὅσαπερ καὶ ἐλάλει, φιλονεικεῖν αὐτοὺς περὶ ἑαυτοῦ πάντα αὐτὸν εἰρηκέναι.
 [03248]  Ἀναστὰς τοιγαροῦν διὰ τῆς οἰκείας ἀναστάσεως κηρύττει τὴν πάντων ἀνθρώπων ἀνάστασιν.
 [03431]  {ΟΡΘ.} Τὸ σῶμα τοιγαροῦν ἐγήγερται;
 [03445]  {ΟΡΘ.} Τούτων τοιγαροῦν ἡ ἀνάστασις.
 [03659]  Τὸν παθόντα τοιγαροῦν Ἰησοῦν κύριον ἐποίησε, καὶ οὐ τὴν σοφίαν οὐδὲ τὸν λόγον τὸν ἀνέκαθεν ἔχοντα τῆς δεσποτείας τὸ κράτος, ἀλλὰ τὸν μετέωρον τῷ σταυρῷ προσεκπετάσαντα τὰς χεῖρας.
 [04272]  τοιγαροῦν ἐναντία ἡ προφητεία τῇ τῶν εὐαγγελίων ἱστορίᾳ.
000-00-00 Serial Number=0072526932
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00142]  οὕτως τοιγαροῦν καὶ ἐνταῦθα ὁ τῶν ὅλων ἔφη Θεός·
 [01008]  Οἶδε τοιγαροῦν ἡ νύμφη τὴν τοῦ νυμφίου φωνήν·
 [01114]  Ἡ νύμφη τοιγαροῦν τὴν πνευματικὴν δεξαμένη παραίνεσιν, καὶ κοιμηθεῖσα ἀναμέσον τῶν κλήρων, εὗρε τὰς περιηργυρωμένας πτέρυγας, δι' ὧν πρὸς τὸν νυμ φίον ἀναπτῆναι παρακελεύεται.
 [01646]  Καλεῖ τοιγαροῦν ὁ νυμ φίος τοὺς μὲν ἀπὸ Λιβάνου, ὡς εἰδώλοις προσεδρεύειν δεδιδαγμένους·
 [01818]  Ἐτρύγησα τοιγαροῦν τὴν σμύρναν μου μετὰ ἀρωμάτων μου·
 [01918]  Ὁρκίζει [81.156] τοιγαροῦν τὰς νεάνιδας, εἰ εὕροιεν τὸν ἀδελφιδοῦν αὐτῆς, ἀπαγγεῖλαι ὅσον ἔχει περὶ αὐτὸν ἔρωτα, καὶ ὅτι τῷ ἐκλεκτῷ βέλει τῆς ἀγάπης τέτρωται.
 [02523]  Ἀκούσασα τοιγαροῦν τῶν ἐπαί νων ἡ νύμφη, καὶ τῶν πολλῶν ἐγκωμίων πτερω θεῖσα, καὶ πυρσευθεῖσα τῷ φίλτρῳ, φησίν·
000-00-00 Serial Number=0720388591
Graecarum affectionum curatio Ante [Go Back]  
 [01065]  [3.99] Παράθετε τοιγαροῦν τὰ παρ' ὑμῶν περὶ τῶν ἀσωμάτων μέν, γενητῶν δὲ φύσεων μυθολογούμενα τοῖς παρ' ἡμῶν περὶ τῶν ἐπου ρανίων δυνάμεων λεγομένοις, καὶ ἀθρήσατε τὸ διάφορον·
000-00-00 Serial Number=0967416406
Haereticarum fabularum compendium Ante [Go Back]  
 [02651]  Οὕτω τοιγαροῦν καὶ τοῦτον συγχωρεῖ φανῆναι, τὴν ἐκείνου πονηρίαν γυμνῶν, καὶ τὴν τῶν Ἰουδαίων μοχθηρίαν ἐλέγχων.
 [03012]  Ἰάσιμα τοιγαροῦν καὶ τὰ μετὰ τὸ βάπτισμα γενόμενα τραύματα·
000-00-00 Serial Number=0841994584
Historia ecclesiastica Ante [Go Back]  
 [00810]  τούτους τοιγαροῦν, ἐπειδὴ τοσοῦτος εἶ, σοὶ παρατίθεμαι, τοὺς αὐτοὺς τούτους, ὅτι καὶ εὐσεβείᾳ ἐπίσημος εἶ, ἐγχειρίζων.
 [01004]  τοιγαροῦν εἰ καὶ τὰ μάλιστα πρὸς τὴν προσφιλεστάτην ὑμῶν θεο σέβειαν ὁ δεσπότης ἡμῶν ὁ τῆς μακαρίας μνήμης Κωνσταντῖνος ὁ σεβαστός, ὁ ἐμὸς πατήρ, τὸν αὐτὸν ἐπίσκοπον τῷ ἰδίῳ τόπῳ παρα σχεῖν προῄρητο, ὅμως ἐπειδή, ἀνθρωπίνῳ κλήρῳ προληφθείς, πρὸ τοῦ τὴν εὐχὴν πληρῶσαι ἀνεπαύσατο, ἀκόλουθον ἡγησάμην τὴν προαίρεσιν τοῦ τῆς θείας μνήμης βασιλέως διαδεξάμενος πληρῶσαι.
 [01067]  τοιγαροῦν [102] τῆς χάριτος τοῦ θεοῦ συνεργούσης, καὶ αὐτοὶ οἱ εὐσεβέστατοι βασιλεῖς συνήγαγον ἡμᾶς ἐκ διαφόρων ἐπαρχιῶν καὶ πόλεων καὶ τὴν ἁγίαν ταύτην σύνοδον ἐπὶ τὴν Σαρδέων πόλιν γενέσθαι δεδώκασιν, ἵνα πᾶσα μὲν διχόνοια περιαιρεθῇ, πάσης δὲ κακοπιστίας ἐξελαθείσης, ἡ εἰς τὸν Χριστὸν εὐσέβεια μόνη παρὰ πᾶσι φυλάττηται.
 [01503]  τοιγαροῦν Αὐξέν τιον τὸν Μεδιολάνου ἐξαιρέτως ἐν τούτῳ τῷ πράγματι κατακεκρί σθαι προσγέγραπται.
 [02726]  Ἀποκακήσας τοιγαροῦν ταῖς τῶν βασάνων δι' ἐπινοίας χαλεπῆς προσβολαῖς, ἁπάντων τῶν λαῶν ὀδυρομένων ποικίλως διὰ πολλὰ τῷ θρήνῳ, ὁ πικρὸς καὶ πάσης ἀποδέων φιλανθρωπίας, τὰ συνήθη πάλιν πρὸς ἀταξίαν συναθροίσας πλήθη, ἐπὶ κρίσιν αὐτούς, μᾶλλον δὲ ἕωλον κατάκρισιν, καλεῖ πρὸς τῷ τῆς θαλάσσης λιμένι, πολυωνήτων συνήθως κατ' αὐτῶν ἐπαφιεμένων τῶν βοῶν παρὰ τῶν εἰδωλολατρῶν καὶ τῶν Ἰουδαίων.
000-00-00 Serial Number=0808775187
Historia religiosa Ante [Go Back]  
 [00044]  Οὕτω τοιγαροῦν τῆς τῶν τειχῶν καὶ τῶν πυλῶν φρον τίσαντες φυλακῆς καὶ τοῖς ἔνδον λογισμοῖς τὴν ὁμόνοιαν πρυτανεύσαντες, τοὺς ἔξωθεν ἐπιόντας ἀντιπάλους ἐγέλων, ἐπεισιέναι μὲν βίᾳ διὰ τὴν τῆς θείας χάριτος οὐ δυναμένους ἀσφάλειαν, οὐδένα δὲ προδότην εὑρίσκοντας εἰσδέχεσθαι τοὺς δυσμενεῖς προαιρούμενον·
 [00243]  τούτου τοιγαροῦν τοῦ πάθους περὶ τόδε τὸ ὄψον γεγενημένου πολλὴν γὰρ πανταχόθεν τὸ ἄντρον εἰσεδέχετο τὴν νοτίδα , ἱκέτευον τὸν Πρεσβύτην οἱ θιασῶται οἰκίσκον τινὰ βραχὺν σφίσιν ἐπιτρέψαι δείμασθαι τοῖς τοῦδε τοῦ ὄψου ἀποχρῶντα ἀγγείοις.
 [00705]  τοιγαροῦν τῷδε τῷ διηγήματι τὸ πέρας ἐπιθετέον, ἐφ' ἕτερον δὲ τρεπτέον καὶ τὴν ἐκεῖθεν πάλιν ὠφέλειαν προσθετέον, τῆς εὐλογίας τῶνδε τῶν μεγάλων ἀνδρῶν μεταλαχεῖν ἱκετεύσαντα.
 [01016]  [9.3] Ἀπολαύσας τοιγαροῦν ὧν ἐπόθησε κατήχθη μὲν εἰς τὴν Ἀντιόχειαν·
 [01380]  Ἔπιε τοιγαροῦν ὡς προσέταξε καὶ ὁ τῆς ἀμβλώσεως ἐδραπέτευσε κίνδυνος.
000-00-00 Serial Number=0824387968
Interpretatio in Danielem Ante [Go Back]  
 [00109]  Ἀπόχρη τοιγαροῦν καὶ τοῦτο τὴν Ἰουδαίων ἐλέγξαι παρανομίαν, καὶ διδάξαι προφήτην τὸν τῷ ὄντι προφήτην.
 [00585]  Ἔδει [81.1308] τοιγαροῦν αὐτοὺς πρῶτον μὲν ἐκ τοῦ ἀριθμοῦ, καὶ τῶν παραδηλωθέντων πραγμάτων συνιέναι, καὶ μα θεῖν, ὡς τρίτη ἐστὶν ἡ τῶν Μακεδόνων βασιλεία, τουτέστιν ὁ χαλκός·
 [03137]  Τοῦτο τοιγαροῦν καὶ ἡμεῖς ἐνταῦθα μετὰ τῆς προσηκούσης ποιήσομεν ἀποδείξεως.
 [03360]  Πέμψει τοιγαροῦν, φησὶ, τινὰς τὸ μὲν ἁγίασμα τῆς δυναστέιας βεβη λοῦντας, ἀντὶ τοῦ, τῷ Θεῷ τῷ παντοδυνάμῳ ἀνακείμενον νεών·
000-00-00 Serial Number=0967185855
Interpretatio in Ezechielem Ante [Go Back]  
 [02674]  Ἄλλα τοιγαροῦν ὁ λόγος αἰνίττεται.
000-00-00 Serial Number=0157383502
Interpretatio in Jeremiam Ante [Go Back]  
 [02958]  Αὐτὸς τοιγαροῦν, καὶ τῷ Μωσῇ δια λεγόμενος ἔφη·
 [04818]  Ἀντιβο λήσωμεν τοιγαροῦν καὶ ἡμεῖς, ξεναγὸν ἡμῶν γενέ σθαι καὶ ποδηγὸν τὸν τῶν ὅλων Θεόν·
000-00-00 Serial Number=0168516636
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00699]  τοῦτον τοιγαροῦν τὸν ψαλμὸν, οἷόν τινα ὕμνον καὶ προσευχὴν, τῷ σωτῆρι προσφέ ρει Θεῷ·
 [00805]  καὶ οὗτος τοιγαροῦν ὁ ψαλμὸς ἐπινίκιος τῷ νικοποιῷ προσφέρεται Θεῷ, τῷ τὸν ἐχθρὸν καὶ ἐκδικητὴν διάβολον καταλύσαν τι, καὶ τοὺς ἀνθρώπους εἰς τέλος τῆς ἐκείνου τυραν νίδος ἐλευθερώσαντι.
 [01494]  Τοῦτο τοιγαροῦν ση μαίνει ἡ τῆς στηλογραφίας ἐπιγραφή.
 [01676]  Λέγει τοιγαροῦν, ὅτι Τῇ σῇ ἀντιτάττονται ψήφῳ οἱ κατ' ἐμοῦ τὴν μάχην ἀνα δεξάμενοι, καὶ παρακαλεῖ τοσαύτης φυλακῆς ἀπο λαῦσαι, ὅσης ἡ κόρη τοῦ ὀφθαλμοῦ·
 [04364]  Κἀν τούτῳ τοιγαροῦν τῷ ψαλμῷ, καὶ τῆς ἁμαρτίας μέμνηται, καὶ τῆς διὰ τὴν θεραπείαν τῆς ἁμαρτίας ἐπενεχθείσης παιδείας.
 [05189]  Ταύτην τοιγαροῦν συμβουλεύει μηδὲν τῶν πατρῴων ἐθῶν ἐν τῇ μνήμῃ καταλιπεῖν·
000-00-00 Serial Number=0077439010
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00891]  ∆ιδασκόμεθα τοιγαροῦν καὶ ἡμεῖς, κατὰ τὴν ἀποστολικὴν νομοθεσίαν, Κλαίειν μετὰ κλαιόντων, καὶ χαίρειν μετὰ χαιρόντων, τὸ αὐτὸ εἰς ἀλλήλους φρονεῖν, καὶ εὐθυμίαν οἰκείαν ἡγεῖσθαι τὴν τοῦ πέ λας εὐημερίαν.
 [02904]  Οἶδας τοιγαροῦν, ὡς εἰς ἐκείνους μὲν οὐδὲν ἐπλημμέλησα·
000-00-00 Serial Number=0461206555
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00177]  Καὶ τοῦτον τοιγαροῦν τὸν ψαλμὸν εἰς τὴν ἐκείνων ὠφέλειαν ἡ προφητικὴ συνέγραψε χάρις·
 [01543]  Τούτων τοιγαροῦν τῶν θαυμασίων ἀν δρῶν μιμούμενοι τὴν εὐσέβειαν, τὸ προσῆκον σέβας τῷ Θεῷ προσενέγκατε.
 [04007]  Ὑμνῶ σε τοιγαροῦν δεξάμενόν μου τὴν δέησιν, καὶ δεδωκότα τὴν σω τηρίαν.
 [05347]  Ὁμωνύμους τοιγαροῦν ἔχει τοὺς ὁμοτρόπους, καὶ καθαρὰν πίστιν κεκτημένους καὶ ψυχήν.
 [05379]  Οὕτω τοιγαροῦν, φησὶ, καὶ τοὺς ἡμετέρους ὁμο φύλους πανταχοῦ διεσπαρμένους κέλευσον ἀθροι σθῆναι, καὶ χειμάῤῥου δίκην τὴν πορείαν ποιή σασθαι.
000-00-00 Serial Number=0165799916
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [01385]  Οὐ δεῖ τοιγαροῦν τροπικῶς μόνον ἐκλαβεῖν τὰ εἰρημένα, συμφώνως ἡμᾶς τῶν ἱερῶν προφητῶν διδαξάντων, ὡς καὶ κατὰ τὴν ἱστορίαν τὰ προλεχθέντα συνέβη.
 [01754]  Ἑαυτοῖς τοιγαροῦν Ἰουδαῖοι πρόξενοι γεγόνασι τῆς εἰς τὰ [81.1664] ἔθνη διασπορᾶς, κατὰ τοῦ εὐεργέτου λυττήσαντες·
 [02275]  Ἴσθι τοιγαροῦν, ὡς ὄψει τὴν νῦν συν οικοῦσάν σοι γυναῖκα δημοσίᾳ καὶ προφανῶς ὑπὸ τῶν πολεμίων ὑβριζομένην·
 [02815]  Τοσαύτης τοιγαροῦν ἡμερότητος ἀπολαύοντες, ταῖς εὐεργεσίαις ἁρμόττουσαν τὴν γνώμην ἐπιδειξώμεθα, καὶ κατὰ τοὺς θείους αὐτοῦ πολιτευσώμεθα νόμους, ἵνα δρεψώμεθα τοὺς ἀγαθοὺς τούτων καὶ ἐπεράστους καρποὺς, χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0921831846
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00204]  τοιγαροῦν καὶ ὁ τῷ δευτέρῳ διαπιστῶν οὐρανῷ ἔξω βαίνει τῆς εὐθείας ὁδοῦ·
 [00631]  οὐ σμικρὰ τοιγαροῦν ἡ παράβασις·
 [01196]  ἀληθεύων τοιγαροῦν ἑαυ τὸν ἀπεκάλει πρωτότοκον.
 [01205]  ὅρα τοιγαροῦν ἐν τῷ Ἰακὼβ τῆς οἰκουμένης ἁπάσης τὴν σωτηρίαν·
 [04936]  τοιγαροῦν ἐντεῦθεν μάθετε καὶ τὸ τῶν ἀπειλῶν ἀψευδές.
 [05323]  τοιγαροῦν καὶ τοῦτον παρέβη τὸν νόμον ἱερατεῦσαι τολμήσας.
 [05335]  παρανόμως τοιγαροῦν ἱεράτευον, οὐ μόνον εἰδώλοις λατρεύοντες, ἀλλὰ καὶ ἱερατικὸν ἔργον τολμῶντες πληροῦν.
000-00-00 Serial Number=0731800020
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [01157]  Ἑλὼν τοιγαροῦν τὴν ἀκρόπολιν·
 [01199]  Οὐκ ἐξ ἄλλης τοιγαροῦν ἦν φυλῆς, ὡς ὁ Ἰώσηπος ἔφη, ἀλλὰ καὶ Λευΐτης ἦν.
 [03963]  ∆ι' ἑτέραν τοιγαροῦν αἰ τίαν οὐκ αὐτὸς, ἀλλ' ὁ τούτου παῖς, τὸν θεῖον νεὼν ᾠκοδόμησεν.
000-00-00 Serial Number=0005203605
Quod unicus filius sit dominus noster Jesus Christus Ante [Go Back]  
 [00041]  Ἕνα τοιγαροῦν προσκυνοῦμεν Υἱὸν, ἑκατέραν δὲ φύσιν τελείαν ἐν αὐτῷ θεωροῦμεν, καὶ τὴν λαβοῦσαν, καὶ τὴν ληφθεῖσαν·
 [00076]  ∆ήλη τοιγαροῦν κἀντεῦθεν ἡ συκοφαντία γεγένη ται·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»