Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum τοιαῦτα [282]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum τοιαῦτα


000-00-00 Serial Number=0954777002
Ad eos qui in Euphratesia et Osrhoena regione Ante [Go Back]  
 [00127]  Οὗ χάριν τὰ μὲν ἀνθρώπινα πάντα τοῦ ∆εσπότου Χριστοῦ, πεῖνάν φημι καὶ δίψαν καὶ κόπον, καὶ ὕπνον, καὶ δειλίαν, καὶ ἱδρῶτας, καὶ προσευχὴν, καὶ ἄγνοιαν, καὶ ὅσα τοιαῦτα τῆς ἡμετέρας ἀπαρχῆς εἶναί φαμεν, ἣν ἀναλαβὼν ὁ Θεὸς Λόγος ἥνωσεν ἑαυτῷ, τὴν ἡμετέ ραν πραγματευόμενος σωτηρίαν.
 [00209]  Πολλὰ γὰρ τοιαῦτα παρὰ τοῖς ὀρθοδόξοις διδασκάλοις εὑρίσκομεν·
 [00240]  Ταῦτα καὶ ὅσα τοιαῦτα παρακαλῶ τὴν ὑμετέραν θεοσέβειαν βοᾷν πρὸς τὸν τῶν ὅλων Θεόν·
000-00-00 Serial Number=0860991895
Commentaria in Isaiam Ante [Go Back]  
 [00448]  Καὶ ἄλλα πολλὰ τοιαῦτα εὕροι τις ἂν τῶν θείων εὐαγγελίων ἀναγινώσκων τὴν ἱστορίαν.
 [00882]  Καὶ ἄλλα δὲ πολλὰ τοιαῦτα πέπονθεν ὁ δυσσεβὴς βασιλεύς·
 [00998]  Οὐδὲ γὰρ τὸν βασιλέα τῶν Ἀσσυρίων Ἐφραὶμ ἀφεῖλεν,ἀλλ' ὁ θεὸς ἐπάξει τὸν βασιλέα τῶν Ἀσσυρίων καὶ τοιαῦτα διὰ τούτου κακά, οἷα οὐκ εἶδεν ὁ Ἰούδας μετὰ τὸν τοῦ Ἐφραὶμ χωρισμόν.
 [01518]  «Οὐαὶ ὑμῖν» λέγων «γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί» καὶ τὰ ἄλλα ὅσα τοιαῦτα ἃ ῥᾴδιον τοῖς βουλο μένοις ἐν τοῖς ἱεροῖς εὐαγγελίοις κατανοεῖν.
 [03666]  Ἀκάθαρτος γὰρ κατὰ νόμον ὁ ὄνος, τοιαῦτα δὲ ἦν καὶ τὰ ἔθνη πρὸ τῆς τοῦ σωτῆρος ἐπιφανείας·
 [05267]  Ἐπειδὴ γὰρ καὶ τηνικαῦτα ἦσαν πολλοὶ καὶ νῦν δὲ ὡσ αύτω ς εἰσὶ τὴν θείαν περιεργαζόμενοι πρόνοιαν καὶ πολυπραγμονεῖν πειρώμενοι διὰ τί πόλεμοι γίγνο νται διὰ τί γῆς ἀκαρπίαι διὰ τί θάνατοι ἄωροι καὶ ὅσα τοιαῦτα, εἰκότως πρῶτον μὲν ἐθρήνη σε τοὺς εὐθύνας ἀπαιτοῦντας τῶν ὅλων τὸν ποιητήν, εἶτα τῇ εἰκόνι τοῦ πηλοῦ καὶ τοῦ κεραμέως ἱκανῶς αὐτοὺς ἐπεστόμισεν·
 [05708]  κατὰ γὰρ τὸ ἀνθρώπειον καὶ Ἰσραὴλ ὀνομάζεται καὶ Ἰακὼβ καὶ ∆αυὶδ καὶ υἱὸς ∆αυὶδ καὶ σπέρμα Ἀβραὰμ καὶ ὅςα τοιαῦτα.
 [05728]  «Οὐδὲν ἀπ' ἐμαυτοῦ ποιῶ», καὶ ὅσα τοιαῦτα.
 [05931]  «∆εῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς», καὶ πολλὰ τοιαῦτα ἕτερα οἱ θεῖοι διδά σκουσιν ἡμᾶς εὐαγγελισταί.
 [05956]  Πολλὰ δὲ τοιαῦτα καὶ ἐν τοῖς θείοις εὐαγγελίοις εὑρίσκομεν·
000-00-00 Serial Number=0433545947
De incarnatione domini Ante [Go Back]  
 [00221]  Ταῦτα καὶ ὅσα τοιαῦτα τὸν διάβολον καταπλήττοντα προσελθεῖν οὐκ εἴα τῷ τῆς ἡμετέρας φύσεως ἀθλητῇ·
000-00-00 Serial Number=0029787600
De providentia orationes decem Ante [Go Back]  
 [00089]  Χρυσὸν μὲν γὰρ, καὶ ἄργυρον, καὶ σίδηρον, καὶ χαλκὸν, καὶ μόλι βδον, καὶ κασσίτερον, καὶ κηρὸν, καὶ πίσσαν, καὶ ὅσα τοιαῦτα, τήκει καὶ διαλύει, καὶ εἰς τὴν ῥοώδη μετα φέρει φύσιν·
 [00266]  Ὅρα δὲ πόσην ἀδικίαν αὐτοῦ κατα ψηφίζῃ, τοιαῦτα συκοφαντῶν.
 [00355]  ἐκεῖ θεν γὰρ, ὥς φασιν οἱ τὰ τοιαῦτα ἀκριβῶς ἱστορήσαν τες, αὕτη τὴν ἔκφυσιν ἔχει.
 [00477]  Ἀνέμου γὰρ σφοδρότερον πνέον τος, καὶ κόνις οὐ λεπτὴ μόνον, ἀλλὰ καὶ παχυτέρα [83.604] κινεῖται, καὶ κάρφη, καὶ ἕτερα τοιαῦτα·
 [00478]  ἐπίασι δὲ καὶ κώνωπες, καὶ ὅσα τοιαῦτα ζωΰφια, καὶ τὰς βλεφαρίδας ὁρῶντα καθάπερ σκόλοπας, δραπετεύει.
 [00764]  βάραθρα δὲ, καὶ τὰ τοιαῦτα μηχανήματα, τῶν θηρίων τὰ ἀγριώτατα.
 [00765]  Οὐκ ἤρκεσε δέ σοι τῶν πετεινῶν καὶ κτηνῶν ἡ φύσις εἰς θήραν, ἀλλ' ἤδη καὶ τῶν θαλατ τίων κατετόλμησας ζώων, καὶ κύρτους, καὶ πάναγρα, καὶ ἀμφίβληστρα, καὶ σαγήνας, καὶ ὅσα τοιαῦτα κατασκευάσας, τὴν νηκτὴν φύσιν ἀγρεύεις, καὶ τὴν ὑποβρύχιον τῇ τέχνῃ μετέωρον φέρεις, καὶ τοὺς τῶν ὑδάτων τροφίμους θηρεύεις, καὶ χερσαῖος ὢν ἀνάγεις παρὰ σαυτὸν τοὺς τὸν βυθὸν ἔχοντας ἐν διαίτημα·
 [00769]  Ψυχαγωγῇ δὲ πάλιν, ὁρῶν μὲν ἐκεῖνον ἐμπίδας καὶ κώνωπας ἀγρεύοντα, καὶ τὰ τοιαῦτα ζωΰφια, σεαυτὸν δὲ καὶ πτηνῶν τῶν ὀξυτάτων τῇ σοφίᾳ πε ριγενόμενον, καὶ τὴν νηκτὴν καὶ ὑποβρύχιον φύσιν τοῖς σοῖς μηχανήμασιν εἴκειν ἠναγκασμένην, καὶ τῶν πεζῶν τὰ γένη τοῖς σοῖς νόμοις πειθόμενα.
 [00775]  Τί τοίνυν ἀλγύνει σε καὶ ἀνιᾷ τῶν ὁρωμένων πτερῶν ἡ στέρησις, τοιαῦτα πτερὰ νοητὰ κεκτημένον [83.633] οὕτω ῥᾳδίως τῶν ὑποπτέρων περιγινόμενα;
 [00834]  Καὶ μαρτυρεῖ τὰ τῆς σῆς ἡγεμονίας ἀφηνιῶντα, κάμηλος δάκνουσα, καὶ ταῦρος κερατῶν, καὶ [83.640] ὅσα τοιαῦτα.
 [01588]  Εἰ τοίνυν αὐτοὶ μὲν διὰ τῶν ἀγώνων δι έλαμψαν, καὶ περιφανεῖς ἐγένοντο, καὶ περίβλεπτοι, καὶ τοῖς ὀψιγόνοις ἀρχέτυπον ὠφελείας κατέλιπον, καὶ τοῖς συναιχμαλώτοις ὑπόθεσις σωτηρίας ἐγένοντο, καὶ τοὺς βαρβάρους ὤνησαν, ἀκραιφνῆ φυλάξαντες τὴν εὐσέβειαν, καὶ δι' ἐκείνης μεγάλα θαυματουρ γήσαντες θαύματα, τί τῆς Προνοίας κατηγορεῖς τοιαῦτα προμηθουμένης;
 [01611]  Ἀλλ' ἴσως πάλιν ἑτέραν ἐντεῦθεν ἀφορμὴν κατηγο ρίας κατὰ τῆς θείας λήψονται Προμηθείας, καὶ τοὺς τῆς ἀρετῆς τροφίμους μάταια πονεῖν φήσουσι, καὶ κατὰ πετρῶν σπείρειν, τὸ δὴ λεγόμενον, καὶ κοσκί νῳ ὕδωρ ἀντλεῖν, καὶ τοιαῦτα ἅττα δρᾷν, καρπῶν ἀγαθῶν οὐδαμῶς ἀπολαύοντας.
 [01641]  Ὁπόσα δὲ καὶ αὐτὸς ὁ ∆εσπότης Χριστὸς ἐν τοῖς ἱεροῖς Εὐ αγγελίοις τοιαῦτα διεξέρχεται·
 [01645]  Μυρία δὲ τοιαῦτα καὶ ἐν τοῖς ἀποστολικοῖς διδάγμασιν ἔστιν εὑρεῖν.
 [01935]  «Τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακί;» Καὶ ὅσα τοιαῦτα μαρτυρεῖται.».
 [02112]  Ὅτι μὲν τὸ τὰ τοιαῦτα πολυπραγμονεῖν, λίαν ἐστὶ θρασὺ καὶ τολμηρὸν, καὶ μανίας ἁπάσης ἐπέκεινα, αὐτοὶ φαῖεν ἂν οἱ τὰ τοιαῦτα διερευνώμενοι.
000-00-00 Serial Number=0736851215
De sancta trinitate Ante [Go Back]  
 [00126]  Τῶν κηρύκων δὲ τῆς ἀληθείας τοιαῦτα διδασκόν των, τίς οὕτως ἄγαν θρασὺς καὶ αὐθάδης, ὡς ἀντὶ [75.1157] μὲν τοῦ ἦν, τὸ οὐκ ἦν εἰπεῖν;
 [00129]  τὸ γὰρ ἐγένετο, καὶ τὸ ἔλαβε, καὶ ὅσα τοιαῦτα, οὐ θεολογοῦντες, ἀλλὰ τὴν οἰκονομίαν κηρύττοντες ἔλεγον οἱ τὰ τῆς θεογνωσίας ἐγχειρισθέντες μυστήρια.
 [00138]  Μηδεὶς δὲ γέννησιν ἀκούων, τοῖς λογισμοῖς δεχέ σθω τὰ πάθη τῆς ἡμετέρας γεννήσεως, τομὴν, καὶ ῥεῦσιν, καὶ ὠδῖνα, καὶ τὰ ἄλλα ὅσα τοιαῦτα.
000-00-00 Serial Number=0815794647
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00359]  Τὸ μηδὲν ἄγαν καὶ μέτρον ἄριστον , καὶ ὅσα τοιαῦτα τοῖς πάλαι σοφοῖς εἴρηται, ἐπὶ παντὸς ἡγοῦμαι καλοῦ τε καὶ συμφέροντος·
 [00363]  Καὶ ταῦτα λέγων, οὐ τὴν σὴν διδάσκω ἀγχίνοιαν, τὴν πάντων μάλιστα τὰ τοιαῦτα πεπαιδευμένην, ἀλλὰ τοὺς ἐμοὺς ἐπαίνους ἀπο κρουόμενος·
000-00-00 Serial Number=0916061521
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00298]  Ἀεὶ τοίνυν ἡμῖν τοιαῦτα προξένει, θεοφιλέστατε.
 [00307]  Ἐγὼ δέ, ὡς οἶσθα, θεοφιλέστατε, καὶ παρ' ἑτέρων τὰ τοιαῦτα συλλέγειν ὀκνῶ·
 [01163]  Ταῦτα τοίνυν μαθοῦσα παρ' ἡμῶν ἡ ἁγιότης σου διδαξάτω τοὺς ἀγνοοῦντας, καὶ τὰς λοιδορούσας ἡμᾶς ἀχαλινώτους γλώττας, καὶ τοὺς ἐξηπατημένους πειθέτω, μὴ τοιαῦτα περὶ ἡμῶν δοξάζειν, οἷα παρὰ τῶν συκοφαντούντων ἔμαθον, ἀλλὰ πείθεσθαι τῷ νομοθέτῃ βοῶντι·
 [01491]  Τούτου δὴ χάριν τοῖς φιλοσοφεῖν δεδιδαγμένοις τὰ τοιαῦτα πάντα ἐστὶ φορητά·
 [01519]  Ταῦτα καὶ τὰ τοιαῦτα τῆς θείας Γραφῆς περικόψαντες Σίμων καὶ Βασιλείδης καὶ Βαλεντῖνος καὶ Βαρδησάνης καὶ Μαρκίων καὶ ὁ τῆς μανίας ἐπώνυμος, μόνον Θεὸν ἀποκα λοῦσι τὸν ∆εσπότην Χριστόν, οὐδὲν ἀνθρώπειον ἔχοντα, ἀλλὰ φαντασίᾳ καὶ δοκήσει φανέντα τοῖς ἀνθρώποις ὡς ἄνθρωπον.
 [01616]  Πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα δεδιδαγμένος ὁ τῆς μακαρίας μνήμης Πρόκλος, ὁ τῆς Κωνσταντινουπολιτῶν ἐπίσκοπος, καὶ αὐτὸς τὴν χειροτονίαν ἐδέξατο, καὶ ἔγραψεν ἐπαινῶν καὶ θαυμάζων.
 [01619]  Ταῦτα καὶ τὰ τοιαῦτα κατὰ τὴν ἐμὴν γνώμην δεῖ γράψαι.
 [01666]  Ὁ γὰρ ἐξ ἐπιτάγματος τοιαῦτα πρώην γράψας καὶ ἀναθεματίσας τοὺς τούτοις ἐμμέ νειν οὐ βουλομένους, τί οὐκ ἂν πράξαι ἐν οἰκουμενικῇ προκαθί σας συνόδῳ;
 [02278]  Ἡμεῖς δὲ τοιαῦτα πεπόνθαμεν, οὐ μόνον παρὰ τῶν προ δηλοτάτων ἐχθρῶν, ἀλλὰ καὶ παρὰ τῶν γνησίων, ὡς ὑπελαμ βάνομεν, φίλων, ὑπὸ μὲν ἐκείνων πολεμηθέντες, ὑπὸ δὲ τούτων προδοθέντες, οἷα ἢ οὐδείς, ἢ ἄγαν ὀλίγοι τῶν παλαιῶν ὑπέστησαν.
 [02552]  Καὶ ἕτερα δὲ τοιαῦτα μυρία ἔστιν εὑρεῖν, κἀν τῇ Παλαιᾷ κἀν τῇ Καινῇ, καὶ τοῦ σώματος καὶ τῆς ψυχῆς δεικνύντα τὴν πρόσληψιν, καὶ ὡς ἐξ Ἀβραὰμ καὶ ∆αβὶδ ἕλκει ταῦτα τὸ γένος.
000-00-00 Serial Number=0791469395
Eranistes Ante [Go Back]  
 [00074]  Καὶ μυρία τοιαῦτα ἔστιν εὑρεῖν, ἀλλ' οὐ χρὴ μηκύνειν.
 [00136]  καὶ μυρία δὲ τοιαῦτα ἔστιν εὑρεῖν, ἃ σὺν τῇ τροπῇ μεταβάλλει τὴν κλῆσιν.
 [00872]  Τίς γὰρ ἤκουσε τοιαῦτα πώποτε;
 [01148]  Καὶ ἄλλα δὲ πολλὰ τοιαῦτα ἔστιν εὑρεῖν.
 [01603]  Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ τὰ ἄλλα ὅσα τοιαῦτα, τὴν σάρκα λέγεις ἐν ἀρχῇ πρὸς τὸν θεὸν εἶναι, καὶ φύσει θεὸν εἶναι, καὶ πάντα πεποιηκέναι, ἢ τὸν θεὸν λόγον τὸν πρὸ τῶν αἰώνων ἐκ τοῦ πατρὸς γεγεννημένον;
 [01743]  Νῦν ἡ ψυχή μου τετάρακται, καὶ τὰ ἄλλα τὰ τοιαῦτα·
 [01755]  καὶ πολλὰ ἕτερα τοιαῦτα.
 [01776]  Ταῦτα καὶ ὅσα τοιαῦτα σαφῶς δείκνυσιν, ὡς οὐ σῶμα μόνον, ἀλλὰ καὶ ψυχὴν ὁ θεὸς λόγος ἀνέλαβεν.
 [01788]  Αἱ χεῖρές σου ἐποίησάν με, καὶ ἔπλασάν με, καὶ μυρία τοιαῦτα.
 [01791]  τοιαῦτα γὰρ ἅττα κἀκεῖνοι μυθολογοῦσιν.
 [01901]  {ΟΡΘ.} Οὐδέ γε τὸ βαδίζειν καὶ κοπιᾶν καὶ καθεύδειν, καὶ τὰ ἄλλα ἁπαξαπλῶς τὰ τοιαῦτα;
 [02858]  {ΟΡΘ.} Πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα εὑρίσκομεν ὁμοίως ἀδύνατα.
 [02871]  Οὕτως ἐπὶ τοῦ θεοῦ τὰ τοιαῦτα μὴ δύνασθαι καὶ ὁ θεῖος ἀπόστολος νενόηκέ τε καὶ τέθεικεν.
 [03233]  Ἀπέθανε Σαμουήλ, καὶ ἔθαψαν αὐτὸν ἐν Ἀρμαθέμ, καὶ μυρία τοιαῦτα.
 [03514]  {ΟΡΘ.} Μὴ τοίνυν κατηγόρει τῶν ἑτέρως τὰ τοιαῦτα διαλύειν μὴ δυναμένων.
 [03795]  ἔτι δὲ τελειώσεως, καὶ ὑψώσεως, καὶ τοῦ μαθεῖν ἐξ ὧν ἔπαθε τὴν ὑπακοήν, ἀρχιερωσύνης τε καὶ προσφορᾶς, καὶ παραδόσεως, καὶ δεήσεως τῆς πρὸς τὸν δυνά μενον σώζειν ἐκ θανάτου, καὶ ἀγωνίας καὶ θρόμβου, καὶ προσευχῆς, καὶ εἴ τι ἄλλο τοιοῦτο, εἴγε μὴ πᾶσι πρόδηλον ἦν, ὅτι περὶ τὸ πάσχον τὰ τοιαῦτα τῶν ὀνομάτων οὐ τὴν ἄτρεπτον φύσιν καὶ τοῦ πάσχειν ὑψηλοτέραν.
000-00-00 Serial Number=0074120283
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00047]  Ἀναγινώσκοντες, ὡς οἶμαι, τοῦτο τὸ σύγγραμμα, καὶ ὁρῶντες ἐν αὐτῷ μύρα καὶ φιλήματα, καὶ μη ροὺς, καὶ κοιλίαν, καὶ ὀμφαλὸν, καὶ σιαγόνας, καὶ ὀφθαλμοὺς, καὶ κρίνα, καὶ μῆλα, καὶ νάρδον, καὶ στακτὴν, καὶ σμύρναν, καὶ ὅσα τοιαῦτα, καὶ τῆς θείας Γραφῆς ἀγνοοῦντες τὰ ἰδιώματα, οὐκ ἠθέλησαν διαδῦναι, καὶ τοῦ γράμματος ὑπερβῆναι τὸ κάλυμμα, καὶ ἐντὸς γενέσθαι τῷ πνεύματι, καὶ ἀνακεκαλυμ μένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτρισθῆναι·
 [00125]  Τί ἂν εἴποιεν οἱ τοῦ Ἄσματος τῶν ᾀσμάτων βλασ φημοῦντες τὸ σύγγραμμα, καὶ ἀκολάστως αὐτὸ νοεῖν τολμῶντες, τοιαῦτα καὶ ἐν τῇ Παλαιᾷ ∆ιαθήκῃ περὶ τῆς Ἰουδαίων πληθύος εὑρίσκοντες εἰρημένα;
 [00167]  Ἐπειδὴ γὰρ οἷόν τις ῥίζα τοῦ ἐμβρύου, κατὰ τοὺς τὰ τοιαῦτα δεινοὺς, ὁ ὀμφαλὸς ὑπάρχει (δι' αὐτοῦ γὰρ ὡς διά τινος ῥίζης ἀρύεται τὴν τροφὴν, καὶ αὔξεται, καὶ τελειοῦται)·
 [00221]  Καὶ γὰρ διὰ Ὠσηὲ τοῦ προφήτου τοιαῦτα πάλιν φησὶν ὁ Θεός·
 [00401]  οἳ γὰρ τοιαῦτα λέγουσιν, ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσιν·
 [00413]  Καὶ Κύριος δὲ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις τοιαῦτα πρὸς τοὺς ἀποστόλους φησί Πολλοὶ προ φῆται, καὶ βασιλεῖς, καὶ δίκαιοι, ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον·
 [00927]  Καὶ ὁ παλαιὸς δὲ νόμος, ὁ τῷ Ἀδὰμ δοθεὶς, τοιαῦτα διηγόρευσεν·
 [01020]  Φασὶ δὲ καὶ τὰς ἐλάφους τῶν ἑρπυστικῶν θηρίων ἀναιρετικὰς εἶναι, καὶ τοὺς ὄφεις, καὶ τοὺς ἔχεις, καὶ τὰ ἄλλα ὅσα τοιαῦτα, πόᾳ παραπλησίως ἐσθίειν, καὶ μηδεμίαν ἐντεῦθεν ἀπο φέρεσθαι βλάβην.
 [01080]  τοιαῦτα γὰρ ἐπὶ τῇ Ῥεβέκκᾳ πέπονθεν, οἷα ἐπὶ τῇ Σάῤῥᾳ ὁ πατήρ.
000-00-00 Serial Number=0187044084
Graecarum affectionum curatio Ante [Go Back]  
 [00023]  p.13 Ἡ δὲ δεκάτη διδάσκει, ὁποῖα μὲν οἱ θεῖοι χρησμοὶ προηγό ρευσαν, καὶ ὡς Θεῷ πρέποντα καὶ τοῖς εὖ φρονοῦσι τῶν ἀνθρώ πων ἁρμόττοντα, τίνα δὲ ὁ Πύθιος καὶ ὁ ∆ωδωναῖος καὶ οἱ ἄλλοι τῶν Ἑλλήνων ψευδομάντεις προειπόντες ἐφωράθησαν μὲν ψευδό μενοι καὶ τῶν ἐσομένων οὐδὲν προγινώσκοντες, τοιαῦτα δὲ τεθε σπικότες, ὁποῖα οὐδὲ τῶν ἐπιεικῶν τις ἀνθρώπων ἠνέσχετο ἂν εἰσηγήσασθαι, p.14 Ἐπειδὴ δὲ καὶ περὶ τέλους καὶ κρίσεως ἔδει γνῶναι τοὺς ἀγνοοῦντας, τίνα μὲν ἡμεῖς, τίνα δὲ ἐκεῖνοι διδάσκουσι, ταύτην ἡ πρώτη καὶ δεκάτη διάλεξις τοῖς ἐντυχεῖν βουλομένοις τὴν διδασκαλίαν προσφέρει.
 [00039]  Χρὴ μέντοι τοὺς ταύτην μετιόντας τὴν ἐπιστήμην καὶ χαλεπαίνοντας φέρειν καὶ λοιδορουμένων ἀνέ χεσθαι, κἂν πὺξ παίωσι, κἂν λακτίζωσι, τοιαῦτα γὰρ δὴ ἄττα πλημμελοῦσιν οἱ παραπαίοντες·
 [00162]  Καὶ πρὸς Ἀνεβὼ δὲ τὸν Αἰγύπτιον τοιαῦτα γέγραφεν·
 [00251]  Ἢ οὐ τοιαῦτα καὶ Σωκράτης τῷ Κρίτωνι ἔλεγεν·
 [00324]  Αὐτίκα τοί νυν ἢν ἐθελήσωμεν διαγνῶναι χρυσὸν δόκιμόν τε καὶ ἄπεφθον, οὐχ ἡμεῖς τῇ βασάνῳ τοῦτον προσφέρομεν, ἀλλὰ τὸν ἐπιστάμενον τὰ τοιαῦτα δοκιμάσαι κελεύομεν·
 [00427]  Εἶτα πολλὰ τοιαῦτα διεξελθών, ἐπήγαγεν·
 [00442]  Καὶ μέντοι κἀν τῷ Σοφιστῇ τὰ τοιαῦτα πάλιν αὐτῶν κατηγορεῖ, οὐκ ἀπόστολος οὐδέ γε προφήτης, ἀλλὰ τῶν φιλοσόφων ὁ πρῶτος, εἴτε Πλάτωνα τὸν Ἀρίστωνος ἐθέλοι τις λέγειν, εἴτε Σωκράτην τὸν Σωφρονίσκου·
 [00451]  Καὶ τοιαῦτα ἄττα ἐφεξῆς εἰπών, [2.18] ἐπάγει·
 [00493]  Ἀλλ' ὅμως καὶ τοῦτο εὖ μάλα ὁ Πλάτων εἰδώς, πιστεύειν αὐτοῖς που παρ εγγυᾷ τὰ τοιαῦτα μυθολογοῦσι, καὶ ἄνευ εἰκότων καὶ ἀληθῶν [2.30] ἀποδείξεων λέγουσιν.
 [00860]  Καὶ οὐκ ἐρυθριᾷ ὁ φιλόσοφος πιστεύειν κελεύων τοῖς τὰ τοιαῦτα μυθολογοῦσι καὶ ἀκολάστους ἡμῖν θεοὺς καὶ πατραλοίας καὶ παιδοκτόνους εἰσ άγουσιν.
 [00965]  καίτοι καὶ Χαιρήμων ὁ ἱερογραμματεὺς γράφει, ὡς καὶ παρ' Αἰγυπτίοις θρυλούμενα, καὶ ταῦτά φησι καὶ τὰ τοιαῦτα εἶναι βιαστικώτατα.
 [01062]  Πέρσαι δὲ μόνοι τὰ τοιαῦτα δρῶσι, νόμῳ τινὶ παλαιῷ μυσαρωτάτῳ πειθόμενοι καὶ παρανομεῖν οὐχ ἡγούμενοι.
 [01107]  Πολλὰ δέ που τοιαῦτα καὶ τὰ θεῖα ἡμᾶς ἐξεπαίδευσε λόγια.
 [01209]  [4.28] τοὺς φροντίζοντας τὰ τοιαῦτα μωραίνοντας ἀπεδείκνυεν.
 [01217]  Καὶ ἄλλα δὲ πολλὰ τοιαῦτα διέξ εισι, τὴν πολλὴν ἐκείνων ἀδολεσχίαν ἐλέγχων.
 [01221]  καὶ Πορφυρίου δὲ [4.32] ἡ Φιλόσοφος ἱστορία πολλὰ τοιαῦτα διδάσκει.
 [01249]  πάντα δὲ τὰ τοιαῦτα αἰσθητά·
 [01274]  Κἀν τῷ Πολιτικῷ δὲ τοιαῦτα ἔφη·
 [01522]  Μείζω δὲ δὴ ψυχὴ κακίας καὶ ἀρε τῆς ὁπόταν μεταλάβῃ διὰ τὴν αὑτῆς βούλησίν τε καὶ ὁμιλίαν γενομένην ἰσχυράν, ὁπόταν μὲν ἀρετῇ θείᾳ προσμίξασα γίνηται διαφερόντως τὰ τοιαῦτα, διαφέροντα καὶ μετέλαβε τόπον ἅγιον, ὅλη μετακοσμηθεῖσα εἰς ἀμείνω τινὰ τόπον ἕτερον·
 [01553]  [5.36] Οὕτω δὲ καὶ τὰ ἄλλα τὰ τοιαῦτα καὶ Ὁμήρου καὶ Ἡσιόδου καὶ μέντοι καὶ Αἰσχύλου.
 [01591]  Πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα διεξελθών, ἐπήγαγεν·
 [01766]  Πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα εἰπών, προστέθεικε καὶ ταῦτα·
 [01801]  [6.17] Καὶ ὁ Μένανδρος δὲ ἐν ∆εισιδαίμονι παραπλησίως τοὺς τὰ τοιαῦτα παρατηροῦντας γελᾷ, λέγων ὡδί·
 [01807]  [6.18] Οὕτως ᾔδεσαν καὶ οἱ τὸν ἐν γέλωτι καὶ θεάτροις ἀσπασάμενοι βίον, ὡς τὰ τοιαῦτα δείματα καὶ παρατηρήματα λίαν ἐστὶ κατα γέλαστα.
 [01855]  Οἳ δ' ἂν τὰ ἔσχατα ἀδικήσωσι καὶ διὰ τὰ τοιαῦτα ἀδικήματα ἀνίατοι γένωνται, ἐκ τούτων τὰ παραδείγματα γίνε ται·
 [02127]  Τίς γὰρ τῶν ἄγαν λαγνιστάτων ἔνδον ἐν τῷ θαλάμῳ τετόλμηκε τοιαῦτα, ὁποῖα τῶν Σατύρων ὁ χορὸς ἠσέλγησε δημοσίᾳ πομπεύων, ἔχων ἐν μέσῳ τὸν Σιληνὸν καὶ τὸν Πάνα, τὸν μὲν ἐπιλυττῶντα ταῖς Βάκχαις, τὸν δὲ λελυμένον ὑπὸ τῆς μέθης, τὸν τοῦ θηλυδρίου [7.13] παιδὸς παιδαγωγὸν καλούμενον;
 [02226]  Καὶ ἄλλα δὲ πάμπολλα τοιαῦτα ἔστιν εὑρεῖν, [7.35] δηλοῦντα σαφῶς, ὡς οὐ δεόμενος θυσιῶν ὁ Θεὸς οὐδὲ καπνῷ καὶ κνίσῃ καὶ τοῖς μουσικοῖς ὀργάνοις ἐπιτερπόμενος ταῦτα τελεῖσθαι προσέταξεν, ἀλλὰ τῆς ἐκείνων προμηθούμενος ἰατρείας.
 [02232]  Εἶτα πολλὰ ἄττα τοιαῦτα διεξελθών, ἐπήγαγεν·
 [02248]  Καὶ Λακεδαιμονίους δέ φησι τῷ Ἄρει θύειν ἄνθρωπον, καὶ ἐν Λαοδικείᾳ δὲ τῆς Συρίας καὶ ἐν Καρχηδόνι τῆς Λιβύης τοιαύτας πάλαι θυσίας προσε νεχθῆναι, καὶ τοὺς Ἕλληνας εἰς πόλεμον ἐξιόντας ἀνθρωποθυ [7.43] τεῖν, καὶ ἄλλα δὲ πάμπολλα τοιαῦτα διέξεισιν.
 [02250]  Καὶ ὁ Πλούταρχος δὲ ξυνῳδὰ τού τοις ἱστόρησε, καὶ ἕτεροι ξυγγραφεῖς πολλὰ τοιαῦτα ξυνέγραψαν·
 [02294]  Ἀλλ' ὅμως ταῦτα καὶ τὰ τοιαῦτα διηγούμενα τῶν ἀποστόλων τὰ ξυγγράμματα ἔπεισεν ἅπαντας ἀνθρώπους, ὅτι υἱὸς τοῦ Θεοῦ καὶ Θεὸς προαιώνιος καὶ τῶν ἁπάντων ποιητὴς καὶ δημιουργὸς ὁ τὴν ἀνθρωπείαν ὑποδὺς φύσιν καὶ διὰ ταύτης τὴν τῶν ἀνθρώπων πραγματευσάμενος σωτηρίαν.
 [02325]  καὶ ὑμεῖς δὲ ὡσαύτως τοῖς τοιούτοις σεμνύνεσθε λόγοις, ἀποχρῆν εἰς παιδείας ἡγούμενοι περιφάνειαν τὸ τὰ τοιαῦτα ἐπιλέγειν ῥηματίσκια.
 [02457]  πιστεύειν δὲ ταῖς ἄλλαις φήμαις χρεὼν περὶ τὰ τοιαῦτα, οὕτω πολλαῖς καὶ σφόδρα γε παλαιαῖς οὔσαις·
 [02717]  Τίς Ἔχετος ἢ Φάλαρις τοιαῦτα νενομοθέτηκε;
 [02868]  καὶ τοιαῦτα ἄττα προσ θείς, καὶ τὴν εὐχήν, ἣν δεῖ θύοντα προσενεγκεῖν, ἐξεπαίδευσεν·
 [02895]  Καὶ ἄλλα δὲ μυρία τοιαῦτα ἔστιν εὑρεῖν παρὰ τῷδε τῷ ξυγγραφεῖ τὴν ἀσθένειαν αὐτῶν διελέγχοντα.
 [03014]  Οἱ μὲν γὰρ τῇ δυσσεβείᾳ δεδουλωμένοι κατέχωσαν, ἐπικουρεῖν ἡγούμενοι τοῖς θεοῖς, οἱ δὲ τοῖς τὰ τοιαῦτα μαστεύουσι κατεμήνυσαν, οἱ δὲ ὀρύξαντες καὶ εὗρον καὶ προὔθεσαν ἐν ταῖς ἀγοραῖς, ὥστε καὶ παρὰ γυναικῶν καὶ μειρακίων κωμῳδεῖσθαι τοὺς καλουμένους θεούς.
 [03370]  Οἳ δ' ἂν δόξωσιν [11.22] ἀνηκέστως ἔχειν διὰ τὰ μεγέθη τῶν ἁμαρτημάτων, ἢ ἱεροσυλίας πολλὰς καὶ μεγάλας ἢ φόνους πολλοὺς καὶ ἀδίκους καὶ παρανό μους ἐξειργασμένοι ἢ ἄλλα, ὅσα τυγχάνει τοιαῦτα ὄντα, τούτους δὲ ἡ προσήκουσα μοῖρα ῥίπτει εἰς τὸν Τάρταρον, ὅθεν οὔποτ' ἐκβαίνουσιν.
 [03397]  Καὶ ἄλλα δὲ τοιαῦτα πλεῖστα ἔστι παρὰ τοῖς προφήταις εὑρεῖν.
 [03428]  Περὶ γὰρ δὴ τῶν ψυχῶν τῶν εἰς τὰ σώματα καταπεμπομένων ἐν τῷ Φαίδωνι ἔφη, ὡς ἐνδοῦνται αὗται, ὥσπερ εἰκός, εἰς τὰ τοιαῦτα ἤθη, οἷα ἄττα ἂν καὶ μεμελετηκυῖαι τυγ [11.35] χάνωσιν ἐν τῷδε τῷ βίῳ·
 [03435]  [11.36] ἔφη ὁ Κέβης, εἰς τὰ τοιαῦτα.
 [03441]  τοιαῦτα γὰρ τοῖς ἀρετῆς ἐπιμελουμένοις ὁ φιλόσοφος ἀπένειμε γέρα.
 [03449]  [11.40] Καὶ ἑτέρωθι δὲ τοιαῦτα ἄττα μυθολογεῖ καί φησιν·
 [03490]  Μακαρίζει γὰρ οὐ τοὺς πλουτοῦντας καὶ τρυφῶντας καὶ κατὰ ῥοῦν φερομένους, ἀλλὰ τοὺς πτωχοὺς τῷ πνεύματι καὶ τοὺς πραεῖς καὶ τοὺς ἐλεήμονας καὶ τοὺς πεινῶντας καὶ διψῶντας τὴν δικαιοσύνην καὶ τοὺς ὑπὲρ ἀγαθοῦ τινος κακῶς πάσχειν ἀνεχομέ νους, καὶ τοῖς ταῦτα καὶ τὰ τοιαῦτα κατορθοῦσιν ὑπισχνεῖται τῶν [11.50] οὐρανῶν τὴν βασιλείαν.
 [03834]  Ἐνταῦθα μὲν οὖν περὶ τῆς αἰσχρᾶς ἡδονῆς τοιαῦτα διεξελήλυθεν·
 [03907]  Καὶ μαρτυρεῖ Φίληβος καὶ Φαῖδρος καὶ Ἀντερασταὶ καὶ Χαρμί [12.59] δης καὶ ἄλλοι πολλοὶ διάλογοι τοιαῦτα ἔχοντες διηγήματα.
 [03917]  Καὶ ἄλλα δὲ τοιαῦτα διεξελθών, δείκνυσιν αὐτὸν καὶ ταῖς ἡδυπαθείαις [12.64] δεδουλωμένον·
 [03956]  [12.74] Ταῦτα καὶ ὅσα τοιαῦτα καὶ ἐπαινοῦμεν καὶ φιλοσοφίας εἶναι ἄξιά φαμεν.
 [04010]  τοιαῦτα γὰρ δὴ πάθη καὶ Ἡρόδοτος [12.89] ᾄδει.
000-00-00 Serial Number=0903143287
Haereticarum fabularum compendium Ante [Go Back]  
 [01000]  εἰ δὲ ἐνδί δως αὐτὸν εἰσελθεῖν καὶ τοιαῦτα βεβουλευμένον διὰ τὴν ἄῤῥητον οἰκονομίαν (ἀνεξιχνίαστα γάρ σου τὰ κρίματα), ἐμὲ τὸν δοῦλόν σου τῆς παρούσης ζωῆς ἐλευθέρωσον.
 [01141]  Ἐν μὲν γὰρ τοῖς σώμασιν ἡ ποσότης καὶ ἡ πηλικότης τὰ τοιαῦτα μέτρα ποιεῖ·
 [02133]  Καὶ πολλὰ δὲ τοιαῦτα ἔστιν εὑρεῖν παρὰ τῇ θείᾳ Γραφῇ.
 [02196]  Ἐνταῦθα δὲ ἡ χρεία τοιαῦτα παρεκίνει πάθη, οὐχ ὡς μὴ δυναμένης τῆς ἡνωμένης θεότητος ἀνενδεὲς καταστῆσαι τὸ σῶμα (ὁ γὰρ μικρὸν ὕστερον πᾶσι τοῖς σώμασι τὴν ἀθανασίαν δωρησάμενος, ῥᾷον ἂν τὸ οἰκεῖον σῶμα κρεῖττον ἐνδείας ἀπέφηνεν), ἀλλὰ παρεχώρει τούτῳ τὴν οἰκείαν ἐπιδεῖξαι φύσιν, ὥστε τὰς τούτου τὴν πρόσληψιν ἀρνησαμένας αἱρέ σεις ἐναργῶς ψευδομένας ἐλέγχεσθαι.
 [02336]  Πρὸς δὲ τούτοις καὶ ὑπὲρ ἀργοῦ λόγου λόγον ἀπαιτήσειν ἠπείλησε, καὶ κόλασιν αἰώνιον, καὶ σκότος ἐξώτερον, καὶ γέενναν πυρὸς, καὶ ἕτερα τοιαῦτα πολλά.
 [02902]  Ἃ προλέγω ὑμῖν, καθὼς καὶ προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι.
000-00-00 Serial Number=0777733862
Historia ecclesiastica Ante [Go Back]  
 [00525]  μηδὲ γὰρ δύνασθαι τὴν ἄϋλον καὶ νοερὰν καὶ ἀσώματον φύσιν σωματικόν τι πάθος ὑφίστασθαι, θείοις δὲ καὶ ἀπορρήτοις λόγοις προσήκειν τὰ τοιαῦτα νοεῖν.
 [00526]  καὶ ὁ μὲν σοφώτατος ἡμῶν καὶ εὐσεβέστατος βασιλεὺς τὰ τοιαῦτα διεφιλοσόφει, οἱ δὲ προφάσει τῆς τοῦ ὁμοουσίου προσθήκης τήνδε τὴν γραφὴν πεποιήκασιν.
 [00631]  Προσήκει τοίνυν τὴν σὴν ἀγχίνοιαν οὕτως διατάξαι τε καὶ ἑκάστου τῶν ἀναγκαίων ποιήσασθαι πρόνοιαν, ὡς οὐ μόνον βασιλι κὴν τῶν πανταχοῦ βελτίονα, ἀλλὰ καὶ τὰ λοιπὰ τοιαῦτα γενέσθαι ὡς πάντα τὰ ἐφ' ἑκάστης καλλιστεύοντα πόλεως ὑπὸ τοῦ κτίσματος τούτου νικᾶσθαι.
 [01037]  τοιαῦτα ποτνιώμενος εἰς τὸν πατρῷον ζῆλον τὸν βασιλέα διήγειρεν.
 [01271]  καὶ ὀλίγους εὑρὼν εὐχομένους (οἱ γὰρ πλεῖστοι λοιπὸν διὰ τὴν ὥραν ἀναχωρήσαντες ἦσαν), τοιαῦτα εἰργάσατο οἷα παρ' αὐτῶν ἔπρεπεν ἀκούσαντα πρᾶξαι.
 [01318]  τοιαῦτα γάρ ἐστι τὰ μὲν κατὰ τῶν περὶ Ὀλύμπιον πρὸς τὸν ἀνθύπατον ∆ονάτον τὰ δὲ καθ' ἡμῶν πρὸς Φιλάγριον δοθέντα γράμματα.
 [01536]  Κατὰ μὲν δὴ τὴν Ἑσπέραν παρὰ τῶν Ἀρείου θιασωτῶν τοιαῦτα καὶ τοσαῦτα κατὰ τῶν τῆς ἀληθείας δογμάτων κατεσκευάσθη σοφί σματά τε καὶ μηχανήματα.
 [01738]  πολλὰ δὲ τοιαῦτα πολλαχοῦ γῆς ἐνεόχμωσαν.
 [01840]  τὰ μὲν δὴ τῆς πρώτης ἡλικίας αὐτοῦ καὶ τῆς δευτέρας τοιαῦτα ἦν.
 [02083]  ταῦτα καὶ τὰ τοιαῦτα δέδρακεν ὁ πραότατος καὶ ὀργῆς ἐγκρατέστατος παρὰ τῶν δυσσεβούντων ὀνομαζόμενος.
 [02434]  ἀλλὰ ταῦτα μὲν καὶ ὅσα τοιαῦτα κατακρύπτουσιν οἱ τῆς ἐκείνου συμμορίας.
 [02547]  ψυχὴ γὰρ ὑπὸ θείου ζήλου πυρπολουμένη οὐδὲν ἀνθρώπινον εἰσδέχεται δέος, ἀλλὰ τὰ τοιαῦτα δείματα γέλωτα νομίζει καὶ παιδιάν.
 [02591]  ἐθαύ μαζον δὲ ἅπαντες τὸν Πρωτογένην, θεώμενοι τοιαῦτα μὲν θαυμα τουργοῦντα, τοσούτοις δὲ τοῦ τῆς θεογνωσίας μεταδιδόντα φωτός, καὶ τῷ Εὐλογίῳ τῶν πρωτείων παραχωροῦντα καὶ τοὺς ἀγρευο μένους ἐκείνῳ προσάγοντα.
 [02605]  ἐκεῖνοι γὰρ καὶ οἱ ἐκείνοις προσόμοιοι περὶ τὰ τοιαῦτα κεχήνασιν·
 [02722]  Τὰ δὴ τοιαῦτα καὶ τὰ τούτοις παραπλήσια λέγοντας καθεῖρξεν ἡμερῶν πολλῶν, οἰόμενος τῆς εὐσεβοῦς μετακινήσειν γνώμης.
 [02785]  ἐν μὲν οὖν τῇ Ἀλεξανδρείᾳ τοιαῦτα ὑπό τε Λουκίου ἐτολ μήθη καὶ ὑπὸ τῆς θείας προμηθείας ᾠκονομήθη.
 [03017]  Ὅπως μὲν ἐπὶ πλεῖστον φέρει τοὺς κατ' αὐτοῦ λυττῶντας ὁ δεσπότης θεὸς καὶ ὅπως κολάζει τοὺς οὐκ εἰς δέον τῇ μακροθυμίᾳ χρωμένους, τοιαῦτα καὶ δεδρακὼς καὶ πεπονθὼς ὁ Βάλης ἐδίδαξεν ἀκριβῶς.
 [03041]  ἐκεῖνος μὲν οὖν τοιαῦτα λέγων οὐ μόνον τοὺς οἰκείους τῆς λύμης ἐνέπλησεν, ἀλλὰ καί τισι τῶν ἡμετέρων τῆς λώβης μετέδωκε.
 [03176]  Τὰ μὲν οὖν κατὰ τὴν πίστιν τὴν παρ' ἡμῶν ἀνυποστόλως κη ρυττομένην ὡς ἐν κεφαλαίῳ τοιαῦτα·
 [03588]  μὴ τοιαῦτα, ἔφη, ὦ βασιλεῦ, ὑπισχνοῦ μηδὲ διδόναι παρα κελεύου τὰ ἅγια τοῖς κυσίν.
 [03753]  καὶ ἄλλα δὲ μυρία τοιαῦτα παρ' ἐκείνων ἐτολμήθη τῶν δυσσεβῶν.
000-00-00 Serial Number=0522797585
Historia religiosa Ante [Go Back]  
 [00009]  p.2 Εἰ μὲν οὖν ἄσυλος ἔμενε τῶν ὀνησιφόρων διηγημάτων ἡ μνήμη, καὶ μὴ τῆς λήθης ἡ λώβη οἷόν τις ἀχλὺς ἐπιπατ τομένη ἐξίτηλον αὐτὴν ἀπειργάζετο, περιττὸν ἦν δήπουθεν καὶ παρέλκον λογογραφεῖν τὰ τοιαῦτα, τῆς ἐντεῦθεν ὠφελείας καὶ εἰς τοὺς ὕστερον ἐσομένους εὐπετῶς μάλα διαβαινούσης.
 [00042]  Οὕτω τῆς γαστρὸς τὸν κόρον ἐξήλασαν καὶ τοιαῦτα λαμβάνειν ἐδίδαξαν οἷα οὐχ ἡδονήν, ἀλλὰ χρείαν ἐπλήρου, καὶ ταῦτα τοσαῦτα ὅσα τὸν ἐκ λιμοῦ κωλύειν ἠδύνατο θάνατον.
 [00275]  Παῦσαι, ἔφη, πολυπραγμονῶν τὰ τοιαῦτα φέρειν ὄνησιν τοῖς χρωμένοις οὐδεμίαν δυνάμενα.
 [00387]  [2.21] Ταῦτα καὶ τὰ τοιαῦτα διαπραξάμενος ἐπὶ τὴν ἀσκη τικὴν λοιπὸν ἐδοκίμασε καλύβην ἐπανελθεῖν.
 [00473]  ἀπειλήσας δὲ ὅμως, ὡς, εἰ αὖθις τοιαῦτα τολμήσειε, καὶ τῆς συνουσίας ἐκείνης στερη θήσεται, καὶ τὴν διακονίαν ἀφαιρεθήσεται μεγίστη δὲ ἦν ἡ ζημία τοῖς τὸ κέρδος ἐπισταμένοις , ἀπέπεμψεν ἀποδοῦναι τῷ δεδωκότι κελεύσας.
 [00583]  τοιαῦτα φυτὰ πανταχοῦ κατε φύτευσεν ὁ ἄριστος φυτουργός.
 [00629]  Ταῦτα καὶ τὰ τοιαῦτα λέγων τὸν θεῖον κατεκήλησεν ἄνδρα καί, τὴν ἐθελούσιον ἐκείνην διορύξας εἱρκτήν, ἐξῆγέ τε καὶ ἀπῆγε καὶ τῶν θιασωτῶν παρεδίδου τὴν ἐπιμέλειαν.
 [00650]  Ἵνα γάρ, ἔφη, μὴ περὶ μεγάλων μοι πολεμῇ, σωφροσύνην κλέπτειν πειρώμενος καὶ δικαιο σύνην καὶ τὸν θυμὸν ὁπλίζων καὶ τὴν ἐπιθυμίαν ἐξάπτων καὶ φλεγμαίνειν τῷ τύφῳ καὶ ἐξογκοῦσθαι παρασκευάζων καὶ τὰ ἄλλα ὅσα τοιαῦτα κατὰ τῆς ἐμῆς τυρεύων ψυχῆς, εἰς τὰ σμικρὰ ταῦτα μεταφέρειν πειρῶμαι τὸν πόλεμον·
 [00734]  καὶ οὐδὲ ὁ χρόνος ὁ ταῦτα καὶ τὰ τοιαῦτα ἀμείβειν φιλονεικῶν, οὐχ οἱ τὴν ἐκείνου κηδεμονίαν διαδεξάμενοι ἀνατρέψαι τι τῶν ὑπ' ἐκείνου τεθέντων ἀνεπείσθησαν ὅρων, καὶ ταῦτα οὐ δύο καὶ τριῶν ἀλλὰ καὶ πλειόνων ταύτην τὴν ἡγεμονίαν λαχόντων.
 [00799]  [6.8] ∆ιακύψας δὲ ὁ πρεσβύτης ἐλιπάρει μάλα πολλὰ ὀφθῆναι αὐτὸν εἰ ἀνθρωπείαν ἔχοι τὴν φύσιν καὶ μὴ δαίμων τις ἀπατεὼν εἴη τοιαῦτα σχηματιζόμενος·
 [00802]  [6.9] Ταῦτα καὶ τὰ τοιαῦτα λέγοντος τοῦ πρεσβύτου, ἀναδείκνυσιν ἑαυτὸν ἐκ τῆς καταδύσεως ὁ κεκρυμμένος ἄνθρωπος·
 [00869]  τῇ δὲ μιξοβαρβάρῳ κεχρημένος γλώττῃ τὰς τῆς διανοίας ὠδῖνας προέφερεν, ἐκ τῆς τοῦ θείου πνεύματος χάριτος τὰ τοιαῦτα δεχόμενος νάματα.
 [00899]  [8.5] Ἀλλὰ ταῦτα καὶ τὰ τοιαῦτα καταλιπὼν τὰ μείζονα διηγήσομαι.
 [01078]  [9.11] Καὶ ἕτερα δὲ μυρία τῆς μακαρίας ἐκείνης ψυχῆς τοιαῦτα ἔχων διηγήματα, παραλείψω τὰ πλεῖστα τῶν πολλῶν δεδιὼς τὴν ἀσθένειαν·
 [01136]  Ταῦτα καὶ τὰ τοιαῦτα λέγων, ἐπὶ τὴν ἐργασίαν προέτρεπε, τὰς μὲν πανταχοῦ νενομισμένας θείας λειτουργίας ἐπιτελῶν εἰς καιρόν, τὸν δὲ μεταξὺ χρόνον ἀπονέμων τῇ ἐργασίᾳ.
 [01146]  Ἐπειδὴ δὲ εἰς τὴν Ἀντιόχου ἀφίκετο, ᾤκησε μὲν καταγώγιον τῷ ποταμῷ παρακείμενον, πάντας δὲ πρὸς ἑαυτὸν εἵλκυσε τοὺς τὰ τοιαῦτα τρυγᾶν ἐπισταμένους.
 [01426]  [14.5] Πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα περὶ τῆς θείας ἐκείνης κεφαλῆς διηγοῦνται.
 [01529]  Ἀλλ' ὁ θαυμάσιος οὗτος ἀνὴρ οὔτε ἄρτου κατὰ τὸν τῆς ἀρχιερωσύνης μετέλαβε χρόνον οὔτε ὀσπρίων οὔτε λαχάνων ὁμιλησάντων πυρί, οὐχ ὕδατος ὃ τῶν τεττάρων στοιχείων πρῶτον παρὰ τοῖς τὰ τοιαῦτα δεινοῖς εἶναι δόξασιν ἐνομίσθη διὰ τὴν χρείαν·
 [01530]  ἀλλὰ θριδακίνας καὶ σέρεις καὶ σέλινα καὶ ὅσα τοιαῦτα καὶ τροφὴν ἐποιεῖτο καὶ πόμα, ἀρτοποιῶν καὶ ὀψοποιῶν περιττὰς ἀποφαίνων τὰς τέχνας.
 [01868]  [3Πῶς] ἰσχύεις, ἔλεγον, πᾶσαν τὴν οἰκουμένην περινοστεῖν καὶ πᾶσι τοιαύτας προσφέρειν [3] ἐπιβουλάς;Ὁ δὲ ἔλεγε μὴ μόνος εἶναι, ἀλλὰ πλῆθος δαιμόνων κατὰ πᾶσαν ἐσκεδάσθαι τὴν οἰκουμένην τοιαῦτα παιζόντων ὁμοῦ καὶ σπουδαζόντων.
 [02100]  Καὶ ἄλλα δὲ τοιαῦτα δρῶντα ὁρῶντες ἀναχωρεῖν τῆς παλαίστρας ἐκείνης ἐκέλευον, ὡς ἂν μὴ τοῖς ἀσθενέστερον τὸ σῶμα διακειμένοις ζηλοῦν τὰ ὑπὲρ δύναμιν πειρωμένοις βλάβης αἴτιος γένοιτο.
 [02146]  Ἐγὼ δὲ οὐδὲ τῆς θείας ἄνευ οἰκονομίας ταύτην ὑπολαμ βάνω γεγενῆσθαι τὴν στάσιν, οὗπερ εἵνεκα τοὺς μεμψιμοίρους παρακαλῶ χαλινῶσαι τὴν γλῶτταν καὶ μὴ ἐπιτρέπειν ὡς ἔτυχε φέρεσθαι, σκοπεῖν δὲ ὡς πολλάκις τοιαῦτα ὁ δεσπότης τῶν ῥᾳθυμοτέρων εἵνεκεν ὠφελείας ἐμηχανήσατο.
 [02213]  [26.20] Καὶ ἄλλα δὲ τοιαῦτα πάμπολλα ἐπιστάμενος παρήσω, φεύγων τοῦ λόγου τὸ μῆκος.
 [02253]  Ταῦτα δὲ καὶ τὰ τοιαῦτα μετὰ τὴν ἐνάτην διαπράττεται ὥραν·
 [02269]  Οἱ μὲν γὰρ κατὰ συμμορίας ἀγωνιζόμενοι μυρία δὲ τοιαῦτα συστήματα καὶ ἀριθμὸν νικῶντα , τῶν ἀγηράτων στεφάνων ἀπολαύουσι καὶ τῆς ποθουμένης ἀνόδου τυγχάνουσιν.
 [02385]  [30.5] Μυρία δὲ τοιαῦτα καὶ ἀριθμὸν νικῶντα φιλοσοφίας ἐστὶ φροντιστήρια οὐκ ἐν τῇ ἡμετέρᾳ μόνον, ἀλλὰ καὶ κατὰ πᾶσαν τὴν ἕω.
 [02494]  [31.7] Ταῦτα καὶ τὰ τοιαῦτα σκοπούμενοι τῶν προσπιπτόντων ἡμῖν περιγινόμεθα σκυθρωπῶν, καὶ τῶν εὐεργεσιῶν τὴν μνήμην παρατιθέντες τῇ προσκαίρῳ κακοπαθείᾳ τοῦ σώμα τος, φέρομεν ἀσπασίως τὴν τῶν ἀνιαρῶν προσβολήν.
 [02515]  Ταῦτα καὶ τὰ τοιαῦτα λογιζόμενος, οὐκ ἂν δεξαίμην τῶν οὐρανῶν τὴν βασιλείαν, δίχα τῆς περὶ τούτων ἀγάπης·
 [02706]  [31.21] Ταῦτα καὶ ὅσα τοιαῦτα παρὰ τοῖς ὑπηρέταις τοῦ θείου λόγου γεγενημένοις εὑρίσκοντες, δέχονται πανταχόθεν τῆς θείας ἀγάπης τὰ κέντρα, καὶ πάντων ὑπερφρονοῦντες φαντάζονται τὸν ἐρώμενον, καὶ πρὸ τῆς ἐλπιζομένης ἀφθαρσίας τὸ σῶμα πνευματικὸν ἀπετέλεσαν.
000-00-00 Serial Number=0868600070
Interpretatio in Danielem Ante [Go Back]  
 [00559]  τοιαῦτα γὰρ αὐτῆς τὰ πρῶτα.
 [00715]  Προγονικὰ δὲ αὐτῷ τὰ τοιαῦτα τολμήματα·
 [00716]  καὶ γὰρ ὁ Σενναχηρεὶμ ἐκεῖνος στρατείᾳ μεγίστῃ κατὰ τῆς Ἱερουσαλὴμ χρησάμε νος, ἐπιστέλλων τῷ Ἐζεκίᾳ τοιαῦτα ἐφθέγξατο·
 [01339]  ἑπτὰ οὖν τοιαῦτα τμήματα τρία καὶ ἥμισυ πληροῖ ἔτη·
 [03016]  Καὶ ἄλλα δὲ πολλὰ τοιαῦτα ἐν τῇ θείᾳ Γραφῇ.
 [03209]  Εἰσερχόμενος εἰσ ελήλυθε, καὶ Ἐξερχόμενος ἐξελήλυθε, καὶ Ἐσθίων ἐσθίει, καὶ τὰ ἄλλα πάντα τὰ τοιαῦτα ὁμοίως.
 [03529]  Ἐκεῖνος γὰρ ὁ τοιαῦτα καὶ τοσαῦτα τετολμηκὼς, καὶ τοσούτῳ φρονήματι χρησάμενος, ἐξαίφνης δέξεται τὴν τιμωρίαν, οὐδενὸς αὐτὸν δυναμένου ταύτης ἐλευθερῶσαι.
 [03699]  Καὶ ἐφεξῆς δὲ μυρία τοιαῦτα περὶ αὐτοῦ λέγει.
000-00-00 Serial Number=0025711656
Interpretatio in Ezechielem Ante [Go Back]  
 [01399]  Ταῦτα δὲ τῷ προφήτῃ προεῖπεν ὁ ∆εσπότης, μέλλων αὐτὸν προστάττειν τὴν διὰ τῶν πραγμάτων ποιήσασθαι προφητείαν, καὶ οἱονεὶ ἀπολογούμενος, ὅτι διὰ τὴν τοῦ λαοῦ σκληρότητα καὶ ἀπείθειαν τοιαῦτα ἐπιτάτ τειν ἀναγκάζεται.
 [01450]  Ταῦτα δὲ τοῖς ἐν Ἱεροσολύμοις προηγόρευσεν ὁ προφήτης ἐν τῇ αἰχμαλωσίᾳ τυγχάνων, τοῦ Θεοῦ βουλομένου, καὶ τοὺς ἤδη γενομένους αἰχμαλώτους ψυχαγωγεῖν, ὅτι οὐ μόνοι τοιαῦτα πεπόνθασιν, ἀλλὰ καὶ τοὺς ἄλλους σχήσουσι κοινωνούς·
 [01716]  καὶ μυρία δὲ ἄλλα τοιαῦτα ἔστιν εὑρεῖν.
 [01862]  Οὐ γὰρ μόνα τὰ τῶν ἄλλων ἐζήλωσας κακὰ, ἀλλὰ καὶ αὐτὴ ἕτερα ἐπενόη σας, ἐξ ἱματίων εἰδώλων εἰκόνας κατασκευάσασα, καὶ θεοὺς ἀναγορεύσασα, καὶ ταῦτα ἐμοῦ σοι διὰ τοῦ νόμου τὰ τοιαῦτα ἀπαγορεύσαντος.
 [03415]  τὸ δὲ καὶ τοῖς δαίμοσι τὰ τοιαῦτα προσφέρειν σφάγια, πάλιν ἐπίτασις τοῦ κακοῦ·
 [03442]  Ἔλεγον γὰρ, φησὶν, ὀργάνοις χρώμενος τοῖς προ φήταις, ὅτι ἐν τοῖς ἀψύχοις ἡ μοιχεία ὑμῶν τολμᾶ ται, καὶ πορνικὰ ὑμῖν τὰ τοιαῦτα ἐπιτηδεύματα.
 [03846]  ∆ιέλθετε εἰς νήσους Χεττιεὶμ, καὶ ἴδετε, καὶ εἰς Κηδὰρ ἀπο στείλατε, καὶ νοήσατε σφόδρα, εἰ γέγονε τοιαῦτα, εἰ ἀλλάξονται ἔθνη θεοὺς αὑτῶν, καὶ αὐτοὶ οὐκ εἰσὶ θεοί.
 [04319]  Ἡ γὰρ ὑπαίθριος διαγωγὴ τοιαῦτα ποιεῖν εἴωθε, τοῦ φλογμοῦ πολλά κις ἀποδέροντος τῶν τοῦ σώματος μελῶν τὰ γυμνὰ τούτῳ προκείμενα.
000-00-00 Serial Number=0158319771
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00407]  Ἀντὶ τοῦ, Νόμισον κεχλευακέναι, καὶ δια πεφευγέναι τοιαῦτα παρανομῆσαι τολμήσασα.
 [00982]  Οἳ ἔνδον εἶχον ἀσταφίδας, καὶ φοίνικας, καὶ ἕτερά τινα τοιαῦτα, ταῦτα δὲ τοῖς εἰδώλοις προσέφερον.
 [01164]  Τὰ γὰρ τοιαῦτα θηρία παρόντων μὲν ἀνθρώπων συνεχῶς ἀναιρεῖται·
 [02006]  Ἐρωτήσατε ἔθνεσι, Τίς ἤκουσε τοιαῦτα φρικτὰ σφόδρα, ἃ ἐποίησε παρθένος θυγάτηρ Ἱερουσαλήμ;
 [02034]  Τὰ μὲν οὖν ἐκείνοις ἀπειληθέντα τοιαῦτα·
 [02072]  πολλὰ δὲ τοιαῦτα εἶχεν οἰκήματα ὁ ὑπὸ Σολομῶντος οἰκοδο μηθεὶς νεώς.
 [02693]  Τί γὰρ δὴ, φησὶν, οὐκ ἐπεπλήξατε τῷ Ἱερεμίᾳ, τοιαῦτα γράψαι τετολμηκότι, ὥστε ὑμᾶς καὶ οἰκοδομὰς οἰκοδομῆσαι, καὶ κή πους φυτεῦσαι;
 [02842]  Ἐν γὰρ ταῖς πολυανθρώποις πόλεσι πάντα ἔστιν εὑρεῖν τὰ τοιαῦτα.
 [03029]  Καὶ ἕτερα δὲ πολλὰ τοιαῦτα προστεθεικὼς, καὶ τῶν ἐν Αἰγύπτῳ γεγενημένων μνημονεύσας θαυ μάτων, καὶ τῶν μετὰ τὴν ἐκεῖθεν ἀπαλλαγὴν παρα σχεθεισῶν δωρεῶν, καὶ μέντοι καὶ τῆς τῶν εὐεργετη θέντων ἀχαριστίας, πυνθάνεται, τί δή ποτε τῶν πο λεμίων προκαθημένων, καὶ τὴν πόλιν πολιορκούντων, καὶ τῶν ἔνδον ὑπὸ τοῦ λιμοῦ καὶ λοιμοῦ φθειρομέ νων, ἀγρόν μοι προσέταξας πρίασθαι, καὶ τὴν περὶ τούτου λαβεῖν συγγραφὴν, ἀναστάτου γιγνομένης τῆς πόλεως;
 [03954]  Πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα ἔστιν εὑρεῖν παρὰ τῇ θείᾳ Γραφῇ ιεʹ.
000-00-00 Serial Number=0386166811
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00476]  Ἐκεῖνοι μὲν οὖν τοιαῦτα καὶ λογίζονται καὶ φθέγγονται·
 [00513]  Καὶ ἄλλα δὲ πολλὰ τοιαῦτα ἔστιν εὑρεῖν παρὰ τῇ θείᾳ Γραφῇ, ἐξ ὧν ποδηγού μενοι τὴν διάνοιαν κατιδεῖν δυνησόμεθα.
 [00579]  τοιαῦτα καὶ οὗτοι, φησὶν, ἐρυγγάνουσι ῥήματα πάσης ἀσεβείας καὶ δυσοσμίας μεστά.
 [00862]  Καὶ ἕτερα δὲ μυρία τοιαῦτα ἔστιν εὑρεῖν παρὰ τῇ θείᾳ Γραφῇ, τὸν ἀνθρώπειον καταστέλλοντα τύφον.
 [01097]  Ἀλλ' ὅμως καὶ τοιαῦτα δρῶν κατευοδοῦται.
 [01224]  Ἰστέον δὲ, ὅτι καὶ ὀφθαλμοὺς, καὶ βλέφαρα, καὶ θρόνους, καὶ τἄλλα ὅσα τοιαῦτα, σωματικώτερον λέγει, ἀπὸ τῶν ἀνθρωπίνων πραγμάτων τοὺς ἀν θρώπους τὰ θεῖα διδάσκων, καὶ ταῖς θείαις ἐνερ γείαις τῶν ἀνθρωπίνων μορίων τὰς προσηγορίας τιθείς.
 [01403]  Ἐκείνων μέντοι τοιαῦτα καὶ δρώντων καὶ λεγόντων, οὐ περιεῖδεν ὁ ἐν ὑψηλοῖς κατοικῶν, καὶ τὰ ταπεινὰ ἐφορῶν·
 [01499]  ὥσπερ αὖ τοιαῦτα πολλὰ καὶ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις εὑρίσκομεν·
 [01808]  Οὐ μόνον δὲ τιμωρούμενος ὁ Θεὸς, ἀλλὰ καὶ δεδιττόμενος τοὺς ἀνθρώπους, πολλάκις τοιαῦτα πεποίηκε, καὶ βρονταῖς, καὶ κτύποις, καὶ σει σμοῖς ἐκπλήττων, καὶ πυρί.
 [03496]  Καιροὺς γὰρ, ἢ κλήρους, καλεῖ τὰς τῶν [80.1084] πραγμάτων μεταβολὰς, πλοῦτον καὶ πενίαν, δου λείαν καὶ δεσποτείαν, εἰρήνην καὶ πόλεμον, καὶ τἄλλα τὰ τοιαῦτα ὁμοίως.
 [03532]  Καὶ ἕτερα δὲ πολλὰ τοιαῦτα ἔστιν εὑρεῖν παρὰ τῇ θείᾳ Γραφῇ.
 [04121]  Ἐκεῖνοι μὲν οὖν, ὡς μηδενὸς ἐφ ορῶντος, τοιαῦτα πράττειν ἐπιχειροῦσι·
 [04320]  Λέγει δὲ ὡς οὐ περιόψεται τὸν δίκαιον ὁ ∆εσπότης ἐπιβουλευόμε νον ὑπὸ τῶν πονηρῶν, οὐδὲ συμψηφιεῖται αὐτοῖς τὰ τοιαῦτα τολμῶσιν, ἀλλ' ὑπερπηδῆσαι παρασκευάσει τὰ δίκτυα.
 [04653]  Ὁ δὲ προφητικὸς λόγος, ἐκβαλὼν πάντα τὰ τοιαῦτα, τὴν λογικὴν θυσίαν ὑπέδειξεν.
 [05017]  Εἰώθαμεν δὲ καὶ πάθη πάθεσι παραβάλλειν, καὶ λέγειν ὅτι τοιαῦτα ἔπαθεν ὁ δεῖνα, οἷα ὁ δεῖνα.
000-00-00 Serial Number=0513111532
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00527]  ἀποστολικῶς γὰρ εἰπεῖν, Ὁ λέγων μὴ μοιχεύειν, μοιχεύεις, καὶ τῶν τὰ τοιαῦτα τολμώντων συνεργὸς γίνῃ καὶ κοι νωνός.
 [00964]  Ταῦτα δὲ, καὶ τὰ τοιαῦτα, ἀνθρωπίνως ἐφθέγγετο, καὶ τὴν ἀνθρωπείαν φύσιν ὑποδεικνύων, καὶ οἰκοδομῶν τὴν τῶν Ἰουδαίων ἀσθένειαν.
 [02282]  Τοσαῦτα γάρ εἰσι καὶ τοιαῦτα, ὡς τὴν ὑπερβολὴν τῶν γινομένων, ἀπιστεῖσθαι παρὰ τῶν δυσσεβῶν.
 [02380]  ἐπαρᾶται δὲ καὶ ὁ προφήτης Μαλαχίας τοῖς τοιαῦτα μὲν ἔχουσιν, ἀνάπηρα δὲ προσφέρουσιν.
 [02856]  Τὸ γὰρ Θεὸς ὄνομα καὶ τὸ Κύριος καὶ τὸ Βασιλεὺς καὶ τὸ ∆ημιουργὸς καὶ τὸ Παντοκράτωρ, καὶ ὅσα τοιαῦτα, ἐπὶ τῆς ἀδιαιρέτου λαμβάνεται Τριάδος.] Ἁρμόδιον τῷ ψαλμῷ τὸ τέ λος.
 [03577]  Ἁρμόττει μὲν οὖν ἅπασιν ἡ τοῦ ψαλμοῦ διδασκαλία τοῖς τὰ τοιαῦτα ἢ λογιζομένοις, ἢ φθεγγομένοις·
 [04221]  καὶ μὲν δὴ καὶ τῶν ἑορτῶν τὰς αἰ τίας, τοῖς ἐκγόνοις ὑποδεικνύναι, ὡς ἂν τὰς θείας εὐεργεσίας μανθάνοντες, εὐγνώμονες γένοιντο περὶ τὸν τὰ τοιαῦτα κεχαρισμένον.
 [05497]  Οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανί ζουσιν, ὅτι πατρίδα ἐπιζητοῦσι.
000-00-00 Serial Number=0638319850
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00985]  Ἐντεῦθεν αὐτοῖς εἰσφέρει συμβου λὴν καὶ παραίνεσιν, [οὐ μόνον δὲ τὸ τηνικαῦτα τοῖς τοιαῦτα νενοσηκόσιν, ἀλλὰ καὶ μέχρι τοῦ νῦν καὶ παντὸς τοῦ βίου κρατοῦσιν.] ηʹ.
 [02539]  Τοσαῦτα γὰρ ἔχοντες καὶ τοιαῦτα ἐχέγγυα τῆς θείας δυνάμεως, οὐκ ᾔτησαν τὴν χρείαν λαβεῖν, οὐδὲ τὴν θείαν προσέμειναν δωρεὰν, ἀλλ' εὐθὺς λοιδορίαις κατὰ τῶν θείων ἐχρήσαντο θερα πόντων.
 [04322]  τοιαῦτα δὲ τὰ δοκοῦντα τοῦ βίου τερ πνά.
 [04734]  Τὰ τοιαῦτα τοίνυν ὁ Προφήτης ἑκού σια προσηγόρευσεν.
 [05531]  Οἱ τὰ κομῶντα θεώμενοι λήϊα, θαυμάζειν εἰώθασι τὴν γεωργῶν ἐπιμέλειαν, καὶ εὐλογοῦσι παριόντες τοὺς τὰ τοιαῦτα θερίζοντας·
 [05827]  ἀλλὰ τοσαῦτα καὶ τοιαῦτα ἠθέλησε.
 [06807]  Καὶ καλεῖ μὲν χαρίσματα ἰα μάτων, τῶν χωλῶν τὸν δρόμον, καὶ τῶν ἀῤῥώστων τὴν ὑγίειαν, καὶ τῶν νεκρῶν τὴν ἀνάστασιν, καὶ ὅσα τοιαῦτα.
 [07107]  Οὐρανὸν μέντοι καὶ γῆν, καὶ ἀβύσσους, καὶ τοὺς κατ' οὐρανὸν φωστῆ ρας, καὶ ὄρη, καὶ φυτὰ, καὶ τ' ἄλλα ὅσα τοιαῦτα, ὅσα ψυχῆς καὶ λόγου μετέχοντα, προσφέρειν τὸν ὕμνον παρεγγυᾷ.
 [07266]  Πολλὰ τοιαῦτα ὑπ' ἐκείνων κατορθῶσθαι ἡ ἱστορία διδάσκει, καὶ ῥᾴδιον τοῖς ἐντυχεῖν βουλομένοις τῆς προφητείας καταμαθεῖν τὴν ἀλήθειαν.
000-00-00 Serial Number=0932067454
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00093]  πολλὰ τοιαῦτα πολ λάκις προσέταξεν ὁ Θεός·
 [00097]  Καὶ μυρία δὲ ἄλλα τοιαῦτα εὑρήσομεν ἐν τῇ θείᾳ Γραφῇ, ὧν εἴ τις τὸν σκοπὸν ἀγνοήσειεν, ἀνάξια ταῦτα ἂν εἴποι προφητικῆς ἀρετῆς·
 [00871]  Καὶ μυρία δὲ τοιαῦτα ἔστιν εὑρεῖν παρὰ τῇ θείᾳ Γραφῇ.
 [01363]  εἰ γέγονε τοιαῦτα ἐν ταῖς ἡμέραις ὑμῶν, ἢ ἐν ταῖς ἡμέραις τῶν πατέρων ὑμῶν;
 [01464]  τοιαῦτα γὰρ τὰ ἐν αὐτῷ κακὰ, ὡς μηδένα αἴσθησιν λαμβάνειν φωτὸς, ἀλλ' ἐν σκότῳ καὶ γνόφῳ διάγειν ὑπολαμβάνειν.
 [01726]  Ὥστε κἂν μὴ πανταχοῦ τοιαῦτα εὑρίσκω μεν, οὕτω νοῶμεν καὶ τὰ ἀορίστως λεγόμενα.
 [01886]  Οἱ γὰρ ἀστυ γείτονες ἀλλόφυλοι ταῦτα μανθάνοντες, κατὰ τοῦ Θεοῦ τῶν ὅλων ἐκίνουν τὴν γλῶτταν, ἢ ὡς τοιαῦτα νομοθετήσαντος, ἢ ὡς τοιαῦτα παρανομοῦντος ἀνεχο μένου λαοῦ.
 [03811]  Καὶ πολλὰ τοιαῦτα τούτοις προσ θεὶς, ὑπέδειξε τῶν ζητουμένων τὴν λύσιν.
 [03943]  Προσήκει γάρ με μαθεῖν, ποίαν με χρὴ προσφέρειν ἀπόκρισιν τοῖς βουλομένοις παρ' ἐμοῦ τὰ τοιαῦτα μανθάνειν.
 [04095]  Ταῦτα γὰρ καὶ τὰ τοιαῦτα εἰς ὠφέ λειαν ἀνθρώπων ποιῶν διατετέλεκε.
 [04144]  Καὶ ἄλλα δὲ μυρία τοιαῦτα ἔστιν εὑρεῖν Εἰς φῶς βολίδες σου πορεύσονται·
 [05074]  Ἐπειδὴ γὰρ τοῖς ἀνθρωπίνοις λογισμοῖς κεχρημένοις ἄπιστον ἐδόκει καὶ λίαν ἀπίθανον, ἄνδρας ὀλίγους, καὶ πένητας, καὶ μόγις ὀψέ ποτε τὴν μακρὰν ἐκείνην αἰχμαλωσίαν διαφυ γόντας, τοσαῦτα καὶ τοιαῦτα κατορθῶσαι ἀνδραγα θήματα, ἐβεβαίωσε τοῖς ὑποδειχθεῖσι τὴν ὑπόσχεσιν ὁ Θεὸς, διδάσκων, ὡς οὐ τῆς αὐτῶν δυνάμεως, ἀλλὰ τῆς αὐτοῦ χάριτός ἐστιν ἡ κατόρθωσις.
 [05269]  Οὔτε γὰρ εἰκὸς ἦν, τοῖς πικρᾶς δουλείας λαβοῦσι τὴν πεῖραν, καὶ ἔναγχος ταύτης ἀπαλλαγεῖσι, καὶ μηδέπω τὴν πόλιν οἰκοδομήσασι, τοιαῦτα πάλιν ἀπειλῆσαι δεινά.
 [05316]  Πάθοις τοιαῦτα οἷα ὁ δεῖνα πέπονθε·
 [05335]  πάντα γὰρ τὰ τοιαῦτα ἐμίσησα, λέγει Κύριος παντοκράτωρ.
 [05496]  Τὰ τοιαῦτα φαντασίαν ἐκάλεσεν, ὡς ἐκπλήττοντα τοὺς ἀνθρώπους·
 [05498]  Ὁ μὲν οὖν ἀληθὴς Θεὸς τὰ τοιαῦτα καὶ ἐργάζεται καὶ χαρίζεται.
 [06066]  Εἰ γὰρ ὁ τὴν αὐτήν σοι περικείμενος φύσιν ὕβριν ἡγεῖται καὶ παροινίαν τὴν τοιαύτην τιμὴν, καὶ οὐδὲ παρόντα ἐρυθριᾷ σε, ἀλλὰ τὸ κακῶς προσ φερόμενον ἀποπέμπεται δῶρον, σκόπησον, ἡλίκον ἐστὶν ἀσέβημα τὸ τῷ ∆ημιουργῷ τῶν ὅλων τοιαῦτα προσφέρειν.
 [06106]  καὶ ἐγκαλούμενοι, τί δήποτε τοιαῦτα δῶρα προσφέρετε, εἰπεῖν τετολμήκατε, ὡς Καὶ ταῦτα μετὰ πολλῶν ἱδρώτων καὶ κόπων συλλέ γομεν.
000-00-00 Serial Number=0480206966
Libellus contra Nestorium ad Sporacium Ante [Go Back]  
 [00038]  τὸ γὰρ πεινῆσαι, καὶ κοπιάσαι, καὶ δακρύσαι, καὶ ὅσα τοιαῦτα, τῆς ἀν θρωπείας φύσεως παρίστησι τὴν ἀλήθειαν·
000-00-00 Serial Number=0235141456
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00713]  ἀλλὰ τὸ μὲν ἰδεῖν τὰ τοιαῦτα ἐνύπνια οὐκ ἔστιν ἐφ' ἡμῖν·
 [00757]  πάλιν δέ, εἴπερ [ὁ θεὸς] ὡς ἀγαπητῷ γινομένῳ ἡδόμενος ἐκείνῳ συνήργησε, διατί μὴ διὰ προφητῶν ἢ δι' ἀπο στόλων τὰ τοιαῦτα γεγένηται;
 [00799]  καὶ τοιαῦτα πολλὰ εὑρίσκεται ἐν τῇ θείᾳ γραφῇ, ἅτινα οὐ λογίζεται ὁ θεὸς εἰς ἁμαρτίαν τῶν παραβαι νόντων αὐτὰ διὰ τὴν ἐν αὐτοῖς συμβεβηκυῖαν ἀνάγκην, ὡς τὴν ὀκταήμερον περιτομὴν καὶ τὴν ἑπταήμερον περικύκλωσιν τῆς Ἱε ριχὼ καὶ τὴν ἐν σαββάτῳ προσαγωγὴν τῶν θυσιῶν, ἅτινα περιέ χουσι τοῦ σαββάτου τὴν λύσιν.
 [02058]  Εἰ τὸ ἀναιρούμενον ὑπὸ τοῦ ἀναιροῦντος ἀπόλ λυται καὶ τὸ ἀναιροῦν φαυλότητι τὰ τῆς ἀπωλείας ἐργάζεται (πλεῖ στα δὲ τοιαῦτα ἐν τοῖς ἐμψύχοις πάντων τῶν ἀλόγων εὑρίσκεται καὶ ἐν αὐτοῖς ἐστι θεάσασθαι οὐ μόνον κατ' ἀλλήλων ἀλλὰ καὶ κατὰ τῶν ἀνθρώπων τὰ τῆς ἐπιβουλῆς ἐπεκτεινόμενα), πῶς ἀλη [138] θεύει ὁ λέγων ὅτι ὁ θεὸς πάντα καλὰ λίαν ἐποίησεν;
 [02147]  ψευδό μενος γὰρ οὐ δύναται τοιαῦτα ἔργα ποιεῖν.
000-00-00 Serial Number=0709778905
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00001]  Καὶ ἄλλοι μὲν φιλομαθεῖς ἄνδρες ἐπηγγείλαντο διαλῦσαι τῆς θείας γραφῆς τὰ δοκοῦντα εἶναι ζητήματα, καὶ τῶν μὲν ἀναπτύξαι τὸν νοῦν τῶν δὲ τὰς αἰτίας δηλῶσαι, καὶ ἁπαξαπλῶς ἀποφῆναι σαφῆ τὰ τοῖς πολλοῖς οὐ τοιαῦτα φαινόμενα.
 [00207]  εὕροι δ' ἄν τις τοιαῦτα πολλὰ καὶ παρὰ τῇ Ἑλλάδι φωνῇ·
 [00325]  καὶ γὰρ ὕπαρχοι καὶ στρατηγοὶ πληθυντικῶς εἰώθασι λέγειν τὸ κελεύομεν καὶ γράφομεν καὶ προστάττομεν καὶ ὅσα τοιαῦτα·
 [00355]  ἄνοιξον τοὺς ὀφθαλ μοὺς σοῦ καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σοῦ καὶ ἄκου [24] σον , καὶ ὠσφράνθη Κύριος ὀσμὴν εὐωδίας , καὶ τὸ στόμα Κυρίου ἐλάλησε ταῦτα , καὶ ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς , καὶ ὅσα τοιαῦτα.
 [00564]  εἰ γὰρ ταῦτα πάντα ἔχειν αὐτὸν ὁμολογοῦμεν, καὶ τᾶ ὑπ' αὐτοῦ οἰκονομούμενά τε καὶ προσταττόμενα χρὴ τοιαῦτα εἶναι νομίζειν.
 [00704]  Ἐμβρόντητοί τινες καὶ ἄγαν ἠλίθιοι ἀγγέλους τούτους ὑπέλαβον, τῆς οἰκείας ἴσως ἀκολασίας ἀπολογίαν σχήσειν ἡγούμενοι, εἰ τῶν ἀγγέλων τοιαῦτα κατηγοροῖεν.
 [00981]  διὸ δὴ καὶ ἄρτους τῷ Ἀβραὰμ καὶ οἶνον ἀντέδωκεν, ὡς τοιαῦτα τυχὸν προσφέρειν εἰωθὼς τῷ τῶν ὅλων Θεῷ·
 [01484]  μὴ ὀργίζεσθε, γάρ φησιν, ἐν τῇ ὁδῷ , ἀντὶ τοῦ μὴ τοιαῦτα δράσητε οἷα εἰς ἐμὲ τετολμήκατε.
 [01879]  Ἵνα μὴ μόνον τοὺς αἰγυπτίους, ἀλλὰ καὶ τοὺς ἐκείνων μισήσωσι θεοὺς [111] ὡς τοιαῦτα παρ' αὐτῶν πεπονθότες·
 [02812]  ἀκάθαρτα δὲ τὰ τοιαῦτα ὠνόμασεν·
 [02899]  μικραῖς γὰρ ζημίαις τὰ τοιαῦτα περιορίζει.
 [03125]  ι δὲ πολλὰ τοιαῦτα τολμᾶται, μαρτυροῦσι καὶ πέρσαι μέχρι τοῦ παρόν τος, οὐ μόνον ἀδελφαῖς, ἀλλὰ καὶ μητράσι καὶ θυγατράσι νόμῳ γάμου μιγνύμενοι·
 [03231]  ΞΞΞΙV ∆ιὰ τί ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ ἐκκόπτεσθαι, καὶ ὀδόντα ἀντὶ ὀδόντος , καὶ ὅσα τοιαῦτα προσέταξεν;
 [04086]  καὶ ἐπειδὴ ἀτελεῖς ἦσαν, καὶ τροφῆς γαλακτώδους ἐδέοντο καὶ ἀκούειν περὶ τῶν αἰωνίων ἀγαθῶν οὐκ ἐδύναντο, ὑπισχνεῖται αὐτοῖς πολυγονίαν, καὶ γῆς εὐκαρπίαν καὶ ποιμνίων καὶ βουκολίων εὐεξίαν, καὶ σώματος ὑγείαν καὶ τὴν ἐν πολέμοις νίκην καὶ ὅσα τοιαῦτα.
 [04149]  ἐκέλευσε δὲ καὶ τὸν ἀκάθαρτον σὺν τῷ καθαρῷ τῶν τοιούτων ἀδιαφόρως ἀπολαῦσαι κρεῶν, διδάσκων ὡς τὰ τοιαῦτα θύματα κοινά ἐστι, καὶ οὐ θεῖα.
 [04253]  ἐκέλευσε γὰρ αὐτῷ τὰ τοιαῦτα προσφέρεσ θαι.
 [04265]  ἄλλως δὲ οὐ μόνον ἐπὶ τῶν ἀνθρώπων, ἀλλὰ καὶ ἐπὶ τῶν κτηνῶν ἀπαγορεύει τὰ τοιαῦτα ποιεῖν·
 [04486]  καὶ πολλὰ δὲ τοιαῦτα εὕροι τις ἂν ἐθελήσας.
 [05348]  λογίζῃ δὲ τοῦτο, ὦ ἄνθρωπε, ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας, καὶ ποιῶν αὐτά, ὅτι σὺ ἐκφεύξῃ τὸ κρῖμα τοῦ Θεοῦ, ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ, καὶ τῆς ἀνοχῆς, καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρησ τὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει;
 [05406]  ἱκανὴ δὲ ὅμως καὶ αὐτὴ καθ' αὑτὴν ἡ ἱστορία πᾶσαν προσενεγκεῖν ὠφέλειαν τοῖς τὰ τοιαῦτα κερδαίνειν ἐπισταμένοις.
000-00-00 Serial Number=0255043805
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [03858]  Ἐχρῆν γὰρ καὶ τοὺς ἐκ τῶν ἄλλων φυλῶν, καὶ ὑδροφορεῖν, καὶ ξυλοκοπεῖν, καὶ τἄλλα ὅσα τοιαῦτα ἐργάζεσθαι.
000-00-00 Serial Number=0149217367
Quod unicus filius sit dominus noster Jesus Christus Ante [Go Back]  
 [00079]  Ὁ δὲ περὶ τοῦ Ἐμμανουὴλ προαγορεύσας προφήτης μετ' ὀλίγα πάλιν τοιαῦτα περὶ αὐτοῦ γέγραφεν, ὅτι Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, μεγάλης βουλῆς Ἄγγελος, θαυμαστὸς, σύμ βουλος, Θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, ἄρχων εἰρήνης, Πατὴρ τοῦ μέλλοντος αἰῶνος.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»