Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum τινας [136]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum τινας


000-00-00 Serial Number=0071269870
Commentaria in Isaiam Ante [Go Back]  
 [01133]  Τοὺς τῇ χάριτι προσεληλυθότας διὰ τούτων δεδήλωκεν οἷόν τινας σφραγῖδας ἐπιτιθέντας τῷ νόμῳ καὶ πολιτεύεσθαι κατὰ τοῦτον οὐ βουλομένους.
 [01299]  Εἰκὸς δὲ ἦν καί τινας τῶν Ἑλλήνων ἀποίκους μετὰ τῶν Ἀλλοφύλων οἰκεῖν ὡς καὶ Κυπρίους καὶ Καππαδόκας·
 [01374]  Χρὴ τοίνυν εἰδέναι τὸν τοῦτο μαθεῖν ἐφιέμενον, ὡς διακόνοις μὲν τῆς τιμωρίας Ἀσσυρίοις ἐχρήσατο οἷόν τινας δημίους κατὰ τῶν
 [01973]  Προλέγει δὲ καὶ τῆς γῆς τὴν δῄωσιν καὶ τῆς σπειρομένης τὴν ἀκαρπίαν καὶ τῆς πεφυτευ μένης τὴν ἐρημίαν, καὶ παρακελεύεται τοῖς τὰ ἔθνη κατα πίνουσιν Ἀσσυρίοις καταπατῆσαι τὰς ἀμπέλους, καὶ οἷόν τινας ὅρους αὐτοῖς τιθεὶς παρεγγυᾷ ἕως Ἰαζὴρ συνάψαι τὸν πόλεμον.
 [02135]  Οἱ δὲ ἀπιστοῦντές φησι τὰ μαντεῖα περινοστήσουσι καὶ νεκυίαις χρήσονται καὶ στερνομάντεις καλοῦσι, μηχανάς τινας κατὰ τῆς εὐσε βείας ἐπιζητοῦντες.
 [02629]  Ταύτης τῆς παραβολῆς καὶ ἐν τοῖς κατὰ τ ῆς ∆αμασκοῦ ἐμνημόνευσ ε καὶ εἶπέ τινας ὑπολειφθῆναι ὡς «καλάμην ἐν φάραγγι στερεᾷ ἢ ὡς ῥᾶγας ἐλαίας δύο ἢ τρεῖς ἢ τέσσαρας ἢ πέντε ἐπ' ἄκρου μετεώρου».
 [04032]  Ὁ δὲ Σενναχηρὶμ οὗτος, ἐπει δὴ τῶν δέκα φυλῶν ἐνίας πόλεις ἐξηνδραπόδισε καί τινας τῆς Ἰουδαίας ἐπολιόρκησεν, ἤλπισε νῦν καὶ τῆς Ἱερουσαλὴμ περιέσεσθαι.
 [06470]  Οὐκ ἐῴκεις φησὶ γυναικὶ διά τινας παρανομίας ἐκβεβλημένῃ καὶ διηνεκῶς ὀδυνωμένῃ καὶ ἄνωθεν καὶ ἐξ ἀρχῆς μεμισημένῃ;
 [07111]  καὶ οἱ μὲν τῷδε τῷ ἀποστόλῳ πελάζοντες ἐκ είνῳ δῶ ρα προσφέρουσιν, οἱ δὲ <τῷδε> τῷ μάρτυρι γειτνιάζοντες δι' ἐκείνου τὸν θεὸν ἱλεοῦνται καὶ οἷόν τινας ἀ παρχὰς ἅπερ ἂν ὑπόσχωνται προσκομίζουσιν.
000-00-00 Serial Number=0989662707
De providentia orationes decem Ante [Go Back]  
 [00120]  Καὶ ἔστιν ἰδεῖν οἷόν τινας ἀδελφὰς, τὴν ἡμέραν φημὶ καὶ τὴν νύκτα, παρ' ἀλλήλων δανειζομένας εἰς χρείαν τῶν ἀνθρώπων τὸν χρόνον, καὶ πάλιν εὐγνω μόνως ἀποδιδούσας.
 [00240]  Ἴδοι δ' ἄν τις πεδίων ἐν μέσῳ μεγάλων λόφους εἰς ὕψος ἐγηγερμένους, καὶ μεταξὺ τῶν ὀρῶν, πρηνεῖς τινας τόπους καὶ λείους, ἐν κόλπων τινῶν θαλαττίων σχήματι.
 [00304]  Ἵνα δὲ μὴ δυσχεραίνωσιν οἱ ταύτης ὁδῖται, οἷόν τινας σταθμοὺς κατέπηξε τὰς νήσους ὁ Ποιητὴς, ἐν αἷς καταγόμενοι, καὶ διαναπαυόμε νοι, καὶ τὰς χρείας ὠνούμενοι, πάλιν ἀπαίρουσιν ἔνθα ἂν τὴν ὁρμὴν ἔχωσιν.
 [00473]  ἀλλ' ἐπέθηκε τοῖς ὀφθαλμοῖς, οἷς τὴν ὀπτικὴν ἐν εχείρισεν αἴσθησιν, οἷόν τινας ἐπάλξεις καὶ προμα χῶνας, τῶν ὀφρύων τὰς προβολὰς, ὑφ' ἃς κρυπτόμε νοι περισκοπεῖν ἀσφαλῶς τὰ πόῤῥωθεν δύνανται.
 [00608]  καὶ οὐ μόνον φιλίου πνεύματος ῥέοντος οἶδεν ἐπιστη μόνως ἰθύνειν, ἀλλὰ καὶ τὰς τῶν ἀνέμων ἀτάκτους προσβολὰς διαλύειν, καὶ οἷόν τινας πώλους ἀδαμά στους καὶ δυσηνίους ἀνέχειν τῷ χαλινῷ, καὶ ταῦτα ὁ ἀνθρώπειος νοῦς μηχανᾶται, χερσὶ διακόνοις χρώ μενος.
 [00635]  Εἶτα γυναικῶν χεῖρες λαβοῦσαι, τὰ λεπτὰ νήθουσι νήματα, καὶ ταῦτα πρότερον, οἷόν τινας χορδὰς, κατὰ τάξιν ἐν τοῖς ἱστοῖς διατείνασαι, ἐμβάλλουσι μὲν τὴν κρόκην, ταῖς δὲ κερκίσι τοὺς στήμονας διακρίνασαι, καὶ τῶν ἐμβεβλημένων μηρίνθων, τὰς μὲν χαλῶσαι, τὰς δὲ τείνουσαι, εἶτα τοῖς εἰς τοῦτο συντεθημένοις ὀργάνοις οἷον ὠθοῦ σαι καὶ πιλοῦσαι τὴν κρόκην, οὕτως ἀποτελοῦσι τὸ ὕφασμα.
 [00930]  ἀλλὰ πλοῦτον μὲν καὶ πενίαν, οἷον ὕλας τινὰς, ἢ ὄργανα, τοῖς ἀνθρώποις παρὰ τοῦ Πεποιηκότος προκεῖσθαί φαμεν, διὰ δὲ τούτων τοὺς ἀνθρώπους, οἷόν τινας δημιουργοὺς, ἢ τὸ τῆς ἀρετῆς ἄγαλμα διαπλάττειν, ἢ τὸν τῆς κακίας ἐκτυποῦν ἀνδριάντα.
 [00987]  Ἥλιον, καὶ σελήνην, καὶ τοὺς ἄλλους φωστῆρας, οἷόν τινας λαμπαδηφόρους, κοινοὺς ἐδωρήσατο·
 [01059]  Ἐπειδὴ δὲ προὔθηκε μὲν πενίαν καὶ πλοῦτον εἰς μέσον, οἷόν τινας ὕλας, ὁ Ποιητὴς, χρῶνται δὲ τού τοις τινὲς μὲν εἰς ἀρετῆς κτῆσιν, τινὲς δὲ εἰς κα κίας ὑπόθεσιν, οὔτε πλουσίοις, οὔτε πένησι κακίᾳ συζῶσιν ὑπολείπεται συγγνώμης πρόφασις.
 [01288]  Εἰ δὲ βλέπων ἐνίους τῶν δεσποτῶν, ἄγαν ὠμοὺς, καὶ λίαν ἀκολάστους, [83.685] καί τινας τῶν ἀρχόντων δώροις ἀπεμπολοῦντας τὸ δίκαιον, προσπταίεις, καὶ τὴν ἀντιλογίαν ὠδίνεις, ἐγώ σου προλαμβάνω τὸν πονηρὸν τῆς διανοίας τό κον, καί φημι, ὡς τοῖς τοιούτοις οὐχ ὁ Θεὸς τὴν ἡγεμονίαν ἐπίστευσεν, ἀλλ' ἡ τῶν ἀρχομένων πονη ρία τὴν τούτων ἀρχὴν ἐπεσπάσατο.
 [01586]  Οὗ χάριν καὶ πέμπων αἰχμαλώτους τοὺς παρανόμους, συν έπεμψεν αὐτοῖς οἷόν τινας παιδοτρίβας καὶ διδασκά λους τοὺς ἀρετῇ συζῶντας, ἵνα, καθάπερ τινὶ λύχνῳ φωταγωγούμενοι καὶ ποδηγούμενοι τῷ τούτων βίῳ καὶ λόγῳ, τὴν ἀπλανῆ τρίβον οὕτω πως ὁδεύωσιν.
 [01811]  καὶ κατὰ μέρος δὲ τῷ προειρημένῳ τρέφει λόγῳ, καὶ τήν τε καλάμην εἰς ὕψος παραπέμπει, καὶ τὸν μὲν ἄσταχυν ἐκφέρει, κεκρυμμένον ἔχοντα τὸν καρπὸν, οἷον δέ τινας δορυφόρους τοὺς ἀνθέρικας περι κείμενον.
000-00-00 Serial Number=0238085270
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00033]  Καὶ ἐπειδὴ τὸ φρικῶδες ἐκεῖνο δειμαίνουσι δικαστήριον, οἷόν τινας συνηγόρους μισθοῦνται τοὺς πένητας, ἵνα δι' ἐκείνων τὸν δικαιοκρίτην εἰς ἔλεον ἐφελκύσωνται καὶ τῇ περὶ τὸν πέλας συμπαθείᾳ φιλανθρωπίαν ὠνήσωνται.
 [00328]  κοινὴν γὰρ ἁπάντων τῶν ὑπηκόων κηδεμονίαν ποιούμε νοι, τοὺς ἀδωροτάτους καὶ χρημάτων κρεί[ττου]ς καὶ ἴ[σα] κατέχοντας τὰ τῆς δίκης ζυγά, καὶ ἁπαξαπλῶς τοὺς ἀρίστους ἐκλεγόμενοι, οἷόν τινας πατέρας καὶ ἰατροὺς καὶ κυβερνήτας ταῖς πόλεσιν ἐπεστήσατε.
000-00-00 Serial Number=0169514358
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00081]  Ἥδονται γὰρ οἱ εὖ περί τινας διακείμενοι, ὅταν τι περὶ αὐτῶν θυμῆρες ἀκούσωσιν.
 [00119]  ὃς ἀγρὸν ἐκκλη σιαστικὸν χρόνον οἰκήσας συχνόν, εἶτά τινας ἐντεῦθεν εἰς κοινωνίαν τῆς κακουργίας λαβών, τετόλμηκεν ἃ σαφῶς ὡμολό γησεν.
 [00678]  Τῆς κοινῆς, οἶμαι, προμηθούμενος σωτηρίας, ὁ τῶν ὅλων Θεὸς συμφορὰς ἐπιφέρει τισί τινας, ἵνα τοῖς μὲν ἡμαρτη κόσιν ἀλεξίκακον ἡ παιδεία γένηται φάρμακον, τοῖς δὲ τῆς ἀρετῆς ἀθληταῖς καρτερίας ὑπόθεσις, τοῖς δέ γε ταύτας θεω μένοις ἀρχέτυπον ὀνησιφόρον.
 [00926]  Ἐγὼ μέντοι δέδια καὶ φρίττω, οὐ περὶ ὑμῶν ἀγωνιῶν τῶν γενναίων τῆς ἀληθείας ἀγωνιστῶν, ἀλλ' εἰδὼς ὅτι συμβαίνει καὶ ἀσθενέστερον διακεῖσθαί τινας.
 [01146]  Οὗ δὴ χάριν ὑπομνηστικὸν ἐγράφη τῷ μεγαλοπρεπεστάτῳ καὶ ἐνδο ξοτάτῳ στρατηγῷ καὶ ὑπάτῳ, αἱρέσεως μὲν κατηγορίαν οὐδε μίαν ἔχον, ἄλλας δέ τινας αἰτίας, καὶ ταύτας ψευδεῖς.
 [01147]  Συνό δους γὰρ ἔλεγόν με συχνὰς εἰς τὴν Ἀντιόχειαν συναγείρειν, καὶ τοῦτό τινας λυπεῖν, καὶ διὰ τοῦτο χρῆναί με ἡσυχίαν ἄγειν, καὶ τὰς ἐγκεχειρισμένας οἰκονομεῖν Ἐκκλησίας.
 [01154]  Ἐγὼ δὲ τοσοῦτον ἀπέχω τοῦ μυσαροῦ τού του φρονήματος, ὅτι καί τινας τῶν ἁγίων Πατέρων τῶν ἐν Νικαίᾳ συνεληλυθότων εὑρηκὼς πρὸς τὴν Ἀρείου μανίαν ἐν συντάγμασιν ἀποτεινομένους, καὶ ἀναγκαζομένους διὰ τὸν πρὸς ἐκείνους ἀγῶνα πλείονι διαιρέσει κεχρῆσθαι, δυσχεραίνω καὶ οὐ προσίεμαι τὴν τοιαύτην διαίρεσιν·
 [01284]  Πρὸς δὲ τούτοις καί τινας τῶν θεοφιλεστάτων ἐπισ κόπων εἰς τὴν βασιλεύουσαν ἀπέστειλεν, ὡς ἔγνωμεν, πόλιν, αὐξῆσαι τοὺς καθ' ἡμῶν θορύβους ἐλπίζων.
000-00-00 Serial Number=0282636762
Eranistes Ante [Go Back]  
 [00987]  Εἰ γὰρ τοσαῦτα ταπεινὰ καὶ ἀνθρώπινα, καὶ αὐτοῦ καὶ τῶν ἀποστόλων εἰρηκότων περὶ αὐτοῦ, ὅμως ἴσχυσεν ὁ διάβολος πεῖσαί τινας τῶν ἀθλίων καὶ ταλαιπώρων [109] ἀνθρώπων ἀρνήσασθαι τῆς οἰκονομίας τὸν λόγον, καὶ τολμῆσαι εἰπεῖν ὅτι σάρκα οὐκ ἔλαβε, καὶ τὴν πᾶσαν τῆς φιλανθρωπίας ὑπό θεσιν ἀνελεῖν·
 [02042]  εἰκὸς γάρ τινας ἀμυήτους παρεῖναι.
 [02780]  Τῆς ἀρετῆς καὶ τῆς κακίας φαμέν τινας μὲν εἶναι διδασκάλους, τινὰς δὲ τούτων αὐτῶν φοιτητάς;
 [03648]  Ἵν' εἰ δυνηθεῖεν ὑποφθεῖραί τινας, ταῦθ' οὕτως ἔχειν ὁρίζεσθαι, τηνικαῦτα τὰς τῶν παθῶν ἀλλοιώσεις τῷ θείῳ περιάψαντες πνεύματι ῥᾳδίως ἀναπείσωσιν αὐτούς, ὡς οὐκ ἔστι τὸ τρεπτὸν ἐκ τῆς ἀτρέπτου φύσεως γεννηθέν.
000-00-00 Serial Number=0408540547
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00013]  Ἐπειδὴ δέ τινες τῶν τὸ Ἆσμα τῶν ᾀσμάτων διαβαλλόντων, καὶ πνευματικὸν εἶναι τὸ βιβλίον οὐ πιστευόντων, μύθους δέ τινας οὐδὲ γραϊδίοις παρα ληροῦσιν ἁρμόττοντας ὑφαινόντων, καὶ λέγειν τολμών των, ὡς σοφὸς Σολομὼν εἰς ἑαυτὸν, καὶ τὴν τοῦ Φα ραὼ θυγατέρα, τοῦτο συγγέγραφε, καὶ ἄλλοι δέ τινες ταυτησὶ τῆς συμμορίας ὑπάρχοντες, Ἀβισαὴ τὴν Σου ναμῖτιν, ἀντὶ τῆς τοῦ Φαραὼ θυγατρὸς, εἶναι τὴν νύμ φην ἀνεπλάσαντο·
 [00645]  Παρέδωκάν μοι γὰρ οἷόν τινας ἀμπελῶνας, τὰς θείας ἐντολάς·
 [00662]  μὴ ἀγνοοῦσα τῇδε κἀκεῖσε περινοστήσω, καὶ ἀλωμένη καὶ πλανω μένη περιπέσω ἀγέλαις οὐ τῆς σῆς ἐπιστασίας ἀξιω μέναις, ἀλλά τινας ἄλλους νομέας καὶ βουκόλους ἐχούσαις.
 [01024]  καὶ ἁμαρτίαν μὲν μὴ ποιήσαντα, ἄραντα δὲ τοῦ κόσμου τὰς ἁμαρτίας, καὶ οἷόν τινας ὄφεις καταδα πανήσαντα.
 [01028]  Εἰκὸς δὲ αὐτὴν καὶ αἰνίττεσθαι, ὅτι καὶ ἔτι βραχεῖαν ἔχων τὴν σωμα τικὴν ἡλικίαν, διαβόλου τὴν δύναμιν οἷόν τινας κατεδαπάνησεν ὄφεις, καὶ τοὺς μάγους, τοῦ διαβόλου τοὺς ὑποφήτας, εὐθὺς γεννηθεὶς εἵλκυσεν εἰς προσ κύνησιν.
 [01106]  Καὶ γὰρ ὁ προφήτης Ἡσαΐας πόῤῥωθεν ταῦτα προορῶν, καὶ τοὺς ἁγίους ἀποστόλους οἷόν τινας ὑποπτέρους πᾶ σαν τὴν οἰκουμένην περιϊπταμένους θεώμενος, καὶ τοὺς ἐκείνων φοιτητὰς καὶ ἀκροατὰς, ὥσπερ τινὰς νεοττοὺς, ἑπομένους αὐτοῖς, βοᾷ καὶ λέγει·
 [01972]  ἐν γὰρ τῷ νικᾷν καὶ καταλύειν αὐτῶν τὸ κράτος, ἔλαβόν τινας αἱμάτων ῥανίδας ἐν τοῖς ἱματίοις·
000-00-00 Serial Number=0072516203
Graecarum affectionum curatio Ante [Go Back]  
 [00103]  εἰσάγει γάρ τινας λέγοντας λιθουργικῇ τέχνῃ τὸν Σωκράτην χρησάμενον.
 [00170]  πείθεσθε γὰρ καὶ Πυθαγόρᾳ, Τυρρηνῷ κατά τινας ὄντι, Τυρίῳ δὲ καθ' ἑτέρους, καὶ τῷ Σταγειρίτῃ δὲ κέχρησθε διδασκάλῳ καὶ τὸν Σινωπέα θαυμάζετε καὶ τοὺς ἄλλους, οἳ πατρίδας οὐχ Ἑλληνικάς, ἀλλὰ βαρβάρους ἐσχήκασιν·
 [00195]  Ἀλλ' ὅμως καὶ διάφορα λέγοντες, ἔσχον καὶ οὗτοι κἀκεῖνοί τινας τοῖς παρὰ σφῶν λεγομένοις πιστεύοντας·
 [00774]  Οὔκουν μόνοι γε ἄθεοι ∆ιαγόρας ὁ Μιλήσιος καὶ ὁ Κυρηναῖος Θεόδωρος καὶ Εὐήμερος ὁ Τεγεάτης καὶ οἱ τούτοις ἠκολουθηκότες, παντάπασι φάντες μὴ εἶναι θεούς, ὡς ὁ Πλού ταρχος ἔφη, ἀλλὰ καὶ Ὅμηρος καὶ Ἡσίοδος καὶ αἱ τῶν φιλοσόφων ξυμμορίαι, παμπόλλους μὲν θεῶν μυθολογήσαντες ὁρμα θούς, ἀνδραποδώδεις δέ τινας καὶ παθῶν ἀνθρωπίνων ἀποφήναντες [3.5] δούλους.
 [01038]  [3.88] Ἐγὼ δὲ ὁμολογῶ μὲν τὴν θείαν ἡμᾶς διδάξαι γραφήν, εἶναι δή τινας ἀοράτους δυνάμεις, καὶ ὑμνούσας τὸν ποιητὴν καὶ ὑπουρ γούσας αὐτοῦ τῷ θείῳ βουλήματι·
 [01168]  ὁ δὲ ∆ιογένης κισηροειδεῖς λέγει εἶναι τού τους, διαπνοάς τινας ἔχοντας·
 [01170]  ∆ιογένης δὲ καὶ ἐμπίπτειν εἰς τὴν γῆν τινας τούτων ἔφησε καὶ σβεννυμένους ἐλέγχεσθαι, ὅτι λίθων ἔχουσι φύσιν, καὶ μάρτυρι χρῆται τῷ ἐν Αἰγὸς ποταμοῖς πυροειδῶς κατενεχθέντι ποτέ.
 [01428]  Μαρτυρέονται δὲ καὶ οἱ παλαιοὶ θεολόγοι τε καὶ μάντεις, ὡς διά τινας τιμωρίας ἁ ψυχὰ τῷ σώματι ξυνέζευκται καὶ καθάπερ ἐν σάματι τούτῳ τέθαπται.
 [01490]  Τὴν δὲ ψυχὴν γενη τήν τε καὶ φθαρτὴν λέγουσιν, οὐκ εὐθὺς δὲ τοῦ σώματος ἀπαλ λαγεῖσαν φθείρεσθαι, ἀλλ' ἐπιμένειν τινὰς χρόνους καθ' ἑαυτήν, τὴν μὲν τῶν σπουδαίων μέχρι τῆς εἰς πῦρ ἀναλύσεως τῶν [5.27] πάντων, τὴν δὲ τῶν ἀφρόνων πρὸς ποιούς τινας χρόνους.
 [02326]  [8.19] Καὶ τὸν Ἀσκληπιὸν δέ φησιν Ἀπολλόδωρος κατὰ μέν τινας Ἀρσινόης εἶναι υἱόν, κατὰ δὲ ἄλλους Κορωνίδος, λάθρα μὲν Ἀπόλλωνι ξυνελθεῖν βιασθείσης, κυησάσης δὲ καὶ τεκούσης καὶ ἐκθεμένης τὸ βρέφος, τοῦτο δὲ κυνηγέτας τινὰς εὑρηκότας ὑπὸ κυνὸς τρεφόμενον λαβεῖν καὶ κομίσαι λέγει Χείρωνι τῷ Κεν ταύρῳ, εἶτα ἐκεῖ τραφῆναί τε καὶ ἀσκηθῆναι τὴν ἰατρικὴν ἐπισ τήμην, ἐν Τρίκκῃ δὲ πρῶτον καὶ Ἐπιδαύρῳ δοῦναι πεῖραν τῆς [8.]
 [02328]  Οὕτω δὲ ἄκρως, φησίν, ἐπαιδεύθη καὶ μάλα γε σπου δαίως, ὡς μὴ μόνον τοὺς ἀρρωστοῦντας ἰᾶσθαι, ἀλλὰ καί τινας τῶν τετελευτηκότων ἐγείρειν·
 [02525]  Ἀκούω δὲ ἔγωγέ τινας καὶ τῇ σκηνῇ ξυντραφέντας καὶ ἐξαπίνης τοῖς ἀγωνισταῖς ξυνταχθέντας καὶ ἀξιονίκους γεγενημέ νους καὶ τῶν στεφάνων τετυχηκότας καὶ μετὰ τὴν ἀνάρρησιν σφόδρα δεδιττομένους τοὺς δαίμονας, οἷς ἦσαν ὑποχείριοι πάλαι·
 [02537]  Ἀκούω δὲ ἔγωγέ τινας καὶ τῇ σκηνῇ ξυντραφέντας καὶ ἐξαπίνης τοῖς ἀγωνισταῖς ξυνταχθέντας καὶ ἀξιονίκους γεγενημέ νους καὶ τῶν στεφάνων τετυχηκότας καὶ μετὰ τὴν ἀνάρρησιν σφόδρα δεδιττομένους τοὺς δαίμονας, οἷς ἦσαν ὑποχείριοι πάλαι·
 [03364]  Ὁ δὲ ἐμπεσὼν ἐνταῦθα καί τινας δυνάμεις λαβὼν ἐν τῷ ὕδατι, δὺς κατὰ τῆς γῆς καὶ περιελιττόμενος, χωρεῖ ἐναντίος τῷ Πυριφλεγέθοντι καὶ ἀπαντᾷ ἐν τῇ Ἀχερουσίᾳ λίμνῃ ἐξ ἐναντίας.
 [03635]  Σχέτλιον γὰρ τοὺς μὲν γυμνασιάρχους παρέχειν τοῖς ἀθληταῖς τὸν ὑπεσχημένον μισθόν, καὶ τοὺς ἐπί τῴ τινας μισθου μένους μετὰ τὸν πόνον πληροῦν τὰ ξυγκείμενα, τὸν δὲ τῶν ὅλων δημιουργόν, ὃς δι' ἀγαθότητα μόνην καὶ τοῖς μὴ οὖσι τὸ εἶναι παρέσχε καὶ τὸ τῆς οἰκονομίας μυστήριον ἐπετέλεσε καὶ τοῖς οὐχ ὁρῶσι τὸ φῶς τὸ τῆς θεογνωσίας ἐχαρίσατο φῶς, τοῦτον φάναι τὰς οἰκείας μὴ πληρώσειν ἐπαγγελίας.
 [03741]  Ὀψόμεθα γάρ τοι τὸν Πλάτωνα καί τινας ἄλλους, τὴν τούτου φιλοσοφίαν ἐζηλωκότας, τῷδε ξυμφωνοῦντας τῷ λόγῳ·
 [03804]  Εἰ δέ τινας ἴδοιτε τὸ μὲν πρόσχημα τοῦτο περικειμένους, οὐ πάντα δὲ ξυνομολογοῦντα τῷ σχήματι βίον ἀσπαζομένους, εὐθὺς εἰς λοιδορίαν κινεῖτε τὴν γλῶτταν.
 [03822]  [12.37] Τί δήποτε τοίνυν χαλεπαίνετε, παρ' ἡμῖν ὁρῶντές τινας ψευ δομένους, ὃν ἐπαγγέλλονται βίον;
 [03885]  ἄλλους δέ τινας εἰρηκέναι, τριακοσίας ἐσχηκέναι [12.52] λοπάδας.
 [03959]  Τὴν γάρ τοι ἡδονὴν ὁρισάμενοι τέλος, τὰ φροντίδας ἔχοντα καί τινας [12.75] ἀηδίας παντελῶς ἀπεκήρυξαν.
 [04035]  Ἅπαντα γὰρ αὐτῶν τὸν ὁρμαθόν, οἷόν τινας νυκτερίδας, τῷ σκότῳ παρέπεμψεν ἀνατεῖλαν τὸ φῶς.
 [04037]  Τοῦδε γὰρ χάριν καὶ τὸν πόνον ἀνεδεξάμην, καὶ οἷόν τινας βοτάνας πανταχόθεν ξυλλέξας, τὸ ἀλεξίκακον ὑμῖν κατεσκεύασα φάρμακον.
000-00-00 Serial Number=0643028200
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00105]  Ἀλλ' οὗτοι πάντες, σμικράς τινας ἐναλλαγὰς τῆς δυσσεβοῦς ἐπινενοηκότες αἱρέσεως, οὐκ ἐπὶ πλεῖστον διήρκεσαν, ἀλλὰ λήθῃ παντελεῖ παρεδόθησαν.
 [00122]  ἑπτὰ δέ τινας ἐκ τούτων τὸν κόσμον ποιῆσαι, καὶ τὸν ἄνθρωπον διαπλάσαι, καὶ αὐτούς φησιν εἰ ρηκέναι τὸ, Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν.
 [00454]  Οὗτοι μὲν οὖν ἅπαντες ἀπὸ τοῦ Σίμωνος ἀρξάμενοι, συγ γενῆ τινα ἀλλήλοις ἀπεκύησαν δόγματα, Αἰῶνάς τινας ὀνομάσαντες, καὶ προβολὰς Αἰώνων, καὶ ἄλλας προβολὰς προβολῶν.
 [01800]  Οὐκ ἐνυποστάτους δή τινας εἶναι διδάσκων αἰῶνας, ἀλλ' αἰώνιον τοῦ Θεοῦ κηρύττων τὴν βασι λείαν.
 [02514]  Οὐδὲ γὰρ δίκαιον, τὴν μετὰ σώματος ἡμαρτηκυῖαν ψυχὴν, καὶ διὰ τῶν ὀφθαλμῶν καὶ φθόνον, καὶ πόθους ἐκτόπους εἰσδεξα μένην, διὰ δὲ τῶν ἀκοῶν λόγοις παρανόμοις κατα θελχθεῖσαν, καὶ δι' ἑκάστου μορίου τοῦ σώματος ἐρεθισμούς τινας οὐκ ἀγαθοὺς δεξαμένην, μόνην εἰσπράττεσθαι τὴν ὑπὲρ τῶν πεπλημμελημένων ποι νὴν, καὶ τοῦτο ὑπομένειν, οὐκ ἐν σμικρῷ τινι χρόνῳ, ἀλλ' ἐν ἀπείροις αἰῶσιν;
000-00-00 Serial Number=0181675315
Historia ecclesiastica Ante [Go Back]  
 [00424]  ἔγραψε καὶ τοῖς ἰδίοις διαβεβαιούμενος ὅτι καὶ τῶν παλαιῶν τινας λογίους καὶ ἐπιφανεῖς ἐπισκόπους καὶ συγγραφέας ἔγνωμεν ἐπὶ τῆς τοῦ πατρὸς καὶ τοῦ υἱοῦ θεότητος τῷ τοῦ ὁμοουσίου χρησαμένους ὀνό ματι.
 [00494]  θεασάμενος δέ τινας τοὺς δεξιοὺς ὀφθαλμοὺς ἐκκεκομμένους καὶ μαθὼν ὡς τὸ περὶ τὴν εὐσέβειαν ἑδραῖον τοῦ πάθους ἐγένετο πρόξενον, τὰ χείλη τοῖς τραύμασι προσενήνοχεν, ἑλκύσειν ἐκεῖθεν τῷ φιλήματι τὴν εὐλογίαν πιστεύων.
 [00509]  γέγραφε δὲ τὴν ἐπιστολὴν πρός τινας τὰ Ἀρείου φρονοῦντας, προδοσίαν, ὡς εἰκός, ἐγκαλοῦντας αὐτῷ.
 [00830]  τῶν τούτου στασιωτῶν τινας μισθωσάμενοι, ἵν' ἀνύπο πτον ᾖ τῆς κατηγορίας τὸ σχῆμα, πείθουσι πρὸς βασιλέα δραμεῖν καὶ συκοφαντίαν ὑφῆναι, ὡς Ἀθανάσιος τελωνεῖ μὲν τὴν Αἴγυπτον, τὸ δὲ συναθροιζόμενον χρυσίον ἀνδρί τινι τυραννίδα κατασκευάζοντι χορηγεῖ.
 [01253]  καὶ τὴν μὲν ἐκκλησίαν αὐτὸς περιεκύκλωσε στήσας [124] τοὺς στρατιώτας σύνεγγυς, ὡς μὴ δύνασθαί τινας ἐξελθόντας ἀπὸ τῆς ἐκκλησίας παρελθεῖν αὐτούς.
 [01257]  ἀναστὰς οὖν καὶ προστάξας εὐχήν, οὕτως ἀντηξίουν ἀπιέναι τοὺς πάντας, βέλτιον εἶναι λέγων ἐμὲ κινδυνεύειν ἢ βλαβῆναί τινας ἐξ ὑμῶν.
 [01502]  ἀλλὰ δι' ἀναφορᾶς τῶν ἐν Γαλλίᾳ καὶ Βενετίᾳ ἀδελφῶν ἔγνωμέν τινας αἵρεσιν σπουδάζειν, ὅπερ κακὸν οὐ μόνον παραφυ λάττεσθαι ὀφείλουσιν οἱ ἐπίσκοποι, ἀλλὰ καὶ ὅσα ἀπειρίᾳ τινῶν ἢ ἁπλότητι τῶν σκαιαῖς κεχρημένων ἑρμηνείαις † ἀνθίστασθαι ἀπὸ τοῦ νῦν διαφόροις διδασκαλίαις διανοουμένους μὴ πάνυ ὀλισθαίνειν, ἀλλὰ μᾶλλον τῶν πατέρων ἡμῶν κατέχειν τὴν γνώμην, ὁσάκις ἂν διά φοροι βουλαὶ ταῖς ἀκοαῖς αὐτῶν ἐπεισφέρωνται.
 [01595]  ὁ μὲν γὰρ Ἀκάκιος μικράς τινας εὑρὼν ἀφορμὰς καθεῖλε τὸν Κύριλλον καὶ τῶν Ἱεροσολύμων ἐξήλασεν.
 [01919]  ἐπειδὴ δὲ ἔγνω τῶν ὑπ' αὐτὸν ἀντ' αὐτοῦ συνειλῆφθαί τινας, ἐπανῆκέ τε καὶ ἑαυτὸν τοῖς μιαιφόνοις ἐξέδωκεν.
 [02187]  διὰ ταύτης ὁ μάταιος τὴν πορείαν ποιούμενος (τὴν γὰρ Ἔδεσαν ὡς εὐσεβείᾳ κοσμουμένην εὐώνυμον καταλελοίπει), εἰς τὸν παρὰ τῶν δυσσεβῶν τιμώμενον σηκὸν εἰσελθὼν καί τινα ἐν τούτῳ σὺν τοῖς κοινωνοῖς τοῦ μύσους ἐπιτελέσας, κλεῖθρα καὶ σήμαντρα ταῖς θύραις ἐπέθηκε καί τινας ταύταις προσεδρεύειν προσέταξε στρατιώ τας, μηδένα εἴσω τῶν θυρῶν γενέσθαι μέχρι τῆς ἐπανόδου κελεύσας.
 [02371]  Μαθὼν δέ τινας ἐν τῇ Ἀσίᾳ καὶ ἐν τῇ Φρυγίᾳ περὶ τῶν θείων ἀμφισβητοῦντας δογμάτων, ἐν μὲν τῷ Ἰλλυρικῷ σύνοδον γενέσθαι προσέταξε, τὰ δὲ παρ' ἐκείνων καὶ ψηφισθέντα καὶ κυρωθέντα τοῖς ἀμφισβητοῦσιν ἐξέπεμψεν.
 [02557]  τοὺς δὲ τούτων ἡγουμένους, πρεσβυτέ ρους φημὶ καὶ διακόνους, ἀγαγεῖν τε προσετάχθη καὶ δυοῖν θάτερον, ἢ πεῖσαι κοινωνῆσαι τῷ λύκῳ, ἢ τοῦ ἄστεως ἐξελάσαι καὶ εἴς τινας ἐσχατιὰς παραπέμψαι.
 [02864]  καὶ ἐπειδὴ Ἁρμόνιος ὁ Βαρδησάνου ᾠδάς τινας συνετεθείκει πάλαι καὶ τῇ τοῦ μέλους ἡδονῇ τὴν ἀσέβειαν κεράσας κατεκήλει τοὺς ἀκού οντας καὶ πρὸς ὄλεθρον ἤγρευε, τὴν ἁρμονίαν τοῦ μέλους ἐκεῖθεν λαβὼν ἀνέμιξε τὴν εὐσέβειαν καὶ προσενήνοχε τοῖς ἀκούουσιν ἥδιστον ὁμοῦ καὶ ὀνησιφόρον φάρμακον.
 [03028]  καὶ τῆς μὲν Ἀρείου βλασφημίας τοὺς κήρυκας, οἷόν τινας θῆρας, τῶν ἱερῶν σηκῶν ἐξελάσαι, τοῖς δὲ ἀρίστοις ποιμέσι καὶ τοῖς θείοις ποιμνίοις τούτους ἀποδοῦναι προσέταξε.
 [03035]  καὶ γὰρ περὶ τῆς θείας φύσεως κιβδήλοις ἐχρήσατο λόγοις βαθμούς τινας ἀξιωμάτων γεννήσας, καὶ τὸ τῆς οἰκονομίας μυστήριον ἀτελὲς ἀποφῆναι τετόλμηκε, καὶ τὴν λογικὴν ψυχὴν τὴν ἰθύνειν τὸ σῶμα πεπιστευμένην ἐστερῆσθαι τῆς [280] γεγενημένης ἔφησε σωτηρίας.
 [03206]  εἰ δέ τινας κουφοτέρους πείθει ἐκεῖνος, ὥς τινα ἐλπίδα ἔχων ὅστις τὴν ἀληθῆ ἐλπίδα τὴν εἰς Χριστὸν τῇ ὁμολογίᾳ μετέβαλε, μετὰ τούτου ὁμοίως ἀπολεῖται ὅστις δή ποτε βούλεται τῷ κανόνι τῆς ἐκκλησίας ἀντιπαλαῖσαι.
 [03210]  Ἐπειδὴ μετὰ τὴν ἐν Νικαίᾳ σύνοδον αὕτη ἡ πλάνη ἀνέκυψεν [298] ὥστε τολμᾶν τινας βεβήλῳ στόματι εἰπεῖν τὸ πνεῦμα τὸ ἅγιον γεγενῆσθαι διὰ τοῦ υἱοῦ, ἀναθεματίζομεν τοὺς μὴ μετὰ πάσης ἐλευθερίας κηρύττοντας σὺν τῷ πατρὶ καὶ τῷ υἱῷ τῆς μιᾶς καὶ τῆς αὐτῆς οὐσίας τε καὶ ἐξουσίας ὑπάρχειν τὸ ἅγιον πνεῦμα.
 [03394]  οἱ δέ γε ἄρχοντες καὶ ἀνεῖλόν τινας παρ' αὐτὸ συλλαβόντες τὸ τόλμημα, πρὶν γνῶναι τὸν βασιλέα τὴν τραγῳδίαν.
 [03577]  Μαθὼν δέ τινας τῶν νομάδων Σκυθῶν παρὰ τὸν Ἴστρον ἐσκηνημένους διψῆν μὲν τῆς σωτηρίας, ἐστερῆσθαι δὲ τοῦ τὸ νᾶμα [331] προσφέροντος, ἐπεζήτησεν ἄνδρας τὴν ἀποστολικὴν φιλοσοφίαν ἐζηλω κότας, καὶ τούτους ἐκείνοις ἐπέστησεν.
 [03612]  οὗτοι διαφόρους δυσμενείας ἐσχηκότες προφάσεις, τὴν μὲν ἀστράπτουσαν τοῦ ἀνδρὸς ἰδεῖν οὐκ ἠθέλησαν ἀρετήν, δυστήνους δέ τινας κατηγόρους εὑρόντες καὶ τῆς συκοφαντίας τὸ προφανὲς θεώμενοι, πόρρω τοῦ ἄστεως ἐκάθισαν τὸ συνέδριον καὶ τὴν ψῆφον ἐξήνεγκαν.
000-00-00 Serial Number=0002684653
Historia religiosa Ante [Go Back]  
 [00012]  Πῶς γὰρ οὐκ ἄτοπον, ποιητὰς μὲν καὶ συγγραφέας τὰς ἐν πολέμοις ἀνδραγαθίας συγγράψαι, τραγῳδοποιοὺς δὲ τὰς καλῶς κεκρυμμένας συμφορὰς προφανῶς τραγῳδῆσαι καὶ τούτων ἀνάγραπτον τὴν μνήμην καταλιπεῖν, ἄλλους δέ τινας εἰς κωμῳδίαν καὶ γέλωτα καταναλῶσαι τοὺς λόγους, ἡμᾶς δὲ περιϊδεῖν λήθῃ παραδιδομένους ἄνδρας ἐν σώματι θνητῷ τε καὶ παθητῷ ἀπάθειαν ἐπιδεδειγμένους καὶ τὴν ἀσώματον φύσιν ἐζηλωκότας;
 [00014]  Εἰ γὰρ αὐτοὶ τῶν πάλαι γεγενημένων ἁγίων τὴν ἄκραν φιλοσοφίαν ζηλώσαντες, οὐ χαλκῷ καὶ γράμμασι τὴν ἐκείνων ἐνεκόλαψαν μνήμην, ἀλλὰ πᾶσαν αὐτῶν τὴν ἀρετὴν ἐκμαξάμενοι, οἷόν τινας εἰκόνας αὐτῶν ἐμψύχους καὶ στήλας σφᾶς αὐτοὺς πεποιήκασι, ποίας ἂν ἡμεῖς τύχοιμεν εἰκότως συγγνώμης, μηδὲ γράμμασι τὸν ἀοίδιμον τούτων γεραίροντες βίον;
 [00703]  Πρὸς ἕω γὰρ τῆς ἐξ ἀρχῆς παγείσης ἀσκητικῆς καλύβης καὶ πρὸς ἑσπέραν καὶ μεσημβρίαν ἐστὶν ἰδεῖν ταύτης τῆς φιλοσοφίας τὰ ἔκγονα οἷόν τινας ἀστέρας περὶ σελήνην χορεύοντας καὶ τοὺς μὲν τῇ ἑλλάδι, ἄλλους δὲ τῇ ἐγχωρίῳ φωνῇ τὸν ποιητὴν ἀνυμνοῦντας.
 [01896]  [21.33] Ἐμοὶ δὲ καὶ περὶ τούτου πρὸς αὐτὸν γεγένηνται λόγοι καί τινας ἔφην ἀσχάλλειν ἐξελαθέντας καὶ εὐλογίας μὴ μετασχόντας, καὶ ὅτι πρέπον εἴη τοὺς τούτου χάριν ἀφικνουμένους καὶ πολλῶν ἡμερῶν ὁδὸν ἐξανύοντας μὴ ἀχθομένους ἐπανιέναι, ἀλλὰ θυμηδίας ἐμφορουμένους καὶ τοῖς τῆς σῆς φιλοσοφίας διηγήμασιν ἑστιῶντας τοὺς ἀγνο οῦντας.
 [02103]  Τοιγάρτοι τὸ ὄρος οὗτοι περινοστήσαντες ἤροντό τινας ἐκεῖ θρέμματα νέμοντας, εἴ τινα ἐθεάσαντο τοιόνδε χρῶμα ἔχοντα καὶ σχῆμα περικείμενον.
 [02158]  Καὶ ὥσπερ οἱ βασιλεύειν τῶν ἀνθρώπων λαχόντες ἀμείβουσι κατά τινα χρόνου περίοδον τὰς τῶν νομισμάτων εἰκόνας, ποτὲ μὲν λεόντων ἐκτυποῦντες ἰνδάλματα, ποτὲ δὲ ἀστέρων καὶ ἀγγέλων, ἄλλοτε τῷ ξένῳ χαρακτῆρι τιμιώτερον ἀποφαί νειν πειρώμενοι τὸν χρυσόν, οὕτως ὁ τῶν ὅλων παμβασιλεὺς οἷόν τινας χαρακτῆρας τὰς καινὰς ταύτας καὶ παντοδαπὰς πολιτείας τῇ εὐσεβείᾳ περιτιθεὶς οὐ μόνον τῶν τροφίμων τῆς πίστεως, ἀλλὰ καὶ τῶν τὴν ἀπιστίαν νοσούντων εἰς εὐφημίαν τὰς γλώττας κινεῖ.
 [02220]  [26.21] Ἡ δὲ τῶν Ἰσμαηλιτῶν βασιλὶς στερίφη οὖσα καὶ παίδων ἐφιεμένη πρῶτον μέν τινας τῶν ἀξιωτάτων ἀποστεί λασα γενέσθαι μήτηρ ἱκέτευσεν.
 [02255]  Μετὰ δὲ τὴν ἐνάτην πρῶτον μὲν τὴν θείαν διδα σκαλίαν τοῖς παροῦσι προσφέρει, εἶτα τὴν ἑκάστου δεξάμενος αἴτησιν καί τινας ἰάσεις ἐργασάμενος τῶν ἀμφισβητούντων διαλύει τὰς ἔριδας.
000-00-00 Serial Number=0666304588
Interpretatio in Danielem Ante [Go Back]  
 [00085]  ἀλλὰ τοῖς μὲν ἐν τῇ Ἰουδαίᾳ οἷόν τινας παιδονόμους ἐδεδώκει, τόν τε Οὐρίαν τὸν Σαμαίου, καὶ Ἱερεμίαν τὸν τοῦ Χελκίου, ἄνδρα ἱερωσύνῃ καὶ προφητείᾳ λάμποντα·
000-00-00 Serial Number=0983000934
Interpretatio in Ezechielem Ante [Go Back]  
 [01791]  Θεασάμενος γάρ σε ἐπιτηδείαν λοιπὸν εἰς τὸ δέξασθαι τὴν διὰ τοῦ νόμου πρὸς ἐμὲ κοινωνίαν, ἐξ έτεινα μὲν οἷόν τινας πτέρυγας τῶν σωτηρίων ἐντο λῶν τὴν διδασκαλίαν, καὶ συνεκάλυψα τὴν τῆς ἀνο μίας γυμνότητα·
000-00-00 Serial Number=0047743440
Interpretatio in Jeremiam Ante [Go Back]  
 [01735]  Τῶν γὰρ ἀνοσίων ἐκείνων προμηθούμενος ὁ Θεὸς, συνέπεμψε καὶ προφήτας οἷόν τινας παιδονόμους καὶ διδασκάλους, ἵνα μὴ παντελῶς ἐκκλίνωσιν εἰς ἀσέ βειαν.
 [02385]  οἱ μὲν γὰρ οἷόν τινες, φησὶ, λωποδῦται κλέπτουσί τινας προφητικοὺς λόγους, καὶ τούτους ταῖς παρατροπαῖς διαφθείρουσιν·
 [03305]  Ὀλίγους δέ τινας πενίᾳ συζῶντας κατέλιπε, γεωργεῖν παρακελευσάμενος·
 [03365]  ἕτεροι δέ τινες δέκα περιπεσόντες, καὶ αὐτοὶ ἱκέτευσαν τὸν Ἰσμαὴλ, ἐπισχεῖν τὴν σφαγὴν, θησαυροὺς αὐτῷ τινας μηνύ σειν ἐπαγγελλόμενοι.
 [03598]  Εἰκὸς μὲν καί τινας τῶν Ἑλλήνων τῷ Βαβυλωνίων βασιλεῖ συστρατεῦσαι·
000-00-00 Serial Number=0996521294
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [02890]  Εἰ γὰρ καί τινας τῶν σῶν παραβέβηκα νόμων, ἀλλ' οὖν τῆς σῆς ἐμαυτὸν οὐκ ἐχώρισα προμηθείας·
000-00-00 Serial Number=0158671618
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00593]  καὶ συμφορὰς δέ μοι παντοδαπὰς, οἷόν τινας καυτῆρας καὶ τομὰς, προσενήνοχας·
 [00901]  [Ὡς καὶ μέχρι νῦν τινας ὁρῶμεν ἐπικάλυμμα μὲν φιλίας περικειμένους, ἔνδοθεν δὲ ὑποκρίσεως μᾶλλον ἢ φιλίας ἀναμέστους.] Καί ποτε τοῖς δεδηλωκόσι πι στεύσας, στρατεύει μὲν κατ' αὐτοῦ λογάσι πολ λοῖς·
 [01430]  Ἐκκλίναντα δὲ, καὶ διαφυγόντα τὸν θάνατον, ἐπεχείρησε πάλιν χειρώσασθαι, καί τινας ἀποστεί λας, τὴν οἰκίαν φρουρῆσαι προσέταξε, προφανῆ τὴν δυσμένειαν δείξας.
 [02349]  Συναπέστειλε γὰρ αὐτοῖς ὁ Θεὸς καὶ τοὺς εὐσεβείᾳ λαμπρυνομένους, οἷόν τινας παιδονόμους καὶ παιδοτρίβας, ἀλείφοντας καὶ φωτίζοντας, καὶ ποδηγοῦντας ἅπαντας εἰς εὐσέ βειαν.
 [02544]  Τηνικαῦτα γὰρ ἐπεφοίτησεν ἡ τοῦ Πνεύματος χάρις, οἷόν τινας δρόσου ψεκάδας μιμουμένη, τοῖς ἀποστόλοις.
 [03598]  [Ὁρῶμεν δὲ καὶ νῦν τινας τὰ παραπλήσια ἐκείνοις λέγοντας κατά τινων τῶν ἐν δυσσεβείᾳ καὶ πλεονεξίᾳ συζώντων, καὶ πλούτῳ καὶ δόξῃ, ὡς νομίζουσι, καταδυναστευόν των.] δʹ.
 [05405]  ἐπὶ δὲ τοῦ Ἐζεκίου εἰκός τινας τὴν τῶν Ἀσσυρίων καταπλαγέντας ἀναίρεσιν τῷ Θεῷ προσ δραμεῖν.
000-00-00 Serial Number=0334268987
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [03289]  Οὐ γὰρ ἐξ οὐρίων ἐφέροντο τῶν θείων Εὐαγ γελίων οἱ κήρυκες, ἀλλ' ὑπὸ Ἑλλήνων καὶ βαρβά ρων πολιορκούμενοι, καὶ τοῖς τῆς δυσσεβείας περικλυζόμενοι ῥεύμασιν, ἐκράτουν τῶν δυσμενῶν, καὶ τοὺς πλείστους μετέβαλλον, καὶ οἷόν τινας αἰχ μαλώτους προσῆγον τῷ βασιλεῖ, καὶ τούτου δουλείαν ἀσπάζεσθαι παρεσκεύαζον.
000-00-00 Serial Number=0758831859
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [01403]  ἥ τε γὰρ ἀκρὶς ἔχει τὰς βρα χυτέρας οἷόν τινας σκύμνους ἑπομένας, καὶ οἱ πολέ μιοι πρὸς τοῖς μαχίμοις καὶ ἀριστεῦσιν, ἐπάγονται καὶ τοὺς ἔλαττον δυναμένους.
 [02860]  ἀντὶ δὲ ἀγορῶν καὶ ἀγυιῶν, καὶ οἰκιῶν, τοὺς τῶν ἀμπέλων λαβεῖν ὀρχάτους, ὥστε καὶ σκηνάς τινας τῶν ἀμπέλων τοὺς φύλακας ἐν αὐτῇ καταπῆξαι.
 [03091]  [81.1761] τὸ δὲ καί τινας τῶν τῆς εὐσεβείας διδασκάλων τὴν αὐτὴν ἑρμηνείαν ἐνθεῖναι τοῖς οἰκείοις συγγράμμασιν, οὐκ ἀνεκτὸν, οὐδὲ συγγνώμης ἄξιον εἶναί μοι δοκεῖ.
 [04124]  οὕτως οἷόν τινας ποταμοὺς, τοὺς θείους ἀποστόλους καὶ τοὺς ἐκείνων ἀκολούθους διαιρήσεις, καὶ τὴν πνευματικὴν ἀρδείαν τοῖς ἀνθρώποις προσοίσεις.
 [04372]  Ὡς ἐν παραθαλασσίοις γὰρ πόλεσιν, εἰκός τινας ἀπὸ Κρήτης ἀφικέσθαι, καὶ κατοικῆσαι.
 [04752]  ἐπειδὴ καὶ ψευδοπροφῆται κατ' ἐκεῖνον τὸν καιρὸν πολλοὶ τὰ ψευδῆ προηγό ρευον, καὶ συνέβαινεν, ὡς εἰκὸς, καὶ ὁμωνύμους εἶναι τῶν προφητῶν τινας.
 [05540]  Ἐν μεγίστοις γὰρ ἀπο ληφθέντες κινδύνοις, καὶ μικροῦ δεῖν τὴν σωτηρίαν ἀπαγορεύσαντες (τοῦτο γὰρ στενὴν ἐκάλεσε θάλασ σαν), τὰ τῶν δυσμενῶν ἐπάταξαν κύματα καὶ οἷόν τινας βαθεῖς ποταμοὺς ξηροὺς ἀπέφηναν, τοὺς ἐκεί νων καταναλώσαντες λόχους.
 [05966]  καὶ λέ βητας δὲ ὅτι πλείστους, οἷόν τινας φιάλας πρὸ τοῦ θυσιαστηρίου τεθείκασιν, εἰς τὰς χρείας τῶν παντα χόθεν ἀφικνουμένων, καὶ προσφερόντων τὰ θύματα.
 [06078]  Ἐπειδὴ δὲ ἀναλγησίαν ἐσχάτην νοσεῖτε, οἶδα ὡς τῆς ἐμῆς ὑμᾶς αὐλῆς ἀποπέμψομαι, καὶ οἷόν τινας θύρας ἀποκλείσω, τὴν κατὰ νόμον παύων λατρείαν·
 [06233]  Τινὲς γὰρ ὑπ' ἀνοίας ἐσχάτης ὁρῶντές τινας πονηρίᾳ συζῶντας, εὐπραξίας δὲ ἀπολαύοντας, ἐτόλμων λέγειν ὅτι χαίρειν ἔοικε τοῖς πονηροῖς ὁ Θεός·
000-00-00 Serial Number=0818578303
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00601]  Ὥσπερ τὸ ἀνέτειλε τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους οὐκ ἔστι βε βαιωτικὸν πονηρῶν καὶ ἀδίκων ἐν τῇ πονηρίᾳ καὶ ἀδικίᾳ, ἀλλὰ παρασκευαστικὸν εἰς δικαίαν τιμωρίαν, οὕτως οὐκ ἔστι βεβαιωτικὸν τῶν αἱρετικῶν ἐν τῇ πλάνῃ τὸ ἐνεργεῖσθαί τινας ἐν αὐτοῖς δυνά μεις.
000-00-00 Serial Number=0076533794
Quaestiones in Octateuchum Ante [Go Back]  
 [01627]  τοῦ δὲ ∆ᾶν, κατὰ μέν τινας, τὰ ὑπὸ τοῦ Σαμψὼν γεγενημένα.
 [02376]  ἐπειδὴ δὲ φυλάξαι τὸν θεῖον οὐκ ἠβουλήθησαν νόμον, οὐ πᾶσαν αὐτοῖς παρέδωκεν, ἀλλ' εἴασέ τινας διηνεκῶς αὐτοῖς πολεμοῦντας, ἵνα πολεμούμενοι τὴν θείαν αἰτῶσι βοήθειαν.
 [02391]  ἐπειδὴ γὰρ ἐν τῷ Σινᾶ ὄρει τὸν νόμον ἐδεδώκει εἰκὸς δὲ ἦν τινας ὑποτοπῆσαι περιγεγράφ θαι τὸ θεῖον ἐκέλευσε γενέσθαι σκηνήν·
 [03248]  ἐπειδὴ δὲ εἰκὸς ἦν τινας ἐνοχλεῖν τοῖς ὀφείλουσιν, ὡς τοῦ τῆς ἀφέσεως ἔτους πελά ζοντος, ἀπηγόρευσε καὶ τοῦτο γίνεσθαι παρ' αὐτῶν.
 [03525]  ὡς γὰρ ἀπὸ κήδους ὄντες, καί τινας τῶν οἰκείων ταφῇ παραδεδωκότες, ἀκάθαρτοι κατὰ τὴν τοῦ νόμου δια γόρευσιν ἦσαν.
000-00-00 Serial Number=0678582847
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00412]  Ἀλλ' ἔδει σκοπῆσαι τῶν πολεμούντων τὸν πόνον, καὶ ὡς εἰκὸς ἦν τινας τῷ πόνῳ τρυχομένους πιεσθῆναι δίψει, καὶ βιασθῆναι παραβῆναι τὸν ὅρον.
 [00464]  Εἰκὸς γάρ τινας οἰωνὸν ὑποπτεῦσαι κακὸν, τὸ νενι κηκότα μὴ κερδᾶναι τὴν λείαν.
 [01622]  καὶ εἰκός τινας εἰπεῖν, ὅτι καιρὸν εὑρὼν ἐγύμνωσε τὴν ἀπέχ θειαν.
 [02659]  Ἐξανδραπο δισθεισῶν δὲ τῶν δέκα φυλῶν, καὶ τῆς γῆς ἐκείνης ἐρήμου γεγενημένης, μετέστησάν τινας ἐκ τῶν ἑῴων μερῶν εἰς ἐκείνας τὰς πόλεις τῶν Ἀσσυρίων οἱ βα σιλεῖς, Οὗτοι δὲ ἐκ τῆς Σαμαρείας ὠνομάσθησαν Σα μαρεῖται.
 [03055]  Μετὰ δὲ τὴν Ἠλιοῦ τοῦ μεγάλου ἀνάληψιν, τὸν τῆς χάριτος κληρονόμον συναθροισθέντες ἔπεισαν ἀποστεῖλαί τινας εἰς ἐπιζήτησιν τοῦ κοινοῦ διδα σκάλου·
 [03906]  Πῶς οὖν ἔφασάν τινες μὴ γεγενῆσθαί τινας μεγάλα σώματα ἐσχηκότας;
 [04150]  καὶ ἄλλους δέ τινας Ἀμαζονεὶμ ὠνομασμένους, οὓς κατ' αὐτῶν στρατεύσαντας ἄρδην κατέκτειναν ἅπαντας.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»