Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum τινῶν [46]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum τινῶν


000-00-00 Serial Number=0826233506
Commentaria in Isaiam Ante [Go Back]  
 [01213]  Τὴν δὲ τούτων δυναστείαν κατέλυσε δι' ὀλίγων τινῶν καὶ τούτων γυμνῶν, καθάπερ πάλαι διὰ τοῦ Γεδεὼν καὶ τῶν τριακοσίων λαμπαδηφόρων τὰς πολλὰς τοῦ Μαδιὰμ κατηκόντισε χιλιάδας.
 [01568]  Ἄξιον δὲ θρηνῆσαι τὴν Ἰουδαίων ἐμβροντησίαν, οἳ τῷ Ζοροβάβελ ταύτην προσαρ μόττουσι τὴν προφητείαν, ὃς οὐδὲ Ἰουδαίων ἦρξεν ἁπάντων ἀλλ' ὀλίγων τινῶν, ἐθνῶν δὲ οὐδὲ ὅλως.
 [04810]  τὰ γὰρ ἐν τοῖς ὄρεσι καὶ τοῖς βουνοῖς τιμώμενα τεμένη τῶν εἰδώλων κατέλυσε καὶ τὴν ἐκείνων μνήμην παρέδωκε λήθῃ καὶ οἷόν τινα χόρτον ἐξήρανε, καὶ τὰ τῶν φιλοσό φων δόγματα καθάπερ τινῶν ποταμῶν ῥεύματ
 [06524]  οὐ γὰρ δέομαί φησιν ὀργάνων τινῶν καὶ πυρὸς καὶ φυσῶν τοῖς χαλκεῦσι παραπλησίως, ἀλλ' ἀρκεῖ μοι λόγος εἰς ποίησιν.
000-00-00 Serial Number=0241129220
De providentia orationes decem Ante [Go Back]  
 [00240]  Ἴδοι δ' ἄν τις πεδίων ἐν μέσῳ μεγάλων λόφους εἰς ὕψος ἐγηγερμένους, καὶ μεταξὺ τῶν ὀρῶν, πρηνεῖς τινας τόπους καὶ λείους, ἐν κόλπων τινῶν θαλαττίων σχήματι.
 [00409]  Τούτου χάριν ἔν τισι μορίοις ἐν έφυσε ταύτας ἀλλήλαις διὰ σμικροτάτων τινῶν πόρων, ὅπως καὶ τὸ αἷμα βραχέος τινὸς μεταλαμβάνῃ πνεύ ματος, ὠθοῦντος αὐτὸ καὶ κινεῖσθαι βιαζομένου, καὶ τὸ πνεῦμα νοτίδος ἀπολαύῃ, τέγγοντος αὐτὸ καὶ ὑγραίνοντος, καὶ ξηραίνεσθαι αὐτὸ παντελῶς οὐκ ἐῶντος.
 [00844]  Τῶν μὲν γὰρ ἰοβόλων τὴν φύσιν χηραμοῖς τισιν ἐγκατέκρυψε, καὶ ταῖς ὑπὸ γῆν καταδύσεσιν ἐνδιαι τᾶσθαι πεποίηκεν, οὐκ ἐπιτρέψας αὐτοῖς ἀδεῶς κατὰ τῶν ἀνθρώπων χωρεῖν, ἀλλὰ κρύπτεσθαι μὲν ἀεὶ, φαίνεσθαι δὲ ὀλιγάκις κελεύσας, καὶ φαινόμενα φεύ γειν τῶν ἀνθρώπων τὴν θέαν, καθάπερ τινῶν δεσπο τῶν, νομοθετήσας, λωβᾶσθαι δὲ μάλα ὀλίγους καὶ ὀλιγάκις, οὐκ ἄρχοντα μάχης, ἀλλ' ἀμυνόμενα.
 [01179]  Οἱ δὲ τοῖς ἑῴοις καὶ ἑσπερίοις τμήμασι κατὰ τὸ νότιον τοῦ πόλου μέρος ἐνδιαιτᾶσθαι λαχόντες, πλησιέστε ροι τῆς ἀκτῖνος γενόμενοι, μελαίνονται τὸ σῶμα, [83.676] ξύλων τινῶν δίκην τῇ πλείονι τοῦ πυρὸς ὁμιλίᾳ ἐπαν θρακουμένων, καὶ τὴν μέλαιναν χροιὰν ἐνδυομένων.
 [01446]  Ἄνθρωπος τοσαύταις περικλυζόμενος συμφοραῖς, ἀπόγονος μὲν τοῦ Ἀβρα ὰμ, ἔκγονος δὲ τοῦ Ἰσαὰκ, υἱὸς δὲ τοῦ Ἰακὼβ, πάντων αὐτῶν προσφιλέστατος, φωτὸς δίκην ὁρώ μενος, ἀφορμὴ θυμηδίας ὑπάρχων, εἰς δουλείαν μετα πεσὼν, καὶ ταύτην ὑπομείνας τὴν συμφορὰν, οὐ βαρβάρων τινῶν ἀγρίων δορυάλωτον εἰληχότων, ἀλλὰ ἀδελφῶν φθόνῳ δεδουλευκότων, καὶ οὐδὲ ἀδικίαν τινὰ δεικνύντων, ἀλλὰ τοὺς ὀνείρους ἐφόδιον εἰς δυσμέ νειαν εἰληφότων, οὐδὲν τούτων εἰς διάνοιαν λαμ βάνων, οὐδὲ τὰ μετὰ τὴν δουλείαν συμβεβηκότα, καὶ τοὺς ὑπὲρ σωφροσύνης ἀγῶνας, καὶ τὴν μετὰ νίκην καταδίκην, καὶ τὴν ἀντὶ στεφάνων τιμωρίαν, καὶ ἀντὶ ἀναῤῥήσεων δεσμωτήριον, προσ ῄει τοὺς ἄλλους ἀθυμοῦντας παρηγορῶν, καὶ τῶν συν δεσμωτῶν ἐπυνθάνετο, λέγων·
000-00-00 Serial Number=0684613466
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00103]  Οὕτως ἀριστεῦσαι καὶ νῦν τὴν μεγαλο πρέπειάν σου παρακαλῶ, καὶ τῷ κυρίῳ Παλλαδίῳ τῷ φιλοσόφῳ ἐπαμῦναι σπουδαίως, ὑπὸ βαρβάρων τινῶν, ὥς φησιν, ἀδικου μένῳ·
000-00-00 Serial Number=0977146566
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [01655]  Ἠλπίσαμεν πεπαῦσθαι τὰ σκυθρωπά, τινῶν ἡμῖν μεμηνυ κότων ὡς ἐσβέσθη μὲν ἡ τοῦ καλλινίκου βασιλέως μικροψυχία, καταλλαγαὶ δὲ μεταξὺ αὐτοῦ καὶ τοῦ θεοφιλεστάτου ἐπισκό που γεγένηνται, καὶ πέπαυται μὲν ἡ τῆς συνόδου κλῆσις, ἡ δὲ τῶν Ἐκκλησιῶν ἐπανῆλθεν εἰρήνη.
 [02630]  Πολλοὶ γάρ, ὥς τινές φασιν, ἐν τῇ πόλει θρυλοῦσιν ὡς πρεσβυτέρων τινῶν προσευξαμένων, καὶ τὸ σύνηθες τέλος ἐπιτεθεικότων τῇ προσευχῇ, καὶ τῶν μὲν εἰρηκότων ὅτι σοὶ πρέπει δόξα, καὶ τῷ Χριστῷ σου, καὶ τῷ ἁγίῳ σου Πνεύματι ·
000-00-00 Serial Number=0168089747
Eranistes Ante [Go Back]  
 [00895]  Ἀλλὰ ὁμοῦ μὲν τὸ ἀδιάφορον [104] τῆς χρήσεως ἐνδεικνύμενος, ὁμοῦ δὲ καὶ τὸ σφάλμα τινῶν ἐν παρα δρομῇ διορθούμενος, τῶν οἰομένων πνευματικὸν εἶναι τοῦ κυρίου τὸ σῶμα, ἵνα δείξῃ ὅτι ἐκ τοῦ ἀνθρωπείου φυράματος ἡ θεοφόρος σὰρξ συνεπάγη, τὴν ἐμφαντικωτέραν φωνὴν προετίμησε.
 [02473]  Καὶ καθάπερ τις, ἐν μεταιχμίῳ στὰς δύο τινῶν ἀλλήλων διεστηκότων, ἀμφοτέρας ἁπλώσας τὰς χεῖρας, ἑκατέρωθεν λαβὼν συνάψειεν, οὕτω καὶ αὐτὸς ἐποίησε, τὴν παλαιὰν τῇ καινῇ συνάπτων, τὴν θείαν φύσιν τῇ ἀνθρωπίνῃ, τὰ αὑτοῦ τοῖς ἡμετέροις.
 [02475]  Καθάπερ γὰρ δύο τινῶν ἁψιμαχίᾳ διαστάντων, ἕτερός τις ἐν μέσῳ παρεντεθεὶς λύει τὴν τῶν ἐριζόντων μάχην τε καὶ διχόνοιαν, οὕτω καὶ ὁ Χριστὸς ἐποίησεν.
000-00-00 Serial Number=0577132761
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00659]  ∆ειμαίνουσα γὰρ, καὶ ἀγωνιῶσα μὴ στερηθῇ τοῦ νυμφίου, καὶ ἑτέροις περιπέσῃ ποι μνίοις οὐχ ὑπ' αὐτοῦ ποιμαινομένοις, ἀλλ' ὑπὸ ἄλλων τινῶν ἑταίρων αὐτοῦ ὀνομαζομένων, οὐ κατὰ τὴν ἀξίαν οὐδὲ κατὰ τὸ κοινὸν τοῦ φρονήματος, ἀλλὰ
 [01272]  Ὄρη δὲ κοιλωμάτων ἐνταῦθα προσαγορεύει τοὺς ἐν μέσῳ κοίλων τινῶν καὶ ταπεινῶν τὴν διάνοιαν ὑπερανεστηκότας, καὶ ὑψηλῷ φρονήματι κεχρημέ νους·
000-00-00 Serial Number=0841886044
Graecarum affectionum curatio Ante [Go Back]  
 [00054]  καὶ τοῦτον ἔχουσι τὸν τύφον ἄνδρες οὐδ' εἰς ἄκρον τῆς Ἑλληνικῆς φιλοσοφίας ἐληλακότες, ἀλλ' ὀλίγων τινῶν, τὸ δὴ λεγόμενον, ἄκροις χείλεσι γεγευμένοι καὶ σμικρὰ ἄττα ἔνθεν κἀκεῖθεν ἠρανισμένοι.
 [00120]  Τούτους οὖν ἅπαντας καὶ τοὺς ἄλλους τοιούτων τινῶν μαθηματικοὺς καὶ τοὺς τῶν τεχνυδρίων φιλοσόφους θήσομεν;
 [01451]  Ἐπίκουρος δὲ ὁ Νεοκλέους τεττάρων τινῶν ποιοτήτων κρᾶμα, πυρώδους καὶ ἀερώδους καὶ πνευματικοῦ καὶ τετάρτου τινὸς ἀκατονομάστου·
 [02820]  ∆ιά τοι τοῦτο πανταχοῦ γῆς τὰ τῆς ἀπάτης κατε σκεύασαν ἐργαστήρια καὶ τὰς μαντικὰς ἐπενόησαν μαγγανείας, τοὺς ἀλευρομάντεις καὶ στερνομάντεις καὶ νεκυομάντεις καὶ τὴν Κασταλίας πηγὴν καὶ τὸ Κολοφώνιον ῥεῖθρον καὶ τὴν ἱερὰν δρῦν καὶ τὸ ∆ωδωναῖον χαλκεῖον καὶ τὸν Κιρραῖον τρίποδα καὶ τὸν Θεσπρώτιον λέβητα, καὶ ἐν Λιβύῃ μὲν τὸ μαντεῖον τὸ Ἄμ μωνος, ἐν δέ γε ∆ωδώνῃ τὸ τοῦ ∆ιός, ἐν δὲ Βραγχίδαις καὶ ∆ήλῳ καὶ ∆ελφοῖς καὶ Κολοφῶνι τοῦ Κλαρίου καὶ Πυθίου καὶ ∆ηλίου καὶ ∆ιδυμαίου, καὶ ἐν Λεβαδίᾳ μὲν Τροφωνίου, ἐν Ὠρωπῷ δὲ Ἀμφιάρεω, ἐν δὲ τῇ Τυρρηνῶν καὶ Χαλδαίων τῆς νεκυομαντείας τὰ ζοφώτατα ἄντρα, καὶ ἀλλαχοῦ μὲν Ἀμ φιλόχου, ἀλλαχοῦ δὲ Γλαύκου καὶ ἑτέρωθι Μόψου καὶ ἄλλων τινῶν δυσωνύμων ἀνθρώπων.
 [02986]  Ἐγὼ δέ γε ὀλίγων τινῶν ἀπομνη μονεύσω προρρήσεων, ἵνα καὶ ἐκ παραλλήλου τὸ διάφορον δείξω.
000-00-00 Serial Number=0259479225
Haereticarum fabularum compendium Ante [Go Back]  
 [01953]  Τὸν δέ γε ἄνθρωπον διαπλασθῆναί φαμεν, οὐχ ὑπ' ἀγγέλων τινῶν κατὰ τοὺς Βασιλίδου καὶ Κηρίνθου μύθους, οὐδὲ ὑπὸ τοῦ Ἰαλδαβαὼθ κατὰ τὴν τῶν Σηθιανῶν ἐμβροντησίαν, οὐδέ γε ὑπὸ τοῦ Σακλᾶ κατὰ τὴν τοῦ Μάνεντος παραπληξίαν·
 [02070]  Ἀβελτηρίας δὲ ἐσχάτης, τῶν μὲν οὐκ ἐφ' ἡμῖν τὴν κτῆσιν ἐπιζητεῖν, καὶ ταῦτα μετα βολαῖς ὀξυῤῥόποις ὑποκειμένην, τῶν δὲ ὑπὸ τὴν ἡμε τέραν ἐξουσίαν τελούντων, εὐκλεῶν τε ὄντων, καὶ τὸ διαρκὲς ἐχόντων, καὶ μόνιμον, ὡς εὐώνων τινῶν, καὶ οὐδενὸς λόγου ἀξίων καταφρονεῖν.
 [02345]  Καὶ τοῖς ὀρνίθων τινῶν εὑρίσκουσι νεοττοὺς ἀπαγορεύει τοὺς ἐκείνων συνθηρεύειν τοκέας.
000-00-00 Serial Number=0308640599
Historia ecclesiastica Ante [Go Back]  
 [01502]  ἀλλὰ δι' ἀναφορᾶς τῶν ἐν Γαλλίᾳ καὶ Βενετίᾳ ἀδελφῶν ἔγνωμέν τινας αἵρεσιν σπουδάζειν, ὅπερ κακὸν οὐ μόνον παραφυ λάττεσθαι ὀφείλουσιν οἱ ἐπίσκοποι, ἀλλὰ καὶ ὅσα ἀπειρίᾳ τινῶν ἢ ἁπλότητι τῶν σκαιαῖς κεχρημένων ἑρμηνείαις † ἀνθίστασθαι ἀπὸ τοῦ νῦν διαφόροις διδασκαλίαις διανοουμένους μὴ πάνυ ὀλισθαίνειν, ἀλλὰ μᾶλλον τῶν πατέρων ἡμῶν κατέχειν τὴν γνώμην, ὁσάκις ἂν διά φοροι βουλαὶ ταῖς ἀκοαῖς αὐτῶν ἐπεισφέρωνται.
 [02314]  ἔμεινε δὲ ἀεὶ ἡ πίστις διὰ παντὸς ἀβλαβής, εἰ μὴ πονηρία τινῶν αἱρετικῶν παραποιῆσαι ταύτην ἐτόλμησεν.
 [03736]  δύο δὲ διελη [346] λυθότων ἐτῶν, πρεσβευτὴς Ῥωμαίων ἀφίκετο περὶ ἑτέρων τινῶν πρεσβεύων πραγμάτων·
000-00-00 Serial Number=0442833722
Historia religiosa Ante [Go Back]  
 [00063]  Ἀφηγηματικῶς δὲ ὁ λόγος προβήσεται, οὐ νόμοις ἐγκωμίων χρώμενος, ἀλλ' ὀλίγων τινῶν ἀτεχνῶς ποιούμενος τὴν διήγησιν.
 [01326]  Ὡς δὲ καὶ ἕτερα λέγειν ἠπείγετο ἃ ὑπ' ἄλλων τινῶν βιασθεὶς ἐδεδράκει, τοῦ μὲν ἐμπρήσας τὴν οἰκίαν, τοῦ δὲ τὰ κτήματα διαφθείρας, τὸν δὲ ἄλλο τι λυμηνάμενος, σιγὴν ἄγειν ἐκέλευσεν ὁ τοῦ θεοῦ ἄνθρωπος καὶ παραυτίκα πόρρω που καὶ τῆς κόρης καὶ τοῦ ἄστεως γενέσθαι.
000-00-00 Serial Number=0632722616
Interpretatio in Ezechielem Ante [Go Back]  
 [02262]  Οὐκοῦν εἰ μήτε τῷ Ζοροβάβελ, μήτε τοῖς Μακκαβαίοις ἁρμόττει τὰ εἰρημένα, δῆλον ὅτι περὶ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ταῦτα προηγόρευται, ὃς ἐκ τοῦ ∆αβὶδ τὸ κατὰ σάρκα κατῆγεν τὸ γένος, οὐκ ἐκ παραφυάδων τινῶν τῆς βασιλείας τοὺς προπάτορας ἔχων, ἀλλ' ἐξ αὐτῆς τῆς τῶν βασιλέων διαδοχῆς.
 [04377]  Ταῦτα δὲ, φησὶ, τῶν Αἰγυπτίων ὑπομενόντων, ταραχθήσονται Αἰθίοπες οἱ τούτων ἐπίκουροι, οὐ μόνον διὰ τὰ τού τοις ἐπελθόντα κακὰ, ἀλλὰ καὶ διὰ τὰς σφᾶς αὐ τοὺς καταληψομένας συμφορὰς δι' ἀγγέλων τινῶν ὑπ' ἐμοῦ πεμπομένων, καὶ ἐπειγομένων πληρῶσαι τὰ προσταχθέντα.
000-00-00 Serial Number=0973151147
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [02721]  τινῶν μὲν ἀπὸ Βαβυλῶνος ἐπανελθόντων, ὀλίγων δέ τινων κατ' ἐκείνου τοῦ καιροῦ συλλεγέντων ἐξ Αἰγύπτου, καὶ τῶν πλησιοχώρων ἐθνῶν.
 [03668]  Ἐπειδὴ γὰρ οἱ δι' αὐτῶν ἐνεργοῦντες δαίμονες, καὶ ταῖς ψευδέσι χρώμενοι μαντείαις, οὐ διὰ τῶν ἀψύχων ταύτας εἰδώλων, ἀλλὰ διὰ τῶν λογικῶν ἀν θρώπων προσέφερον, ἢ διὰ συμβόλων τινῶν τινὰ κατεμήνυον, εἰκότως ἔφη·
 [06799]  Θαυμάσια μὲν γὰρ λέγει, τὰ ἐπ' εὐεργεσίαις τινῶν γινόμενα θαύματα·
000-00-00 Serial Number=0159079909
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00003]  Ἴσως μέν τινες περιττόν τι ποιεῖν καὶ παρέλκον νομιοῦσιν ἡμᾶς τῆς προφητικῆς ἑρμηνείας κατατολ μῶντας, ἅτε δὴ καὶ ἄλλων τινῶν τοῦτον διηνυκότων τὸν πόνον·
 [00361]  Οἱ μὲν γὰρ, φησὶ, διὰ συμβόλων τινῶν μαθεῖν τὸ πρακτέον ἐζή τουν·
 [04736]  Ὑποδείκνυσι δὲ αὐτῷ καὶ πραγμάτων τινῶν εἰκόνας καὶ τύπους, ἵνα πιστοτέρους ἀποφήνῃ τῇ θεωρίᾳ τοὺς λόγους.
 [05406]  Βδελυξάμενοι γὰρ τὰς τῶν εἰδώλων θυσίας, ὧν πρὶν ἐνεπίμπλαντο, ὑπὸ τὴν τοῦ Θεοῦ κηδεμονίαν ἑαυτοὺς τάξουσι, καὶ τῷ Ἰούδᾳ συγκαταλεγόμενοι, δίκην τινῶν διαπρέψουσι χιλιάρχων, καὶ τοῖς οἰκοῦσι τὴν Ἱερουσα λὴμ ὁμότιμοι γενήσονται.
 [06158]  Αἰτιᾶται δὲ αὐτοὺς, ὡς παραβάτας τοῦ νόμου γεγενημένους, καὶ εἰς χάριν τινῶν παρανόμως δικάζοντας, ἢ χρήματα κομιζο μένους παρὰ τῶν προσφερόντων τὰ θύματα, καὶ δε χομένους παρ' αὐτῶν τά τινα λώβην ἐν τοῖς μέλεσιν ἔχοντα.
000-00-00 Serial Number=0167150557
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00887]  καὶ τὰ πετεινὰ δὲ διατί διῄρηνται, καίτοι τινῶν καθαρῶν, εἴ γε συγχωροῦνται, ταὐτὰ τοῖς ἀκαθάρτοις ἐσθιόντων καὶ πραττόντων;
 [01996]  ἐν γὰρ τῇ διοικήσει ταύτῃ τινῶν μὲν τόπων ἀπέδρα, τινὰς δὲ τόπους τῆς ξηρᾶς ἀπέδειξε θάλατταν.
000-00-00 Serial Number=0882867813
Quaestiones in Octateuchum Ante [Go Back]  
 [01679]  ἐν γὰρ τῇ πρώτῃ καὶ τῇ δευτέρᾳ συμπλοκῇ νενικηκότες, ὕστερον ἄρδην ἀπώλοντο, πλὴν ὀλί γων τινῶν ἄγαν εὐαριθμήτων, οὓς οἱ νενικηκότες οἰκτίραντες δοῦναι μὲν αὐτοῖς γυναῖκας διὰ τὸν ὅρκον ὑπείδοντο, ἑτέρως δὲ αὐτοῖς τὸν γά μον ἐμηχανήσαντο.
 [02027]  τοῦτο γὰρ καὶ Ἠσαΐας τινῶν κατηγόρησεν, ὡς ἀναμιγνύντων ὕδατι τὸν οἶνον.
 [03162]  Τινὲς ὑπὸ δαιμόνων τινῶν ἐνεργούμενοι, ἐξηπάτουν πολλοὺς τῶν ἀνοή των, ὡς δῆθεν προαγορεύοντες·
 [04288]  Ὥσπερ ἡμεῖς πιστοὺς ὀνομάζομεν τοὺς τῶν θείων μυστηρίων μετέχοντας, οὕτως τετελεσμένους ἐκάλει τὰ ἔθνη τοὺς δαιμόνων τινῶν διδασκομένους μυστήρια.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»