Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum τήνδε [109]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum τήνδε


000-00-00 Serial Number=0989536703
Commentaria in Isaiam Ante [Go Back]  
 [01120]  Τὴν αἰτίαν γὰρ τῆς Ἰουδαίων ἀπιστίας διδάσκων τήνδε τὴν μαρτυρίαν παρατέθεικεν·
 [01274]  Ζηλώσας γὰρ καὶ τὴν τῶν δαιμόνων δυναστείαν μιςήσας καὶ τῶν ἀνθρώπων οἰκτείρας τὸ γένος τήνδε τὴν οἰκονομίαν ἐπραγματεύσατο·
 [04144]  Ὁ μέντοι θαυμάσιος βασιλεὺς τὰ δυσσεβῆ ταῦτα δεξάμενος γράμματα καὶ τὴν ἐγκειμένην αὐτοῖς βλασφημίαν ἰδὼν πάλιν ἔδραμεν εἰς τὸν θεῖον νεὼν καὶ ἀναπτύξας ὑπέδειξε τῷ ὀνειδισθέντι θεῷ καὶ τήνδε τὴν ἱκετείαν προσφέρει·
 [07221]  Εἰς γὰρ τὴν συναγωγὴν εἰσελθὼν καὶ τόδε τὸ βιβλίον λαβών, εἶτα ἀναπτύξας καὶ τήνδε τὴν προφητείαν ἀναγνοὺς ἔφη πρὸς τοὺς ἀκούοντας·
000-00-00 Serial Number=0818419337
De providentia orationes decem Ante [Go Back]  
 [00647]  Ἐπειδὴ δὲ θνητὸν ὁ Ποιητής σε κατὰ τὸν παρόν τα βίον πεποιηκὼς, ᾔδει σε καὶ ἀῤῥωστίαις περιπε σούμενον (τὸ γὰρ θνητὸν πάθεσι συγκεκλήρωται), ἐδίδαξέ σε καὶ τέχνην ἰατρικὴν, καὶ τήνδε τὴν ἐπι στήμην τοῖς πάθεσιν ἀντεστράτευσεν.
000-00-00 Serial Number=0563643992
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00020]  Αὐτὸς μὲν οὖν τήνδε τὴν κατηγορίαν δειμαίνων ἐντεῦθεν ἀπῆρεν, ἐμοὶ δὲ προὐξένησε τὸ σφόδρα ποθούμενον·
 [00258]  καὶ γὰρ τὰ ὦτα διαλεγομένῳ σοι πολλάκις ὑπέσχον, καὶ νῦν ἐν τοῖς γράμ μασιν ὃν ᾔδειν ἐθεασάμην, καὶ χάριν πολλὴν ὡμολόγησα τῷ αἰδεσιμωτάτῳ Φασγανίῳ, τοιαύτην μοι λόγων εὐωχίαν κομίσαν τι, καὶ εὐγνώμων περὶ τήνδε τὴν εὐεργεσίαν γεγένημαι.
000-00-00 Serial Number=0069852352
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00109]  Ἐπειδὴ δὲ ἐν τούτῳ τῷ μέρει καθαρόν μοι τὸ συνειδός, χαίρω καὶ γάννυμαι καὶ προσμένω τῶν ἄλλων λύσιν ἁμαρτη μάτων διὰ τήνδε τὴν ἀδικίαν.
 [00338]  Καὶ ὁ Παιανιεὺς δὲ ῥήτωρ, τῇ ῥητορικῇ δεινότητι φιλοσοφίαν ἀναμίξας, καὶ τήνδε τὴν γνώμην καὶ τοῖς τηνι κάδε ἀνθρώποις καὶ τοῖς εἰς ὕστερον ἐσομένοις προσήνεγκεν.
 [00342]  ἔγραψε δὲ καὶ τήνδε·
 [00614]  Πρέπει γὰρ ὑμῶν τῷ μεγέθει, καὶ ταύτην μετὰ τῶν ἄλλων τὴν δικαιοπραγίαν καρπώσασθαι, καὶ τὰς παρὰ τῶν εὐεργετουμένων εὐλογίας τρυγῆσαι, καὶ θεραπεῦσαι μὲν τὸν τῶν ὅλων Θεόν, θεραπεῦσαι δὲ τὸν γνήσιον αὐτοῦ δοῦλον, τὸν ἁγιώτατον ἄνθρωπον τοῦ Θεοῦ, τὸν κύριον Ἰάκωβον, ὃς τήνδε προσφέρει σὺν ἐμοὶ τὴν παράκλησιν.
 [01947]  Ἐλπίζομεν γὰρ ὡς πολλὰ τῶν ἡμετέρων ἁμαρτημάτων διὰ τήνδε τὴν ἀδικίαν ὁ ∆εσπότης ἀφήσει.
 [02350]  καὶ οἱ μὲν τήνδε, οἱ δὲ τήνδε τὴν τέχνην μεταχειρίζουσι.
 [02557]  Τίς δὲ τῶν ἁγίων Πατέρων οὐ τήνδε τὴν δι δασκαλίαν προσήνεγκε;
 [02701]  Καὶ ἀκούσωμεν τοῦ ∆εσπότου Χριστοῦ, τήνδε τὴν ὁμολογίαν κρατύνοντος.
 [02776]  Πολλοὶ δὲ καὶ ἁρπάσαντες τήνδε τὴν κλῆσιν ἐσχήκασιν.
 [02777]  Οἱ γὰρ τοὺς ἀνθρώπους ἐξαπατήσαντες δαίμονες τοῖς εἰδώλοις τήνδε τὴν προσηγορίαν ἐπέθεσαν.
000-00-00 Serial Number=0013080299
Eranistes Ante [Go Back]  
 [00014]  Πάλιν δ' αὖ τὸ τῇ θεότητι τοῦ δεσπότου Χριστοῦ προσάπτειν τὸ πάθος ἐκ τῆς Ἀρείου καὶ Εὐνομίου βλασφημίας κεκλόφασιν, ὡς ἐοικέναι τήνδε τὴν αἵρεσιν ἀτεχνῶς τοῖς ὑπὸ τῶν προσαιτῶν ἐκ διαφόρων ῥακίων συρραπτομένοις ἐσθήμασιν.
 [00022]  Ὥσπερ γὰρ τὸν παρὰ πολλῶν ἐλέῳ τρεφόμενον προσαίτην ὀνομάζειν εἰώθαμεν, καὶ χρηματιστὴν τὸν συλλέγειν ἐπιστάμενον χρήματα, οὕτω δὴ καὶ τούτου τήνδε τὴν ἐπωνυμίαν ἐκ τῶν ἐπιτηδευμάτων τεθείκαμεν.
 [00203]  Ἰακὼβ ὁ πατριάρχης τήνδε τὴν εὐλογίαν τὴν αὐτῷ τε καὶ τῷ πατρὶ καὶ τῷ πάππῳ δοθεῖσαν Ἰούδᾳ τῷ παιδὶ δέδωκε μόνῳ.
 [00206]  Ἢ οὐ δέχῃ τήνδε τὴν πρόρρησιν ὡς περὶ τοῦ σωτῆρος εἰρημένην Χριστοῦ;
 [00552]  Οὕτω γὰρ οὔτε Ἰουδαῖοι τήνδε τὴν πρόρρησιν νενοήκασιν.
 [01260]  {ΕΡΑΝ.} Τοῖς ἀπίστοις ἐκεῖνοι τήνδε τὴν διδασκαλίαν προσήνεγ καν·
 [01413]  {ΟΡΘ.} Ἀνεμνήσθην πόθεν εἰς τήνδε τὴν παρέκβασιν ἐξεκλίναμεν.
 [01589]  {ΕΡΑΝ.} Οὐδενὶ τούτων ἐοικέναι τήνδε λέγω τὴν ἕνωσιν·
 [01914]  Τῶν γὰρ μαθητῶν πνεῦμα θεωρεῖν τοπασάντων, ἐξήλασε τήνδε τὴν ὑποψίαν ὁ κύριος, καὶ τὴν τῆς σαρκὸς ὑπέδειξε φύσιν.
 [03411]  {ΕΡΑΝ.} Οἶδα τήνδε τὴν ἱστορίαν.
 [04127]  {ΟΡΘ.} Εἶδες καὶ τὴν ἄλλην τῶν ὑμετέρων διδασκάλων συμμορίαν, παρ' ἧς τὸ τὴν θεότητα τοῦ μονογενοῦς πεπονθέναι μαθεῖν ἐνομίσθητε, τήνδε τὴν βλασφημίαν βδελυττομένην, καὶ τῆς θεότητος τὴν ἀπά θειαν κηρύττουσαν, καὶ τῶν ταύτῃ τὸ πάθος προσαρμόττειν τολμών των τὴν φάλαγγα καταλύουσαν.
 [04293]  ἀλλ' οὔτε ἡ συνημμένη θεότης οὔτε τὸ πανάγιον πνεῦμα τότε σῶμα ὑπήρεισαν, καὶ ἐπέρρωσαν τὴν ψυχήν, ἀλλ' ἀγγέλῳ τήνδε τὴν ὑπουργίαν ἐπέτρεψαν, ἵνα καὶ τῆς ψυχῆς καὶ τοῦ σώματος ἐπιδείξωσι τὴν ἀσθένειαν, καὶ διὰ τῆς ἀσθενείας δειχ θῶσι τῶν ἀσθενούντων αἱ φύσεις.
000-00-00 Serial Number=0735337377
Graecarum affectionum curatio Ante [Go Back]  
 [00326]  οὕτω καὶ πολυτελεῖς ὠνούμενοι λίθους, οὐχ ἡμῖν αὐτοῖς τὴν τούτων διάγνωσιν ἐπιτρέ πομεν, ἀλλ' οἷς ὁ χρόνος καὶ ἡ πεῖρα τήνδε τὴν ἐπιστήμην ἐνέ [1.106] θηκεν·
 [00389]  [2.1] Τὸ φῶς τὸ αἰσθητόν, καὶ τὸ ἄνωθεν φερόμενον καὶ τὸ κάτω παρ' ἀνθρώπων ἐπινοούμενον, ἐπιδείκνυσι τοῖς ὁρῶσι, τί μὲν χρυσὸς καὶ τί ἄργυρος, τί δὲ χαλκὸς καὶ σίδηρος καὶ κασσίτε ρος, καὶ τὰς ἄλλας ὕλας ὡσαύτως, καὶ μὲν δὴ καὶ χρωμάτων καὶ σχημάτων καὶ φυτῶν καὶ ζῴων διδάσκει διαφοράν, ἀλλ' οἱ τὰς ὄψεις ἐρρωμένοι μόνοι τήνδε τὴν γνῶσιν δέχονται.
 [00475]  Χρόνῳ δὲ ὕστερον καὶ ὁ Πλάτων τήνδε τὴν ἀποδημίαν ἐστείλατο·
 [00718]  ἐνίων δὲ καὶ μάλα ὀλίγων ἐν τῇ μετὰ τήνδε, ξὺν θεῷ φάναι, γραφησομένῃ διαλέξει μνησθήσομαι, ἵνα τῶν μυθολογουμένων περὶ τῶν καλουμένων θεῶν μὴ μόνον [2.97] τὸ ἀπίθανον, ἀλλὰ καὶ τὸ ἀνόητον καὶ δυσαγὲς ἐπιδείξω.
 [00785]  καὶ φθινούσης δὲ ταύτης, οἱ ἀστέρες τήνδε πληροῦσι [3.10] τὴν χρείαν.
 [00847]  οἱ γὰρ δὴ καὶ τοῖς ἰοβόλοις τῶν ἑρπετῶν τήνδε τὴν προσηγορίαν προσνείμαντες σχολῇ γ' ἂν τὰς γυναῖκας τοῦδε τοῦ γέρως ἐστέρησαν.
 [00985]  [3.73] Εἶτα σαφέστερον κωμῳδῶν τήνδε τὴν ἐξαπάτην, ἀπὸ τοῦ χρώ ματος τῶν εἰκόνων διελέγχει τὸ ψεῦδος.
 [01405]  Οὗ δὴ χάριν κἀγὼ πέμπτην ὑμῖν, ὦ ἄνδρες, τήνδε προσφέρω παραί νεσιν·
 [01660]  Τοιγάρτοι ξυνομολο γοῦσι καὶ οἱ Ἕλληνες, καὶ παρὰ τοῖς βαρβάροις εἶναί τινα ἐπι μέλειαν ἀρετῆς, καὶ μὴ κωλύειν τήνδε τὴν κτῆσιν τῆς φωνῆς τὸ διάφορον.
 [01692]  καὶ οὐ μόνον ἀστοί, ἀλλὰ καὶ χωριτικοὶ τήνδε τὴν γνῶσιν ἐσχήκασι·
 [01895]  Κἀγὼ δὲ κομιδῇ τήνδε ἄγαμαι τὴν διαίρεσιν.
 [01941]  Οἱ δὲ τήνδε τὴν διαφορὰν δυσχεραίνοντες καὶ χαλεπαίνοντες, ὅτι μὴ πάντες τῶν αὐτῶν μετεσχήκαμεν, ἐγκα λείτωσαν καὶ τοῖς ζωγράφοις, ὅτι μὴ ἑνὶ χρώματι γράφουσιν, ἀλλ' ἐκ διαφόρων τὰς εἰκόνας δαιδάλλουσι·
 [01947]  οὐδὲν γὰρ ἕτερον βούλεσθε, τήνδε τὴν ἰσότητα ποθοῦντες, ἢ λιμῷ καὶ σπάνει τῶν ἀναγκαίων [6.54] ἄρδην ἅπαν ἀφανισθῆναι τῶν ἀνθρώπων τὸ γένος.
 [02330]  Τοιγαροῦν καὶ ἄνθρωπος ἦν, οὐδὲ τοῖς ἄλλοις ἀνθρώποις παραπλησίως τραφείς, ἀλλὰ καὶ παρὰ κυνὸς τῆς πρώτης ἀπολαύσας τροφῆς καὶ τῷ τῶν θηρευόντων οἴκτῳ διασωθείς, καὶ οὐκ ἐκ θείας σοφίας καὶ ἐπιστήμης τὸ ἰατρεύειν ἔχων, ἀλλὰ παρὰ Χείρωνος τήνδε [8.21] τὴν τέχνην ἐκπαιδευθείς.
 [02822]  Μετὰ γὰρ δὴ τὴν τοῦ Σωτῆρος ἡμῶν ἐπιφάνειαν ἀπέδρασαν οἱ τήνδε τὴν ἐξαπάτην τοῖς ἀνθρώποις προσ
 [03211]  Ἐπειδὴ γὰρ ἐκ τοῦ σπέρματος ἐκείνων τὴν ἀνθρωπείαν φύσιν λαβὼν ὁ Μονογενὴς ἐνηνθρώπησεν, ἐνανθρωπήσας δὲ καὶ τὴν οἰκονομίαν τελέσας εἰς ἅπασαν τὴν οἰκουμένην τοὺς ἀπο στόλους ἐξέπεμψε καὶ προσέταξε μαθητεῦσαι πάντα τὰ ἔθνη εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, πιστεύσαντα δὲ τὰ ἔθνη τῆς σωτηρίας ἀπέλαυσεν, εἰκότως ἄρα καὶ τῷ Ἁβραὰμ καὶ τοῖς ἐξ ἐκείνου τήνδε παρέσχε τὴν εὐλογίαν, καὶ αὐτοῖς δῆλα ποιῶν τὰ ἐσόμενα καὶ τὸ μέγεθος τοῦ γέρως ἐπιδεικνὺς καὶ τοὺς τῶν θείων ἐπαΐοντας λογίων τῇ τῆς σωτη ρίας ἐλπίδι ψυχαγωγῶν.
 [03461]  [11.42] Ἀλλὰ τούτων πάλιν τῶν λόγων ἐπιλαθόμενος τὸν γὰρ οὐρανὸν ταῖς τοιαύταις ψυχαῖς ἀπεκλήρωσεν , ἐν τῇ Πολιτείᾳ τὴν Ὀρφέως ψυχὴν κύκνειον ἔφη σῶμα λαχεῖν, καὶ ἀετὸν μὲν ἔφη γενέσθαι τὸν Ἀγαμέμνονα, λέοντα δὲ τὸν Αἴαντα, ἀθλητὴν δὲ τὴν Ἀταλάντην, καὶ πίθηκον τὸν Θερσίτην, οὐκ οἶδα ὅτου χάριν τήνδε τῶν δογμάτων τὴν ἀλογίαν ἐνθεῖναι τοῖς λόγοις κατα δεξάμενος·
000-00-00 Serial Number=0100243390
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00836]  Τοῦτον δὲ ἀποτρέψασθαι τήνδε τὴν δόξαν πειρώμενον, εἰς μέσον ἀγαγεῖν τὴν γυναῖκα, καὶ ἐπιτρέψαι κοινωνῆσαι αὐτῇ τὸν βουλόμενον·
 [00867]  Νοητια νοὶ προσηγορεύθησαν οἱ τήνδε τὴν αἵρεσιν στέρξαντες.
 [01815]  Τοῦτο γὰρ προορῶν ὁ τῶν ὅλων Θεὸς, οὕτω τήνδε τὴν φύ [83.469] σιν διέπλασε.
 [02613]  Καὶ Ἑβραίοις δὲ γράφων, τήνδε τὴν παρουσίαν ἐμήνυσε προφητικῇ χρησάμε νος μαρτυρίᾳ.
 [02775]  Οὐ μόνον δὲ διέπλασεν, ἀλλὰ καὶ συνέζευξε τῷ ἀνδρὶ, καὶ κατὰ τὸν νῦν πολιτευόμενον νόμον, ἀπήγαγε πρὸς τὸν ἄνδρα, καὶ αὐτὸς ἐγένετο νυμφοστόλος καὶ νυμφευ τὴς, αὐτὸς οἷόν τι δῶρον τῷ γάμῳ τήνδε τὴν εὐλογίαν προσήνεγκεν, Αὐξάνεσθε, λέγων, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς.
 [02890]  ∆ιὰ τήνδε τὴν ἀκολασίαν, καὶ τὸν πεπορνευκότα παρέδωκε τῷ Σα τανᾷ, καὶ διαῤῥήδην βοᾷ·
000-00-00 Serial Number=0847993612
Historia ecclesiastica Ante [Go Back]  
 [00117]  καὶ μετὰ τήνδε, τὴν αὐτοῦ γε Ἀρείου, καὶ μετ' ἐκείνην τὰς ἄλλας ὧν ἡ τῆς ἱστορίας δεῖται διήγησις, ἵνα μαρτυρῶσι τῇ ἀληθείᾳ τῆς συγγραφῆς καὶ σαφέστερον τὰ γεγενημένα διδάσκωσιν.
 [00526]  καὶ ὁ μὲν σοφώτατος ἡμῶν καὶ εὐσεβέστατος βασιλεὺς τὰ τοιαῦτα διεφιλοσόφει, οἱ δὲ προφάσει τῆς τοῦ ὁμοουσίου προσθήκης τήνδε τὴν γραφὴν πεποιήκασιν.
 [00823]  ἐν συντόμῳ δὲ καὶ τήνδε τὴν τραγῳδίαν ὡς ἔνι μάλιστα διηγήσομαι.
 [01483]  Μετὰ τήνδε τὴν ἐπιστολὴν τὸν βασιλέως θυμὸν παραθήξαντες ἄγουσιν ἄκοντας τῶν ἐπισκόπων τοὺς πλείστους εἴς τινα πόλιν τῆς Θρᾴκης (Νίκη δὲ ὄνομα ταύτῃ) καὶ πείθουσι, τοὺς μὲν βουκολήσαντες δι' ἁπλότητα τοὺς δὲ δεδιξάμενοι, τὴν πάλαι κατὰ τῆς εὐσεβείας αὐτοῖς ἐξευρεθεῖσαν ἐξεργάσασθαι μηχανήν, καὶ τὴν μὲν οὐσίαν καὶ τὸ ὁμοούσιον ἐξορύξαι τῆς πίστεως, ἐνθεῖναι δὲ ἀντὶ τούτων τὸ ὅμοιον.
 [01654]  ἐγὼ δὲ καὶ τήνδε τὴν ἐπιστολὴν ἐνθήσω τῇ συγγραφῇ, τὴν ἐκείνων μοχθηρίαν ἐπιδεικνύς.
 [01863]  εἰ δέ τις τήνδε λαβεῖν τὴν ἀμπεχόνην ἀναβάλλεται, νῦν ἐντεῦθεν ἀπάρας οἴκαδε ἀπίτω·
 [02062]  τήνδε τὴν πάγην οἱ πλεῖστοι μὲν ἠγνόησαν παντελῶς·
 [02088]  Ἰωάννης γάρ, ὁ τῶν ἐν Ἀντιοχείᾳ πρεσβυτέρων ἐπὶ πλεῖστον ἡγησάμενος χρόνον καὶ πολλάκις μὲν τῆς ἀποστολικῆς προεδρίας τὰς ψήφους δεξάμενος, ἀεὶ δὲ τήνδε τὴν ἡγε μονίαν φυγών, ἐξ ἐκείνης τῆς θαυμασίας ἀρούρας ἐβλάστησεν.
 [03548]  Μετὰ τήνδε τὴν νίκην ἀρρωστήσας τοῖς υἱέσι τὴν βασιλείαν διένειμε.
 [03668]  τήνδε γὰρ τὴν διάνοιαν τῷ περὶ τούτων ἐντέθεικε νόμῳ.
 [03751]  μετὰ τήνδε τὴν τιμωρίαν ὁ δυσσεβὴς καὶ θηριώδης ῥάβδον παχεῖαν ὄζους πάντοθεν [347] ἔχουσαν εἰσωθῆναι διὰ τῆς ἕδρας ἐκέλευσεν.
000-00-00 Serial Number=0764838159
Historia religiosa Ante [Go Back]  
 [00800]  Καὶ γὰρ ἡμεῖς, ἔφη, τὸν ἀσκητικὸν μετιόντες βίον καὶ τῆς ἡσυχίας ἐρῶντες, ἀλώμεθα κατὰ τήνδε τὴν ἔρημον, ἐν τῷ Σινᾷ ὄρει τὸν τῶν ἁπάντων ἐπιθυμοῦντες προσκυνῆσαι θεὸν ἐν ᾧ Μωϋσῇ τῷ θεράποντι τὴν οἰκείαν ἐπιφάνειαν ποιησάμενος ἔδωκε τῆς νομοθεσίας τὰς πλάκας, οὐχ ὅτι τὸ θεῖον τόπῳ περιγεγράφθαι νομίζομεν ἀκούομεν γὰρ αὐτοῦ λέγοντος ὅτι·
 [02413]  Προσήκει δὲ ἡμᾶς ἐπὶ τοῦ παρόντος ἐρευνῆσαι, καὶ ζητῆσαι, καὶ καταμαθεῖν ἀκριβῶς πόθεν ὁρμώμενοι τήνδε τὴν πολιτείαν ἠσπάσαντο, καὶ ποίοις χρώμενοι λογισμοῖς αὐτὴν κατέλαβον τῆς φιλοσοφίας τὴν κορυφήν·
000-00-00 Serial Number=0471518874
Interpretatio in Danielem Ante [Go Back]  
 [01909]  Τουτέστι, καθεύδων τήνδε τὴν ἀποκάλυψιν ἐθεάσατο·
000-00-00 Serial Number=0167333663
Interpretatio in Ezechielem Ante [Go Back]  
 [04868]  ὢν Ἀβραὰμ τήνδε κατέσχε τὴν γῆν, πολλῷ μᾶλλον ἡμεῖς πλείους ὄντες ταύτης ἐσόμεθα κύριοι.
000-00-00 Serial Number=0069818497
Interpretatio in Jeremiam Ante [Go Back]  
 [01968]  Μετὰ ταῦτα κελεύεται ὁ προφήτης τὰς βασιλικὰς πύλας καταλαβεῖν, καὶ πᾶσι παρεγ γυῆσαι, καὶ βασιλεῦσι, καὶ ἰδιώταις, τὸν περὶ τοῦ Σαββάτου μὴ παραβαίνειν νόμον, ἀλλὰ τῇ ἀργίᾳ [81.608] τήνδε τὴν ἡμέραν τιμῆσαι, καὶ τῶν πατέρων μὴ ζηλῶσαι τὴν ἀπείθειαν·
 [02080]  Ἔφυγον, φησὶ, τὴν προφητείαν, εἶπα εἶναι νεώτερος, καὶ μὴ ἀρ κεῖν εἰς τήνδε τὴν ὑπουργίαν, καὶ ὑπέσχου κρείτ τονά με ποιήσειν τῶν πολεμούντων, καὶ τείχει χαλκῷ καὶ στύλῳ σιδηρῷ παραπλήσιον δείξειν·
 [03162]  νῦν δὲ τῶν Βαβυλωνίων ἐπελθόντων, εἰς τήνδε τὴν πόλιν καταφυγεῖν ἠναγκάσθημεν.
 [04409]  Οὕτω ταῦτα προειρηκὼς, διδάσκει, ὡς τήνδε τὴν πρόῤῥησιν ἔγρα ψεν ἐν τῷ τετάρτῳ τῆς Σεδεκίου βασιλείας, τοῦ Θεοῦ τοῦτο προστάξαντος·
 [04834]  πάντοθεν γὰρ εἰς τήνδε τὴν πόλιν συνέτρεχον ἅπαντες·
 [05301]  ἡμεῖς δὲ τὸν δεδωκότα στόμα ἀνθρώπῳ, καὶ διδάσκοντα ἄνθρωπον γνῶσιν ὑμνοῦμεν, ὅτι καὶ τοῦδε τοῦ προφήτου δήλην τὴν διάνοιαν, ὡς ἦν ἡμῖν ἐφικτὸν, πεποιήκαμεν, καὶ ταῖς ἄλλαις προφητικαῖς βίβλοις προστεθείκαμεν καὶ τήνδε τὴν ἑρμηνείαν, ὡς μηδὲ μίαν διὰ τὴν αὐτοῦ χάριν προφητείαν καταλιπεῖν ἀνερμήνευτον.
000-00-00 Serial Number=0080076396
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00018]  Ἀλλὰ μηδεὶς περιτ τὸν ἡμῶν τοῦτον ἡγείσθω τὸν πόνον, τῷ καὶ ἄλλους πρὸ ἡμῶν τήνδε προθεῖναι τὴν ἑρμηνείαν.
 [03794]  Ἀλλ' οὐδεμίαν ἔχει πρὸς τήνδε τὴν ὑπόθεσιν τοῦ ψαλμοῦ συμφωνίαν τὰ ῥήματα·
 [04286]  Οὕτω γὰρ κἂν ὀλισθήσῃ ποτὲ ὁ τήνδε τὴν πορείαν ποιούμενος, τῆς θείας ἀντιλήψεως τεύξεται.
 [04474]  Πολλὴν τοίνυν συμφωνίαν πρὸς τήνδε τὴν ἱστορίαν ἔχει τοῦδε τοῦ ψαλμοῦ τὰ ῥήματα.
 [05213]  Ἔστι δὲ ἰδεῖν καὶ τήνδε τὴν προφητείαν δεξαμένην τὸ πέρας·
000-00-00 Serial Number=0833665490
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [04241]  Ἄνωθεν, φησὶ, καὶ ἐξ ἀρχῆς οἱ τῶν θαυμά των αὐτόπται τοὺς οἰκείους ταῦτα ἐδίδαξαν παῖδας, κἀκεῖνοι πάλιν τοῖς ἐκγόνοις τήνδε τὴν διδασκαλίαν [80.1485] παρέπεμψαν.
000-00-00 Serial Number=0407309830
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00511]  Τινὲς μὲν τῶν συγγραφέων τὸν μέγαν ἔφασαν Μωσῆν τήνδε ποιῆσαι τὴν προσευχήν·
 [00534]  Καὶ μέντοι καὶ Ἰουδαῖοι δουλεύειν ἠναγ κασμένοι τήνδε τὴν ἱκετείαν προσφέρουσι, τὸν ἀνδρα ποδισμὸν καὶ τὴν δουλείαν ὀλοφυρόμενοι.
 [02198]  Οὕτω τῆς θείας δυνάμεως, καὶ τήνδε τὴν ἐνέργειαν δείξας, εἰς ὑμνῳδίαν μεταφέρει τὴν γλῶτταν.
 [03012]  Ποδηγεῖ δὲ ἡμᾶς ἐπὶ τήνδε τὴν διάνοιαν καὶ ὁ μέγας Πέτρος δημηγορῶν, καὶ τῆς τοῦ Ἰούδα προδοσίας κατηγο ρῶν, καὶ τῆς προφητείας τὴν ἀπόδειξιν ἐντεῦθεν ποιούμενος.
 [05255]  Οὐ ῥητῷ γὰρ χρόνῳ τήνδε τὴν ἐλπίδα περιορίζομεν, ἀλλὰ προσμένομεν ἕως ἂν ἀξιωθῶμεν φειδοῦς.
 [05397]  οἱ περὶ τὸν Ζο ροβάβελ τοίνυν, καὶ Ἰησοῦν τὸν τοῦ Σαλαθιὴλ, καὶ οἱ μετ' αὐτῶν εὐσεβείᾳ κοσμούμενοι, τήνδε τὴν εἰσ ήγησιν προσφέρουσι τοῦ ψαλμοῦ·
 [06790]  Οὐ γὰρ μόνον, φησὶν, ἡμεῖς, οἱ ἐξ Ἰσραὴλ, κατὰ τήνδε τὴν γενεάν σε τὸν εὐεργέτην ὑμνήσομεν, ἀλλὰ καὶ ἑτέρα γενεὰ, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, τῶν ἔργων σου τὴν μεγα λουργίαν κηρύξει.
 [06833]  Οὐ γὰρ μόνοις Ἰου δαίοις, ἀλλὰ καὶ πάσῃ τῶν ἀνθρώπων τῇ φύσει τήνδε τὴν διδασκαλίαν προσοίσουσιν.
000-00-00 Serial Number=0620641947
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00756]  Ἀλλ' οὐχ ὡς δεόμενος τῶν παρ' αὐτῶν θυσιῶν τήνδε τὴν κατηγορίαν πε ποίημαι.
 [01153]  Ἐνδίκως δὲ τήνδε τὴν τιμωρίαν ὑπομένεις, ἐπειδὴ ταύτης διὰ τῶν προφητῶν τὰς προῤῥήσεις δεξάμε νος οὐκ ἔδεισας, οὐδὲ μεταβαλεῖν ἐβουλήθης τὴν γνώ μην·
 [02957]  ταῖς γὰρ ἄλλαις φυλαῖς παραπλη σίως, καὶ τήνδε παραδώσω τὴν φυλὴν τῇ δουλείᾳ διὰ τὰς προῤῥηθείσας παρανομίας.
 [03090]  συμβαίνει γὰρ αὐτῶν ταῖς ἄλλαις παρα νοίαις καὶ ὁ περὶ τήνδε τὴν προφητείαν πλάνος·
 [03193]  Οἱ πάλαι δὲ Ἰουδαῖοι οὐ παραπλη σίως τούτοις τήνδε τὴν προφητείαν ἐνόησαν·
 [04223]  Ἐπὶ τούτου τήνδε τὴν προφητείαν ὁ θεσπέσιος ἐποιήσατο Σοφονίας·
 [04339]  ἀπαλλαγῆς γὰρ τῶν κακῶν διὰ τῶν χρημάτων οὐ τεύξονται, ἀλλ' ὑπὸ τῆς θείας ὀργῆς οἷον ὑπό τινος πυρὸς καταναλωθήσονται, ἥτις σύντομον ἐποίσει τοῖς τήνδε τὴν γῆν κατοικοῦσι τὸν ὄλεθρον.
 [05724]  καὶ εὐκαταγώνιστον πᾶσι τοῖς ἔθνε σιν ἀποκαταστήσω τήνδε τὴν πόλιν, καὶ ἐοικυῖαν δείξω προθύροις σαλευομένοις, καὶ καταφέρεσθαι μέλλουσιν, ὥστε τοὺς πολεμίους τῆς ἐμῆς προνοίας γεγυμνωμένην ὁρῶντας ἐπελθεῖν καὶ πολιορκῆσαι, καὶ τὰ φυόμενα ἐντεῦθεν ἐπαγαγεῖν κακά.
 [05970]  Παράσχοι δὲ τῶν ὅλων ὁ Κύριος τήνδε τὴν φωνὴν ἐπαληθεῦσαι καὶ νῦν, καὶ μηδένα ἐν ἡμῖν Χαναναῖον ὀφθῆναι, ἀλλὰ πάντας κατὰ τοὺς εὐαγγελικοὺς πολιτεύεσθαι νόμους, καὶ τὴν μακα ρίαν περιμένειν ἐλπίδα, καὶ τὴν ἐπιφάνειαν τοῦ με γάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0865350187
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [01436]  Εἰ τότε ἐστὶ τελεία ἀνάστασις, ὅτε ὁ τέλειος ἀνίσταται ἄνθρωπος, πῶς λέγει μετὰ τὸ δεσποτικὸν πάθος ἡ γραφή, ὅτι πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη, ὅπερ οὐκ εἶπεν ἐπί τινος τῶν ἄλλων, ὧν ὁ κύριος ἤγειρεν, οἷον ἐπὶ Λαζάρου, ἢ τοῦ υἱοῦ τῆς χήρας, ἢ τῆς θυγατρὸς τοῦ Ἰαείρου, ἀλλ' ἀπολύτως ὅτι τόνδε ἢ τήνδε ἀνέστησε;
000-00-00 Serial Number=0414611697
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00682]  διὰ τήνδε τοίνυν τὴν αἰτίαν, συνεχώρησεν ἐν ἀρχῇ τῶν ἀδελφῶν τὴν ἐπιμιξίαν, ἐπειδὴ δὲ ηὐξήθη τὸ γένος, ὡς παράνομον τοῦτον ἀπαγορεύει τὸν γάμον.
 [01680]  εἰδέναι δὲ χρὴ ὥς τινες εἰς τὸν θεσπέσιον Παῦλον τήνδε τὴν πρόρρησιν εἵλκυσαν·
 [04992]  καὶ ταύτην δὲ ὕστερον οἶμαι συγγραφῆναι τὴν βίβλον, τεκμηρίῳ χρώμενος τῷ τήνδε τὴν πόλιν Ἰερουσαλὴμ ὀνομάζειν τὴν ἱστορίαν·
 [05364]  οἶμαι τοίνυν τὸν τήνδε τὴν ἱστορίαν συγγεγραφηκότα οὐχ ὡς ἔτυχε τάξαι τελευταῖα τὰ πρῶτα γεγενημένα.
000-00-00 Serial Number=0104168475
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [01350]  Εἶτα λέγει τοὺς ἄρχοντας, ὅτι ὁ δεῖνα μὲν τήνδε τὴν ἀρχὴν, ὁ δεῖνα δὲ τήνδε ἐπιστεύθη.
 [01932]  Ἀνοήτως ἄγαν τήνδε τὴν ὑποψίαν ἐσχήκασιν.
 [02549]  Ἐγὼ δὲ οἶμαι καὶ εἰς βεβαίωσιν τῆς περὶ τοῦ θυσιαστηρίου προῤῥήσεως τήνδε γενέσθαι τὴν τιμωρίαν.
 [02653]  Ἐπειδὴ δέ τινες ζητοῦσι, πόθεν οἱ Σαμαρεῖται τήνδε τὴν προσηγορίαν ἐσχήκασιν, ἐκ τῆς προκειμένης ἱστο ρίας τοῦτο καταμαθεῖν
 [04055]  Μηδεὶς δὲ νομι ζέτω, τήνδε τὴν βίβλον πρὸς τὰς Βασιλείας διαφω νεῖν, ἐπειδὴ τοῦ ναοῦ τὸ μῆκος ἑξήκοντα μὲν πήχεων ἐνταῦθα εὑρίσκομεν, ἐκεῖ δὲ τεσσαράκοντα.
 [04262]  Οἶδας δὲ, φη σὶν, ὡς οἱ πατέρες ἡμῶν, διϊόντες τὴν ἔρημον, καὶ εἰς τήνδε τὴν γῆν ἀφικνούμενοι, οὔτε τοῖς Ἰδου μαίοις, οὔτε τοῖς Ἀμμανίταις, οὔτε Μωαβίταις ἐλυ μήναντο παριόντες κατὰ τὰς σὰς ἐντολάς.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»