Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum τόκον [25]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum τόκον


000-00-00 Serial Number=0417635858
Commentaria in Isaiam Ante [Go Back]  
 [00970]  Προθεσπίσας τῆς παρθένου τὴν σύλληψιν ὁ προφήτης καὶ τὸν παράδοξον τόκον, καὶ τὴν προσηγορίαν ἐπέθηκεν·
 [01079]  Ἐπειδὴτοίνυν τὴν τούτου σύλληψιν καὶ τὸν τόκον προεθέσπισεν ὁ προφήτης, εἰκότως |110 b| ἐπ' αὐτῷ μέγα φρονεῖ καὶ γαυριᾷ κατὰ τῶν πολεμίων καὶ λέγει τοῖς ἤδη νενικη κόσιν Ἰσραηλίταις καὶ Σύροις·
 [01280]  ∆ιηγούμενος ἤδη τὴν κατὰ τῆς Ἱερουσαλὴμ τῶν δέκα φυλῶν ἐπανάστασιν καὶ τὴν κατὰ τοῦτο συμφωνίαν τούτων τε καὶ τοῦ τῆς ∆αμασκοῦ βασιλέως καὶ δείξας τοῦ ∆αυιτικοῦ γένους τὸ ἄμαχον διὰ τὸ ἐν αὐτῷ κρυπτόμενον σπέρμα καὶ προαγορεύσας τούτου τὸν τόκον καὶ μέντοι καὶ τὸν τοῦ τόκου τρόπον, ἀναλαμβάνει πάλιν τὸν κατὰ τοῦ Ἰσραὴλ λόγον.
 [05604]  Κοιλίαν γὰρ τὴν Αἴγυπτον καλεῖ καὶ τόκον τὴν ἐκεῖθεν ἔξοδον.
 [05959]  τοῦτο δὲ καὶ ἐν τοῖς πρόσθεν ὁ προφήτης ἐδίδαξεν, τῆς γὰρ παρθένου προαγορεύσας τὸν τόκον ἐπήγαγεν·
 [06950]  Κύησιν καλεῖ τοὺς λογισμούς, τόκον δὲ τὴν πρᾶξιν.
000-00-00 Serial Number=0165469527
De incarnatione domini Ante [Go Back]  
 [00480]  ἔκλινε τοίνυν οὐρανοὺς, καὶ κατέβη, καὶ παρθενικὴν ἐκλε ξάμενος νηδὺν κόρης ἁγίας καὶ εὐσεβείᾳ συντεθραμ μένης, δι' ἀγγελικῆς φωνῆς τὸν τόκον προμηνυσά σης, καὶ τῆς συλλήψεως τὸν τρόπον προερμηνευσά σης, καὶ τῆς παρθενίας τὸν φόβον τῇ ἑρμηνείᾳ λυ σάσης, εἰσοικίζεταί τε, καὶ ναὸν ἑαυτῷ κατασκευάζει, καὶ τὴν ἄσπαρτον, καὶ ἀνήροτον σκηνὴν διαπλάττει·
 [00490]  Οὕτως τεχθεὶς ὁ ∆εσπότης Χριστὸς (οὐ γὰρ εὐαγὲς μετὰ τὸν τόκον ἢ Θεὸν Λόγον μόνον αὐτὸν προσ αγορεύειν, ἢ ἄνθρωπον γεγυμνωμένον θεότητος, ἀλλὰ Χριστὸν, ὃ ἑκατέραν φύσιν τήν τε λαβοῦσαν καὶ τὴν ληφθεῖσαν δηλοῖ), πάντως τὰ ἡμέτερα πλὴν τῆς ἁμαρτίας καταδέχεται πάθη, σπαργανοῦται παραπλησίως τοῖς βρέφεσι, καὶ γάλακτι τρέφεται, καὶ τιθηνεῖται, καὶ χερσὶ περιφέρεται, καὶ κόλποις ἐντίθεται, καὶ κατὰ νόμον περιτέμνεται, καὶ καθαρ σίοις θυσίαις καθαίρεται, ἡ καινὴ καὶ μόνη τῆς οἰκουμένης θυσία, ὁ τοῦ κόσμου τὴν ἁμαρτίαν ἄρας Ἀμνός·
 [00493]  καὶ τοῦτο ποιεῖ δύο καὶ δέκα γεγονὼς μόνον ἔτη τέως μετὰ τὸν τόκον·
000-00-00 Serial Number=0128450453
De providentia orationes decem Ante [Go Back]  
 [01005]  μᾶλλον δὲ, ὁ τῆς φύσεως Ποιητὴς οὕτω κεράσας τὰ ἄνισα, καὶ τῇ μὲν ἐξ εὐ πραγίας γινομένῃ περὶ τὸν τόκον δυσκολίᾳ, τὴν ἐκ τῶν ἰατρῶν καὶ τῶν φαρμάκων παραμυθίαν προσ φέρων, τῇ δὲ διὰ τὴν πενίαν τῆς ἐπικουρίας ταύτης σπανιζούσῃ, παρέχων τῆς φύσεως τὴν βοήθειαν.
000-00-00 Serial Number=0057561874
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [02494]  Βαλεντῖνος δέ, καὶ Βασι λείδης, καὶ Βαρδησάνης, καὶ Ἁρμόνιος, καὶ οἱ τῆς τούτων συμμορίας, δέχονται μὲν τῆς Παρθένου τὴν κύησιν, καὶ τὸν τόκον·
000-00-00 Serial Number=0503565013
Eranistes Ante [Go Back]  
 [01903]  {ΟΡΘ.} Εἰ τοίνυν παρὰ τὴν σύλληψιν ἡ ἕνωσις γέγονε, ταῦτα δὲ πάντα μετὰ τὴν σύλληψιν καὶ τὸν τόκον ἐγένετο, οὐκ ἄρα μετὰ τὴν ἕνωσιν τὴν οἰκείαν φύσιν ἡ ἀνθρωπότης ἀπώλεσεν.
 [02602]  καὶ μεμάθηκας ἀκριβῶς ὡς οὐ μόνον μετὰ τὸν τόκον, ἀλλὰ καὶ μετὰ τὸ σωτήριον [184] πάθος καὶ τὴν ἀνάστασιν καὶ τὴν ἀνάληψιν τὴν ἕνωσιν τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος ἀσύγχυτον ἔδειξαν.
 [04228]  Εἰ τοίνυν κεκέρακε τὰς φύσεις ἡ ἕνωσις καὶ συνέχεε, πῶς ἡ σὰρξ μετὰ τὸν τόκον οὐδὲν ἔχουσα καινὸν ἑωρᾶτο, ἀλλὰ καὶ τὸν ἀνθρώπινον ἐδείκνυ χαρακτῆρα, καὶ τοῦ βρέ φους τὰ μέτρα διέσωζε, καὶ τῶν σπαργάνων ἠνείχετο, καὶ τὴν μητρῴαν εἷλκε θηλήν;
000-00-00 Serial Number=0403043389
Graecarum affectionum curatio Ante [Go Back]  
 [03250]  Καὶ ὁ ἕβδομος δὲ καὶ ὁ ὄγδοος, καὶ μέντοι καὶ ὁ ἔνατος καὶ πάντες, ὡς ἔπος εἰπεῖν, οἱ ψαλμοὶ τὴν τῆς οἰκουμένης με ταβολὴν προθεσπίζουσι καὶ τὴν τῶν ἐθνῶν προκηρύττουσι κλῆσιν καὶ πίστιν, καὶ πρός γε τούτοις τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν τὴν προαιώνιον ὕπαρξιν, τὴν ἐκ τοῦ Πατρὸς γέννησιν, τὸν ἐκ παρθένου τόκον, τὰ θαύματα, τὰ παθήματα, τῶν Ἰουδαίων τὴν ἀπιστίαν, τὴν ἐκ νεκρῶν ἀνάστασιν, τὴν εἰς οὐρανοὺς ἀνάβασιν, τὴν τοῦ Πνεύματος ἐπιφοίτησιν, τὸν εἰς ἅπασαν γῆν καὶ θάλατταν τῶν ἀποστόλων δρόμον.
000-00-00 Serial Number=0179644883
Haereticarum fabularum compendium Ante [Go Back]  
 [02785]  Ὅτι γὰρ οὐχ ἡδυπαθείᾳ δουλεύοντες τῆς τῶν πλειόνων γυναικῶν ὁμιλίας ἠνεί χοντο, μαρτυρεῖ μὲν Ἀβραὰμ ὁ πατριάρχης μετὰ τὰς πολλὰς τῆς Σάῤῥας παρακλήσεις τῇ Ἄγαρ ὡμι ληκὼς, εἶτα μετὰ τὸν τόκον οὐκ ἔτι ταύτῃ πελάσας.
000-00-00 Serial Number=0862230539
Historia ecclesiastica Ante [Go Back]  
 [02435]  φά σκουσι δὲ τῶν ἐκκλησιαστικῶν ἀπεσχοινίσθαι συλλόγων, ἐπειδὴ τινὲς μὲν τὸν ἐπάρατον εἰσπράττουσι τόκον, τινὲς δὲ γυναιξὶν οὐ νόμῳ γάμου συνοικοῦντες παρανόμως βιοῦσιν, οἱ δὲ τούτων ἀπηλλαγμένοι τούτοις ἀδεῶς κοινωνοῦσι.
000-00-00 Serial Number=0464803159
Historia religiosa Ante [Go Back]  
 [01378]  τῆς γὰρ ἀλλοίας τοῦ παιδίου τροφῆς αἱρετώτερον ἡγοῦμαι τὸν ἀτέλεστον τόκον.
000-00-00 Serial Number=0643596530
Interpretatio in Ezechielem Ante [Go Back]  
 [01752]  Καὶ τοῦτο ἴσως, ἐκ μεταφορᾶς τῶν βρεφῶν, τῶν μετὰ τὸν τόκον λουο μένων, καὶ ἀποῤῥυπτομένων, καὶ τοῦ μητρῴου αἵ ματος ἀπαλλαττομένων.
000-00-00 Serial Number=0335182726
Interpretatio in Jeremiam Ante [Go Back]  
 [01135]  Προστίθησι δὲ τῇ κατηγορίᾳ καὶ τὸν τόκον, ὡς παρὰ τὸν νόμον τολμώμενον.
 [02123]  Ἐκ γὰρ τῆς ὑπερβαλλούσης ὀδύνης τῆς ἡμέρας ἐπελάβετο, χρήματος ἀνυποστάτου, καὶ τοῦ τῷ πατρὶ τὸν τόκον μηνύσαντος.
000-00-00 Serial Number=0014025211
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [01783]  Καθάπερ γὰρ αἱ ὠδῖνες παρ' αὐτὸν γίνονται τὸν τόκον, οὕτως οἱ μέγιστοι κίνδυνοι τῷ θανάτῳ πελάζουσι·
000-00-00 Serial Number=0404194534
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [03206]  Γέννη σιν καὶ τόκον καλεῖ τὴν ἐξ Αἰγύπτου ἔξοδον.
000-00-00 Serial Number=0891096234
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [04019]  Τοῦτον εἶδε τὸν λίθον καὶ ὁ μακάριος ∆ανιὴλ τμηθέντα ἄνευ χειρῶν, τὸν ἀκοινώνητον τῆς Παρθένου διδασκόμενος τόκον.
000-00-00 Serial Number=0645662129
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00063]  Κυήσασα γὰρ προφήτην, προφητεύει μετὰ τὸν τόκον.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»