Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum τεμένη [54]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum τεμένη


000-00-00 Serial Number=0207966208
Commentaria in Isaiam Ante [Go Back]  
 [00304]  ἐν γὰρ ταῖς ἀκρω ρείαις καὶ τοῖς ὑψηλοῖς λόφοις τεμένη τοῖς εἰδώλοις ἀνέστησαν καὶ ἄλση κατεφύτευσαν καὶ τὴν διὰ θυσιῶν αὐτοῖς προσέφερον θεραπείαν.
 [01608]  Πνεῦμα δὲ καλεῖ βίαιον τῶν εὐσεβῶν τὴν δυναστείαν, δι' ὧν ἀνετράπη τὰ τῶν εἰδώλων τεμένη καὶ νόμοις ἐκωλύθη τῶν δαιμόνων τὸ σέβας.
 [03749]  ἐκ βάθρων γὰρ ἀνέσπασε τὰ τῶν δαιμόνων τεμένη.
 [04810]  τὰ γὰρ ἐν τοῖς ὄρεσι καὶ τοῖς βουνοῖς τιμώμενα τεμένη τῶν εἰδώλων κατέλυσε καὶ τὴν ἐκείνων μνήμην παρέδωκε λήθῃ καὶ οἷόν τινα χόρτον ἐξήρανε, καὶ τὰ τῶν φιλοσό φων δόγματα καθάπερ τινῶν ποταμῶν ῥεύματ
000-00-00 Serial Number=0595686972
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00865]  καὶ ἐν παντὶ τόπῳ σηκοὶ θεῖοι καὶ τεμένη καθιερῶνται τῷ τῶν ὅλων θεῷ.
000-00-00 Serial Number=0871672630
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [01049]  Ὄρη γὰρ καὶ [81.100] βουνοὺς, τὰ ἐν τοῖς ὄρεσι πάλαι ὄντα ἄλση καὶ τεμένη τῶν δαιμόνων ὠνόμασε, καθ' ὧν ἁλλόμενος καὶ πηδῶν τῇ τε σοφίᾳ τῶν λόγων, καὶ τῇ δυνάμει τῶν θαυμάτων, περιεγένετό τε καὶ φροῦδα αὐτὰ παντε λῶς πεποίηκεν.
 [01056]  Σημαίνει τοίνυν, ὅτι καταλύσας τὰ τῶν δαιμόνων τεμένη, καὶ τῶν λεγομένων θεῶν τὰ ἄλση καὶ τοὺς νεὼς (τοῦτο γὰρ διὰ τοῦ ἐπὶ τὰ ὄρη Βαιθὴλ ᾐνί ξατο·
000-00-00 Serial Number=0413771808
Graecarum affectionum curatio Ante [Go Back]  
 [02079]  Καὶ μαρτυρεῖ τῷ λόγῳ τὰ πράγματα, γῆ καὶ θάλαττα τῆς προτέρας ἀγνοίας ἀπηλλαγμέναι, πεπαυμέ νος τῶν εἰδώλων ὁ πλάνος, τῆς ἀγνοίας ὁ ζόφος ἐληλαμένος, τοῦ τῆς γνώσεως φωτὸς αἱ ἀκτῖνες τὴν οἰκουμένην ἐμπλήσασαι, Ἕλληνες καὶ Ῥωμαῖοι καὶ βάρβαροι τὸν ἐσταυρωμένον θεολογοῦντες καὶ τοῦ σταυροῦ τὸ σημεῖον γεραίροντες καὶ ἀντὶ τῶν πολλῶν καὶ ψευδωνύμων θεῶν τῇ Τριάδι λατρεύοντες, τὰ τῶν δαιμόνων τεμένη φροῦδα γεγενημένα, οἱ βωμοὶ τῶν εἰδώλων ἐκ βάθρων ἀνεσπασμένοι, ἐκκλησίαι περιφανεῖς πανταχῇ δεδομημέ ναι, ἐν πόλεσιν, ἐν κώμαις, ἐν ἀγροῖς, ἐν ἐσχατιαῖς σηκοὶ μαρτύ ρων εἰς κάλλος ἐξειργασμένοι, ἀσκητῶν καταγωγαὶ τὰς τῶν ὀρέων κορυφὰς ἁγιάζουσαι καὶ τὰς ἀοικήτους ἐρήμους οἰκίζουσαι.
 [02115]  καὶ τῶνδε τῶν ἰνδαλμάτων οὐ μόνον τὰ τούτων τεμένη πεπλήρωκεν, ἀλλὰ καὶ τὰς ἀγορὰς καὶ τὰς ἀγυιάς, καὶ μέντοι καὶ τῶν εὐπόρων τὰς [7.8] οἰκίας.
 [02334]  Ἀλλὰ καὶ οὕτω γε φύντα, ὡς εἴρηται, καὶ σωθέντα γε καὶ τραφέντα καὶ ἐμπρησθέντα, τοῖς ἄλλοις θεοῖς κατέλεξαν καὶ τεμένη γε καθω σίωσαν καὶ καθιέρωσαν βωμούς, καὶ λοιβῇ καὶ κνίσῃ, πάλαι μὲν προφανῶς, νῦν δὲ ἴσως ἐν παραβύστῳ, γεραίρετε καὶ τὰ τούτου ἀγάλματα θείας ἀξιοῦτε τιμῆς καὶ τὸν ἐνειλημένον αὐτῷ θαυμάζετε δράκοντα καὶ ξύμβολον εἶναι τῆς ἰατρικῆς φατε, ὅτι καθάπερ ἐκεῖνος ἀποδύεται τὸ γῆρας, οὕτως ἡ ἰατρικὴ τῶν νόσων ἐλευθε [8.23] ροῖ.
 [02532]  Τὰ μὲν γὰρ ἐκείνων οὕτω παντελῶς διελύθη τεμένη, ὡς μηδὲ τῶν σχημάτων διαμεῖναι τὸ εἶδος, μηδὲ τῶν βωμῶν τὸν τύπον τοὺς νῦν ἀνθρώπους ἐπίστασθαι, αἱ δὲ τούτων [8.69] ὕλαι καθωσιώθησαν τοῖς τῶν μαρτύρων σηκοῖς.
 [02544]  Τὰ μὲν γὰρ ἐκείνων οὕτω παντελῶς διελύθη τεμένη, ὡς μηδὲ τῶν σχημάτων διαμεῖναι τὸ εἶδος, μηδὲ τῶν βωμῶν τὸν τύπον τοὺς νῦν ἀνθρώπους ἐπίστασθαι, αἱ δὲ τούτων [8.69] ὕλαι καθωσιώθησαν τοῖς τῶν μαρτύρων σηκοῖς.
 [03026]  [10.60] Ταῦτα πρὸ πλειόνων ἢ χιλίων ἐτῶν τῆς Κωνσταντίνου βασιλείας προηγόρευσεν ὁ προφήτης, μεθ' ἣν τὰ τῶν δαιμόνων κατελύθη τεμένη.
 [03085]  ∆ιὰ δὲ τούτων τὰ ἐν τούτοις τεμένη τῶν εἰδώλων ἐμήνυσεν, ἅπερ ἐπιφανεὶς καταλέλυκε καὶ δίκην ἕλους ἐξήρανεν·
000-00-00 Serial Number=0614805818
Historia ecclesiastica Ante [Go Back]  
 [00091]  τὰ μὲν γὰρ τῶν εἰδώλων ἀπεκέκλειστο τεμένη, ἐν δὲ ταῖς ἐκκλησίαις ἑορταὶ καὶ πανηγύρεις ἐπετελοῦντο συχναί.
 [03417]  Ὁ δὲ πιστότατος βασιλεὺς κατὰ τῆς Ἑλληνικῆς πλάνης μετέθηκε τὴν σπουδὴν καὶ νόμους ἔγραψε τὰ τῶν εἰδώλων τεμένη καταλυ θῆναι κελεύων.
 [03427]  Πρῶτος μέντοι τῶν ἄλλων ἀρχιερέων Μάρκελλος ὁ πάντα ἄριστος, ὅπλῳ τῷ νόμῳ χρησάμενος, τῆς ἐγκεχειρισμένης πόλεως τὰ τεμένη κατέλυσε, τῇ πρὸς τὸν θεὸν παρρησίᾳ μᾶλλον ἢ τῇ πο λυχειρίᾳ χρησάμενος.
 [03454]  οὕτω καὶ τἄλλα τεμένη κατέλυσεν ὁ θεῖος ἐκεῖνος ἀρχιερεύς.
 [03459]  οὐ γὰρ μόνον ἐκ βάθρων ἀνέσπασε τὰ τῶν εἰδώλων τεμένη, ἀλλὰ καὶ τὰ τῶν ἐξαπατώντων ἱερέων τοῖς ἐξηπατημένοις ὑπέδειξε μηχανήματα.
 [03473]  οὕτω δὴ τὰ πανταχοῦ γῆς καὶ θαλάττης τῶν δαιμόνων κατελύθη τεμένη.
000-00-00 Serial Number=0717209160
Interpretatio in Danielem Ante [Go Back]  
 [01064]  πολλῶν γὰρ καλουμένων θεῶν τὰ τεμένη καταλύσας, καὶ τὰ ταμεῖα συλήσας, βωμοὺς ἀνασπάσας, καὶ τοὺς ἱερωμένους αὐτῶν κατασφάξας, οὐδεμιᾶς θείας εὐεργεσίας ἐδέξατο πεῖραν·
000-00-00 Serial Number=0730983019
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00826]  Καὶ ἀφα νισθήσεται τὰ θυσιαστήρια ὑμῶν, καὶ συντρι βήσεται τὰ τεμένη ὑμῶν, καὶ καταβαλῶ τραυ ματίας ὑμῶν ἐνώπιον τῶν εἰδώλων ὑμῶν.
 [00833]  Ἀπὸ τῶν ἀψύχων μετήγαγεν ἐπὶ τοὺς λογικοὺς τὸν λόγον, καὶ ἀπειλεῖ, ὅτι νεκρῶν πληρώσει τὰ τῶν εἰδώλων τεμένη, καὶ ἀνθρωπείων ὀστέων τὰ τῶν δαιμόνων θυσιαστήρια, διδάσκων διὰ τῆς τιμωρίας, ὡς οὐδὲν ἀπώναντο τῆς τῶν δαιμόνων θεραπείας, οὐδὲ μὴν ἐπικουρίας τινὸς ἐν ταῖς ἐπενεχθείσαις συμφοραῖς παρ' ἐκείνων ἀπήλαυσαν.
 [00836]  Καὶ κατα παύσῃ τὰ εἴδωλα ὑμῶν, καὶ ἐξαρθῇ τὰ τεμένη ὑμῶν, καὶ ἐξαλειφθῇ τὰ ἔργα ὑμῶν.
 [01891]  Τοῦτο δὲ κἀνταῦθα ὁ ∆εσπότης κατηγορεῖ, οἴκημα πορνικὸν τὰ εἰδωλικὰ τεμένη προσαγορεύων.
 [01954]  Τουτέστι, τὰ τῶν δαιμόνων τεμένη.
 [02332]  ἐν γὰρ τοῖς ὄρεσι τὰ τούτων ἵδρυτο τεμένη.
 [04082]  Τούτους λέγει ταῖς ἑαυτῶν μαχαίραις τῆς τοῦ διαβόλου ἐπι στήμης τὸ κάλλος ἀφανίζειν καὶ φροῦδον ποιεῖν, ἀντὶ τοῦ, τὰς σὰς καταλύσουσι μηχανὰς, καὶ τὰς κατὰ τῶν ἀνθρώπων παύσουσιν ἐπιβουλὰς, καὶ τὰ ὑπ' αὐ τῶν σοι γενόμενα ἐκ βάθρων ἀνασπάσουσι τεμένη, καί σε οἷόν τινι θανάτῳ παραδώσουσι τῇ λήθῃ, λαβόντες ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορ πίων, καὶ ἐπὶ πᾶσάν σου δύναμιν.
 [04202]  Οἱ γὰρ ἔτι προσμέ νοντες τῇ σῇ δουλείᾳ, ὁρῶντες τῶν εἰδώλων τὴν παῦ λαν, καὶ τὰ τούτων τεμένη παντελῶς καταλελυμένα, ἐν κατηφείᾳ διάγουσιν ἀθυμοῦντες, καὶ διηνεκῶς ἀδημονοῦντες.
 [04533]  Τοῦ γὰρ Κυρίου νενικηκότος αὐτὸν, καὶ τῆς δυναστείας καὶ τῆς τυ ραννίδος ἔξω πεποιηκότος, οἱ πάλαι λοιμοὶ, καὶ τοῦ Θεοῦ ἀλλότριοι οἱ ἐκ τῶν ἐθνῶν, τῷ θείῳ κηρύγ [81.1125] ματι πεπιστευκότες, παντελῶς αὐτὸν ἐξωλόθρευσαν, καὶ πρόῤῥιζον αὐτοῦ τὴν τυραννίδα ἀνέσπασαν, καὶ κατέβαλον αὐτὸν ἐπὶ τῶν ὀρέων, ἔνθα πρότερον εἶχε τὰ τεμένη καὶ τοὺς βωμοὺς, τὰς τῆς φιλοσοφίας ἱδρυσάμενοι στήλας.
 [04542]  Καὶ οἱ πρότερον δὲ θηριώδεις κατὰ τῶν τούτου κλά δων ὁρμήσουσι, καὶ τὰ τῶν εἰδώλων οἰκείαις χερσὶν ἀνασπάσουσι τεμένη·
 [04951]  ἐν ὄρεσι γὰρ καὶ γηλόφοις, καὶ ἐν παντὶ τόπῳ τὰ τῶν εἰδώλων ἱδρύσαντο τεμένη, οὔτε βασιλέων, οὔτε μὴν ἱερέων τὴν ἀσέβειαν κωλυόντων.
000-00-00 Serial Number=0414209783
Interpretatio in Jeremiam Ante [Go Back]  
 [04112]  Βου νοὺς καὶ ὄρη τὰ τῶν εἰδώλων τεμένη καλεῖ·
000-00-00 Serial Number=0128384471
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [03243]  Ἐπειδὴ γὰρ ὑψηλὰ ἦν πάλαι τὰ τῶν εἰδώ λων τεμένη, καρπὸν οὐδένα τοῖς σεβομένοις ὀρέγοντα, ταῖς τοῦ Λιβάνου κέδροις ἀπείκασε ταῦτα, αἳ ὑψηλαὶ μέν εἰσιν, ἐδώδιμον δὲ καρπὸν οὐ πεφύκασι φέρειν.
 [03286]  ∆ρυμοὺς δὲ προσηγόρευσε τὰ τῶν εἰδώλων τεμένη, ὡς ἄκαρπα παντελῶς·
 [05274]  Ὄρη δὲ καὶ βου νοὺς ὠνόμασε τὰ τῶν δαιμόνων τεμένη·
000-00-00 Serial Number=0881795466
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00010]  Ὄρη δὲ καὶ βου νοὺς ὠνόμασε τὰ τῶν δαιμόνων τεμένη·
000-00-00 Serial Number=0371257305
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [01124]  αὐτοῦ εἰσι καὶ τῶν ὀρέων αἱ κορυφαὶ, κἂν μυριάκις οἱ δαίμονες πείθωσι τῶν ἀνθρώπων τοὺς ἀνοήτους ἐν τούτοις αὐ τοῖς τὰ τεμένη πηγνύναι.
000-00-00 Serial Number=0341287315
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00776]  Καὶ ἐπελάθετο Ἰσραὴλ τοῦ ποιήσαντος αὐτὸν, καὶ ᾠκοδόμησαν τεμένη, καὶ Ἰούδας ἐπλήθυνε πόλεις τετειχισμένας·
 [00779]  ὁ δὲ Ἰσραὴλ, μὴ τεμένη δαίμοσιν ἀνοικοδομεῖν, ἀλλὰ τὴν κατὰ νόμον λατρείαν ἀποπληροῦν.
 [00836]  Οὐ γὰρ μόνον ἐν ταῖς ἄλλαις πό λεσι βωμοὺς καὶ τεμένη τοῖς εἰδώλοις ἀνέστησας, ἀλλὰ καὶ τῷ ἀφιερωμένῳ μοι νεῷ κατεσκεύασας τὰ τῶν εἰδώλων ἰνδάλματα.
 [02861]  Ἐκ βάθρων δὲ καὶ τὰ τῶν εἰδώλων ἀνα σπασθήσεται τεμένη.
 [02865]  Ἐπειδὴ γὰρ ἐμὲ καταλιποῦσα τὴν τῶν εἰδώλων θεραπείαν προείλετο, καὶ οἷόν τινα μι σθὸν τοῖς εἰδώλοις προσφέρουσα, καὶ βωμοὺς ἐδεί ματο καὶ τεμένη, καὶ ἀναθημάτων προσενήνοχε πλῆθος, καὶ ταῦτα σὺν αὐτῇ παραδώσω τοῖς πολε μίοις·
 [03085]  Εἰ δὲ καὶ βουνοὺς καὶ ὄρη, τὰ πάλαι ἐν τούτοις τῶν ἀλαστόρων δαιμόνων τεμένη νοῆσαί τις ἐθελήσειε, καὶ οὕτως εὑρήσει τὸν προφητικὸν λόγον ἀληθείᾳ κοσμούμενον·
 [03255]  Οὐκέτι γὰρ σὺ παρ' ἐκείνων ἐξελαύνῃ, ἀλλὰ σὺ τὰ ἐκείνων καταλύσεις τεμένη.
 [04098]  ἐφ' οὗ ἔστη μὲν ὁ ∆εσπότης Χριστὸς, διέσεισε δὲ τὴν γῆν, καὶ τὰ ὄρη κλονήσας διέῤῥηξε, κατέπληξε δὲ τῷ δέει τῶν δαιμόνων τὰ γένη, καὶ τὰ ἐν ὄρεσι καὶ βουνοῖς τεμένη
000-00-00 Serial Number=0053450704
Quaestiones in Octateuchum Ante [Go Back]  
 [02342]  καὶ φιλεορ τασταὶ ὄντες, μὴ περὶ τὰ τεμένη τῶν δαιμόνων τρυφῶσιν ἀλλ' ἐν τῷ ναῷ τοῦ πεποιηκότος καὶ τὰ ἀγαθὰ χορηγοῦντος, τῆς ἑορταστικῆς ἀπο λαύωσιν εὐωχίας.
000-00-00 Serial Number=0237700284
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [02065]  Καὶ γὰρ Ἀσὰ, καὶ Ἰωσαφὰτ, καὶ ἄλλοι τινὲς, τὸτοῖς δαίμοσι θύειν ἐκώλυσαν, καὶ τὰ ἐκείνων τεμένη κατέλυσαν·
 [02384]  ∆ῆλος δὲ ὁ λόγος, ὅτι αὐτὸς μὲν ᾠκοδόμησεν αὐ ταῖς τὰ τεμένη, ἐκεῖναι δὲ τοῖς εἰδώλοις ἐλάτρευον.
 [02620]  Πάλιν ἐν ταῦθα δεδήλωκεν, ὡς τὰ μὲν τῶν εἰδώλων τεμένη κατέλυσε, καὶ πρόῤῥιζα τὰ ἄλση ἐξέκοψε·
 [03623]  καὶ ἐνταῦθα δὲ πάλιν δεδήλωκεν ὁ τὴν ἱστορίαν συγγράψας, ὅτι οὐ μόνον τὰ τεμένη τῶν εἰ δώλων ὑψηλὰ ὀνομάζουσιν, ἀλλὰ καὶ τὰ τῷ Θεῷ τῶν ὅλων ἐν τοῖς ὑψηλοῖς τόποις δεδομημένα θυσια στήρια.
 [03723]  Ὥσπερ γὰρ Ἀμμὼν καὶ Μανασσῆς εἰς ἀσέβειαν ἐξέκλιναν τὸν λαὸν, καὶ ἄλση φυτεύσαντες, καὶ τεμένη τοῖς δαίμοσιν ἀναστήσαντες·
 [04171]  Τού των ὁ βασιλεὺς ἀκούσας, ὅσα ἦν ὑπόλοιπα τῶν εἰδώλων τεμένη κατέλυσε, καὶ ὅσας παρέλαβε τῶν δέκα φυλῶν ἐξεκάθηρε πόλεις.
 [04521]  Ἐντεῦθεν ὁρμήσαντες, καὶ τὰ τεμένη τῶν εἰδώλων κατέλυσαν, καὶ τὰ ἄλση ἐξέτεμον, καὶ μετὰ τούτων τὰ ἐν τοῖς ὑψηλοῖς ἀνατεθέντα τῷ Θεῷ θυσιαστήρια ἐκ βάθρων ἀνέσπασαν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»