Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum τινὰ [220]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum τινὰ


000-00-00 Serial Number=0058762312
Commentaria in Isaiam Ante [Go Back]  
 [00025]  προλέγει δὲ πρὸς τούτοις καὶ τὴν δευτέραν τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν ἐπιφάνειαν, προαγορεύει καὶ τὴν Ἰουδαίων διασπο ρὰν καὶ τὴν παντελῆ τοῦ ναοῦ ἐρημίαν καὶ Ἀσσυρίων καὶ Ῥωμαίων τὰς κατ' αὐτῶν στρατείας, προλέγει καὶ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον καὶ τὴν Βαβυλωνίων πανωλεθρίαν, προαγορεύει καὶ τῇ Αἰγύπτῳ τινὰ καὶ τῇ Τύρῳ καὶ τῇ ∆αμασκῷ καὶ μέντοι καὶ Μωαβίταις καὶ Ἀμμανίταις καὶ Ἰδουμαίοις καὶ ἕτερα πρὸς τούτοις πολλά·
 [00034]  Λέγει τοίνυν ἑωρακέναι τινὰ σκυθρωπὰ κατὰ τῆς Ἰουδαίας καὶ κατὰ Ἱερουσαλήμ.
 [01593]  Ταῦτα τοίνυν τὸ πανάγιον πνεῦμα διὰ τοῦ προφήτου προείρηκεν ὅτι οὐ μόνον τὴν γῆν ἀλλὰ καὶ τὴν θάλατταν προνομεύσουσι καὶ καθάπερ τινὲς στρατηγοὶ ἔθνη τινὰ ἀποστάντα καὶ πρὸς τύραννον αὐτομολήσαντα, περιγενόμενοι καὶ κρατήσαντες τῷ τῶν ὅλων προσάξουσι βασιλεῖ καὶ διαπεράσουσι τὰ πελάγη οὐκ Ἰουδαίους ἔχοντες κυβερνήτας καὶ ναύτας ἀλλ' ἀλλογενεῖς καὶ ἀλλοφύλους.
 [01775]  Κἀνταῦθα τοίνυν τὸν θάνατον οὐκ οὐσίαν ὄντα τινὰ ἀλλὰ πρᾶγμα συμβαῖνον ὡς ἐνυπόστατον εἰσάγει, ἔμψυχόν τε καὶ λογικόν, κατὰ τοῦ Βαβυλωνίων βασιλέως ἀγανακτοῦντα.
 [02216]  Τὰς δὲ πέντε πόλεις οὐχ ὡρισμένον λέγει τινὰ ἀριθμόν, ἀλλὰ τὸν τέλειον οὕτω ἐκάλεσεν.
 [02221]  Μίαν δὲ πόλιν Ἀσεδὲκ καλουμένην, τουτέστι πόλιν δικαιοσύνης, οὐ μίαν τινὰ ἐξαίρετον λέγει ἀλλ' ἀντὶ τοῦ μίαν ἑκάστην.
 [04033]  Ἀπέστειλε δὲ μετὰ στρατιᾶς ὅτι πλείστης καὶ Ῥαψάκην τινὰ στρατηγὸν ὥστε τ αύτην πολιορκῆσαι.
 [04936]  καλεῖ δὲ οὕτως οὔτε Μωυσέα οὔτε ἄλλον τινὰ τῶν προφητῶν ἀλλὰ τὸν δεσπότην Χριστόν.
 [05241]  Κακὴν εἶδον σήμερον ἡμέραν, οὐκ ἐπειδὴ ἡ ἡμέρα εἰς ἑτέραν τινὰ μετεβλήθη φύσιν, ἀλλ' ἐπειδὴ ἐν αὐτῇ συνέβη τὰ λυπηρά.
 [05248]  Ἐνταῦθα τοίν υν τούτους ὁ λόγος παρεγγυᾷ καθάπερ τινὰ ὑετὸν τὸν περὶ τῆς δικαιοσύνης προσφέρειν λόγον.
 [05307]  ἔμελλε γὰρ τῷ λαῷ τὴν ἐλευθερίαν παρέξ ειν οὐ λύτρα τινὰ κομιζόμενος ἀλλὰ προῖκα ταύτην δωρούμενος.
 [07373]  οὔτε γὰρ Μωυσέα τὸν μέγαν οὔτε ἄλλον τινὰ ἐδέξατο τῶν προφητῶν οἰκιστήν.
000-00-00 Serial Number=0381555498
De incarnatione domini Ante [Go Back]  
 [00016]  Πρὸ δὲ τούτων ὥσπερ τινὰ παστάδα χαριεστάτην ἄνωθεν ἐξέτεινεν οὐρανὸν, λειμῶνας ἀστέρων ἐγκαταπήξας, χρείαν τε ὁμοῦ καὶ τέρψιν παρέχοντας·
 [00041]  οὐχ ἁπλῶς οὐδὲ τοῦτο πεποιηκὼς, ἀλλ' ἵνα τὸν πεποιη κότα γνωρίζῃ, καὶ ὥσπερ τινὰ ζυγὸν ἔχῃ τὸν νόμον τοῦ δημιουργήσαντος, ἵνα γινώσκῃ ὡς βασιλεύει μὲν τῶν ἐν τῇ γῇ, βασιλεύεται δὲ ὑπὸ πλάσαντος, ἄρχει καὶ ἄρχεται, δεσπόζει καὶ δεσπόζεται, ἡγεῖται καὶ ἄγεται.
 [00132]  εἰ γὰρ τὸ, «ἐν ὁμοιώματι ἀν θρώπου, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος,» φαν τασίαν τινὰ ἀνθρωπείαν δηλοῖ, ἡ δὲ μορφὴ τοῦ δού λου, φύσις ἀνθρώπου·
 [00327]  ἀλλ' ἠθέλησεν ἔχειν τινὰ καὶ ἡμᾶς εἰς τὸ κατορθούμενον κοινωνίαν, οὗ χάριν λαβὼν φύσιν τὴν ἡμαρτηκυῖαν, πόνοις αὐτὴν οἰκείοις δικαιώσας, τῶν τε πικρῶν τυράννων ἀπήλλαξεν ἁμαρτίας, καὶ διαβό λου, καὶ θανάτου, καὶ τῶν ἐπουρανίων θρόνων ἠξίωσε, καὶ διὰ τοῦ ληφθέντος παντὶ τῷ γένει τῆς ἐλευθερίας μετέδωκεν·
 [00496]  καὶ ἵνα συντόμως εἴπω, παρα γίνεται πρὸς Ἰωάννην βαπτίζοντα, πείθει βαπτίσαι παραιτούμενον, προτυποῖ τὸ ἡμέτερον ἐν τῷ Ἰορ [75.1464] δάνῃ βάπτισμα, δίδωσι τέλος τῷ νόμῳ, καὶ τὴν θύ ραν ὑπανοίγει τῆς χάριτος, ὑπὸ τοῦ Πατρὸς οὐρανό θεν ἀνακηρύττεται, τῇ παρουσίᾳ τοῦ Πνεύματος δείκνυται, ἀνάγεται εἰς τὴν ἔρημον ὡς εἰς ἁρμοδίαν τινὰ παλαίστραν ὑπὸ τοῦ Πνεύματος, καὶ νηστεύει μὲν, οὐ πέρα δὲ τῶν μέτρων τῆς φύσεως, καὶ τροφῆς μὲν ἐφίεται, ἀλλὰ κρατεῖ τῆς ὀρέξεως, οὐ δουλεύει ταῖς ἡδοναῖς·
 [00625]  Ἀναληφθεὶς τοίνυν εἰς οὐρανοὺς ὁ ∆εσπότης Χρι στὸς, καὶ ἑαυτὸν ὥσπερ ἐχέγγυον τῆς τῶν ἀνθρώ πων εἰρήνης προσενεγκὼν τῷ Πατρὶ, πέμπει τοῖς ἀνθρώποις τὴν χάριν τοῦ Πνεύματος, ὥσπερ τινὰ τῶν ἐπηγγελμένων ἀγαθῶν ἀῤῥαβῶνα, παιδοτρί βην, καὶ γυμναστὴν, τῶν τῆς εὐσεβείας ἀγωνι στὴν, φύλακα τῶν πιστευόντων ἀκοίμητον, φῶς τῶν προσιόντων ἄσβεστόν τε καὶ ἀνέσπερον, τῶν ψυχικῶν τραυμάτων θεραπευτὴν, ἰατρὸν τῶν ὑπὸ τῆς ἁμαρ τίας γινομένων τραυμάτων, στρατηγὸν ἀριστεύειν κατὰ τοῦ διαβόλου διδάσκοντα, ὑποπτέρους τοὺς χα μαιπετεῖς ἐργαζόμενον, τοὺς γηΐνους τὴν τῶν οὐρα νῶν πολιτείαν παιδεύοντα, καταφρονεῖν σαρκὸς, ἐπι μελεῖσθαι ψυχῆς, διαπτύειν τὰ παρόντα, ἐφίεσθαι τῶν μελλόντων, ὁρᾷν τὰ προσδοκώμενα διὰ πίστεως, μηδὲν ἡγεῖσθαι τῶν ἐν τῷ βίῳ λαμπρὸν, δόξης κατα γελᾷν, τῶν τοῦ πλούτου ῥευμάτων ὑπερορᾷν, ὥραν σώματος ὡς ἄνθος ὁρᾷν μαραινόμενον, μὴ ἀλγεῖν πενομένους, μὴ ἀνιᾶσθαι νοσοῦντας, χαίρειν ἀδικουμένους, λεηλατουμένους εὐφραίνεσθαι, φέρειν καρτερικῶς τὰ δεινὰ, ὑπερεύχεσθαι τῶν ἀντιδικούντων, [75.1476] εὐλογεῖν τοὺς καταρωμένους, καὶ πᾶσαν ἁπαξαπλῶς φιλοσοφίαν μεταδιώκειν.
000-00-00 Serial Number=0874296546
De providentia orationes decem Ante [Go Back]  
 [00200]  Ἐπειδὴ γὰρ οὐ δέχεται τῶν ὑδάτων ἡ φύ σις ἵππων, καὶ ὄνων, καὶ ἡμιόνων, καὶ ὁδοιπόρων ἴχνη, καὶ ἁμαξῶν καὶ ὀχημάτων γραμμὰς, οἷς οἱ ὁδῖται προσέχοντες, ἀναμφιβόλως τὴν πορείαν ποιοῦνται, δέδωκε τῶν ὅλων ὁ ∆εσπότης τοῖς τὰ μα κρὰ πελάγη διαπερῶσιν, οἷον ἴχνη τινὰ τῶν θαλατ τίων τρίβων, τῶν ἀστέρων τὴν θέσιν.
 [00383]  [83.593] Ταύτην τοίνυν κυριώτατον οὖσαν μόριον, καὶ τὴν ἡγεμονίαν τοῦ σώματος πεπιστευμένην, καθάπερ τινὰ βασιλέα πάντοθεν περιφράττει, καὶ περίβολον αὐτῇ ἰσχυρὸν τὸν θώρακα περιτίθησιν, ἵνα μηδὲν αὐτὴν ῥᾳδίως τῶν ἔξωθεν προσπιπτόντων λυπῇ.
 [00467]  Ἵνα δὲ μὴ ὑπὸ τῶν ὀστῶν, σκληρῶν ὄντων καὶ ἀντι τύπων, μαλακὸς ὢν λίαν οὗτος, καὶ κομιδῇ χαῦνος, λώβην τινὰ νυττόμενος δέξηται, δύο αὐτῷ περιέθηκε χιτῶνας, ἃς μήνιγγας ἰατρῶν ὀνομάζουσι παῖδες.
 [00754]  Πτηνοῖς μὲν γὰρ νεφελώδη τινὰ καὶ ἀερώδη ἐμηχανήσω, καὶ ταῦτα ἐν ἀμφιλαφέσι χωρίοις πηγνὺς, τῇ πρὸς τὸν ἀέρα τῶν θηράτρων ὁμοιώσει κλέπτεις τῶν ὀρνίθων τὴν [83.632] αἴσθησιν.
 [00855]  Ὅτι δὲ μετὰ τὴν τῆς ἁμαρτίας παρείσδυσιν, καὶ ταῦτα τὴν τῶν ἀνθρώπων ἠρνήσαντο δεσποτείαν, πάλαι δὲ ὑπέκειτο, καὶ τὴν δουλείαν ἠπίστατο, μαρ τυρεῖ μὲν Ἀδὰμ ὁ γενεάρχης, ἅπασι τὰς προσηγο [83.641] ρίας θέμενος, καὶ μήτε δείσας, μὴτε φυγὼν, μήτε βλάβην τινὰ παρὰ τούτων δεξάμενος.
 [00958]  τὸ δὲ ἄλλον τινὰ φόρον παντὶ προσφέρει τῷ ζώῳ·
 [00980]  Εἰς ἄμφω γὰρ ἡ διάνοια μεριζομένη, καὶ ἀμφοτέρων ἐπιλαβέσθαι μὴ δυναμένη, τινὰ μὲν ἐξ ἀμφοῖν ἐκμάττεται μόρια, ἀκριβῆ δὲ καὶ τελείαν οὐδὲ μιᾶς τὴν γνῶσιν εἰσδέχεται.
 [01312]  Ὅτι μὲν οὖν καὶ πενία καὶ πλοῦτος ἀναγκαῖα τῷ βίῳ καὶ χρήσιμα, καὶ δουλείαν δέ τινα καὶ δεσποτείαν, καθάπερ τινὰ φάρμακα, τοῖς ἕλκεσι τῆς ἁμαρτίας ὁ τῶν ψυχῶν προσήνεγκεν ἰατρὸς, τὴν θείαν χάριν συνεργὸν ἐσχηκότες, ἱκανῶς ἀπεδείξα μεν.
 [01446]  Ἄνθρωπος τοσαύταις περικλυζόμενος συμφοραῖς, ἀπόγονος μὲν τοῦ Ἀβρα ὰμ, ἔκγονος δὲ τοῦ Ἰσαὰκ, υἱὸς δὲ τοῦ Ἰακὼβ, πάντων αὐτῶν προσφιλέστατος, φωτὸς δίκην ὁρώ μενος, ἀφορμὴ θυμηδίας ὑπάρχων, εἰς δουλείαν μετα πεσὼν, καὶ ταύτην ὑπομείνας τὴν συμφορὰν, οὐ βαρβάρων τινῶν ἀγρίων δορυάλωτον εἰληχότων, ἀλλὰ ἀδελφῶν φθόνῳ δεδουλευκότων, καὶ οὐδὲ ἀδικίαν τινὰ δεικνύντων, ἀλλὰ τοὺς ὀνείρους ἐφόδιον εἰς δυσμέ νειαν εἰληφότων, οὐδὲν τούτων εἰς διάνοιαν λαμ βάνων, οὐδὲ τὰ μετὰ τὴν δουλείαν συμβεβηκότα, καὶ τοὺς ὑπὲρ σωφροσύνης ἀγῶνας, καὶ τὴν μετὰ νίκην καταδίκην, καὶ τὴν ἀντὶ στεφάνων τιμωρίαν, καὶ ἀντὶ ἀναῤῥήσεων δεσμωτήριον, προσ ῄει τοὺς ἄλλους ἀθυμοῦντας παρηγορῶν, καὶ τῶν συν δεσμωτῶν ἐπυνθάνετο, λέγων·
 [01509]  Ἀλλ' ὅμως τούτοις Ἀβδιοὺ δουλεύων, καὶ παρὰ τούτων οἰκονο μίαν τινὰ πεπιστευμένος, οὐ μόνον τοῖς δεσποτικοῖς οὐκ ἠκολούθησεν ἴχνεσιν, ἀλλὰ καὶ τὴν ἐναντίαν ἐκείνοις ὁδεύων διετέλεσεν.
 [01667]  Καὶ ὁ σκυτοτόμος δὲ, καὶ ὁ χαλκοτύπος, καὶ ἅπας τέχνην τινὰ μεταχειριζόμε νος, τὸ τέλος τῶν πόνων προσδέχεται, καὶ τὴν τῆς ὠφελείας ἐλπίδα τῇ περὶ τὴν τέχνην ταλαιπωρίᾳ παραζευγνὺς, ἡδονὴν ἔχει τοῖς ἱδρῶσι συγκεκραμέ νην.
 [01758]  Πῶς γὰρ οὐκ ἄτοπον, ἀριστέα μὲν ἐν παρατάξει νίκην νενικηκότα τινὰ, εἰκόνι παρὰ τῶν ὁμοφύλων τιμώ μενον, μετὰ τῆς σκευῆς ἐκείνης, ᾗ χρώμενος τοὺς πολεμίους ἐτρέψατο, ἢ γράφεσθαι, ἢ πλάττεσθαι, ἢ διαγλύφεσθαι, εἴτε λίθος, εἴτε χαλκὸς εἴη, εἴτε σανὶς, τῆς εἰκόνος ἡ ὕλη·
 [02122]  ∆ιὰ τοῦτο μό νον λαμβάνει τὸν περὶ τοῦ φυτοῦ νόμον, νηπιώδη τινὰ, καὶ βρέφεσιν ἀρτιτόκοις ἁρμόττοντα.
000-00-00 Serial Number=0200211585
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00384]  Οὗτος καὶ παιδονόμοις καὶ παιδοτρίβαις νόμος καὶ πᾶσι τοῖς ἄρχειν λαχοῦσιν ἢ τέχνην τινὰ καὶ ἐπιστήμην παιδεύουσι.
000-00-00 Serial Number=0247551918
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00699]  Εὐξάσθω τοίνυν ἡ θεοσέβειά σου τέλεόν με τῆς πικρᾶς ταύτης ζάλης ἀπαλλαγῆναι, καὶ παρὰ τοῦ φιλανθρώπου ∆εσπότου λήθην τινὰ τῆς ἀχθηδόνος λαβεῖν.
 [00943]  Οὕτως οἱ θεῖοι ἀπόστολοι πᾶ σαν περινοστοῦντες τὴν οἰκουμένην ἐκήρυττον, οὐκ οἰκίαν ἔχοντες, οὐ κλίνην, οὐ στρωμνήν, οὐ τράπεζαν, οὐκ ἄλλην τινὰ τῶν ἀναγκαίων χρείαν·
 [00978]  Τῶν δὲ ἱερῶν κωλυέσθωσαν μυστηρίων, μὴ μέχρι θανάτου, ἀλλὰ χρόνον τινὰ ῥητόν·
 [01062]  Τὸ μὲν γὰρ διαλῦσαι ταύτας εἶχεν ἴσως δυσκολίαν τινὰ τοῖς τὸ ψεῦδος ἐξελέγχειν οὐ δυναμένοις·
 [01268]  Ἐπειδὴ δὲ καὶ εἰς τὴν Ἀλεξάνδρειάν τινες ἔδραμον τῶν τῷ ψεύδει συντεθραμμένων, καὶ συκοφαντίας ἔρραψαν καθ' ἡμῶν, καὶ τοῖς τοιούτοις λόγοις ὑπαχθεὶς ὁ θεοφιλέστατος τῆς πόλεως ἐκείνης ἐπίσκοπος, καί τοι πληροφορηθεὶς δι' ἡμετέρων γραμμάτων, τινὰ τῶν θεοσεβεστάτων ἐπισκόπων εἰς τὴν βασιλεύουσαν ἀπέστειλε πόλιν·
 [01591]  Τούτων γὰρ δὴ χάριν καὶ οἱ θεοφιλέστατοι ἐπίσκοποι, καὶ τῶν τῆς ὁδοιπορίας πόνων καὶ τῆς χειμερινῆς καταφρονή σαντες ὥρας, ἐπὶ τὴν βασιλεύουσαν ὥρμησαν πόλιν, λύσιν τινὰ πορίσαι τῷ κλύδωνι μηχανώμενοι.
 [02284]  Ἐκείνους μὲν γὰρ καὶ ὁρῶσιν, καὶ ἔστιν ὅτε προσδιαλέ γονται, καὶ μετὰ πλείστης ὅσης τιμῆς, εἴπερ τινὰ ἔχοιεν ἀξιώματος περιφάνειαν·
 [02647]  Ἐν δέ γε τῷ τέλει τῆς πρὸς Ῥωμαίους Ἐπιστολῆς,τινὰ παραινέσας ἐπεισήγαγεν·
 [02649]  Εἰ δὲ ἄλλον τινὰ παρὰ τὸν Υἱὸν ἠπίστατο τὸν Χριστόν, οὐκ ἂν αὐτὸν προέταξε τοῦ παν αγίου Πνεύματος.
 [02697]  Μηδεὶς τοίνυν ἀνοήτως ἄλλον τινὰ τὸν Χριστὸν νομιζέτω παρὰ τὸν Υἱὸν τὸν μονογενῆ·
000-00-00 Serial Number=0717774570
Eranistes Ante [Go Back]  
 [00051]  {ΕΡΑΝ.} Ἔχει τινὰ διαφορὰν ἡ οὐσία πρὸς τὴν ὑπόστασιν;
 [00089]  {ΟΡΘ.} Ἐπειδὴ τοίνυν τινὰ μὲν ἔφαμεν τῆς ἁγίας τριάδος κοινά, τινὰ δὲ ἑκάστης ὑποστάσεως ἴδια, τὸ ἄτρεπτον ὄνομα κοινὸν εἶναι τῆς οὐσίας φαμὲν ἤ τινος ὑποστάσεως ἴδιον;
 [00140]  Εἰ γὰρ ἔνθα τὰ μεταβαλλόμενα ἔχει τινὰ πρὸς ἃ πρότερον ἦν συγγέ νειαν (πελάζει γάρ πως καὶ τὸ ὄξος τῷ οἴνῳ, καὶ ὁ οἶνος τῷ τῆς ἀμπέλου καρπῷ, καὶ τῇ ψάμμῳ ἡ ὕαλος), ἑτέρας ταῦτα μετὰ τὴν ἀλλοίωσιν μεταλαγχάνει προσηγορίας·
 [00314]  Οὐ γὰρ [76] τὴν θείαν οὐσίαν ὁρῶσι, τὴν ἀπερίγραφον, τὴν ἀκατάληπτον, τὴν ἀπερινόητον, τὴν περιληπτικὴν τῶν ὅλων, ἀλλὰ δόξαν τινὰ τῇ αὐτῶν φύσει συμμετρουμένην.
 [00437]  Εἰ τοίνυν ἴδιον ἱερέων τὸ δῶρα προσφέρειν, ἱερεὺς δὲ ὁ δεσπότης Χριστὸς κατὰ τὸ ἀνθρώπινον ἐχρημάτισε, προσενήνοχε δὲ οὐκ ἄλλην τινὰ θυσίαν ἀλλὰ τὸ σῶμα τὸ ἑαυτοῦ, σῶμα ἄρα εἶχεν ὁ δεσπότης Χριστός.
 [00545]  Ποῖα δὲ ἔθνη τινὰ τῶν ἐκ ∆αβὶδ οἷα δὴ θεὸν ἐπεκαλέσαντο προσευχόμενα;
 [01425]  [128] {ΟΡΘ.} Τὴν δὲ οἰκονομίαν ἀληθῆ φαμεν, ἢ φαντασιώδη τινὰ καὶ ψευδῆ;
 [01809]  {ΕΡΑΝ.} Σὺ γὰρ οὐκ ἄλλην τινὰ φὴς οὐσίαν τὴν τῆς ψυχῆς παρὰ τὴν τοῦ σώματος φύσιν;
 [01936]  ἐπεὶ καὶ ἄλλα τινὰ ᾠκονόμησεν, ἃ τοῖς ἀναβιώσκουσιν οὐδ' ὅλως συμβήσεται.
 [01992]  {ΟΡΘ.} Οὐκ αὐτὴν εἶδεν ὁ προφήτης τοῦ θεοῦ τὴν οὐσίαν, ἀλλ' ὄψιν τινὰ τῇ αὐτοῦ δυνάμει συμβαίνουσαν.
 [02115]  Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς βασιλίδα τινὰ ἐπιστολῆς.
 [02620]  Τῶν συγκιρναμένων αἱ ποιότητες κεράννυνται καὶ οὐκ ἀπόλλυνται, ὥστε τρόπον τινὰ καὶ διίστανται ἀπὸ τῶν συγκερασθέντων, καθάπερ οἶνος ἀπὸ ὕδατος.
 [02949]  {ΟΡΘ.} Οὐδὲ ἡμεῖς ἄλλον τινὰ πεπονθέναι φαμέν·
 [03627]  Ἐκ τῆς πρὸς βασιλίδα τινὰ ἐπιστολῆς.
000-00-00 Serial Number=0407875657
Graecarum affectionum curatio Ante [Go Back]  
 [00509]  [2.32] Ἀλλ' ὅμως καὶ ταῦτα παρ' Αἰγυπτίων μεμαθηκώς, οἳ παρ' Ἑβραίων μαθήματά τινα τῆς ἀληθείας παρέλαβον, παρέμιξε τοῦ πλάνου τῇ θεολογίᾳ τινὰ καὶ τῶν ∆ιονυσίων καὶ Θεσμοφορίων τὰ δυσαγῆ παραδέδωκεν ὄργια, καὶ οἷόν τινι μέλιτι περιχρίσας τὴν κύλικα, τὸ δηλητήριον πόμα τοῖς ἐξαπατωμένοις προσφέρει.
 [00790]  τὸν πλάνον, πάθη τινὰ ξυνεκλήρωσε τοῖς στοιχείοις, ἵνα τὸ μὲν κάλλος αὐτῶν καὶ τὸ μέγεθος θαυμάζεσθαι παρασκευάζῃ τὸν ποιητήν, τὰ δέ γε ξυνεζευγμένα παθήματα κωλύῃ τὴν θείαν αὐτοῖς προσφέρειν [3.12] προσκύνησιν.
 [00980]  Τούτοις καὶ νεὼς ἐδο μήσαντο καὶ βωμοὺς προσῳκοδόμησαν καὶ θυσίαις ἐτίμησαν καὶ εἴδη τινὰ καὶ εἰκάσματα ἐκ ξύλων καὶ λίθων καὶ τῶν ἄλλων ὑλῶν διαγλύψαντες, θεοὺς προσηγόρευσαν τὰ χειρόκμητα εἴδωλα καὶ τὰ τῆς Φειδίου καὶ Πολυκλείτου καὶ Πραξιτέλους τέχνης ἀγάλ [3.72] ματα τῆς θείας προσηγορίας ἠξιώσαν.
 [00997]  Πρῶτον μὲν γὰρ ἰδίᾳ κατασκευάζειν τινὰ θεῶν εἰκόνας ἐκώλυσεν, ἔπειτα δὲ τὸν χρυσὸν καὶ τὸν ἄργυρον, ὡς ἐπιφθόνους ὕλας καὶ εἰς ἱεροσυλίαν ἐρεθι ζούσας, ἐξέβαλε·
 [01329]  Τυραννεῖ δὲ ὅμως τινὰ τούτων καὶ στασιάζει πρὸς τὴν ἀρχὴν καὶ ἐπιβουλεύειν πειρᾶται·
 [01522]  Μείζω δὲ δὴ ψυχὴ κακίας καὶ ἀρε τῆς ὁπόταν μεταλάβῃ διὰ τὴν αὑτῆς βούλησίν τε καὶ ὁμιλίαν γενομένην ἰσχυράν, ὁπόταν μὲν ἀρετῇ θείᾳ προσμίξασα γίνηται διαφερόντως τὰ τοιαῦτα, διαφέροντα καὶ μετέλαβε τόπον ἅγιον, ὅλη μετακοσμηθεῖσα εἰς ἀμείνω τινὰ τόπον ἕτερον·
 [01555]  Κακῶν δὲ αἴτιον φάναι τὸν θεόν, ἀγαθὸν ὄντα, διαμαχητέον παντὶ τρόπῳ, μήτε τινὰ λέ γειν ταῦτα ἐν τῇ ἑαυτοῦ πόλει, εἰ μέλλει εὐνομήσεσθαι, μήτε τινὰ ἀκούειν, μήτε νεώτερον μήτε πρεσβύτερον, μήτε ἐν μέτρῳ μήτε ἄνευ μέτρου μυθολογοῦντα, ὡς οὔτε ὅσια ἂν λεγόμενα, εἰ λέ γοιτο, οὔτε ξύμφορα ἡμῖν οὔτε ξύμφωνα αὑτοῖς.
 [01599]  Ἡ δὲ ψυχὴ εἰς τὸ ἀειδὲς ἢ εἰς τοιοῦτον ἕτερον τόπον τινὰ οἰχομένη γενναῖον καὶ ἄριστον καὶ ἀειδῆ, εἰς Ἅιδου φοιτᾷ ὡς ἀληθῶς παρὰ τὸν ἀγαθὸν καὶ φρόνιμον θεόν, οὗ ἂν θεὸς ἐθέλῃ, αὐτίκα καὶ τῇ ἐμῇ ψυχῇ ἰτέον, αὕτη δὲ ἡμῖν ἡ τοιαύτη καὶ οὕτω πεφυκυῖα ἀπαλλαττομένη τοῦ σώματος εὐθὺς διαπεφύσηται καὶ ἀπόλωλεν, ὥς φασιν οἱ πολλοὶ ἄνθρωποι;
 [01703]  Τοῦτο γὰρ δὴ καὶ Πέρσαις μαρτυροῦσι καὶ οἱ παλαιοὶ ξυγγραφεῖς, καὶ εἴ τις νῦν πρεσβεύων ἢ στρατηγῶν ἢ ἐμπορίαν τινὰ μετιὼν αὐτοῖς ξυνεγένετο.
 [01978]  [6.62] Εἶτα τῶν διαβάλλειν τινὰ τῆς κτίσεως μόρια πειρωμένων διε λέγχει τὴν ἄνοιαν, λέγων ὡδί·
 [01983]  τοῦτο γὰρ οὐ τὸν κόσμον αἰτιωμένου, ἀλλά τινα τῶν αὐτοῦ χωρὶς λαβόντα, οἷον εἰ παντὸς ζῴου τρίχα ἢ τῶν χαμαὶ δακτύλων, ἀμελήσας τὸν πάντα ἄνθρωπον, δαιμονίαν τινὰ ὄψιν βλέπειν, ἢ νὴ ∆ία τὰ ἄλλα ζῷα ἀφεὶς τὸ εὐτελέστατον λαμβάνοι, ἢ τὸ ὅλον γένος παρείς, οἷον τὸ ἀνθρώπου, Θερσίτην εἰς μέσον ἄγοι.
 [02293]  [8.8] Οὐ γὰρ ὁρωμένην τινὰ τοῖς θιασώταις ἐπιδείκνυσι βασιλείαν, ἁλουργίδι κοσμουμένην καὶ στεφάνῳ λαμπρυνομένην καὶ τῷ τῶν ἀσπιδηφόρων καὶ δορυφόρων καὶ πλήθει καὶ μεγέθει σεμνυνο μένην καὶ τόσην ἔχουσαν στρατιὰν καὶ στρατηγοὺς ἀριστεύειν ἐν πολέμοις δεδιδαγμένους καὶ τἄλλα, ὅσα πολυθρυλήτους τοὺς κεκτημένους ποιεῖ, ἀλλὰ σπήλαιον καὶ φάτνην καὶ παρθένον χερνῆτιν καὶ βρέφος εὐτελέσι σπαργάνοις ἐνειλημένον καὶ ἐπὶ κενῆς ἐρριμμένον τῆς φάτνης καὶ χωρίον ἄδοξον καὶ σμικρόν, ἐν ᾧ ταῦτα ἐγένετο, καὶ αὖ πάλιν πενίαν αὐξηθέντος τοῦ βρέφους καὶ πεῖναν καὶ δίψος καὶ τὸν ἐξ ὁδοιπορίας πόνον καὶ μετὰ ταῦτα τὸ παρὰ πάντων ᾀδόμενον πάθος, τὰς ἐπὶ κόρρης πληγάς, τὰς κατὰ νώτου μάστιγας, τὸ ἰκρίον, τοὺς ἥλους, τὴν χολήν, τὸ ὄξος, [8.9] τὸν θάνατον.
 [02867]  κελεύει γὰρ τῷ χρησμὸν ἐξαι τοῦντι λύτρα τινὰ δοῦναι τῷ πονηρῷ δαίμονι, χοὰς καὶ πυρὴν καὶ αἷμα κελαινὸν καὶ οἶνον παμμέλανα·
 [03111]  Ἐπειδὴ γὰρ διὰ τῶν χειρῶν καὶ οἱ πολεμοῦντες παρατάττονται, καὶ οἱ γεωργοῦντες ἐργάζονται, καὶ μέντοι καὶ οἱ ἄλλην τινὰ μεταχειρίζοντες τέχνην, εἰκότως διὰ τοῦ βραχίονος παρεδήλωσε τὴν ἰσχύν, ᾗ θαρροῦντες βοῶμεν·
 [03256]  Ὥσπερ τοίνυν τῶν ἀρίστων ζωγράφων τὴν τέχνην ῥᾷον ἄν τις καταμάθοι, τῷ ἀληθινῷ καὶ ἀρχετύπῳ χαρα κτῆρι παρατιθεὶς τὴν εἰκόνα, οὕτω χρὴ καὶ ὑμᾶς καθάπερ ἰδέαν τινὰ τὴν προφητείαν ὑπὸ τοῦ σοφωτάτου προδιαγραφεῖσαν ζωγρά φου παραθεῖναι τοῖς πράγμασιν ἤδη λαβοῦσι τὸ πέρας καὶ τὸ τῆς [10.103] ὁμοιότητος θεάσασθαι ἀπαράλλακτον.
 [03414]  νῦν δὲ ὁρᾷς, ὅτι τρεῖς ὄντες ὑμεῖς, οἵπερ σοφώτατοί ἐστε τῶν Ἑλλήνων, σύ τε καὶ Πῶλος καὶ Γοργίας, οὐκ ἔχετε ἀποδεῖξαι, ὡς χρὴ ἄλλον τινὰ βίον ζῆν ἢ τοῦτον, ὅσπερ ἐκεῖσε φαίνεται ξυμφέρων.
 [03468]  Ἔφη δέ, ἐπειδὴ οἱ ἐκβῆναι τὴν ψυχήν, πορεύεσθαι ἤδη μετὰ πολλῶν, καὶ ἀφικνεῖσθαι σφᾶς εἰς τόπον τινὰ δαιμόνιον, ἐν ᾧ τῆς τε γῆς εἶναι δύο χάσματα ἐχόμενα ἀλλήλοιν, καὶ τοῦ οὐρανοῦ αὖ ἐν τῷ ἄνω ἄλλα καταντικρύ·
 [03577]  ἃ δέ γε καὶ ἡμεῖς ἐπῃνέσαμεν, [11.67] ἔχει τινὰ πρὸς ταῦτα ξυγγένειαν.
 [03662]  Ὥσπερ γὰρ οἱ ζωγραφικὴν ἢ σκυτοτομικὴν ἢ ἄλλην τινὰ παιδευόμενοι τέχνην, οὐχ ὅπως μόνον ἐπίστωνται ταῦτα μανθάνειν σπουδάζουσιν, ἀλλ' ἵνα καὶ χειρουργῶσι καὶ μιμητὰς σφᾶς αὐτοὺς τῶν διδασκάλων τοῖς ἔργοις δεικνύωσιν, οὕτω δεῖ καὶ τῆς εὐσεβείας τοὺς ἐραστὰς μὴ μόνον θεολογίαν καὶ φυσιολογίαν παιδεύεσθαι, ἀλλὰ καὶ τοὺς τῆς πρακτικῆς ἀρε τῆς ἐκπαιδεύεσθαι νόμους καὶ τούτους φυλάττειν εἰς δύναμιν καὶ πρὸς τούτους πειρᾶσθαι τῆς ψυχῆς ἐκτυποῦν καὶ διασκευάζειν τὸ εἶδος.
 [03825]  τοὺς μὲν ἄγαν θαυμάζειν ὡς ὑπεραλλο μένους τὰ τῆς φύσεως σκάμματα, τοῖς δὲ νέμειν τινὰ ξυγγνώμην, [12.38] ὡς ὑπὸ τῶν ἐμφύτων κατασυρομένοις παθῶν.
 [03960]  Οἱ δὲ τῆς Ποικίλης μέσην τινὰ ὁδὸν ὥδευσαν·
000-00-00 Serial Number=0222765267
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00076]  Ὃς ἀπὸ [83.344] Γιτθῶν ὁρμώμενος (κώμη δὲ αὕτη Σαμαρείας), καὶ γοητείας εἰς ἄκρον ἐλάσας, πρῶτον μὲν πολλοὺς ἔπεισε δι' ἧς ἔδρα τερατουργίας, προσεδρεύειν αὐτῷ, καὶ θείαν τινὰ δύναμιν ὀνομάζειν.
 [00079]  Οὗτος γὰρ ἑπόμενος, τὴν μυσαρὰν αὐτοῦ διδα σκαλίαν, οἷον ὁμίχλην τινὰ καὶ ζόφον ἀπεσκεδάννυτο, τῆς δὲ ἀληθείας τοῦ φωτὸς τὰς ἀκτῖνας ἐδείκνυ.
 [00294]  Ἐκ δὲ τούτων τινὲς Ἀρχοντικοὶ προσαγορευό μενοι, βιβλία τινὰ πλάσαντες, ἀποκαλύψεις ὀνομά [83.361] ζουσι προφητῶν.
 [00369]  Καὶ τὸν Σὴθ θείαν τινὰ δύναμιν εἶναί φασι·
 [00496]  Οἶδα δὲ τούτων ἕνα τινὰ πρεσβύτην ἐννενηκοντούτην, ὃς ἕωθεν ἀνιστάμενος τῷ τοῦ πτύσματος περιττώματι τὸ οἰ κεῖον ἀπένιπτε πρόσωπον, καὶ τὴν αἰτίαν ἐρωτηθεὶς, ἔφησεν ὡς οὐ βούλεται δεηθῆναι τοῦ ∆ημιουργοῦ, καὶ ὕδωρ ἐκ τῶν ἐκείνου ποιημάτων λαβεῖν.
 [00706]  Νατάλιον ἔφη τινὰ, τῶν γενναίων ὁμολογητῶν ἕνα γεγενημένον, ἐξαπατηθῆναι ὑπὸ Ἀσκληπιάδου καὶ Θεοδότου ἑτέρου τῆς αὐτῆς ὄντων αἱρέσεως, ὥστε ἐπὶ μισθῷ προστατεῦσαι τῆς φρατρίας, διὰ τὸ τῆς ὁμολογίας ἐπίσημον.
 [01222]  Ὡς γὰρ τὸν μέγιστον ἐκεῖνον κατ έλαβε θρόνον, καθάπερ τινὰ τυραννίδα τῆς ἀρχιερω σύνης τὴν προστασίαν ἁρπάσας, οὐκέτι κατέχειν ἐν ἑαυτῷ τὴν ὠδῖνα τῆς ἀσεβείας οἷός τε ἦν·
 [01682]  οὐδέ γε, κατὰ τὸν Μαρκίωνα τὸν βδελυρὸν, ἄλλον τινὰ παρὰ τὸν ἀγαθὸν ποιητὴν εἶναί φαμεν, ἀλλὰ τὸν τῶν ἁπάντων Θεὸν σὺν τῷ μονογενεῖ Λόγῳ, καὶ τῷ πανα γίῳ Πνεύματι τὰ πάντα δημιουργῆσαι, καὶ ἐδιδά χθημεν, καὶ διδάσκομεν.
 [01737]  Καὶ ἐκεῖνοι μὲν ἴσως ἔχουσι συγγνώμην τινὰ, μήτε προφητικῶν ἐπακούσαντες λόγων, μήτε τοὺς θείους ἀποστόλους ποδηγοὺς ἐσχηκότες, μόνοις δὲ τοῖς λογισμοῖς τὴν τῶν ὄντων ἐπιτρέψαντες γνῶσιν.
 [02044]  Πλοῦτος δὲ, καὶ πενία, καὶ δουλεία, καὶ δεσποτεία, καὶ ὑγεία, καὶ νόσος, καὶ αἱ ἄλλαι τοῦ ἀνθρωπίνου βίου εὐκλη ρίαι τε καὶ δυσκληρίαι, μέσον τινὰ ἔχουσι κλῆρον.
000-00-00 Serial Number=0560017824
Historia ecclesiastica Ante [Go Back]  
 [00143]  οὐ γὰρ φύσει καὶ κατ' ἐξαίρετον τῶν ἄλλων υἱῶν ἔχοντά τι (οὔτε γὰρ φύσει υἱός τίς ἐστι τοῦ θεοῦ, φασίν, οὔτε τινὰ ἔχων ἰδιότητα πρὸς αὐτόν), ἀλλὰ καὶ αὐτὸν τρεπτῆς τυγχάνοντα φύσεως, διὰ τρόπων ἐπιμέλειαν καὶ ἄσκησιν μὴ τρεπόμενον ἐπὶ τὸ χεῖρον, ἐξελέξατο·
 [00685]  ἀλλ' αὐτὸς οὗτος Εὐσέβιος, προσφιλέστατοι καὶ τιμιώτατοι, μεθ' ὅσης νομίζετε συνδρομῆς, ἅτε δὴ ὑπὸ τῆς συνειδήσεως αὐτῆς ἡττώμενος, μεθ' ὅσης δὲ αἰσχύνης τῇ πανταχόθεν ἐληλεγμένῃ ψευδολογίᾳ συνίστατο, ὑπο πέμπων μέν μοι διαφόρους τοὺς ἀξιοῦντας ὑπὲρ αὐτοῦ, ἐξαιτούμενος δὲ παρ' ἐμοῦ συμμαχίαν τινὰ ὅπως μὴ ἐπὶ τοσούτῳ ἐλεγχθεὶς πλημ μελήματι τῆς ὑπαρχούσης αὐτῷ τιμῆς ἐκβάλλοιτο.
 [01042]  Καὶ γὰρ Παῦλον (Κωνσταντινουπόλεως δὲ ἐπίσκοπος οὗτος ἦν, τῶν ὀρθῶν προκινδυνεύων δογμάτων) οἱ τῆς Ἀρειανικῆς μετειληχό τες νόσου ἐγράψαντο ὡς στάσεως ἀρχηγόν, καὶ ἄλλα τινὰ προσθέν τες ἃ συκοφαντεῖν εἰώθασι τῆς εὐσεβείας τοὺς κήρυκας.
 [01127]  Ἐπεὶ οὖν οὐκ ἔδει παρασιωπῆσαι οὐδὲ ἀνεκδικήτους ἐᾶσαι τὰς συκοφαντίας, τὰ δεσμά, τοὺς φόνους, τὰς πληγάς, τὰς περὶ τῶν πλαστῶν ἐπιστολῶν συσκευάς, τὰς αἰκίας, τὰς γυμνώσεις τῶν παρ θένων, τὰς ἐξορίας, τὰς καταλύσεις τῶν ἐκκλησιῶν, τοὺς ἐμπρησμούς, τὰς μεταθέσεις ἀπὸ μικρῶν πόλεων εἰς μείζονας παροικίας, καὶ πρό γε πάντων τὴν κατὰ τῆς ὀρθῆς πίστεως νῦν ἐπαναστᾶσαν δυσώ νυμον Ἀρειανὴν αἵρεσιν δι' αὐτῶν, τούτου γοῦν ἕνεκεν τοὺς μὲν ἀγαπητοὺς ἀδελφοὺς ἡμῶν καὶ συλλειτουργούς, Ἀθανάσιον τὸν τῆς Ἀλεξανδρείας ἐπίσκοπον καὶ Μάρκελλον τὸν τῆς Ἀγκυρογαλατίας καὶ Ἀσκληπᾶν τὸν Γάζης καὶ τοὺς σὺν αὐτοῖς συλλειτουργοῦντας τῷ κυρίῳ, ἀθώους καὶ καθαροὺς εἶναι ἀπεφηνάμεθα, γράψαντες καὶ [111] εἰς τὴν ἑκάστου παροικίαν ὥστε γιγνώσκειν ἑκάστης ἐκκλησίας τοὺς λαοὺς τοῦ ἰδίου ἐπισκόπου τὴν καθαρότητα καὶ τοῦτον μὲν ἔχειν ἐπίσκοπον καὶ προσδοκᾶν, τοὺς δὲ εἰς τὰς ἐκκλησίας αὐτῶν ἐπελ θόντας δίκην λύκων, Γρηγόριον τὸν ἐν Ἀλεξανδρείᾳ, Βασίλειον τὸν ἐν Ἀγκύρᾳ, καὶ Κυντιανὸν τὸν ἐν Γάζῃ, τούτους μηδὲ ἐπισκόπους ὀνομάζειν μηδὲ Χριστιανοὺς μηδὲ ὅλως κοινωνίαν τινὰ πρὸς αὐτοὺς ἔχειν μηδὲ δέχεσθαί τινα παρ' αὐτῶν γράμματα μήτε γράφειν πρὸς αὐτούς.
 [01221]  ἡ δὲ ἔφη νέον τινὰ πρὸς αὐτὴν ἀφικόμενον τὴν τῶν ξένων ἐπιδημίαν καὶ χρείαν εἰπεῖν, καὶ ὡς ἑσπέρας ἀφικόμενος ἀπήγαγέ τε εἰς τὴν καταγωγήν, καὶ τὸν οἰκεῖον ἐπιζητήσας λόχον καὶ τοῦτον εὑρὼν εἴσω τε τῆς αὐλίου θύρας εἰσήγαγε καὶ εἰς τὸν πρόδομον εἰσελθεῖν παρηγγύησε.
 [01608]  [159] τὴν γὰρ ἱερὰν στολήν, ἣν ὁ πανεύφημος Κωνσταντῖνος ὁ βασιλεὺς τὴν Ἱεροσολύμων ἐκκλησίαν γεραίρων ἐδεδώκει Μακαρίῳ τῷ τῆς πόλεως ἐκεί νης ἀρχιερεῖ ἵνα ταύτην περιβαλλόμενος τὴν τοῦ θείου βαπτίσματος ἐπι τελῇ λειτουργίαν (ἐκ χρυσῶν δὲ αὕτη κατεσκεύαστο νημάτων), πεπρα κέναι τὸν Κύριλλον ἔφη, καὶ ταύτην τινὰ τῶν ἐπὶ τῆς θυμέλης λυ γιζομένων πριάμενον περιβαλέσθαι μέν, ὀρχούμενον δὲ πεσεῖν καὶ συντριβῆναι καὶ θανάτῳ παραδοθῆναι.
 [01721]  εἶδε γὰρ ἐφεστῶτα τῷ περιβόλῳ τινὰ τὸ βασιλικὸν περικείμενον σχῆμα καὶ τῆς τε ἁλουργίδος τοῦ τε διαδήματος αἴγλην ἐκπεμπομένην.
 [01735]  Κατ' ἐκεῖνον δὲ τὸν καιρὸν Μελέτιος ὁ θεσπέσιος πόλιν τινὰ τῆς Ἀρμενίας ἰθύνων, εἶτα τῶν ἀρχομένων τὸ δυσήνιον δυσχεράνας, [171] ἡσυχίαν ἦγεν ἑτέρωθι διατρίβων.
 [01747]  μετὰ δὲ τοῦτον Ἀκάκιος ὁ Καισαρείας μέσην τινὰ διδασκαλίαν προσήνεγκε, πλεῖστον μὲν ὅσον τῆς ἐκείνων βλασφημίας ἀφεστηκυῖαν, οὐκ ἀκραιφνῆ δὲ καὶ ἀκέραιον τὸν ἀποστολικὸν χαρακτῆρα φυλάττουσαν·
 [01963]  ἰδὼν δὲ ὅμως τὸν βασιλέα ἐγκρατῆ γενέσθαι τοῦ θυμοῦ μὴ δυνάμενον, νέον τινὰ ζήλῳ θείῳ κοσμούμενον βαδίζοντα κατὰ τὴν ἀγορὰν ἁρπάσας καὶ δημοσίᾳ τοῦτον ἐπὶ ξύλου κρεμάσας, ἱμᾶσι μὲν τὰ νῶτα κατέξηνεν, ὄνυξι δὲ διώρυξε τὰς πλευράς·
 [02804]  Φλαβιανὸς δὲ ὁ ἄριστος ἐξ εὐπατριδῶν μὲν καὶ αὐτὸς ἐπεφύκει, εὐγένειαν δὲ τὴν εὐσέβειαν ὑπελάμβανε μόνην, καὶ οἷόν τις παιδοτρίβης τὸν μέγαν ∆ιόδωρον καθάπερ τινὰ πένταθλον ἤλειφεν ἀθλητήν.
 [02888]  ὁ δὲ τὴν ἱκετείαν δεξά μενος καὶ γνοὺς τὰ ἐγκείμενα, χαλεπήνας διέρρηξε καὶ οἱ ἄλλα τινὰ αἰτῆσαι προσέταξεν.
 [03018]  οἷον γάρ τισι σταθμοῖς καὶ ζυγοῖς οἴκτῳ καὶ δικαιοσύνῃ χρώμενος ὁ φιλάνθρωπος, ὅταν ἴδῃ τινὰ τῷ μεγέθει τῶν πλημμελη μάτων ὑπερβάλλοντα τῆς φιλανθρωπίας τὰ μέτρα, τῇ δικαίᾳ τιμω ρίᾳ κωλύει τὴν ἐπὶ τὰ πρόσω φοράν.
 [03109]  Ὁ δὲ ἄριστος στρατηγὸς αὐτόθι μείνας ὄψιν εἶδε θεσπεσίαν τινὰ καὶ παρ' αὐτοῦ σαφῶς αὐτῷ δειχθεῖσαν τοῦ τῶν ὅλων θεοῦ.
 [03173]  Ἡμεῖς γὰρ εἴτε διωγμούς, εἴτε θλίψεις, εἴτε βασιλείους ἀπειλάς, εἴτε τὰς τῶν ἀρχόντων ὠμότητας, εἴτε τινὰ πειρασμὸν ἕτερον παρὰ τῶν αἱρετικῶν ὑπεμείναμεν, ὑπὲρ τῆς εὐαγγελικῆς πίστεως τῆς ἐν Νικαίᾳ τῆς Βιθυνίας παρὰ τῶν ˉτˉιˉη πατέρων κυρωθείσης ὑπέστημεν.
 [03388]  καὶ συνέβη μετὰ χρόνον [315] τινὰ τῆς τελευτῆς τοιόνδε τι γενέσθαι, ὃ τὴν τοῦ βασιλέως περὶ αὐτὴν φιλοστοργίαν ἐγύμνωσεν.
 [03436]  Ἧκεν οὖν τις αὐτόματος ἕωθεν, οὔτε οἰκοδόμος, οὔτε λιθοτόμος, οὔτ' ἄλλην τινὰ ἐπιστάμενος τέχνην, ἀλλὰ λίθους φέρειν ἐπὶ τῶν ὤμων καὶ ξύλα εἰθισμένος.
 [03664]  καὶ τούτου δὴ εἵνεκα πρὸς τὸν ἀρχιερέα τινὰ τῶν οἰκειοτάτων ἔπεμψε, παρακαλῶν ἐπι τρέψαι τῷ δεδεκότι τὸν δεσμὸν διαλῦσαι.
000-00-00 Serial Number=0889995992
Historia religiosa Ante [Go Back]  
 [00037]  Ὥσπερ γὰρ πόλιν ἐφ' ὕψους ᾠκοδομημένην καὶ περιβόλοις ὀχυροῖς περιτετειχισμένην καὶ φάραγξι βαθείαις πάντοθεν κυκλουμένην, οὐκ ἄν τις ἕλοι πολέμιος, μή τινος τῶν ἔνδον προϊεμένου καὶ πυλίδας τινὰς ὑπανοίγοντος, οὕτως ἀδύνατον τοῖς ἔξωθεν πολεμοῦσι δαίμοσι τῆς ὑπὸ τῆς θείας χάριτος κυκλουμένης περιγενέσθαι ψυχῆς, εἰ μή τινος λογισμοῦ ῥᾳστώνη πυλίδα τινὰ τῶν ἐν ἡμῖν αἰσθητηρίων ἀνοίξειε καὶ ταύτης εἴσω τὸν πολέμιον δέξαιτο.
 [00128]  Καὶ δήποτε εἴς τινα κώμην αὐτῷ ἢ πόλιν ἀπαίροντι οὐ γὰρ ἔχω λέγειν ἀκριβῶς τὸ χωρίον προσίασί τινες πένητες, ἕνα τινὰ τῶν συνόντων ὡς τεθνεῶτα προτεθηκότες καί τινα πρὸς τὴν ἐκείνου ταφὴν ἐπιτήδεια λαβεῖν ἱκετεύοντες.
 [00243]  τούτου τοιγαροῦν τοῦ πάθους περὶ τόδε τὸ ὄψον γεγενημένου πολλὴν γὰρ πανταχόθεν τὸ ἄντρον εἰσεδέχετο τὴν νοτίδα , ἱκέτευον τὸν Πρεσβύτην οἱ θιασῶται οἰκίσκον τινὰ βραχὺν σφίσιν ἐπιτρέψαι δείμασθαι τοῖς τοῦδε τοῦ ὄψου ἀποχρῶντα ἀγγείοις.
 [00245]  Ὀψὲ δέ ποτε πεισθείς ἐδιδάχθη γὰρ ὑπὸ τοῦ μεγάλου Παύλου μὴ τὰ ἑαυτοῦ ζητεῖν, ἀλλὰ τοῖς ταπεινοῖς συνα πάγεσθαι , ἐδίδου μὲν τοῦ οἰκίσκου τὰ μέτρα βραχέα τινὰ καὶ σμικρά, ἀπῄει δὲ πόρρω τοῦ ἄντρου τὰς συνήθεις τῷ θεῷ ἱκετείας προσοίσων.
 [00257]  [2.6] Εἰώθει δὲ καὶ αὐτὸς ὁ Πρεσβύτης ἕνα τινὰ τῶν ἐπιση μοτέρων κοινωνὸν τῆς λειτουργίας λαμβάνειν.
 [00368]  Καὶ σχοίνοις τινὰ προσδήσαντες καὶ χαλάσαντες ἀνιμήσαντο τὸ παιδίον, ὃ καὶ παραυτίκα προσέδραμε τοῖς τοῦ Πρεσβύτου ποσίν, αὐτὸν τεθεᾶσθαι λέγον ἐν τοῖς ὕδασι φέροντα καὶ ὑποβρύχιον γενέσθαι κωλύοντα.
 [00371]  πάντες δὲ παν ταχόθεν συνέθεον, ἰδεῖν τε ποθοῦντες τὸν τοῦ θεοῦ ἄνθρωπον καὶ ἰατρείαν τινὰ τοῦ πάθους λαβεῖν ἕκαστος ἐφιέμενοι.
 [00462]  Ψευσθεὶς δὲ τῆς ἐλπίδος καὶ τῆς θέας διαμαρτὼν τοῦ θείου θεράποντος, ἱκετεύει τινὰ πρεσ βύτην ὃς κατ' ἐκεῖνο καιροῦ τὴν τοῦ θείου ἀνδρὸς διακονίαν ἐγκεχείριστο μικρὸν ληκύθιον ἐλαίου πλῆρες ὑποδέξασθαί τε καὶ παρ' αὐτὴν θεῖναι τοῦ οἰκιδίου τὴν θύραν.
 [00564]  Ἔσχε δὲ καὶ εὐκτήριον καὶ οἰκητήριον λάκκον τινὰ ὑδάτων ἀπηλλαγμένον, καὶ τριῶν ἐτῶν ἀριθμὸν τοῦτον διάγων διετέλεσε τὸν τρόπον.
 [00576]  Ὄναρ γάρ, φησιν, ἐθεασάμην τινὰ ἐνταῦθα δραμεῖν παρεγγυῶντα καὶ ταῖς εὐχαῖς τοῦ τῆς μονῆς ἡγεμονεύοντος τῇ θυγατρὶ πορίσαι τὴν σωτηρίαν.
 [00808]  κοινωνὸν δὲ τῆς ὁδοῦ ταύτης ἐπεποιήμην συνήθη τινὰ καὶ ὁμογνώμονα καὶ τὸν αὐτόν μοι κεκτημένον σκοπόν·
 [00845]  ὁ δὲ προλαβὼν καὶ τόπον τινὰ εἰς ἐνέδραν ἐπιτήδειον καταλαβὼν ἐξαπιναίως τε προσβαλὼν ἐπήνεγκε τὴν πληγὴν καὶ τὴν μιαιφονίαν ἐτόλμησεν.
 [01015]  Ποθήσας δὲ καθάπερ τινὰ τοῦ νυμφίου θεωρῆσαι σκιὰν τοὺς ἅπασιν ἀνθρώποις τὰς σωτηρίους πηγὰς ἀναβλύσαντας ἀπῄει ὀψόμενος τόπους.
 [01038]  Εἰπέ μοι, ἔφη, ὦ τεκνίον (τῇ γὰρ αὐτοῦ χρήσομαι φωνῇ καὶ οὐκ ἀμείψω τῆς ἁγίας ἐκείνης γλώττης τὸ πρόσρημα), εἴ τις ζωγράφος, εὖ μάλα τὴν τέχνην ἠσκημένος, εἰκόνα τινὰ γράψειεν, ὡς ὁ νόμος ὑπαγορεύει τῆς τέχνης, καὶ ταύτην προθείη τοῖς βουλομένοις ὁρᾶν, ἀφικόμενος δέ τις ἕτερος ἐκείνην μὲν τὴν τέχνην οὐκ ἀκριβῶς ἐπιστάμενος, σχεδιάζων δὲ πρὸς τὸ δοκοῦν ἃ ἂν γράψαι θελήσειεν, εἶτα μεμψάμενος τῇ τεχνικῇ ἐκείνῃ ζωγραφίᾳ προσθείη μὲν ταῖς ὀφρύσι καὶ ταῖς βλεφαρίσι μακροτέρας γραμμάς, λευκότερον δὲ τὸ πρόσωπον ἀποφήνειε καὶ ταῖς παρειαῖς τοῦ ἐρυθροῦ χρώματος ἐπεμβάλοι, οὔ σοι δοκεῖ τὸν πρότερον εἰκότως ἀγανακτῆσαι ζωγράφον ὡς τῆς τέχνης αὐτῷ λίαν ὑβρισμένης καὶ προσ θήκας ὧν οὐκ ἔδειτο ὑπ' ἀμαθοῦς χειρὸς δεξαμένης;
 [01494]  Θείᾳ δὲ προμηθείᾳ τῆς ἀσθενείας ἐκείνης ἀπαλλαγείς, κινδύνους εἰσενεγκεῖν εὐσεβεῖς ἀντὶ τῆς θείας χάριτος ἐβουλήθη καὶ καταλαμβάνει τὸν Λίβανον, κώμην τινὰ μεγίστην κατέχεσθαι τῷ τῆς ἀσεβείας ζόφῳ μεμαθηκώς·
 [01689]  Τοιγάρτοι παραυτίκα δραμὼν καὶ τὴν νύκτα πᾶσαν εἰς ὁδοιπορίαν καταναλώσας, κατέλαβον μετὰ τὴν ἕω τὸν θεῖον ἄνθρωπον οὔτε φθεγγόμενον οὔτε τινὰ τῶν παρόντων ἐπιγινώσκειν δυνάμενον.
 [01776]  Ἑώρων γάρ, ἔλεγε, τῆς ὑμνῳδίας ἀρξάμενος, κατ' ἐκεῖνο τὸ μέρος ἐν ᾧ τὰ χωρία ἐκεῖνα διάκειται, ὄφιν τινὰ πυροειδῆ ἀπὸ τῆς ἑσπέρας ἐπὶ τὴν ἕω ἑρπύζοντα καὶ διὰ μέσου τοῦ ἀέρος φερόμενον.
 [02002]  Ὁ δὲ ∆αμιανός τοῦτο γὰρ ὄνομα τῷ ἑτέρῳ κώμην τινὰ καταλαβὼν οὐ πόρρω διακειμένην Νιαρὰ δὲ ὄνομα ταύτῃ καὶ παρὰ τὰς ἅλως μικρόν τινα οἰκίσκον εὑρὼν ἐν ἐκείνῳ διάγει, τὴν αὐτὴν μετιὼν πολιτείαν, ὡς τοὺς ἀκριβῶς τοῦτον κἀκεῖνον ἐπισταμένους, θεωμένους αὐτόν, τὴν τοῦ μεγάλου Πολυχρονίου ψυχὴν ὑπολαμβάνειν ἐν ἑτέρῳ σώματι θεωρεῖν.
 [02071]  εἶτα ἐρέσθαι τινὰ τῶν παρόντων τί ἄν τις ποιήσας τούτων ἕκαστον κτήσαιτο·
 [02075]  Ἐπὶ πολὺ δὲ τοῦτον διατρίψαντι τὸν τρόπον ὕπνον μὲν αὐτῷ προσγενέσθαι τινὰ γλυκύν, ὄναρ δὲ τοιόνδε θεάσασθαι·
 [02099]  Ἀλλ' οὐδ' οὕτως ἔπεισε θεραπείαν τινὰ ἐκείνῳ τῷ ἕλκει προσενεγκεῖν.
 [02101]  [26.6] Ἐξελθὼν τοίνυν καὶ τὰ ἐρημότερα τοῦ ὄρους κατα λαβὼν καὶ λάκκον τινὰ εὑρὼν ἄνυδρον καὶ οὐ λίαν βαθὺν καθῆκεν εἰς τοῦτον ἑαυτὸν καὶ τῷ θεῷ τὴν ὑμνῳδίαν προσέφερε.
 [02119]  Πλείοσι γὰρ ἢ διακοσίοις θιασώταις ἐχρῆτο μήτε κτῆνος ἔχειν μήτε μύλην ἐπιτρέψας, μήτε χρυσίον προσφερόμενον ὑποδέχεσθαι μήτε τινὰ ἔξω τῆς θύρας ἰέναι ἤ τι τῶν ἀναγ καίων ὠνησόμενον ἤ τινα τῶν γνωρίμων ὀψόμενον, ἀλλ' ἔνδον διάγειν καὶ τὴν ἀπὸ τῆς θείας χάριτος πεμπομένην τροφὴν ὑποδέχεσθαι.
 [02398]  Τούτου γὰρ εἵνεκα καὶ διαφόρων ἐμνημονεύσαμεν βίων καὶ γυναικῶν διηγήματα τοῖς τῶν ἀνδρῶν προστεθήκαμεν ἵν' ἔχωσι καὶ πρεσβύται καὶ νέοι καὶ γυναῖκες φιλοσοφίας ἀρχέτυπα, καὶ τὸν καταθύμιον ἕκαστος ἐκματτόμενος βίον ἔχῃ κανόνα τινὰ καὶ γνώμονα τοῦ οἰκείου τὸν ἐν τῷ διηγήματι κείμενον.
 [02399]  Καὶ καθάπερ οἱ ζωγράφοι εἰς τὸ ἀρχέτυπον ἀφορῶντες καὶ ὀφθαλμοὺς ἀπομιμοῦνται καὶ ῥῖνα καὶ στόμα καὶ παρειὰς καὶ ὦτα καὶ μέτωπα καὶ αὐτὰς τῆς κεφαλῆς καὶ τοῦ γενείου τὰς τρίχας καὶ πρὸς τούτοις καὶ καθέδραν καὶ στάσιν καὶ αὐτὰ μέντοι τῶν ὀφθαλμῶν τὰ ἤθη, εἴτε χαροποιὰ εἴτε βλοσυρὰ εἴη, οὕτω προσήκει καὶ τῶν ἐντυγχανόντων ἕκαστον τῇδε τῇ συγγραφῇ βίον τινὰ μιμεῖσθαι προαιρού μενον πρὸς ἐκεῖνον ὃν προαιρεῖται τὸν οἰκεῖον ῥυθμίζειν.
 [02410]  Οὕτω καὶ τοὺς ἄλλους τεχνίτας, ἵνα μὴ καθ' ἕκαστον λέγω, δυνατὸν διαγνῶναι, καὶ ἀθλητὰς καὶ δρομέας καὶ τραγῳδίας ὑποκριτὰς καὶ κυβερνήτας καὶ ναυπηγοὺς καὶ ἰατροὺς καὶ γηπόνους καὶ τοὺς ἄλλους ἁπαξαπλῶς, ὅσοι τινὰ μεταχειρίζουσι τέχνην·
000-00-00 Serial Number=0812353969
Interpretatio in Danielem Ante [Go Back]  
 [00214]  κἂν εὕρῃς βλάβην τινὰ γινομένην τοῖς σώμασιν ἐκ τῆς τοιαύτης τροφῆς, τὸ μὲν δοκοῦν σοι κελεύσεις, ἡμεῖς δὲ οὐκ ἀντιλέξομεν.
 [00864]  Καὶ ἐπειδὴ τούτου, φησὶ, τυχεῖν ἀδύνατον, πόῤῥω τῆς ἱερᾶς ἐκείνης πόλεως ὄντας, εὑρήκαμεν τρόπον τινὰ θεραπείας, ὦ ∆έσποτα.
 [00990]  Ἔπειτα καὶ τοὺς ἀρετῆς εἴδη τινὰ κε κτημένους·
 [01267]  ὁρᾷ γὰρ τὸ μὲν δένδρον ἐκτεμνόμενον, τοὺς δὲ κλά δους χωριζομένους, τουτέστι, τοὺς ὑπάρχους, καὶ τοὺς στρατηγοὺς, καὶ σατράπας, καὶ τοὺς ἄλλην τινὰ ἡγεμονίαν παρ' αὐτοῦ πεπιστευμένους·
 [02239]  καὶ οἱ ἄλλοι δὲ, ἵνα μὴ καθ' ἕκαστον διεξιὼν, μῆκος ἐργάσωμαι τῷ λόγῳ, ὀλίγον τινὰ κρατοῦντες χρόνον, ἢ τῷ θανάτῳ ἐσβέννυντο, ἢ περιστάσεσί τισι ζῶντες τῆς ἡγεμονίας ἐστέρηντο.
 [02379]  Τὸ φελμουνὶ τὸν τινὰ σημαίνει τῇ Ἑλλάδι φωνῇ·
 [03128]  Τινὰ μὲν γὰρ τῶν ῥηθησομένων τοῖς Μακεδό σιν ἁρμόττει, τινὰ δὲ τοῖς ἐσομένοις δέκα κέρασι, καὶ τῷ μεταξὺ αὐτῶν βλαστήσαντι.
 [03526]  Ἀπα δανὸν δὲ τόπον τινὰ οὕτως ὠνομασμένον, οὐ πόῤῥω [81.1533] τῶν Ἱεροσολύμων διακείμενον·
000-00-00 Serial Number=0495902598
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00291]  Πανταχοῦ ὁ θεῖος προφήτης τὸ ὁμοίωμα τίθησι, διδά σκων ἡμᾶς σκιαγραφίαν τινὰ τῶν θείων τεθεᾶσθαι, καὶ οὐκ αὐτὴν τῶν ἀοράτων τὴν φύσιν·
 [00600]  Παι δοτρίβου δίκην ὁ ∆εσπότης καθάπερ τινὰ ἀθλητὴν τὸν προφήτην ἀλείφει, προλέγων μὲν αὐτῷ τὰ ἐσό μενα λυπηρὰ, καὶ τὰ ἐπαχθησόμενα παρὰ τοῦ λαοῦ σκυθρωπὰ, ὑπομένειν δὲ καὶ καρτερεῖν παρακελευό μενος, καὶ σιγὴν ἄγειν, ἕως ἂν αὐτὸς ἐπιτρέψῃ λαλεῖν·
 [01940]  Ἐπειδὴ τοίνυν, φησὶ, τοῖς ἐμοῖς νόμοις οὐκ ὀλίγην τινὰ παρανομίαν ἀνέμιξας, ἀλλὰ πολὺν ἐξέχεας τὸν χαλκὸν, ὡς μηδὲ φαίνεσθαι λοιπὸν τοῦ χρυσίου τὴν φύσιν, ἀλλ' ὅλον σου τὸ νόμισμα θεωρεῖσθαι χαλκοῦν, γυμνώσω σε λοιπὸν τῆς ἐμῆς προνοίας, καὶ αἰσχύνης ἐμπλήσω, τῆς παντοδαπῆς σε παρανομίας δίκας πραττόμενος, διαφερόντως δὲ τῆς ἀδίκου τῶν τέκνων σου σφαγῆς, ἣν τοῖς μιαιφόνοις προσήνεγκας δαίμοσι.
 [02624]  κατὰ τὰ ἄλλα τοίνυν τοῖς ἄλλοις κοινωνοῦν τες, κατὰ τὴν τοῦ Σαββάτου φυλακὴν, ἰδίαν τινὰ πο λιτείαν ἔχειν ἐδόκουν.
 [03578]  Ἐπειδὴ γὰρ ὁ Ἰσραηλίτης λαὸς ἐν τάξει νύμφης τῷ ∆εσπότῃ συνῆπτο, ἔμελλε δὲ οὕτως παραδίδοσθαι ἀνδραποδισμῷ καὶ σφαγῇ, καὶ ὁ θεῖος νεὼς ἐμπίπρασθαι, τύπον τινὰ τῶν ἐσομένων δίδωσι τὸν προφήτην, καὶ τῆς γυναικὸς ἐξαπιναίως θανούσης, παρεγγυᾷ μήτε θρηνῆσαι, μήτε δακρύ σαι, μὴ πένθιμον σχῆμα λαβεῖν, μὴ παραμυθητικῆς ἀπολαῦσαι τραπέζης, ἀλλὰ σιγῇ στενάξαι, δεικνὺς, ὡς αὐτὸς οὐδεμιᾶς τοὺς αὐτῷ συνημμένους ἀξιώσει φιλανθρωπίας, παρὰ γνώμην δὲ ὅμως αὐτοῖς ἐπάξει τιμωρίαν·
 [03811]  ∆ιδάσκει δὲ καὶ ἡμᾶς ὁ λόγος, παιδείαν τινὰ τοῖς ἁμαρτάνουσιν ἐπιφέρον τας, μὴ δυσμενείᾳ τινὶ καὶ ἀπεχθείᾳ κεχρημένους τοῦτο ποιεῖν, ἀλλὰ συμπάσχοντας καὶ λίαν ὀδυνωμέ νους.
 [03984]  Πόσον τινὰ εὗρες μισθόν σου ἀπὸ τῆς θαλάσσης;
 [04035]  ἔνια δὲ ἑκατέροις, τινὰ δὲ θατέρῳ·
 [04464]  Ὕδωρ δὲ καὶ ἄβυσσον τὰ ἄπειρα ἔθνη τὰ ὑπ' αὐτοῦ δουλωθέντα προσηγόρευσεν, ἃ τὸν δασμὸν καὶ τὸν φόρον, καθάπερ τινὰ ἀρδείαν τῇ στρατείᾳ προσφέροντα, οἷόν τινα φυτὰ ἐξέθρεψε, καὶ παρ εσκεύασε τὰ ταύτης συστήματα, τουτέστι, τὰ στρα τιωτικὰ συντάγματα, ἀποσταλῆναι εἰς πάντα ξύλα τοῦ πεδίου, ἀντὶ τοῦ, τοὺς μηδέπω χειρωθέντας, μηδὲ δουλωθέντας, ὡς καὶ τούτους ὑπηκόους γενέ σθαι.
 [04549]  ἐφόδιον εἰς τυ ραννίδα λαμβάνοντες, καθάπερ τινὰ ἀρδείαν, τὴν παρ' ἐμοῦ χορηγηθεῖσαν αὐτοῖς τιμήν.
 [04582]  πέφυκε γάρ πως ἡ κοινωνία τῶν συμφορῶν προσφέρειν τινὰ τοῖς ἀθυμοῦσι παραψυχήν.
 [05796]  Οὕτω ταῦτα προαγορεύσας, τοῖς ὀρνέοις καὶ τοῖς θηρίοις παρακελεύεται, ὡς ἐπὶ θοίνην τινὰ καὶ εὐωχίαν ἐλθεῖν, ἅτε δὴ πολλῶν καὶ ἀπείρων ἐῤ ῥιμμένων σωμάτων·
 [05954]  Οὔτε γὰρ θέμις τινὰ τοῦ λαοῦ προσψαύειν αὐτοῖς τὴν ἱερατικὴν περικει μένοις στολήν·
 [06171]  Εἶτα λέγει τεθεω ρηκέναι τινὰ μετρήσαντα χιλίους ἐν τῷ μέτρῳ, καὶ διελθεῖν μέχρις ἀστραγάλων·
000-00-00 Serial Number=0530889034
Interpretatio in Jeremiam Ante [Go Back]  
 [01789]  Εἰώθασι γὰρ οἱ ἄνθρωποι, ὅταν τινὰ τῶν ἄκρᾳ πονηρίᾳ συζώντων ἴδωσι τιμω ρούμενον, οὐ μόνον οὐ συναλγεῖν, ἀλλὰ καὶ συν ήδεσθαι τοῖς ἠδικημένοις, ὡς τῆς ἐκείνου πονηρίας ἀπηλλαγμένοις.
000-00-00 Serial Number=0856532753
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00061]  Ἐπειδὴ γὰρ χοροὺς συστησάμενος ὁ μέγας ∆αβὶδ τῷ Θεῷ τὴν ὑμνῳ δίαν προσέφερεν, οὐκ αὐτῷ χρείαν τινὰ πληρῶν, ἀλλὰ τῷ λαῷ προξενῶν ὠφέλειαν, δηλονότι μετά τινος ἁρμοδίας καὶ τοὺς χοροὺς ᾄδειν, καὶ τοὺς τοῖς ὀργάνοις κεχρημένους σύμφωνον παρεσκεύασε παρέχεσθαι τὴν ἠχήν.
 [00584]  δόλῳ γὰρ κεχρημένοι μυρία τινὰ κατὰ τῶν πέλας τυ ρεύουσιν.
 [01284]  ἀλλὰ τὴν μακροθυμίαν καθάπερ τινὰ ὕπνον ἀποσεισάμενος, περιφανῆ καὶ λαμπρὰν αὐτῶν τὴν σωτηρίαν ποιήσομαι.
 [01414]  δι' αὐτῆς οὖν μαθήσεσθε τῶν πραγμάτων τῆς πείρας, ὡς οὐκ ἔσται ὑμῖν εὐάλωτος ὁ ἐμὸς λαὸς, οὐδὲ καθάπερ ἄρτον τινὰ ἐσθιόμενον δαπανήσετε αὐτὸν, τῆς ἐμῆς προμηθείας καταφρονοῦντες.
 [02193]  καί τινα μὲν ἀγνοῶν πλημμελῶ, τινὰ δὲ ὑπὸ τῶν προσπιπτουσῶν νικώμενος περιστά σεων.
 [02695]  ∆εσπόζει δὲ αὐτῆς, οὐχ ἁρπάσας τὴν ἐξουσίαν, οὐδὲ ἄλλον τινὰ τῆς δεσποτείας στερήσας·
 [03790]  Ἐπειδὴ τοίνυν φεύγων, οὐκ ἐγνώρισε τῷ ἱερεῖ τὴν φυγὴν, ἀλλὰ βασιλικὴν ἔφη χρείαν ἐξανύειν τινὰ, ἠλλοιῶσθαι τὸ πρόσ ωπον λέγεται, ὡς μὴ τῇ συνήθει χρησάμενος ἀληθείᾳ [ἕτερον δὲ πρόσωπον ἀντὶ τοῦ εἰωθότος ἀνειληφώς].
000-00-00 Serial Number=0525292516
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00872]  Ἀλλὰ μὴν διὰ τῆς πείρας μαθήσονται τῆς ἀδικίας τὸ ἐπιζήμιον, οἱ καθάπερ ἄρτον τινὰ τὸν ἐμὸν λαὸν ἀναλίσκειν πει ρώμενοι, καὶ τοῦ κηδεμόνος καταφρονοῦντες Θεοῦ.
 [00955]  Πρὸς δὲ τούτοις, καὶ τοῖς ὕμνοις ὁ ψαλμὸς ἐγκατείλεκται, σκιαγραφίαν τινὰ ἔχων τῶν ∆εσποτικῶν παθημά των.
 [02171]  ἣν ὥσπερ τινὰ περίκεισαι ζώνην.
 [02401]  Εἰ παρακαλῶν, φησὶ, τῆς δουλείας ἀπαλλαγῆναι, καὶ τῆς ἐπανόδου τυχεῖν, ἀδικίαν τινὰ δράσειν μετὰ τὴν ἐπάνοδον ἐφαντάσθην, τῆς θείας εὐμενείας μὴ τύχοιμι·
 [02888]  Ἐκ μεταφορᾶς δὲ αὐτὸ τέθεικε τῶν συνήθη τινὰ καὶ γνώριμον ἐξ ἀποδημίας ἐπανιόντα προσμενόντων, καὶ τὰς ὁδοὺς περισκοπούντων.
 [03430]  Ὕστερον γὰρ, μετὰ τὴν κύησιν ἀτοπίαν ὑποτοπήσας τινὰ, ἠβου λήθη λάθρα ἀπολῦσαι αὐτήν·
 [03732]  Οὔτε γὰρ ἐν τῷ οὐρανῷ ἄλλον τινὰ ἔχω Θεὸν καὶ κηδε μόνα πλήν σου, οὔτε μὴν ἐν τῇ γῇ ἕτερόν σοι συντάττω, ἀλλὰ καὶ ἐν τῷ οὐρανῷ, καὶ ἐν τῇ γῇ σε οἶδα Θεόν.
 [04083]  ∆έους, φησὶν, ἐπλήσθησαν ἅπαντες, καὶ τῆς καθ' ἡμῶν ἐπαύσαντο προσβολῆς, θεασάμενοί σε καθάπερ τινὰ δικαστὴν, κατ' ἐκείνων μὲν ἐξενεγκόντα τὴν ψῆφον, τοὺς δὲ ὀρθοῖς λογι σμοῖς χρησαμένους, καὶ τὴν σὴν βοήθειαν ἀπαγγεί λαντας, τῆς σωτηρίας τετυχηκότας.
 [04250]  Τοῦτο, φησὶ, διὰ τῆς νομοθεσίας ἐκείνης παρεκελεύσατο, ὥστε καθάπερ τινὰ κλῆρον, τὴν τῶν θαυμάτων δι ήγησιν παραπέμψαι τοὺς πατέρας εἰς τοὺς ἐκ γόνους.
000-00-00 Serial Number=0769440472
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [02618]  ἀλλ' ἀμφιβολίαν τινὰ τοῖς λόγοις ἀναμίξας, τὴν πέτραν ἐπάταξε, καὶ τὸ ὕδωρ ἐξήγαγε.
 [03668]  Ἐπειδὴ γὰρ οἱ δι' αὐτῶν ἐνεργοῦντες δαίμονες, καὶ ταῖς ψευδέσι χρώμενοι μαντείαις, οὐ διὰ τῶν ἀψύχων ταύτας εἰδώλων, ἀλλὰ διὰ τῶν λογικῶν ἀν θρώπων προσέφερον, ἢ διὰ συμβόλων τινῶν τινὰ κατεμήνυον, εἰκότως ἔφη·
 [04012]  Ὁ δὲ ∆εσπότης Χριστὸς τοὺς δύο τοί χους, τοὺς ἀπ' ἀλλήλων ἑστῶτας ἐκ διαμέτρου, τοὺς ἐξ Ἰουδαίων φημὶ, καὶ τοὺς ἐξ ἐθνῶν πεπιστευκό τας, τοὺς μὲν δυσσεβείᾳ δουλεύοντας, τοὺς δὲ τοῦ νόμου τὸν ζυγὸν ἕλκοντας, καὶ εἰς ἓν συναγαγὼν τὰ διεστῶτα συνέζευξε, καὶ μίαν ἐξ ἀμφοτέρων συνήρ μοσεν Ἐκκλησίαν, γωνίαν τινὰ μιμησάμενος δύο τοίχους συνδέουσαν, καὶ πρὸς ἀλλήλους συνάπτου σαν.
000-00-00 Serial Number=0723214865
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00406]  Ταῦτα δὲ πείσεται, ἐπειδὴ τάς τε δαμάλεις, καὶ τὰ λοιπὰ εἴδωλα, καθάπερ τινὰ σκάν δαλα καὶ πάγας ἑαυτῷ προτεθεικὼς, τὴν τῶν Χανα νιτῶν δυσσέβειαν ἐζήλωσε, καὶ ἀλαζονείᾳ κατ' ἐμοῦ χρησάμενος, τὴν τῶν εἰδώλων λατρείαν τῆς ἐμῆς θεραπείας προείλετο.
 [01165]  Εἰ μὲν γὰρ ἐκ Γαλαὰδ, τουτέστι, παρὰ τῶν εἰδώλων, ἀγαθοῦ τινος ἀπελαύετε, εἶχεν ἄρα [81.1621] τινὰ χώραν ἡ ἐξαπάτη·
 [01815]  Μανθάνομεν τοίνυν, ὡς εἰς ἅλω τινὰ βάλλοντες τὰς προειρημένας γυναῖκας, τοῖς πριονοειδέσι τροχοῖς δίκην αὐτὰς ἀσταχύων ὠμῶς κατηλώησαν.
 [02693]  εἰκὸς δὲ καὶ ὄρη τινὰ λέγειν τὰ τοῖς ὕδασι τοῖς θαλαττίοις κρυπτόμενα, οἷς ἔστιν ὅτε καὶ τὰ σκάφη προσρηγνύμενα διαφθείρεται, ἃ σαφῶς οἱ ναῦται γινώσκοντες, τὰς ὑφάλους πέτρας διαφεύγειν σπουδάζουσι.
 [02984]  ∆ιὰ γὰρ ταύτην τὴν μοχθη ρίαν τρόπον τινὰ τῆς οἰκείας ἐγυμνώθη δορᾶς, ἔρημος τῆς ἐμῆς προνοίας γενόμενος, καὶ τὴν ἀγα θὴν ἀπολέσας ἐλπίδα, τῇ τοῦ πολέμου συντριβῇ παρεδόθη.
 [03494]  τισὶ δὲ ἐνήχει τινὰ ὡς ἐβούλετο, καὶ ἀκούειν ἐδόκουν προσδιαλεγομένου τινός·
 [04637]  τὴν δὲ κολαστικὴν δύναμιν, καθάπερ τινὰ ῥομφαίαν, οὐ μόνον κατὰ τῶν τῆς γῆς ἐπάξω καρπῶν, ἀλλὰ καὶ κατὰ τῶν ἐργαζομέ νων ταύτην ἀνθρώπων·
 [04722]  Εἰ μὲν οὖν καὶ ἄλλον τινὰ Ζοροβάβελ ἐν ταῖς οἰκείαις ἀναπλάτ τει μυθολογίαις κατ' ἐκεῖνον ἐσόμενον τὸν καιρὸν, τέλειον ἡμῖν ἀναπλάσει τὸν μῦθον·
 [04869]  Ἐπισημή νασθαι δὲ προσήκει, ὡς οὐκ αἰώνιον αὐτοῖς τὴν εὐ πραξίαν ὑπέσχετο, ἀλλὰ χρόνον τινὰ παρεδήλωσεν, εἰρηκὼς, Ἔτι, προδιδάσκων ὡς τοῦ κληρονόμου φα νέντος, ὁ οἰκονόμου καὶ ἐπιτρόπου τάξιν ἐπέχων νόμος ἀργὸς ἀναφανεῖται·
 [05006]  Εἰκὸς μὲν γὰρ ἦν καὶ αὐτὸν ἔχειν ὡς ἄνθρωπον τινὰ πλημμελήματα.
 [05153]  Ὁρᾷ δὲ τὴν τιμωρίαν καθάπερ τινὰ βαρύτατον μόλιβδον τῷ τῆς ἀνομίας ἐπικείμενον στόματι, κατὰ τὴν ψαλμῳδίαν τὴν λέ γουσαν·
000-00-00 Serial Number=0490736902
Libellus contra Nestorium ad Sporacium Ante [Go Back]  
 [00016]  Ὡς γὰρ τὸν μέγιστον ἐκεῖνον κατέλαβε θρόνον, καθά περ τινὰ τυραννίδα τῆς ἀρχιερωσύνης τὴν προστα σίαν ἁρπάσας, οὐκέτι κατέχειν ἐν ἑαυτῷ τὴν ὠδῖνα τῆς ἀσεβείας οἷός τε ἦν, ἀλλ' ἀπὸ τῆς ἐξουσίας προσ λαβὼν ἀμαθῆ παῤῥησίαν, εἰς μέσον ἄγει καὶ προτί θησιν ἅπασιν, ἣν πάλαι συνέλαβε κατὰ τοῦ Μονογενοῦς βλασφημίαν·
000-00-00 Serial Number=0239135146
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00342]  Εἰ ἐξ ἀρχῆς πόλεμοι καὶ ἀκοαὶ πολέμων ἀεὶ γίνονται, πῶς ὁ κύριος ὡς ξένα τινὰ ταῦτα πρὸ τῆς συντελείας εἴρηκε γίνεσθαι;
 [00813]  παρεικάζει δὲ ὁ κύ ριος τὴν τῶν Φαρισαίων ἐσχηματισμένην εὐλάβειαν τάφοις κεκο νιαμένοις, ὅτι ὥσπερ τῇ αἰσθήσει τῶν ζώντων βδελυκτή ἐστι τῶν νεκρῶν σωμάτων ἡ δυσωδία καὶ ἡ ἀκαθαρσία, οὕτω καὶ ἡ ἐκείνων ἀνομία βδελυκτή ἐστι τῇ νοήσει τῶν εὐσεβῶν, τρόπον τινὰ οὖσα αὕτη ψυχῆς νέκρωσις καὶ δυσωδία καὶ ἀκαθαρσία.
 [00890]  ἀλλ' ἐπειδὴ ἐβούλετο ὁ θεός, ὥσπερ ἐν πᾶσι τοῖς ἀνθρωπίνοις, οὕτως καὶ ἐν τοῖς ἐσθιομένοις, ὑπὸ τὸν ζυγὸν τῆς τοῦ νόμου δου λείας ποιήσασθαι τοὺς Ἰουδαίους, διὰ τοῦτο τῶν ζῴων καὶ πε τεινῶν καὶ ἰχθύων τινὰ μὲν ὠνόμασε καθαρά, ὧν τὴν σφαγὴν καὶ τὴν βρῶσιν τοῖς Ἰουδαίοις ἐπέτρεψε, τινὰ δὲ ἀκάθαρτα ὠνό μασεν, ὧν τὴν βρῶσιν ἀπεῖργε.
 [01005]  ἐκ ταύ της δὲ τῆς ὀπτασίας ψυχαγωγίαν τινὰ ἐντίθησι τοῖς Ἰσραηλίταις τοῖς πρὸς τὴν κραταιάν τε καὶ ἰσχυρὰν σφόδρα τῶν Βαβυλωνίων δυναστείαν ἀποβλεψαμένοις, ἐν ἀπογνώσει καθεστῶσι τοῦ μὴ δύνασθαι ἔτι ἐκ τῆς τοιαύτης αἰχμαλωσίας τυχεῖν ἐλευθερίας.
 [01060]  Εἰ ἐν ἑκάστῳ γένει ἔστι τινὰ γεναρχῆ, καὶ τὰ μὲν γεναρχῆ εἰσιν ἔργα τοῦ θεοῦ, τὰ δὲ ὑπὸ τὰ γεναρχῆ εἰσιν ἔργα φύσεως.
 [01429]  μαρτυροῦσι τὰ δι' αὐτοῦ γεγονότα θαύματα, ὧν τινὰ μὲν διπλᾶ, τινὰ δὲ ἁπλᾶ ἐξετέλεσε·
 [01934]  Εἰ ἐξ ἀρχῆς πόλεμοι καὶ ἀκοαὶ πολέμων, ἔθνος ἐπ' ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, λιμοί τε καὶ λοιμοὶ καὶ σεισμοὶ κατὰ τόπους ἐγένοντο, καθὼς οὐ μόνον αἱ ἅγιαι γραφαὶ ἀλλὰ καὶ τὰ ἐκτὸς βιβλία σημαίνουσι, διατί ὁ κύριος ὡς ξένα τινὰ τὰ προλεχθέντα σημεῖα εἶναι τῆς συντελείας ὡρίσατο, τῶν αὐτῶν ἀεὶ ὡς εἴρηται τῷ κόσμῳ συμβαίνειν εἰωθότων;
 [01955]  Εἰ πᾶς ὁ ἀποστέλλων τινὰ ἐκεῖ ἀποστέλλει ἔνθα αὐτὸς μὴ πάρεστι, καὶ ὁ ἀποσταλεὶς ἀποστέλλεται ἐν οἷς ὁ ἀποστείλας ἄπεστι, τοῦ θεοῦ τὸ ἀπερίγραφον ἔχοντος καὶ διὰ τοῦτο τὸ παρεῖναι πανταχοῦ κεκτημένου, πῶς ὁ δεσπότης Χριστὸς λέγει ὑπὸ τοῦ θεοῦ εἰς τὸν κόσμον ἑαυτὸν ἀπεσταλμένον;
000-00-00 Serial Number=0028547347
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00372]  ἵνα τὰ μὲν ἄψυχά τε καὶ ἔμψυχα τούτῳ προσφέρῃ, ὥσπερ τινὰ φόρον, τὴν χρείαν·
 [00421]  Ἑκάστη τῶν ἄλλων ἡμερῶν ἰδίαν τινὰ δημιουργίαν ἐδέξατο·
 [00451]  οὐ τοίνυν ἑτέραν τινὰ φύσιν ἔχει παρὰ τὰ ἄλλα φυτά.
 [01068]  τὸ δὲ τῆς μέθης ἔχει τινὰ μέμψι
 [01145]  ἐπειδὴ γὰρ τούτοις ἐκοσμεῖτο τοῖς πλεονεκτήμασι διαφερόντως ὁ πατριάρχης ἠβουλήθη καὶ τὴν νύμφην συμβαίνειν τῷ τρόπῳ τοῦ κηδεστοῦ, ἵνα μὴ ἔριν τινὰ καὶ φιλονεικίαν ὁ σκοπὸς ὁ ἐναντίος ἐργάσηται.
 [01734]  ὥσπερ δὲ τὸ ἄγγελος ὄνομα τέθεικεν, οὐχ ὑπουργίαν τινὰ σημαίνων, ἀλλὰ τοῦ μονογενοῦς ἐμφαίνων τὸ πρόσωπον·
 [02260]  εἶχε δὲ ὅμως αὕτη λόγον τινὰ πεῖσαι δυνάμενον τὴν ἰου δαίων ὠμότητα, τῷ τὸν τῶν ὅλων Θεὸν ἐν ἓξ ἡμέραις τὰ πάντα δημιουρ γῆσαι, ἐν δὲ τῇ ἑβδόμῃ μηδὲν μὲν ποιῆσαι, εὐλογίᾳ δὲ ταύτην τιμῆσαι.
 [02289]  πρὸς δὲ τούτῳ καὶ τοὺς τέμνοντας ξύλα, καὶ τοὺς ἀκον τίζοντας λίθους, προμηθεστέρους ἐργάζεται, καὶ μέντοι καὶ τοὺς ἄλλο [134] τι τοιοῦτο δρῶντας παρασκευάζει δεδιέναι καὶ τρέμειν, ἵνα μὴ παρὰ γνώ μην τινὰ τῶν πελαζόντων ἢ πόρρωθεν ὄντων πημαίνωσι.
 [02755]  τὸν δὲ ἀρχιερέα νόμον τινὰ παραβεβηκότα, μόσχον ἄμωμον ἱερεύειν κελεύει·
 [02759]  καὶ παντὸς δὲ τοῦ λαοῦ τοιαύτην τινὰ παρανομίαν τετολμηκότος, τὴν [159] ἴσην προσενεχθῆναι θυσίαν νενομοθέτηκε, διδάσκων ἡλίκον τῆς ἱερω σύνης τὸ γέρας·
 [02761]  τὸν δὲ ἄρχοντα παραβάντα τινὰ νόμον, οὐ μόσχον ἀλλὰ χίμαρον, τουτέστιν ἔριφον ἐνιαυσιαῖον προσενεγκεῖν διηγόρευσε.
 [02778]  Συνέβαινε πολλάκις ἀσχολίᾳ τινὰ περιπεσόντα μὴ προσενεγκεῖν εἰς και ρὸν τὰ τῷ Θεῷ ἀφιερωμένα, οἷον τὰ πρωτότοκα ἢ τὰς ἀπαρχὰς ἢ τὰς ἐπαγγελίας.
 [03699]  ἡττώμενος τῶν παθῶν, εἶτα στένων καὶ ὀδυρόμενος, ἔχει τινὰ γοῦν σμικρὰν συγγνώμην·
 [03711]  [212] ΞΞΞΙΙ Τὸ μέντοι Κορὲ στασιάσαι κατὰ τοῦ νομοθέτου ἔχει τινὰ λόγον·
 [05229]  ἀλλὰ λόχον τινὰ τῶν συστρατευομένων ἀποστείλας ὁ Ἰεφθάε διαβῆναι τὸν ποταμὸν αὐτοὺς διεκώλυσεν.
000-00-00 Serial Number=0993989944
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00837]  Τὸν μέντοι Κάρμηλον ἐνταῦθα Εὐσέβιος ὁ Καισαρεὺς οὐ τὸ ὄρος εἴρηκεν, ἀλλὰ κώ μην τινὰ μέχρι τοῦ νῦν οὕτως ὀνομαζομένην, νοτό θεν τῆς Ἱερουσαλὴμ κειμένην, ἐν ᾗ φασιν ᾠκηκέναι τὸν Νάβαλ.
 [01059]  Ὁ δὲ καὶ διωκόμενος πράως ἄγαν καὶ φιλικῶς [80.604] παρῄνεσε τὸν θυμὸν εἰς ἄλλον τινὰ κατακενῶσαι τῶν φευγόντων στρατιωτῶν, καὶ οὐδὲ τοῦτον ἀνε λεῖν, ἀλλὰ μόνον λαβεῖν τὴν σκευὴν παρηγγύησεν, ἵνα ἔχῃ τινὰ τοῦ πόνου καρπόν.
 [01176]  Εἰκὸς τοίνυν ἐν τῷδε τῷ χωρίῳ πάλαι τινὰ τούτων γενέσθαι παράταξιν, καὶ λαβεῖν ἐκ τούτων τὴν ἐπωνυμίαν τὸν τόπον.
 [01407]  Ἐν δέ γε τοῖς ἑξῆς ἀπολογίαν τινὰ συνυφαίνει τοῖς λόγοις.
 [02990]  Τοῦτο παρὰ κρήνην τινὰ τῷ ἄστει πελάζουσαν ὁ ἡνίοχος ἔπλυνεν·
 [03174]  Ἐὰν εὕρῃς τινὰ ἐν τῇ ὁδῷ, μὴ εὐλογήσῃς αὐ τόν·
 [04016]  Καφ φωρὲ δὲ καλεῖ σκεύη τινὰ χρυσᾶ καὶ ἀργυρᾶ, ἐν οἷς ἐφύρων τὴν σεμίδαλιν τῷ ἐλαίῳ.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»