Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum τελείαν [65]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum τελείαν


000-00-00 Serial Number=0080809295
Ad eos qui in Euphratesia et Osrhoena regione Ante [Go Back]  
 [00110]  Ἀρείου δὲ καὶ Εὐνομίου καὶ Ἀπολιναρίου τὸ περὶ τὴν οἰκονομίαν ἀτελὲς δῆλον ποιοῦντες τοῖς ἀγνοοῦσι, τελείαν εἶναι τὴν ληφθεῖσαν ἀποφαινόμεθα φύσιν ἐκ τῶν θείων λογίων τοῦ Πνεύματος·
000-00-00 Serial Number=0496017575
Commentaria in Isaiam Ante [Go Back]  
 [02804]  [2Ἀνοίξατε] πύλας, εἰσελθέτω δίκαιος λαὸς φυλάσσων δικαιοσύνην καὶ φυλάσσων ἀλήθειαν, [3ἀντιλαμβανόμενος] ἀληθείας καὶ φυλάσσων |132 a| εἰρήνην τελείαν, ὅτι ἐπὶ σοὶ [4ἠλπίσαμεν] κύριε ἕως τοῦ αἰῶνος.
000-00-00 Serial Number=0926601231
De providentia orationes decem Ante [Go Back]  
 [00980]  Εἰς ἄμφω γὰρ ἡ διάνοια μεριζομένη, καὶ ἀμφοτέρων ἐπιλαβέσθαι μὴ δυναμένη, τινὰ μὲν ἐξ ἀμφοῖν ἐκμάττεται μόρια, ἀκριβῆ δὲ καὶ τελείαν οὐδὲ μιᾶς τὴν γνῶσιν εἰσδέχεται.
 [01867]  Καὶ τῇ μὲν νομικῇ διδα σκαλίᾳ ταύτην παραβάλλων, τελείαν αὐτὴν ὀνο μάζει·
 [01872]  Ἀλλ' ἆθλον αὐτὴν προτέθεικεν ἀρετῆς, ἵνα κατὰ τὸν παρόντα βίον κα λῶς ἀγωνισάμενοι, καὶ τὰ πάθη παντελῶς ἀποδυσά μενοι, καὶ φθορᾶς καὶ παθῶν ἐλεύθερον ἐνδυσάμενοι τὸ σῶμα, τηνικαῦτα τελείαν τὴν γνῶσιν ὑποδεξώμε θα·
 [02206]  Ὅταν ἀποδυσώμεθα τὰ πάθη, τότε τὴν τελείαν γνῶσιν ληψόμεθα.
000-00-00 Serial Number=0043724775
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [01522]  Ἡ δὲ τῶν θείων Ἀποστόλων διδασκαλία ψυχὴν λογι-κήν τε καὶ νοερὰν μετὰ σαρκὸς προσειλῆφθαι διδάσκει, καὶ τελείαν τοῖς πιστεύουσιν ὑπισχνεῖται τὴν σωτηρίαν.
 [01780]  μίαν τῆς Τριάδος θεό τητα, μίαν βασιλείαν, μίαν ἐξουσίαν, ἀϊδιότητα, ἀτρεπτότητα, ἀπάθειαν, ἓν θέλημα, τελείαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τὴν θεότητα, τελείαν τὴν ἀνθρωπότητα, τὴν διὰ τὴν ἡμετέ ραν σωτηρίαν ληφθεῖσαν, καὶ ὑπὲρ ἡμῶν τῷ θανάτῳ παρα δοθεῖσαν.
 [02093]  Χρὴ δὲ πρὸ τῶν ἄλλων ἁπάντων τοὺς ἀντιλέγειν ἐπιχει ροῦντας ἐρωτᾶσθαι, εἰ συνομολογοῦσι τελείαν ὑπὸ τοῦ Θεοῦ Λόγου προσειλῆφθαι τὴν ἀνθρωπείαν φύσιν, καὶ εἰ τὴν ἕνωσιν ἀσύγχυτον γεγενῆσθαί φασιν.
 [02227]  Ἡμῖν δὲ ταῦτα εἰς τελείαν ἀρκεῖ θυμηδίαν.
 [02271]  Ἱκετεῦσαι δὲ αὐτοὺς παρακληθήτω τὸ ὑμέτερον μέγεθος, δοῦναι λύσιν τελείαν τῷ τῆς Ἐκκλησίας χειμῶνι, καὶ κελεῦσαι συναθροισθῆναι σύνοδον, μὴ πάλιν τῶν θορυβεῖν εἰωθότων τὸ συνέδριον ταραττόντων, ἀλλὰ μεθ' ἡσυ χίας τῶν τὰ θεῖα πεπαιδευμένων·
 [02419]  Εἴ τις εἴποι, ὅτι ἐν τῷ σταυρῷ πόνον ὑπέμεινεν ἡ θεό της, καὶ οὐχὶ τὸ σῶμα μετὰ τῆς ψυχῆς, ἡ τοῦ δού λου μορφή, ἣν τελείαν ἀνέλαβεν, ἀνάθεμα ἔστω .
 [02507]  Ἡ δὲ Ἐκκλησία, τοῖς ἀποστολικοῖς ἴχνεσιν ἑπομένη, καὶ θεότητα τελείαν, καὶ ἀνθρωπότητα τελείαν ἐν τῷ ∆εσπότῃ Χριστῷ θεωρεῖ.
000-00-00 Serial Number=0153230608
Eranistes Ante [Go Back]  
 [01264]  Ἢ οὐ θεό τητα τελείαν ἐν αὐτῷ καὶ ἀνθρωπότητα ὡσαύτως ἀνελλιπῆ θεωροῦ μεν;
 [02225]  Καὶ ὅτι κατὰ τὴν μακαρίαν τῆς θεότητος οὐσίαν ἄτρεπτος, ἀναλλοίωτος, ἀπαθής, ἀθάνατος, ἀνενδεὴς διατελῶν, [163] πάντα τὰ πάθη εἴασε κατὰ συγχώρησιν τῷ οἰκείῳ ἐπενεχθῆναι ναῷ, καὶ τοῦτον τῇ οἰκείᾳ ἀνέστησε δυνάμει, διά τε τοῦ οἰκείου ναοῦ τελείαν τὴν ἀνανέωσιν τῆς ἡμετέρας ἐξειργάσατο φύσεως.
 [02229]  Εἰ γὰρ μιᾶς ὑποστάσεως ὁ λόγος καὶ ἡ σὰρξ ἡ ἀπὸ γῆς τὴν φύσιν ἔχουσα, μιᾶς ἄρα ὑποστάσεως ὁ λόγος καὶ ἡ ψυχή, ἣν τελείαν ἀνέλαβε.
 [02684]  [189] ΑΠΑΘΗΣ ∆ΙΑΛΟΓΟΣ Γʹ {ΟΡΘ.} Ὅτι μὲν ἄτρεπτος ὁ θεὸς λόγος καὶ ἐνηνθρώπησεν οὐκ εἰς σάρκα τραπείς, ἀλλ' ἀνθρωπείαν φύσιν τελείαν λαβών, ἐν τοῖς πρόσθεν ἐξητασμένοις ἀπεδείξαμεν λόγοις.
 [02895]  {ΟΡΘ.} Ὅτι τὸν υἱὸν τοῦ θεοῦ τὸν θεὸν λόγον, οὐκ ἀσώματον ἐπι φανῆναι συνωμολογήσαμεν, ἀλλὰ φύσιν ἀνθρωπείαν τελείαν ἀνειλη φότα.
000-00-00 Serial Number=0379583716
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [01857]  ∆ιὸ καὶ ἀδελφήν μου καλῶ, καὶ πλησίον μου, καὶ περιστεράν μου, καὶ τελείαν μου.
 [01905]  τὴν γὰρ τελείαν περίκειμαι νέκρωσιν, μέχρις αὐτῶν τῶν ἀκροτάτων μορίων.
 [02739]  οὔπω γὰρ ἔχει τὸ γόνιμον, οὐδὲ τὸ διδασκαλι κὸν χορηγεῖν δύναται γάλα, οὐδὲ τὴν τελείαν ὀρέγειν τοῖς δεομένοις τροφήν·
000-00-00 Serial Number=0223412573
Graecarum affectionum curatio Ante [Go Back]  
 [01993]  Μετέχειν δὲ τοῦ εἶναι μόνον τοὺς λίθους ἔφη καὶ τὰ προσόμοια τούτοις, τὰ δέ γε φυτὰ μεταλαχεῖν καὶ τοῦ ζῆν, αἴσθησιν δ' ἔχειν μετὰ τοῦ ζῆν τὰ ἄλογα εἴρηκε, λόγου δὲ μετειληχέναι τῶν ἀνθρώπων τὸ γένος, τελείαν δὲ ζωὴν ἔχειν τῶν ἀσωμάτων τὴν φύσιν, τούτοις δὲ ἐπήγαγεν·
000-00-00 Serial Number=0560761452
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00287]  Εἶναι δὲ τὴν τελείαν ἀπολύτρωσιν τὴν ἀληθῆ τοῦ ὄντος ἐπίγνωσιν.
 [00329]  προβεβλῆσθαι δὲ σὺν αὐτῷ καὶ ὁμόζυγα Γνῶσιν τελείαν.
 [01303]  Ὅτι τελείαν τὴν ἀνθρωπείαν φύσιν ἀνέλα βεν.
 [02134]  Ὅτι δὲ οὐ προκάλυμμα τῇ θεότητι μη χανώμενος, κατὰ τοὺς τῶν αἱρετικῶν μύθους, ἀλλὰ διὰ τῆς ἀπαρχῆς παντὶ τῷ γένει τὴν νίκην πραγ ματευόμενος, τελείαν τὴν ἀνθρωπείαν φύσιν ἀν έλαβε, μάρτυς ἀληθὴς, καὶ διδάσκαλος ἀκριβὴς, ὁ θεῖος Ἀπόστολος.
 [02241]  Ὅτι τελείαν τὴν ἀνθρωπείαν φύσιν ἀν έλαβεν.
 [02305]  Ἀπόχρη δὲ καὶ ταῦτα δι δάξαι ὡς τελείαν τὴν ἀνθρωπείαν φύσιν ἀνέλαβε, καὶ τούτου χάριν καὶ υἱὸς ∆αβὶδ, καὶ υἱὸς Ἀβραὰμ, καὶ υἱὸς ἀνθρώπου, καὶ ἄνθρωπος, καὶ Ἀδὰμ, καὶ Ἰακὼβ, καὶ Ἰσραὴλ ὠνομάσθη.
 [02306]  Ὥσπερ γὰρ τελειος ἦν Θεὸς, οὕτω δὴ καὶ τέλειος ἄνθρωπος τελείαν τοῖς ἀνθρώποις παρέσχεν τὴν σωτηρίαν.
 [02807]  Ὁ δὲ θεῖος ἀπόστολος Παῦλος, τῷ Φιλήμονι καὶ τῇ Ἀπφίᾳ, νόμῳ γάμου συνεζευγμένοις, ἔγραψε τελείαν ἐπι στολήν.
000-00-00 Serial Number=0629708469
Historia ecclesiastica Ante [Go Back]  
 [00320]  ὅτι γὰρ οὔτε δύο ἀγέννητα ἀκηκόαμεν οὔτε ἓν εἰς δύο διῃρημένον οὐδὲ σωματικόν τι πεπονθὸς μεμαθήκαμεν ἢ πεπιστεύκαμεν, δέσποτα, ἀλλ' ἓν μὲν τὸ ἀγέννητον, ἓν δὲ τὸ ὑπ' αὐτοῦ ἀληθῶς καὶ οὐκ ἐκ τῆς οὐσίας αὐτοῦ γεγονός, καθόλου τῆς φύσεως τῆς ἀγεννήτου μὴ μετέχον ἢ ὂν ἐκ τῆς οὐσίας αὐτοῦ, ἀλλὰ γεγονὸς ὁλοσχερῶς ἕτερον τῇ φύσει καὶ τῇ δυνάμει, πρὸς τελείαν ὁμοιότητα διαθέσεώς τε καὶ δυνάμεως τοῦ πεποιηκότος γενόμενον·
 [02449]  οἱ δὲ τελείαν τὴν νόσον εἰσδεδεγμένοι ἀποστρέ φονται μὲν τὴν τῶν χειρῶν ἐργασίαν ὡς πονηρίαν, ὕπνῳ δὲ σφὰς αὐτοὺς ἐκδιδόντες τὰς τῶν ὀνείρων φαντασίας προφητείας ἀπο καλοῦσι.
 [03053]  θαυμάζω σε, ὦ φιλότης, οὕτως ἀναίδην τῇ ἀλη θείᾳ μαχόμενον, καὶ ταῦτα σαφῶς ἐπιστάμενον ὡς ὁ θαυμάσιος ∆ά μασος τελείαν ὑπὸ τοῦ θεοῦ λόγου τὴν ἡμετέραν φύσιν ἀνειλῆφθαί φησιν, σὺ δὲ τοὐναντίον λέγων διατελεῖς·
 [03550]  τὴν εὐσέβειαν δὲ τελείαν καὶ τοῦτον ἔχειν κἀκεῖνον παρῄνεσε.
000-00-00 Serial Number=0117386460
Historia religiosa Ante [Go Back]  
 [02074]  Ἐν τούτῳ δὲ τῇ γῇ τὰ γόνατα καὶ τὸ μέτωπον προσερεῖσαί τε καὶ ἱκετεῦσαι τὸν πάντας ἀνθρώπους σῴζειν ἐθέλοντα ποδηγῆσαι αὐτὸν πρὸς τὴν τελείαν τῆς εὐσεβείας ὁδόν.
000-00-00 Serial Number=0758295357
Interpretatio in Ezechielem Ante [Go Back]  
 [06322]  Καὶ τίνος ἕνεκεν καὶ ταύτην πᾶσιν ἡμῖν παρέσχε τοῖς ἔθνεσιν, ἵν' αὐτοῖς τελείαν παράσχῃ τὴν σωτη ρίαν;
 [06351]  Εἰ μὲν γὰρ ἐκεῖνον πλέον, ὡς οὐ τελείαν ἔχοντες γνῶσιν τοῦτο ποιήσουσιν·
000-00-00 Serial Number=0961240053
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00137]  οὐδέποτε γὰρ Ἰουδαῖοι περὶ τὸν εὐεργέτην τελείαν ἔσχον ἀγάπην.
 [01640]  Ἀπῳκίσθη Ἰούδας, συνετέλεσεν ἀποικίαν τελείαν.
 [03082]  Ἡ συνού λωσις τὴν τελείαν ἴασιν δηλοῖ.
000-00-00 Serial Number=0662891805
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00164]  Οὕτω διὰ τοῦτο προτρέψας εἰς ἀρετὴν, καὶ τὴν τελείαν ἐκπαιδεύσας φιλοσοφίαν, καὶ διὰ τῶν ἐναντίων ἀλείφει τοὺς ἀθλητὰς, καί φησιν·
 [01297]  Σὺ δὲ ἀπὸ τοῦ τῆς φύσεως ὕψους φαινόμενος τῆς σῆς ἀξιοῖς κηδεμονίας τοὺς ὑπ' ἐκείνων πολεμουμένους, νῦν μὲν ψυχαγωγῶν ἐν ταῖς θλίψεσι, μετὰ βραχὺ δὲ τελείαν τὴν σωτηρίαν δω ρούμενος.
 [01459]  Τὴν γὰρ δικαιοσύνην ἐνταῦθα τὴν τελείαν ἀρετὴν ὀνομάζει·
 [01633]  Πάλιν ἐνταῦθα δικαιοσύνην οὐ τὴν τελείαν ἀρετὴν λέγει, ἀλλὰ τὴν δικαίαν αἴτησιν.
 [03778]  καὶ τὴν ἐλπίδα τοίνυν τελείαν καὶ γνησίαν κτησώ μεθα, καὶ τὸν ἄλλον βίον τῇ ἐλπίδι κατάλληλον, ἵνα ἔλεον πολὺν καρπωσώμεθα.
 [04165]  ἀλλὰ τὴν τελείαν ἀρετὴν ἐν ἀληθέσι δόγ μασι καὶ πράγμασιν ἀγαθοῖς ὁρισάμενος, τοῖς ταύτην κεκτημένοις τὸν ἔλεον καὶ τὴν δικαιοσύνην ἐπήγγειλεν.
000-00-00 Serial Number=0563979030
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00563]  Ἔδει γὰρ τῇ καινῇ διαθήκῃ παι δευούσῃ τὰ τέλεια, καὶ τῆς θεογνωσίας τὴν τελείαν συνῆφθαι διδασκαλίαν.
 [00680]  Ταύτης μοι, φησὶ, τῆς εὐφροσύνης τὰ ὦτα ἔμπλησον, τὴν τελείαν κάθαρσιν ὑπισχνούμενος, ἵνα εἰς ἅπαντα ἡ θυμηδία διαδράμῃ τὰ τοῦ σώματος μόρια·
 [00758]  Εἰδὼς γὰρ ὁ θειότατος ∆αβὶδ, ἅτε τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς τοῦ Θεοῦ σοφίας μεμαθηκὼς, ὡς ἡ καινὴ διαθήκη τελείαν ἔχει τῶν ἁμαρτημάτων τὴν ἄφεσιν, ταχίστης καὶ τελείας τῶν ἁμαρτημάτων ἀπαλλαγῆς ἐφιέμενος, καὶ τῆς συντόμου καὶ φιλοτίμου καθάρσεως τυχεῖν καὶ αὐτὸς ὀρεγόμενος, ταῦτά φησι.
 [00890]  Τηνικαῦτα, φησὶ, θυμηδίαν τελείαν ληψόμεθα, ἡνίκα ἂν τῆς ἐπανόδου καὶ τοὺς ἄλλους αἰχμαλώτους ἀπολαύσαντας ἴδω μεν.
000-00-00 Serial Number=0030089915
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [03762]  Οὐχ ἁπλῶς δὲ τὴν τούτων ὁ προφητικὸς λό γος ἐποιήσατο μνήμην, ἀλλὰ διδάσκων, ὡς οὐκ ἀμεί βεται μόνον ὁ τῶν ὅλων Θεὸς τοὺς τῶν δικαίων καρ ποὺς, ἀλλὰ καὶ ἄρχει τῆς εὐεργεσίας, καὶ δημιουρ γεῖ τοὺς οὐκ ὄντας, καὶ διαπλάσας ἐπιμελεῖται, καὶ μετὰ τὴν τελείαν ἡλικίαν ἀναμένει τοὺς τῆς δικαιο σύνης καρποὺς, καὶ πάλιν τότε ταῖς εὐεργεσίαις τοὺς ἀγαθοὺς ἐπικλύζει.
 [05135]  τοσαύτην γὰρ τὴν τελείαν τῶν ἀνθρώπων ὁ Προφήτης ἔφη ζωήν·
 [07210]  καὶ πρώτους μὲν καὶ πρώτας τοὺς τελείαν ἄγοντας τὴν ἡλικίαν.
000-00-00 Serial Number=0561139584
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00167]  Εἰ πάντων τελείαν πρόγνωσιν ἔχει ὁ Χριστός, πῶς οὐκ ἔστιν αἴτιος τῆς τοῦ Ἰούδα προδοσίας καὶ τῆς τοῦ Πέτρου ἀρνήσεως;
 [01134]  Εἰ τὸ προσάπτειν τῷ Χριστῷ ἄγνοιαν ἐστὶν ἀσεβές, δῆλον ὅτι πάντων ἔχει τελείαν τὴν πρόγνωσιν.
 [01440]  Εἰ τελείαν ἀνάστασιν ταύτην καλοῦμεν τῶν ἀνισταμένων ἀνθρώπων, τῶν ψυχῶν εἰσοικιζομένων πάλιν εἰς τὰ σώματα τῶν ἀνισταμένων, δῆλον ὅτι πάντες, οἵ τε ἤδη ἀναστάν τες, οἵ τε μέλλοντες ἀνίστασθαι ὑπὸ τοῦ κυρίου, τέλειοι ἀνέ στησαν·
 [01442]  κἂν οὖν εἴπῃ ἡ θεία γραφή, ὅτι ὁ δεῖνα ἀνέστη ἐκ τῶν νεκρῶν, ἢ ὅτι σώματα ἀνέστησαν ἐκ τῶν νεκρῶν, χρὴ ἡμᾶς δι' ἑκατέρας φωνῆς τὴν τελείαν νοεῖν ἀνάστα σιν, τὴν κατὰ ἀπόδοσιν ψυχῆς τῷ σώματι γινομένην.
 [01939]  παραγινομένου δὲ τοῦ σωτῆρος εἰς σωτηρίαν τῶν αὐτὸν ἐκδεχομένων, πάντων τῶν λυ πηρῶν γίνεται ἡ ἀναίρεσις, καὶ τότε ἡ προφητικὴ διὰ τοῦ Ἡσαΐου πρόρρησις δέχεται τελείαν τὴν ἔκβασιν·
000-00-00 Serial Number=0867343605
Quaestiones in Octateuchum Ante [Go Back]  
 [02038]  καὶ τῶν θείων δὲ μυστηρίων οἱ μεταλαμβάνοντες, οἱ μὲν ὡς προ βάτου μεταλαμβάνουσιν, ἅτε δὴ τελείαν τὴν ἀρετὴν κεκτημένοι·
 [03519]  [1] Ἐπειδὴ ἡ μὲν πρώτη ἡλικία τελείαν οὐκ ἔχει τῶν ἀγαθῶν καὶ κακῶν τὴν [1] διάκρισιν.
000-00-00 Serial Number=0188172460
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [02560]  Ἄνθρωπος μέντοι Θεοῦ οὐ πᾶς προ φήτης ὠνόμασται, ἀλλ' οἱ τελείαν τὴν ἀρετὴν κεκτη μένοι, ὡς Μωσῆς καὶ Ἠλίας, καὶ εἴ τις ἐκείνοις παρόμοιος.
 [04000]  τὴν δὲ ἐθε λούσιον ἐπαινεῖ, καὶ τὴν τελείαν ἀγαπᾷ προθυμίαν.
000-00-00 Serial Number=0694863141
Quod unicus filius sit dominus noster Jesus Christus Ante [Go Back]  
 [00041]  Ἕνα τοιγαροῦν προσκυνοῦμεν Υἱὸν, ἑκατέραν δὲ φύσιν τελείαν ἐν αὐτῷ θεωροῦμεν, καὶ τὴν λαβοῦσαν, καὶ τὴν ληφθεῖσαν·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»