Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum τινὶ [109]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum τινὶ


000-00-00 Serial Number=0654003322
Commentaria in Isaiam Ante [Go Back]  
 [01126]  ∆ιδάσκει δὲ ἡ προφητεία, ὡς οἱ μὲν τῷ κυρίῳ πιστεύσαντες αὐτὸν ἔχουσι ποδηγὸν καὶ τὰς κατὰ τὴν ὁδὸν ἐξευμαρίζοντα δυσκολίας, οἱ δὲ ἀπιστήσαντες τῶ<ν> οἴκω<ν> Ἰακὼβ ὡς ἐν παγίδι τινὶ καὶ ἐν κοιλώματι ἢ «σκώλῳ» κατὰ τὸν Ἀκύλαν ἢ «σκανδάλῳ» κατὰ τοὺς Ἄλλους κάθηνται ἐν Ἱερουσαλήμ, ἐν ᾗ παντελῶς αὐτοὺς ὁ Ῥωμαϊκὸς πόλεμος καταλύσει καὶ ὡς ἐν παγίδι θηρεύσει.
 [01130]  Προσπταίσαντες γὰρ τῷ τοῦ κυρίου σταυρῷ καὶ ἔπεσον καὶ συνετρίβησαν καὶ ἑάλωσαν ὑπὸ τῶν πολεμίων ὡς ἐν πανάγρῳ τινὶ συλληφθέντες τῇ πόλει.
 [01180]  οὐ μέτρῳ τινὶ χρόνου ταῦτα περιώρισται, ἀλλ' ἀεὶ ἐν τούτοις ἔσονται.
 [02679]  Οὕτω καὶ τοῦ βίου τὸ σχῆμα χρόνῳ τινὶ περιώρισται·
 [03035]  Τοῦ Σαλμανάσαρ ἐπελθόντος ταῖς δέκα φυλαῖς καὶ μέντοι καὶ τοῦ Σεναχηρὶμ ὕστερον, διέφυγόν τινες τὸν ἀνδραποδισμὸν ἐν τοῖς ὄρεσι λαθόντες, μετὰ δὲ τὴν τῶν πολεμίων ἀναχώρησιν ἐν μέρει τινὶ τῆς οἰκείας ᾤκησαν χώρας.
 [03449]  Ἐγένετο δὲ ὡς ἐν τύ πῳ τινὶ καὶ ὑπὸ Ἐζεκίου καὶ ὑπὸ Ἰωσίου τῶν εὐσεβῶν βασιλέων καὶ μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον τοῖς εἰρημένοις παρα πλήσια.
 [04365]  Ἡμᾶς <δὲ> προσήκει μήτε ἐπὶ πλούτῳ μήτε ἐπὶ ῥώμῃ μήτε ἐπ' ἄλλῳ τινὶ τῶν ἀνθρωπίνων μέγα φρονεῖν ἀλλὰ καὶ πλοῦτον ἔχοντα καὶ σοφίαν καὶ δύναμιν τῷ θεῷ μόνῳ θαρρεῖν τῷ καὶ τούτων δοτῆρι καὶ τὴν παρ' αὐ τοῦ προσμέ νειν ῥοπήν·
000-00-00 Serial Number=0406806588
De incarnatione domini Ante [Go Back]  
 [00033]  οὐκ ἐκ μόνης δὲ τῆς γῆς, ὡς ἐπ' ἐκείνου, λαμβάνει τὰς ἀφορμὰς τῆς [75.1424] διαπλάσεως, ἀλλὰ μίαν τῶν πλευρῶν ἐκείνου λαβὼν, καὶ ταύτῃ καθάπερ τινὶ κρηπῖδι καὶ θεμελίῳ χρησά μενος, τὴν γυναικείαν φύσιν ποιεῖ·
 [00254]  ὡς δὲ πάλιν αὐτὸν τῶν παλαιῶν νομί μων ἀνέμνησε, «Γέγραπται, λέγων, Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις,» καὶ ἐδίδαξεν ὅτι οὐκ ἀνέξεται ἑτέρῳ τινὶ τὸ θεῖον γέρας προσενεγκεῖν, καὶ ἑτέρων δὲ ὑπομέμνησε ῥημάτων τοῦ Θεοῦ καὶ διδαγμάτων διαγορευόντων μὴ πειράζειν τὸν τῶν ὅλων Θεὸν, ὁ μὲν ἀπέδρα, τῆς ἥττης τὴν αἰσχύνην οὐ φέρων, καὶ δειλιῶν, καὶ τρέμων, καὶ τῆς τυραννίδος ἐκβληθήσεσθαι προσδοκῶν.
 [00323]  Ἀλλ' ὁ τὸν ὕθλον προτιμήσας τῆς ἀληθείας Ἀπο λινάριος, καὶ τῶν εὐσεβῶν δογμάτων τὴν οἰκείαν προτάξας ἀδολεσχίαν, τὴν μὲν σάρκα τὸν Θεὸν Λόγον ἀνειληφέναι φησὶ, καὶ ταύτῃ καθάπερ τινὶ παραπε τάσματι χρήσασθαι·
000-00-00 Serial Number=0803120911
De providentia orationes decem Ante [Go Back]  
 [00418]  ἡ δὲ γαστὴρ, οἷόν τις ῥίζα, ταύτην ὑποδεχο μένη, καθάπερ τινὶ τῶν κλάδων ὑποβάθρᾳ, παρα πέμπει τῷ ἥπατι.
 [00694]  καὶ οἷόν τινες οἰκέται ὑπὸ τοῦ νόμου τῆς δεσποτείας ἀναγκαζόμεναι, καὶ τῶν οἰκήσεων ἐξίασι, καὶ τὸ χρειῶδες συλλέγουσι, καὶ ἀχθοφοροῦ σαι διατελοῦσι, καὶ σπουδαίως οἰκοδομοῦσι, καὶ τοῦ μέλιτος ἐνιεῖσαι τὰ νάματα, ὥσπερ τινὶ θησαυρῷ σήμαντρα καὶ σφραγῖδας ἐπιβάλλουσι, καὶ οἷόν τινα δασμὸν καὶ φόρον, ὡς βασιλεῦσι διηνεκῶς τοῖς ἀνθρώποις χορηγοῦσι.
 [01183]  Ἐφύλαξε γὰρ μέχρι τέλους τὴν τῆς οὐσίας ταυτό τητα, τὴν δὲ ἀταξίαν τῆς ἁμαρτίας τῇ τάξει τῆς ἡγεμονίας ἐξέλασε, καὶ τὴν ἐκείνης πλεονεξίαν τῷ κανόνι τῆς νομοθεσίας ἐῤῥύθμισεν, οἷόν τις ναυ πηγὸς σπαρτίῳ τινὶ σανίδας ἀπευθύνων, καὶ τὸ περιττὸν ἀφαιρούμενος.
 [01369]  καὶ μήτε τοῦ πατρὸς τὴν πολιὰν αἰδεσθέντες, μήτε τὸ γῆρας οἰκτεί ραντες, καθάπερ τινὶ βακτηρίᾳ τῷ νέῳ σκηριπτό μενον, μὴ τὴν τῆς φύσεως οἰκονομίαν, μὴ τῆς συγγενείας τὸ δίκαιον, μὴ τὴν τῆς ῥίζης ταυτότητα, μὴ τῆς ἡλικίας τὸ ἄωρον, καὶ κακίας ἀπείρατον, μὴ τὴν ἀκούσιον ὡς ἐν ὀνείροις ἡγεμονίαν, καὶ τῆς σκιᾶς ἁπάσης ἀδρανεστέραν τέως ἀρχὴν, ἐπεχείρησαν μὲν αὐτὸν εὐθὺς παραδοῦναι σφαγῇ, καὶ μιᾶναι τὰς χεῖρας αἵματι συγγενεῖ.
 [01370]  Εἶτα τοῦ Ῥουβὴν ἀπαγορεύσαντος τὴν σφαγὴν, καὶ φυγεῖν τὴν κηλῖδα ταύτην παρακελεύσαντος, ἐν λάκκῳ τινὶ βραχὺν αὐ τὸν κατακρύψαντες χρόνον, ἀπεμπολοῦσι μικρὸν ὕστερον Ἰσμαηλίταις ἐμπόροις, καὶ θεραπεύουσι τῇ [83.696] πράσει τὸν φόνον, οὐδὲ βλέπειν ἀνασχόμενοι τὸν κατ' ὄναρ ἡγεμονεύσαντα.
 [01586]  Οὗ χάριν καὶ πέμπων αἰχμαλώτους τοὺς παρανόμους, συν έπεμψεν αὐτοῖς οἷόν τινας παιδοτρίβας καὶ διδασκά λους τοὺς ἀρετῇ συζῶντας, ἵνα, καθάπερ τινὶ λύχνῳ φωταγωγούμενοι καὶ ποδηγούμενοι τῷ τούτων βίῳ καὶ λόγῳ, τὴν ἀπλανῆ τρίβον οὕτω πως ὁδεύωσιν.
 [01813]  Ἵνα δὲ βεβαίαν δέξῃ τὴν περὶ τῆς ἀναστάσεως πίστιν, ἐλθέ μοι πάλιν ἐπὶ τὴν τῶν φυ τῶν ἱστορίαν, καὶ βλέπε τὰ κλήματα τῶν ἀμπέλων, καὶ τῶν ἄλλων δένδρων, ἢ τὰς καλουμένας ἀποσπά δας, ἢ τὰς ἀπὸ τῶν ῥιζῶν χελώνας, τῇ μὲν τομῇ, τὴν οἱονεὶ τελευτὴν δεχόμενα, τῇ δὲ ἐν τῷ βόθρῳ θέσει, καθάπερ τινὶ τάφῳ παραδιδόμενα·
000-00-00 Serial Number=0087505579
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00840]  Ἐγὼ δὲ μετὰ τὴν ἐπάνοδον, διδαχθεὶς καὶ τὸ δρᾶμα τῆς συμφορᾶς, καὶ τῶν στρατιωτῶν τὴν ἀξιέπαινον ὄρεξιν, τὰ ἀγαθὰ μὲν ἐπηυξάμην ἐκείνοις, τὴν εὐγενεστάτην δὲ κόρην τῶν εὐλαβεστάτων τινὶ διακόνων παρέδωκα, σιτηρέσιον ἀρκοῦν χορηγεῖσθαι παρεγ γυήσας.
000-00-00 Serial Number=0501868665
Eranistes Ante [Go Back]  
 [00976]  Πῶς γὰρ οὐκ ἐσχάτης παραπληξίας, αὐτοὺς μὲν εἰς λίθους καὶ ξύλα εὐτελῆ ξόανα τοὺς ἑαυτῶν εἰσάγοντας θεοὺς καὶ καθάπερ ἐν δεσμω τηρίῳ τινὶ κατακλείοντας, μηδὲν αἰσχρὸν ἡγεῖσθαι μήτε ποιεῖν μήτε λέγειν, ἡμῖν δὲ ἐγκαλεῖν λέγουσιν, ὅτι ναὸν ἑαυτῷ κατασκευάσας ὁ θεὸς ζῶντα ἐκ πνεύματος ἁγίου, δι' αὐτοῦ τὴν οἰκουμένην ὠφέλησεν;
 [01381]  {ΟΡΘ.} Ἀληθὲς πλὴν ἐν οἷσπερ ἂν αὐτὸν δῷς εἶναι εἰκόνα, παμπόλλῳ τινὶ μέτρῳ τῆς ἀληθείας ἀποδέοντα πάντως εὑρήσεις.
000-00-00 Serial Number=0393728137
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [02311]  τὸ δὲ ἐδώδιμον, οἷον ἐν θα λάμῳ τινὶ ἀποκείμενον, καὶ κεκρυμμένον, καὶ ἀπό νως οὐκ ἐκφερόμενον.
000-00-00 Serial Number=0500803530
Graecarum affectionum curatio Ante [Go Back]  
 [00042]  Εἰ γὰρ καὶ ὀλίγοι λίαν εἰσὶν οἱ τῷ πάθει δεδουλωμένοι καὶ ἐοίκασιν ὑποστάθμῃ τινὶ παχείᾳ τῶν τοῦ διυλιστῆρος οὐ διϊκνουμένῃ πόρων διὰ παχύτητα, ἀλλ' οὖν οὐκ ἀμελητέον αὐτῶν οὐδὲ παροπτέον φθειρομένους ὑπὸ τοῦ πάθους, ἀλλὰ πάντα πόρον ἐξευρητέον, ὥστε τὴν ἐπικειμένην αὐτοῖς ὁμί χλην ἀποσκεδάσαι καὶ τοῦ νοεροῦ φωτὸς ἐπιδεῖξαι τὴν αἴγλην.
 [00810]  Ὅταν γὰρ ἴδωμεν τῶν οὐρανῶν τὰ κύτη καὶ τῆς γῆς τὸ εὖρος καὶ τῶν πελαγῶν τὰ μεγέθη καὶ τὴν ἡλίου λαμπρότητα καὶ τῆς σελήνης τὸ σέλας καὶ τἄλλα ὅσα ἐστὶν ὁρατά, οὐ τούτοις παρισοῦμεν τὸν ποιητήν, ἀλλ' ἀπείρῳ τινὶ καὶ μεγέθει καὶ κάλλει κρείττονα τῶν ποιημάτων εἶναί φα [3.18] μεν.
 [01062]  Πέρσαι δὲ μόνοι τὰ τοιαῦτα δρῶσι, νόμῳ τινὶ παλαιῷ μυσαρωτάτῳ πειθόμενοι καὶ παρανομεῖν οὐχ ἡγούμενοι.
 [01424]  Πυθαγόρας δὲ καὶ Πλάτων δῆμόν τινα ψυχῶν ἀσω μάτων εἰσάγουσι καὶ τὰς ἁμαρτάδι τινὶ περιπεσούσας τιμωρίας χάριν εἰς σώματα καταπέμπεσθαι λέγουσιν.
 [01582]  { } Ἀλλὰ μὴν ἡμεῖς γε τὰ ὁρατὰ καὶ τὰ μὴ τῇ τῶν ἀνθρώπων φύσει ἐλέγομεν, ἢ ἄλλῃ τινὶ οἴει;
 [01905]  καὶ ὅταν ἕτερον ἐπιεικῆ εἶναι δοκοῦντα θεασώμεθα δυσκληρίᾳ τινὶ καὶ πενίᾳ ξυνεζευγμένον, μήτε ἄθλιον ὑπολάβωμεν [6.40] μήτε ἄδικον τὴν τοῦ Θεοῦ προμήθειαν νομίσωμεν.
 [01911]  Ἵνα δὲ καὶ θῶμεν ἀληθῶς εἶναι δίκαιον τὸν δυσποτμίᾳ τινὶ κατεχό μενον, ἐκεῖνό γε πᾶσιν ἐπίδηλον, ὡς οὐδεμίαν ἐκ τῆς δυσημερίας εἰσδέξεται βλάβην, φέρειν ὡς ἀρετῆς ἀθλητὴς πεπαιδευμένος τὰ δυσχερῆ.
 [02419]  Ἵνα δὲ μή τις τούτων ἀκούσας καὶ τῆς θείας ἐκείνης διαγωγῆς ἐρασθείς, εὐαγὲς ὑπολάβοι τὸ βίᾳ τινὶ καὶ ἀνάγκῃ ἑαυτὸν ἐντεῦθεν ἐξαγαγεῖν, ἀναγκαίως ἐπήγαγεν·
 [03371]  Οἳ δ' ἂν ἰατὰ μέν, μεγάλα δὲ δόξωσιν ἡμαρτηκέναι ἁμαρτήματα, οἷον πρὸς πατέρα ἢ πρὸς μητέρα ὑπ' ὀργῆς βίαιόν τι πράξαντες, καὶ μεταμέλον αὐτοῖς τὸν ἄλλον βίον βιῶσιν, ἢ ἀνδροφόνοι ἢ τοιούτῳ τινὶ ἄλλῳ τρόπῳ γένωνται, τούτους δεῖ ἐμπεσεῖν μὲν εἰς τὸν Τάρταρον, ἐμπεσόντας δὲ αὐτοὺς καὶ ἐνι αυτὸν ἐκεῖ γενομένους ἐκβάλλει τὸ κῦμα, τοὺς μὲν ἀνδροφόνους κατὰ τὸν Κωκυτόν, τοὺς δὲ πατραλοίας κατὰ τὸν Πυριφλεγέ
000-00-00 Serial Number=0269115925
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00529]  προσκειμένη δὲ ἐκείνη, καὶ ὑπὲρ αὐτὸ στρω θεῖσα, κατέπιε τὸ πεμφθὲν, καὶ προσεδέθη, καὶ καθ άπερ τινὶ περιεπάρη πάγῃ.
 [00570]  Θεραπεύσειν γὰρ νεανιευ σάμενος πάθει τινὶ περιπεσόντα τὸν τοῦ βασιλέως υἱὸν, μείζοσι κακοῖς περιέβαλεν.
 [01116]  Συχνοὶ γὰρ ἐκ τούτων παραπλησίως τοῖς φασιανικοῖς ὄρνισι πιανθέντες, νεανίᾳ τινὶ περιτυχόντες γενναίῳ, εἶτα γυμνὸν τὸ ξίφος ὀρέξαντες, ἐπέταξαν ἐπενεγκεῖν τὰς πληγὰς, καὶ προσηπείλησαν κατασφάξειν, εἰ μὴ δράσοι τὸ κελευσθέν.
 [01996]  Εἰ δὲ τῇ μήνιγγι προσπέσοι τὸ νόσημα, σίνεται μὲν τὸν ἐγκέφαλον ἡ τῶν ἀτμῶν καὶ τῶν χυμῶν μοχθη ρία, ὑπὸ δὲ τούτων περικλυζόμενος, οὐ δέχεται τῆς ψυχῆς τὴν ἐνέργειαν, ἀλλ' ἔοικεν ὑποβρυχίῳ τινὶ γε νομένῳ, καὶ ὡς ἔτυχε καὶ χεῖρας κινοῦντι καὶ πό δας, καὶ τὰ ἄλλα τοῦ σώματος μόρια.
000-00-00 Serial Number=0383063018
Historia ecclesiastica Ante [Go Back]  
 [00294]  οὔτε ἐπινοίᾳ οὔτε ἀτόμῳ τινὶ προάγει ὁ θεὸς τοῦ υἱοῦ·
 [00441]  ἔδοξε μὲν οὖν [40] Μελίτιον, φιλανθρωπότερον κινηθείσης τῆς συνόδου (κατὰ γὰρ τὸν ἀκριβῆ λόγον οὐδεμιᾶς συγγνώμης ἄξιος ἦν), μένειν ἐν τῇ πόλει ἑαυτοῦ καὶ μηδεμίαν ἐξουσίαν ἔχειν μήτε προχειρίζεσθαι μήτε χειρο θετεῖν μήτε ἐν χώρᾳ ἢ πόλει τινὶ φαίνεσθαι ταύτης τῆς προθέσεως ἕνεκεν, ψιλὸν δὲ τὸ ὄνομα τῆς τιμῆς κεκτῆσθαι·
 [00884]  οἱ δὲ ἐβόων ἕτερα εἶναι κατηγορή ματα χαλεπώτερα, οὐδαμῶς τέχνῃ τινὶ καὶ δεινότητι διαλυθῆναι δυνάμενα.
 [01458]  ἐπειρῶντο γὰρ πανουργίᾳ τινὶ καὶ ταραχῇ προσφέροντές τι καινοτομεῖν, τῆς τοιαύτης ἑταιρίας συνα λισκομένους εὑρόντες Γερμάνιόν τινα καὶ Αὐξέντιον καὶ Γάϊον, τοὺς τὴν αἵρεσιν καὶ διχοστασίαν ἐμποιοῦντας·
 [03196]  Γινώσκετε τοίνυν ὅτι τὸν πάλαι Τιμόθεον τὸν βέβηλον, τὸν μαθη τὴν τοῦ Ἀπολιναρίου τοῦ αἱρετικοῦ, μετὰ τοῦ ἀσεβοῦς αὐτοῦ δόγματος καθείλομεν, καὶ οὐδαμῶς πιστεύομεν αὐτοῦ τὰ λείψανα λόγῳ τινὶ [296] τοῦ λοιποῦ ἰσχύειν.
000-00-00 Serial Number=0722068906
Historia religiosa Ante [Go Back]  
 [00114]  [1.6] Οὗτος ἄλλοτέ ποτε δικαστὴν πέρσην ἀδίκῳ ψήφῳ χρησάμενον θεασάμενος, λίθῳ τινὶ μεγίστῳ παρακειμένῳ ἐπαρασάμενος, συντριβῆναι καὶ σκεδασθῆναι, καὶ τούτῳ διελέγξαι τὴν ἄδικον ἐκείνου παρηγγύησε ψῆφον.
 [00411]  καὶ πᾶσιν ἐρρῶσθαι φράσας, καταλαμβάνει τῆς ἐρήμου τὸν ὀμφαλὸν καὶ, σμικρὸν οἰκίσκον δειμάμενος οὐδὲ τῷ σώματι σύμμετρον, καὶ ἄλλῳ σμικρῷ τινὶ θριγκίῳ περιβαλὼν καθεῖρκτο διηνεκῶς, πάσης μὲν ἀνθρωπίνης συνουσίας κεχωρισμένος, τῷ δὲ τῶν ὅλων δεσπότῃ διαλεγόμενος καὶ τῆς γλυκείας ἐκείνης ἐπαΐων φωνῆς.
 [00636]  ∆ιηνεκῶς δὲ τῷ θεῷ προσομιλεῖν παρηγγύα καὶ μηδένα καιρὸν ταύτης ἄμοιρον τῆς ἐργασίας ἐᾶν, ἀλλὰ κοινῇ μὲν τὰς ὡρισμένας λειτουργίας ἐπιτελεῖν, τὰ δὲ ἐν μέσῳ τούτων τῆς ἡμέρας μόρια καθ' ἑαυτὸν ἕκαστον ἢ ὑπὸ σκιᾷ τινὶ δένδρου ἢ παρά τινα πέτραν ἢ ἔνθα ἄν τίς τινος ἡσυχίας ἀπολαύοι, ἢ ἑστῶτα ἢ κείμενον ἐπ' ἐδάφους, ἀντιβολεῖν τὸν δεσπότην καὶ τὴν σωτηρίαν αἰτεῖν.
 [00644]  Ἵνα δὲ μετὰ τῆς γνώμης καὶ ἀνάγκη τις αὐτὸν ἐπὶ ταῦτα καθέλκῃ, ζώνῃ σιδηρᾷ τὴν ὀσφὺν καταδήσας καὶ βαρύτατον κλοιὸν περιθεὶς τῷ τραχήλῳ, ἄλλῳ τινὶ σιδήρῳ τὴν ζώνην συνήρμοσε τῷ τοῦ τραχήλου κλοιῷ ἵνα τούτῳ τῷ τρόπῳ κατακαμπτόμενος εἰς γῆν κατακύπτειν διηνεκῶς ἀναγκάζηται.
 [00932]  Εἰπέ μοι, ἔφη, ὦ βασιλεῦ, εἰ παρθένος ἐτύγχανον ἐν θαλάμῳ τινὶ κρυπτο μένη, ἐθεασάμην δέ τινα πῦρ ἐμβάλλοντα τῇ τοῦ πατρὸς οἰκίᾳ, τί ἄν μοι συνεβούλευσας δρᾶσαι, ἐξαπτομένην θεωμένῃ τὴν φλόγα καὶ τὴν οἰκίαν ἐμπιμπραμένην ὁρώσῃ;
 [00983]  μέχρι γὰρ τῶν ὅρων ἐκείνων ἕρπουσαί τε καὶ περιπετόμεναι στρατοπέδων δίκην αἱ ἀκρίδες, εἰς τοὐπίσω πάλιν ἐχώρουν τὴν ἐπιτεθεῖσαν εὐλογίαν δειμαίνουσαι καὶ ὥσπερ τινὶ χαλινῷ ἀγχόμεναι καὶ ἐπὶ τὸ πρόσω χωρεῖν κωλυόμεναι.
 [01649]  [21.5] Ἐν τούτῳ διαιτώμενος ὑπὸ τῶν παραγινομένων ἁπάντων θεωρεῖται, οὐκ ἄντρον ἔχων, ὡς ἔφην, οὐ σκηνήν, οὐ καλύβην, οὐ θριγκίον, οὐχ αἱμασιὰν περιφράττουσαν, ἀλλὰ καὶ προσευχόμενος ὁρᾶται καὶ διαναπαυόμενος καὶ ἑστὼς καὶ καθήμενος καὶ ὑγιαίνων καὶ ἀρρωστίᾳ τινὶ κατεχόμενος ὡς διηνεκῶς ὑπὸ θεαταῖς ἀγωνίζεσθαι καὶ τὰς ἀνάγκας τῆς φύσεως ἀποκρούεσθαι.
 [01726]  Ἱκέτευε δέ γε ὁ ταῖς λοιδορίαις βαλλόμενος καὶ ἄνθρωπος ἔφασκεν εἶναι καὶ ὡς ὅρκῳ τινὶ προσληφθεὶς πρὸς ἑσπέραν ἀπαίρειν τῆς πόλεως κατὰ τοῦτον ἀφίκοιτο τὸν καιρόν.
 [01889]  Πρόκειται πᾶσιν, ὡς ἤδη ἔφην, εἰς θεωρίαν οὔτε θριγκίῳ πεφραγμένος οὔτε καλύβῃ τινὶ ἢ σκηνῇ καλυπτόμενος.
 [02020]  οὗτος τῶν παρόντων τοὺς γεραιτέρους ἱκέτευε πεῖσαι τὸν ἄνδρα ληκυθίῳ τινὶ ἐπιθεῖναι τὴν δεξιάν.
 [02051]  Εἷς δὲ τούτων ἐστὶ καὶ ὁ θειότατος Ἰάκωβος ἐν οἰκίσκῳ τινὶ καθειργμένος παρὰ κώμῃ Νιμουζᾶν καλουμένῃ, ὃς καὶ παρ' αὐτὸ ὢν τοῦ βίου τὸ τέρμα ἐτῶν γάρ ἐστι πλειόνων ἢ ἐνενήκοντα , μόνος καθεῖρκται, διά τινος βραχέος ὀρύγματος ἑλικοειδῶς ὀρωρυγμένου τὰς ἀποκρίσεις ποιούμενος μέν, οὐχ ὁρώμενος δὲ καὶ οὔτε πυρὶ χρώμενος οὔτε λυχνιαίου φωτὸς ἀπολαύων.
 [02129]  [26.10] Τρία τοίνυν, ὡς ἔφην, ἐν ἐκείνῳ τῷ οἰκίσκῳ διατε λέσας ἔτη τὴν πολυθρύλητον ταύτην κατέλαβε κορυφὴν θριγκίον ἐν κύκλῳ γενέσθαι παρεγγυήσας, ἄλυσιν δὲ ἐκ σιδήρου πήχεων εἴκοσι κατασκευάσας καὶ ταύτης θατέραν μὲν ἀρχὴν πέτρᾳ τινὶ μεγίστῃ προσηλώσας, θατέραν δὲ τῷ δεξιῷ ποδὶ προσαρμόσας, ὡς ἂν μηδὲ βουλόμενος ἔξω τῶν ὅρων ἐκείνων ἀπίοι, ἔνδον διῆγεν διηνεκῶς τὸν οὐρανὸν φανταζόμενος καὶ τὰ ἄνω τῶν οὐρανῶν θεωρεῖν βιαζόμενος·
 [02198]  Ταύτην οὐκ οἶδ' ὅπως χρόνῳ τινὶ τὴν ἐπαγγελίαν παραδραμών, ὄρνιν καταθύσας ἐσθίειν ἐτόλμησε.
 [02408]  Καὶ γὰρ τὸν χρυσὸν οὐχ ἅπαντα τὸν προσφερόμενον δαπανῶσα ἡ λίθος, ἀλλ' ὀλίγῳ τινὶ προστριβομένη δόκιμον ἢ ἀδόκιμον δείκνυσι·
 [02687]  καὶ οἷον ἁλύσει τινὶ τῇ ὀσμῇ κατεχόμεναι, διαρρῆξαι τὸν δεσμὸν οὐκ ἀνέχονται·
000-00-00 Serial Number=0850009739
Interpretatio in Danielem Ante [Go Back]  
 [00610]  καὶ πάσας μὲν καταλύσει τὰς ἡγεμονίας, καὶ λήθῃ τινὶ παραδώσει, τὴν δὲ αἰώνιον αὑτοῦ βασιλείαν τοῖς ἀξίοις παρέξει.
 [01559]  Οὗτος γὰρ θείου Πνεύματος δοχεῖον γενόμενος, σοφῶς μὲν ἅπαντα βουλεύεται, συνετῶς δὲ ἅπαντα φθέγγεται τὰ δὲ τῶν ἐνυπνίων αἰνίγματα δῆλα ποιεῖ, καὶ τὰ ἀσαφίᾳ τινὶ κεκρυμμένα τῆς ἀσαφίας ἐλευθεροῖ, καὶ οἷον ὑποδέσμους τινὰς ὄντα καὶ σήμαντρα, καὶ ὡς ἐν ταμιείοις φρουρούμενα τῶν δεσμῶν ἀπαλλάττων, διαλύει τε καὶ ἀνοίγνυσι, καὶ εἴσω τούτων τοὺς βου λομένους ποιεῖ·
 [01650]  Ἐδίδαξε δὲ οὐκ ἐκεῖνον μόνον, ἀλλὰ καὶ ἡμᾶς διὰ τούτων ὁ προφήτης, ὡς οὐδὲν ἀστάθμη τον παρὰ τῷ Θεῷ, ἀλλὰ καὶ ὁ ἔλεος καὶ ἡ μακροθυμία μέτρῳ τινὶ καὶ σταθμῷ τοῖς ἀνθρώποις παρέχεται.
 [02109]  Προσῆλθον τοίνυν τινὶ τῶν ἑστηκότων, καὶ τὴν ἀκρίβειαν ἐζήτουν παρ' αὐτοῦ περὶ πάντων τούτων.
000-00-00 Serial Number=0468811750
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00624]  ἀλλ' ὥσπερ τινὶ τειχίῳ σιδηρῷ διειργόμενος, οὔτε ὁρῶν δόξει τὰ γινόμενα, οὔτε τῶν ἱκετευόντων ἀκούσεται.
 [02256]  Εἰ δὲ οὐδαμῶς ἁρμόττει τῷ Ζοροβάβελ τὰ εἰρημένα, σχολῇ γ' ἂν ἑτέρῳ τινὶ ἁρμόσειεν.
 [02598]  Ἐλευθερώσας αὐ τοὺς, φησὶ, τῆς πικρᾶς ἐκείνης δουλείας, ὡς ἐν πα λαίστρᾳ τινὶ, ἐν τῇ ἐρήμῳ τοῖς ἀγαθοῖς καὶ ὠφε λίμοις νόμοις ἐπαιδοτρίβουν, ζωὴν αὐτοῖς διὰ τῆς τούτων φυλακῆς μηχανώμενος·
 [03738]  Κἀκεῖνος γὰρ ὁ προφήτης λυπηρὰ τῇ Τύρῳ προεθέσπισεν, ἀλλὰ χρόνῳ τινὶ ῥητῷ τὰ λυπηρὰ περιώρισε·
 [03811]  ∆ιδάσκει δὲ καὶ ἡμᾶς ὁ λόγος, παιδείαν τινὰ τοῖς ἁμαρτάνουσιν ἐπιφέρον τας, μὴ δυσμενείᾳ τινὶ καὶ ἀπεχθείᾳ κεχρημένους τοῦτο ποιεῖν, ἀλλὰ συμπάσχοντας καὶ λίαν ὀδυνωμέ νους.
 [04565]  Λίβανον δὲ οὐ τὸ ὄρος καλεῖ, ἀλλὰ τὴν τῆς βασιλείας πυκνότητα, καὶ ξύλα τοῦ πεδίου, τοὺς ὑπ' αὐτὸν ἄρχοντας, τοὺς τῶν ὑπάρ χων ἐλάττους, καὶ οἷον ἐν πεδίῳ τινὶ πεφυτευμένους.
 [04626]  Οἷον γάρ τινι δικτύῳ, τῇ στρατείᾳ τῶν πολεμίων, καὶ καθάπερ τινὶ ἀγκίστρῳ, τῷ ἐμῷ βουλήματι ἀγρεύσω σε καὶ θηρεύσω σε, δίκην ἰχθύος.
000-00-00 Serial Number=0292032182
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [01207]  Ἐντεῦθεν δὲ διδασκόμεθα, ὡς πρὸς τὸν Θεὸν ἔτρεψε τοὺς λόγους ὁ προφήτης, ἐντεύξει χρώμενος, καὶ διδάσκων ὡς εὐτρεπῆ τῶν πολεμίων, καὶ τὰ τόξα, καὶ τὰ βέλη, καὶ σκοπὸς αὐτοῖς οἷον ἐν σκοτομήνῃ τινὶ καὶ ἀσελήνῳ νυκτὶ, τοῖς λόχοις καὶ ταῖς ἐνέδραις χρήσασθαι καθ' ἡμῶν.
 [03528]  πάσης αὐτοὺς ταραχῆς καὶ ζάλης ἀνθρωπίνης [80.1085] ἐλευθερῶσαι, καὶ ἀποληφθέντας ἐν μέσῳ καθάπερ τινὶ καλύψαι σκηνῇ, καὶ ἀφανεῖς ἀποφῆναι.
 [04863]  Ἐν ἐκείνῃ δὲ, φησὶ, διάγων τῇ γῇ, πλήθει δυσμενῶν παρεδό θην, καὶ ὡς ἐν ἀβύσσῳ τινὶ ὑποβρύχιος ἐγενόμην.
 [05277]  Προλέγει [80.1201] δὲ κατὰ ταὐτὸν ὁ λόγος, ὅτι φροῦδος ἔσται καθάπερ τινὶ παραπεμφθεῖσα βυθῷ ἡ πάλαι κρατήσασα τῶν δαιμόνων ἀσέβεια, ἡ τῶν ὀρῶν μιμουμένη τὸ ὕψος, καὶ τῆς οἰκουμένης ἐπὶ πλεῖον ἐσχηκυῖα τὸ κρά τος.
000-00-00 Serial Number=0720991492
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00013]  Προλέγει [80.1201] δὲ κατὰ ταὐτὸν ὁ λόγος, ὅτι φροῦδος ἔσται καθάπερ τινὶ παραπεμφθεῖσα βυθῷ ἡ πάλαι κρατήσασα τῶν δαιμόνων ἀσέβεια, ἡ τῶν ὀρῶν μιμουμένη τὸ ὕψος, καὶ τῆς οἰκουμένης ἐπὶ πλεῖον ἐσχηκυῖα τὸ κρά τος.
 [01228]  Καὶ τὸν πρότε ρον καὶ τὸν δεύτερον διαφυγὼν κίνδυνον [ὁ μέγας ∆αβὶδ], ὥσπερ ἐν στήλῃ τινὶ, τῇ μνήμῃ τὴν θείαν εὐεργεσίαν ἀνέγραψε.
 [01647]  Τῷ πλήθει, φησὶ, τῶν συμφορῶν, καθάπερ οἴνῳ τινὶ, κά ρον ἡμῖν ἐνεποίησας, καὶ ὀδύνης ἐνέπλησας τὰς ἡμε τέρας ψυχάς.
 [02543]  [καὶ τὸ πᾶν τῆς γῆς ἐκλονεῖτο, τὸν ∆ημιουργὸν τοῦ παντὸς αἰ σθήσει τινὶ θεώμενον, ἐπὶ σταυροῦ κρεμάμενον·] τὸ δὲ μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον.
 [04155]  Ἀλλὰ πάλιν ἐμαυτὸν ἐψυχαγώγουν λογιζό μενος, ὡς ὁ φιλοικτίρμων Θεὸς οὐκ ἀνέξεται οἷόν τινι λήθῃ τὰ καθ' ἡμᾶς παραδοῦναι, καὶ καθάπερ τινὶ τειχίῳ τῇ ὀργῇ κωλῦσαι τὰς τοῦ ἐλέου πηγάς.
000-00-00 Serial Number=0925751746
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00496]  Καὶ οἱ Ἑβδομήκοντα δὲ ἀντάλλαγμα αὐ τοὺς προσηγόρευσαν, ὡς κατὰ σάρκα αὐτοῦ γεγε νημένους προγόνους, καὶ ὡς ἐν σκοτίᾳ τινὶ τὴν βασιλείαν ἰθύνοντας.
 [01291]  ὥσπερ γὰρ καὶ τὸν νεφέλῃ τινὶ, καὶ γνόφῳ συγκαλυπτόμενον ἀδύνατον κατ ιδεῖν·
 [05326]  Ἀντὶ τοῦ, Καθάπερ τινὶ ῥάβδῳ τοῖς Ἀσσυρίοις κεχρημένος, τοὺς ἀξίους παιδεύω.
 [06480]  Οἱ γὰρ τοῖς ἄλλοις τὰς παγίδας πηγνύντες, καθάπερ τινὶ δικτύῳ, τῇ θείᾳ συλληφθήσονται τιμωρίᾳ, καὶ ἅπερ δρῶσιν ὑπομε νοῦσιν, καὶ πείσονται ἃ τοῖς ἄλλοις ἐπάγουσιν.
000-00-00 Serial Number=0274056435
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00410]  Καθάπερ γὰρ, φησὶ, τὰ ὄρνεα τῇ [81.1577] κινήσει τῶν πτερῶν τὸν ἀέρα σὺν ἤχῳ τινὶ δια τέμνει·
 [00476]  Ἀντὶ τοῦ, τὴν τῶν πολεμίων αὐτοῖς ἐπάξω ταραχὴν, καὶ οἷον ἀκίδι τινὶ νύξω, καὶ κέντρον τὴν δι' ἐκείνων αὐτοῖς ἐπιτι θεὶς τιμωρίαν.
 [01525]  οἱ γὰρ ἐν συμφοραῖς ὄντες, οἷον ἐν σκότῳ τινὶ διάγοντες, οὐ τῆς τῶν οὐρανῶν ἐπαισθάνονται στάσεως, οὐ τὴν γῆν ἀκίνητον ὑπο λαμβάνουσιν εἶναι, οὐκ ἐν φωτὶ τὴν ἡμέραν, οὐκ ἐν αὐγῇ τινι συμμέτρῳ τὴν νύκτα, ἀλλ' ἅπαντα ἄρδην ἀνατετράφθαι νομίζουσι.
 [02031]  Τούτοις προστίθησιν, ὅτι καὶ τὸν Ἀσσύριον φεύγοντας, καὶ τὴν Αἴγυπτον καταλαβεῖν σπεύδοντας, τῇ τοῦ Ἀσσυ ρίου παραδέδωκα ῥομφαίᾳ, καθάπερ τινὶ πυρὶ τῇ ὀργῇ κεχρημένος·
 [02418]  ἀλλ' ὁ Θεὸς τῶν ὅλων οἷον ὀργάνῳ τινὶ τῇ ἐμῇ κέ χρηται γλώττῃ, καὶ τῇ Ἰδουμαίᾳ τὰ ἐσόμενα ἀγγέλ λει.
 [03382]  πάντων οἷον ἐν δια στάσει τινὶ γιγνομένων, καὶ ἀλλήλων ὑπερορώντων, καὶ μόλις τῆς οἰκείας σωτηρίας προμηθουμένων.
 [03920]  Τοσαύτην γὰρ περίκειται δύναμιν, ὡς ὁλόκληρα ἔθνη καθάπερ τινὶ σαγήνῃ καὶ ἀγκί στρῳ θηρεύειν, καὶ τῇ θήρᾳ ἐπεντρυφᾷν.
 [03931]  Ἐξουρίων γὰρ φερόμενος, καὶ ῥᾳδίως σαγηνεύων οὓς βούλεται, καὶ κακοῦ τινος πεῖραν τέως οὐδεμίαν λαβὼν, καὶ κατὰ τῶν ἄλλων ἐθνῶν ἐπιχειρήσει, καὶ οὐ παύσεται τῇ δυνάμει καθάπερ τινὶ κεχρημένος δικτύῳ.
 [04685]  Εἶτα τῶν ἱερέων ἀποφησάντων, πυνθάνεσθαι πάλιν κελεύεται, εἰ μιαί νεται τὸ ἱμάτιον ἀκαθάρτῳ τινὶ προσπελάσαν·
 [05057]  Τούτων ὁ προφήτης ἀκούσας, καὶ ἐν τῇ θεωρίᾳ τῶν τοσούτων καὶ τοιούτων ἀποκαλύψεων γεγονὼς, ἔξω μὲν τῶν ἀνθρωπίνων πραγμάτων κατέστη, ἐν ἐκεί νοις δὲ τὴν διάνοιαν ἔχων, ἐῴκει τινὶ λίαν κεκαρω μένῳ καὶ ὕπνῳ κατεχομένῳ·
 [05160]  Ἀμέ λει δύο θεωρεῖ γυναῖκας ὑποπτέρους, ῥοίζῳ τινὶ φε ρομένας·
 [05663]  Ἐν ἐκείνῳ γὰρ διὰ τῆς με τανοίας οἱ προσιόντες, ὡς ἐν χωνευτηρίῳ τινὶ νεουρ γοῦνται, τὸν τῆς ἁμαρτίας ἰὸν ἀποβάλλοντες, καὶ τῆς θείας φιλανθρωπίας τυγχάνοντες.
 [06277]  Καὶ μέντοι καὶ τῇ θείᾳ χάριτι χρώμενος καθάπερ τινὶ πόᾳ, τῶν ἁμαρτημάτων ἐκκαθαίρει τὸν ῥύπον.
 [06281]  Ἐνταῦθα δὲ ὑποδείκνυσιν ἡμῖν ὁ προ φητικὸς λόγος, οἷόν τινα δημιουργὸν, τὸν ∆εσπότην [81.1980] καθάπερ πόᾳ τινὶ τὸν τῶν ἁμαρτημάτων ἀποσμή χοντα ῥύπον, καὶ οἷόν τινι πυρὶ τοῦ ταύτης ἰοῦ τὰς ἡμετέρας ἐλευθεροῦντα ψυχάς.
000-00-00 Serial Number=0028886020
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00709]  καὶ εἰ τὸν πολεμηθέντα δεῖ τῶν μυστηρίων ἀπέ χεσθαι καὶ εἰ προσιέναι αὐτοῖς χρή, ἢ λουσάμενον ἢ ἑτέρῳ τινὶ χρησάμενον, ὥστε μὴ ἰουδαϊκῶς καθαίρεσθαι δίδαξον, ἐπειδὴ πολλή ἐστι περὶ τούτου καὶ παρὰ τῶν λογικωτέρων ἡ ζήτησις.
 [01645]  Τὸ παντὶ ἀνθρώπῳ ἀδύνατον, τοῦτο καὶ τινὶ ἀνθρώπων ὑπάρχει δυνατόν·
 [01646]  οἷον τὸ πέτεσθαι ἐν τῷ ἀέρι, ὡς ὁ ἀετός, τινὶ ἀνθρώπων ἐστὶν ἀδύνατον.
 [01647]  καὶ ἀνάπαλιν τὸ τινὶ ἀν θρώπῳ δυνατόν, ὡς τὸ πλεῖν, τοῦτο καὶ παντὶ ἀνθρώπῳ δυνατὸν ὑπάρχει.
 [01656]  ὅπερ οὐκ ἂν συνέβη ἀνθρώποις, τὸ τινὶ μὲν εἴδει τῆς ἁμαρτίας ἁμαρτάνειν, τινὶ δὲ οὐδέποτε ἁμαρ τάνειν, εἰ ἀδυναμίᾳ φύσεως καὶ οὐκ ἀβουλίᾳ προαιρέσεως ἁμαρ τάνομεν οἱ ἄνθρωποι.
000-00-00 Serial Number=0302666306
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00177]  Οὐκ ἄλλῳ τινὶ κελεύει δημιουργεῖν, ἀλλὰ τὰ μὴ ὄντα καλεῖ·
 [01474]  οὐδὲ ἀδελφοὺς γὰρ ὑποκρινόμενος ἠνέσχετο ἑαυτῷ τὸν οἰωνισμὸν περιθεῖναι, ἀλλ' ἄλλῳ τινὶ τὴν αὐτὴν πεπιστευ μένῳ ἀρχήν·
 [01643]  ἐπειδὴ γὰρ ἀπάταις παντοδαπαῖς κεχρημένος, πειρᾶται τοὺς φενακιζομένους ἀγρεύειν εἰς ὄλεθρον, ὄφει τινὶ αὐτὸν ἀπεικάζει παρά τινα τρίβον φωλεύοντι καὶ τοῖς παριοῦσι λυμαινομένῳ·
 [01937]  ἀναιδείας τοίνυν τὸ λέγειν μαγγανείᾳ τινὶ τεθαυματουργηκέναι τὸν Μωϋσῆν, τῶν μάγων βοώντων ὅτι θείας ἦν δυνάμεως τὰ σημεῖα.
 [02782]  ταῦτα καὶ τὰ τούτοις ὅμοια περὶ τῶν ἀκουσίως ἡμαρτηκότων νομοθετήσας, κελεύει καὶ τοὺς ἑκόντας ἡμαρτη κότας καὶ ἢ παρακαταθήκην δεξαμένους καὶ ψευσαμένους ἢ ἀδικίᾳ τινὶ χρησαμένους καὶ ὅρκῳ ψευδεῖ τὴν ἁμαρτίαν αὐξήσαντας, πρῶτον ἀπο δοῦναι τοῖς ἠδικημένοις ἃ παρανόμως ἀφείλαντο καὶ προσθεῖναι τῷ κε φαλαίῳ τὸ πέμπτον·
 [03777]  ταύτῃ δὲ τῇ σποδῷ μεθ' ὕδατος χρωμένους ἐκέλευσε περιρραίνεσθαι τοὺς τῷ τεθ νηκότι πελάζοντας, ἢ ὀστῶν ἁπτομένους, ἢ ἄλλῳ τινὶ τοιούτῳ μολυνο μένους.
000-00-00 Serial Number=0054018319
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00209]  Ἐνέθεσαν δὲ ταῦτα σκεύει τινὶ, ὃ οἱ μὲν Ἑβδομήκοντα προσηγόρευσαν βοερ γὰς, Ἰώσηπος δὲ γλωσσόκομον.
 [00894]  ∆ῆλον γὰρ, ὡς ἐν ἄλλῳ τινὶ χωρίῳ διάγουσιν αἱ ψυχαὶ, προσμένου σαι τὴν τῶν σωμάτων ἀνάστασιν.
 [02123]  καὶ τῶν θερμῶν καὶ ψυ χρῶν, καὶ μέντοι καὶ τῶν ξηρῶν καὶ τῶν ὑγρῶν συν θεῖναι τὰς τάξεις, καὶ ἥδε τῆσδε τῆς βοτάνης ὅσῳ τινὶ μέτρῳ θερμοτέρα ἢ ψυχροτέρα·
 [02529]  Οὐ μὴν κακοηθείᾳ τινὶ χρήσασθαι ἡγοῦμαι τὸν ἄνθρωπον, ἀλλὰ μᾶλλον τῇ τῆς εὐλογίας ἐπιθυ μίᾳ τῷ ψεύδει καταχρῶσαι τοὺς λόγους.
 [03547]  Οὐκ οἶμαι αὐτὸ τῷ τῶν ὅλων κατεσκευακέναι Θεῷ, ἀλλὰ τινὶ τῶν ψευδωνύμων θεῶν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»