Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum τέχνης [73]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum τέχνης


000-00-00 Serial Number=0404270887
Commentaria in Isaiam Ante [Go Back]  
 [02037]  Ἀκριβῶς μαθήσονται ὡς τὰ μέν ἐστιν ἄψυχα φυτά, τὰ δὲ χειροποίητα εἴδωλα ἐκ μὲν τῆς ὕλης τὴν οὐσίαν ἐκ δὲ τῆς τέχνης τὸ εἶδος ἠρανισμένα.
 [05091]  ξύλον γάρ φησιν ἐκλεξάμενος τέκτων πρῶτον μὲν ὑποβάλλει μέτρῳ τὸν καλούμενον θεόν ὁ δὲ ὄντως θεὸς οὐ περιγράφεται μέτρῳ , εἶτα τῆς τέχνης ὀργάνῳ διαμορφοῖ ἴδιον δὲ θεοῦ τὸ ἀνείδεόν τε καὶ ἀσχημάτιστον.
 [06749]  καθάπερ γὰρ τὸ συγκείμενον μύρον ἐκ πολλῶν εἰδῶν ἐρανίζεται διὰ τῆς τέχνης τὴν εὐκοσμίαν, οὕτω καὶ τὰ εἴδωλα ἐκ πολλῶν ὑλῶν καὶ τεχνῶν δέχεται τὴν κατα σκευήν.
000-00-00 Serial Number=0208311021
De incarnatione domini Ante [Go Back]  
 [00014]  Καὶ πρὸς τούτοις, νοῦν ἔδωκεν ἡγεμόνα καὶ κυβερνήτην, σοφίας πληρώσας, τέχνης ἁπάσης καὶ ἐπιστήμης ἐμπλήσας, καὶ λογικὸν ἀπέφηνε τὸ πήλι νον ἄγαλμα, καὶ οἰκείαν εἰκόνα πεποίηκε τὸν χοϊκὸν ἀνδριάντα, τὸ ἀρχικὸν καὶ αὐτοκρατορικὸν καὶ δη μιουργικὸν τῇ νοερᾷ ψυχῇ καὶ ἀθανάτῳ δωρησάμε νος.
 [00314]  τὸν δὲ νοῦν τὸν ἀόρατον, τὸν ἀθάνατον, τὸν ἡγεμόνα τοῦ ζώου, τὸν κατ' εἰκόνα θείαν γεγενημένον, τὸν ἀφθαρσίᾳ τετι μημένον, τὸν τοῦ σώματος ἡνίοχον καὶ κυβερνήτην καὶ μουσικὸν, δι' ὃν οὐκ ἄλογος ἡ ἀνθρωπεία φύσις, ἀλλὰ σοφίας καὶ τέχνης καὶ ἐπιστήμης ἀνάπλεως, τοῦτον ἀπεῤῥίφθαι κάτω, καὶ τῆς τοῦ σώματος μὴ μεταλαγχάνειν τιμῆς·
 [00399]  Τὸ δὲ σοφίᾳ προκόπτειν, οὐ Θεοῦ τοῦ σοφοῦ, τοῦ ἀπροσδεοῦς, καὶ ἀεὶ τελείου, καὶ μήτε ἐπίδοσιν, μήτε ἐλάττωσιν δεχομένου, ἀλλὰ τοῦ νοῦ τοῦ ἀνθρωπίνου, τοῦ ταῖς ἡλικίαις συμπροϊόντος, καὶ δι [75.1456] δασκαλίας δεομένου, καὶ τέχνης καὶ ἐπιστήμης δε κτικοῦ, καὶ κατὰ βραχὺ τά τε ἀνθρώπινα καὶ τὰ θεῖα γνωρίζοντος.
000-00-00 Serial Number=0804186225
De providentia orationes decem Ante [Go Back]  
 [00253]  Ἵνα γὰρ μὴ νομίσῃς αὐτόματον ᾄττειν ἄνω τῶν ὑδάτων τὴν φύσιν, διδάσκει σε ὁ Ποιητὴς διὰ τῶν πραγμάτων, ὡς τῷ θείῳ λόγῳ πειθόμενον τὸ ὕδωρ, καὶ τὰς ἀκρω ρείας ἀπόνως καταλαμβάνον, οὐδὲ βιαζόμενον ὑπὸ τῆς σῆς τέχνης, εἰς τὴν τῶν πεδίων ἄνεισιν ἐπιφά νειαν·
 [00334]  οἱ δ' ὑπὸ νόσου πολεμούμενοι, καλεῖν εἰώθασι τοὺς ἰατροὺς εἰς βοήθειαν, καὶ τοῖς ὅπλοις τῆς τέχνης κατὰ τῶν παθῶν χρώμενοι συνεργοῖς, ὥσπερ τινὰς πολεμίους ἐκ τῶν σωμάτων διώκειν ἐπιχειροῦσιν.
 [00345]  Ἀλλ' οὐχ ἡ φύσις παρὰ τῆς τέχνης, ἡ τέχνη δὲ παρὰ τῆς φύσεως ἐδιδάχθη τῆς τερπνῆς ἐκείνης ἠχῆς τὸ μηχάνημα·
 [00346]  ἀρχέτυπον γὰρ τῆς τέχνης ἡ φύσις, ἴνδαλμα δὲ τῆς φύσεως ἡ τέχνη.
 [00611]  Οὐκ ἀρκεῖ γὰρ ὁ χρόνος εἰς ἀκριβῆ τέχνης ἑκάστης διήγησιν.
 [00641]  τίς πάλιν ταύτης τῆς τέχνης εὑρετὴς ἐγένετο, καὶ εἰς μυρία χρωμάτων εἴδη μεταμφιέν νυσι τῶν ἐρίων τὸ εἶδος;
 [00669]  Νῦν δὲ τοῦ μεγάλου τοῖς ἄλλοις ἀντικειμέ νου, καὶ γραφίδα μάλα ῥᾳδίως κατέχομεν, καὶ σκα πάνην, καὶ δίκελλαν, πρίονά τε, καὶ σκέπαρνον, καὶ σφύραν, καὶ πυράγραν, καὶ πάντα ὅσα τέχνης ἐστὶν ὄργανα.
 [00684]  ταύτας καὶ τὰς τοιαύτας ἑκὼν ὁ λόγος παρέλιπε, καὶ τὸ μῆκος φεύγων, καὶ συντομίας φροντίζων, καὶ τῇ διανοίᾳ τῶν ἀκουόντων τὴν τέχνης ἑκάστης θεωρίαν ἐπιτρέπων.
 [00743]  Ἵνα δὲ μὴ ἀλύωμεν καὶ δυσχεραίνωμεν, ὡς κοινωνοὺς ἔχοντες τῆς τέχνης, καὶ μηδὲν τῶν ἀλόγων διαφέροντες, ἡμῖν ἔδωκεν ὁ Ποιητὴς τὸν τῆς μελιττουργικῆς φιλοπονίας καρπόν·
 [00744]  ἵν' ἅμα καὶ τὸν γαῦρον ἡμῶν αὐχένα τῇ κοινωνίᾳ ταπεινώσῃ τῆς τέχνης, καὶ τῇ τῶν κοινωνῶν δουλείᾳ ψυχαγωγήσας, ἀποσκευάσηται τὸ λυποῦν.
 [00766]  καὶ τὰ μυρία τῶν ἰχθύων γένη σοὶ πρό κειται εἰς ἀπόλαυσιν, τῆς ἁλιευτικῆς σοι τέχνης τούτων παρεχούσης τὴν χρείαν.
 [01013]  οὐ γὰρ φοβεῖται τὸν [83.660] πλοῦτον ὁ θάνατος, οὐδὲ δειμαίνει τοὺς δορυφόρους, οὐ φρίττει τὴν ἁλουργίδα, καταφρονεῖ καὶ τείχους, καὶ πύργων, καὶ βασιλείων, καὶ ἐντὸς τῶν θαλάμων γίνεται, οὐκ ἐλεεῖ δακρύοντα, οὐκ οἰκτείρει παρακα λοῦντα, οὐ διαφθείρεται δώροις, τῆς ἰατρικῆς οὐκ ἀνέχεται τέχνης, ἀργὰς δείκνυσι τὰς τῶν φαρμάκων δυνάμεις, οὐδὲ ἐπισκῆψαι πολλάκις συγχωρεῖ, καὶ δῆλον ποιῆσαι τὸν τοῦ κλήρου διάδοχον, ἀλλ' ἁρπά ζει, σύρει, χωρίζει τοῦ σώματος τὴν ψυχήν.
 [01035]  καὶ ὁ μὲν, ὡς εἰκὸς, κάθηται, ἢ τὰ δέρματα ῥάπτων, ἢ διαγλύφων τὸν ἄργυρον, ἢ ἄλλο τι δρῶν ἧς μετέρχεται τέχνης·
 [01039]  Οἱ μὲν γὰρ χορ ηγοῦσι χρήματα, οἱ δὲ παρέχουσι τὰ τῆς τέχνης βλα στήματα.
 [01041]  Ἃ γὰρ ἐκεῖνος ὡς ἄχρηστα ἔχει, ταῦτα διὰ τῆς τέχνης αὕτη μεταποιοῦσα, ἀναγ καῖα δείκνυσι, καὶ πρὸς πᾶσαν ἐπιτήδεια χρείαν.
 [01044]  Ἐκ πάσης γὰρ τέχνης ἐρανιζόμενος γίνεται, αἱ δὲ τέχναι τῆς πενίας ἴδιαι.
 [01945]  Εἰ γὰρ οἱ τὴν ἰατρι κὴν μετερχόμενοι τέχνην, οὐ μεταλαμβάνουσι τραυ μάτων τραύματα θεραπεύοντες, ἀλλ' ὑγίειαν μὲν πραγματεύονται τοῖς ἀῤῥωστοῦσι, βλάβην δὲ οὐδε μίαν ἐκεῖθεν πορίζονται, πολλῷ μᾶλλον ὁ ἀριστο τέχνης Θεὸς ἀπαθῆ τὴν φύσιν ἔχων, καὶ τροπῆς ὑπερ τέραν, καὶ ἀλλοίωσιν οὐ δεχομένην, οὐδένα παν τελῶς ἐκ τῆς ἡμετέρας ἰατρείας εἵλκυσε μολυσμόν.
000-00-00 Serial Number=0180073798
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00097]  Ἴδιον δὲ καὶ τῆς τέχνης, ἣν τοῖς νέοις προσφέρεις, οὐχ ἡ Πυθαγόρου σιγή, ἀλλὰ στω μυλία καὶ λόγοι χειμάῤῥου δίκην φερόμενοι.
 [00321]  Τ[ὸν] καλὸν καὶ ἀγαθὸν Γερόντιον, ὃς οἶδε μὲν ἄριστα ξύλα τεκταίνειν, ἔμαθε δὲ παρὰ τῆς τέχνης ζῴων καὶ δένδρων παν τοδαπῶν εἰκόνας ἐνθεῖναι τοῖς ξύλοις, ἔχει δὲ τρόπον νικῶντα κάλλιστον τὴν ἀρετὴν τῆς τέχνης, ἀπέστειλά σου τῇ μεγα λοπρεπείᾳ, κομιδῇ μὲν αὐτοῦ τῆς τέχνης δεόμενος, τὴν ὑμε τέραν δὲ θεραπείαν τῆς ἡμετέρας προτιμήσας χρείας.
000-00-00 Serial Number=0999371529
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00218]  ἀλλ' εἰς καιρὸν τὴν ἀπὸ τῆς τέχνης βοήθειαν συνεισφέρουσι.
 [00652]  Ἔχου τοίνυν τῆς τέχνης, καὶ μὴ παύσῃ γραφόμενος, καὶ τὴν ἐντεῦ θεν ἡμῖν πραγματευόμενος ἡδονήν.
000-00-00 Serial Number=0388096988
Graecarum affectionum curatio Ante [Go Back]  
 [00050]  Καὶ τέχνης μὲν ἑκάστης δρεπόμενοι τοὺς καρπούς, τὰς τῶν τεχνιτῶν οὐ περιεργάζονται γλώττας·
 [00319]  καὶ αὐτὸς μὲν οἶδε τῆς ἰατρείας τὸν λόγον, ὁ δέ γε τῇ νόσῳ παλαίων τοῦτο μὲν οὐκ ἐπίσταται, τῆς νόσου δέ γε πιστεύει διὰ τῆς ἰατρικῆς [1.103] ἀπαλλαγήσεσθαι τέχνης.
 [00333]  Ἄτοπον δὲ καὶ λίαν παγχάλεπον, τοὺς μὲν τέχνης ἁπάσης διδασκάλους ἔχειν τὴν ἐπιστήμην, τοὺς δὲ φοιτῶντας τὴν πίστιν, ἐπὶ μόνων δέ γε τῶν θείων παιδευμάτων ἀνατετράφθαι τὴν τάξιν, καὶ πρὸ τῆς πίστεως ἀπαιτεῖσθαι τὴν ἐπιστήμην·
 [00980]  Τούτοις καὶ νεὼς ἐδο μήσαντο καὶ βωμοὺς προσῳκοδόμησαν καὶ θυσίαις ἐτίμησαν καὶ εἴδη τινὰ καὶ εἰκάσματα ἐκ ξύλων καὶ λίθων καὶ τῶν ἄλλων ὑλῶν διαγλύψαντες, θεοὺς προσηγόρευσαν τὰ χειρόκμητα εἴδωλα καὶ τὰ τῆς Φειδίου καὶ Πολυκλείτου καὶ Πραξιτέλους τέχνης ἀγάλ [3.72] ματα τῆς θείας προσηγορίας ἠξιώσαν.
 [01004]  Οὐ γὰρ μόνον τῆς ὕλης ἀφαιρεῖται τὰ περιττὰ καὶ τῆς ἀνθρωπείας μορφῆς ἐκτυποῖ τὴν εἰκόνα καὶ τῶν μορίων εὖ μάλα ἕκαστον διαγλύφει, ἀλλὰ καὶ τῆς ἕδρας καὶ τῆς στάσεως ὅτι μάλιστα προμηθεῖται καὶ ὑπερείσμασί τισι καὶ ἥλοις τὴν στάσιν αὐτῷ πραγματεύεται, καὶ [3.78] τὸ ἐξ ὕλης καὶ τέχνης ἐρανισθὲν θεὸς ὀνομάζεται.
 [01314]  ∆εῖ ται μὲν γὰρ ὁ κυβερνήτης τοῦ ναυπηγοῦ, δεῖται δὲ ὁ ναυπηγὸς καὶ ὑλοτόμου καὶ χαλκέως καὶ πιττουργοῦ καὶ στυππειοποιοῦ, δεῖται δέ γε καὶ ὁ δρυτόμος τοῦ φυτουργοῦ, καὶ αὖ πάλιν ὁ φυτουργὸς καὶ γῆς καὶ ἀρδείας καὶ φυτῶν καὶ σπερμάτων καὶ χαλκέως ἐργαζομένου σμινύην καὶ δίκελλαν, δεῖται δέ που καὶ ὁ χαλκεὺς οἰκοδόμου καὶ οἰκίσκον οἰκοδομοῦντος καὶ ξυναρμόζοντος τῷ ξύλῳ τὸν ἄκμονα καὶ ἐνείροντος τῷ ῥαιστῆρι τὸν στελεόν, καὶ πάντες δὲ ὁμοίως καὶ σκυτοτόμου καὶ ὑφάντου καὶ γηπόνου προσδέονται, ἵνα τὸ σῶμα καὶ τρέφωσι καὶ καλύπτωσι, κἀκεῖνοι δ' αὖ πάλιν τῆς τούτου γε ἐξήρτηνται τέχνης, ἵν' ἑκάστῳ τὰ
 [01937]  [6.49] Ἐπειδὴ τοίνυν θνητὴ μὲν γέγονε τῶν ἀνθρώπων ἡ φύσις, θνητὴ δὲ οὖσα πολλῶν ἐστιν ἐνδεής, καὶ γεωργίας καὶ φυτουργίας καὶ ναυτιλίας, καὶ μέντοι καὶ οἰκοδομικῆς καὶ χαλκευτικῆς καὶ ὑφαντικῆς καὶ σκυτοτομικῆς καὶ ναυπηγικῆς τέχνης καὶ τῶν ἄλλων ὅσαι ξυνεργοῦσι πρὸς τὴν ἀναγκαίαν τοῦ σώματος θερα πείαν, μάλα γε εἰκότως ὁ τοῦ παντὸς κηδεμὼν τοῖς μὲν πενίαν, τοῖς δὲ ξυνεκλήρωσε πλοῦτον, ἵνα οἱ μὲν τὰς ὕλας παρέχωσιν, [6.50] οἱ δὲ τὰς χεῖρας ἠσκημένας πρὸς τὰς τέχνας.
 [02047]  Ἡμεῖς δέ, ὥσπερ οἱ ἄπειροι γραφικῆς τέχνης αἰτιῶνται, ὡς οὐ καλὰ χρώματα πανταχοῦ, ὁ δὲ ἄρα τὰ προσήκοντα ἀπέδωκεν ἑκάστῳ τόπῳ, ἢ εἴ τις δρᾶμα μέμφοιτο, ὅτι μὴ πάντες ἥρωες ἐν αὐτῷ, ἀλλὰ καὶ οἰκέτης καί τις ἄγροικος καὶ φαύλως φθεγγόμε νος·
 [02071]  Καίτοι καὶ τοὺς ἰατροὺς ἐκείνους θαυμάζετε, οἳ οὐκ ἄλλοις προσφέρειν τὴν θεραπείαν κελεύου σιν, ἀλλ' αὐτοὶ τῆς ἀμπεχόνης γυμνούμενοι καὶ τὸν χιτωνίσκον διαζωσάμενοι τὸν σίδηρον μεταχειρίζουσι καὶ τὴν τομὴν ἐπιφέρουσι καὶ δυσοσμίας ἀνέχονται καὶ τοῦ ἰχῶρος δέχονται τὰς ῥανίδας καὶ καταιονῶσι τῇ σπογγιᾷ καὶ τὰ φάρμακα ἐπιπάττουσι καὶ τἄλλα [6.84] δρῶσιν, ὅσα τῆς ἰατρικῆς τέχνης ὁ νόμος διαγορεύει.
 [02279]  Ὅσῳ γὰρ ἡ παρὰ τῆς φύσεως ὥρα τῆς ὑπὸ κομμωτικῆς τέχνης διεσκευασμέ νης ἀμείνων, τοσούτῳ κρείττων τῆς τῶν λόγων εὐεπείας τε καὶ [8.2] δεινότητος ἡ τῆς ἀληθείας εὐπρέπεια.
 [02327]  τέχνης.
000-00-00 Serial Number=0619564652
Haereticarum fabularum compendium Ante [Go Back]  
 [01991]  Οὕτως σκά φος διάβροχον, ἢ παρὰ τὸν λόγον κατεσκευασμένον τῆς τέχνης, πημαίνει τοῦ κυβερνήτου τὴν τέχνην.
 [02059]  εἰ δὲ παρὰ τὸν τῆς τέχνης ληφθῇ λόγον, δηλητήρια καὶ ὀλέθρια.
000-00-00 Serial Number=0919729531
Historia religiosa Ante [Go Back]  
 [01038]  Εἰπέ μοι, ἔφη, ὦ τεκνίον (τῇ γὰρ αὐτοῦ χρήσομαι φωνῇ καὶ οὐκ ἀμείψω τῆς ἁγίας ἐκείνης γλώττης τὸ πρόσρημα), εἴ τις ζωγράφος, εὖ μάλα τὴν τέχνην ἠσκημένος, εἰκόνα τινὰ γράψειεν, ὡς ὁ νόμος ὑπαγορεύει τῆς τέχνης, καὶ ταύτην προθείη τοῖς βουλομένοις ὁρᾶν, ἀφικόμενος δέ τις ἕτερος ἐκείνην μὲν τὴν τέχνην οὐκ ἀκριβῶς ἐπιστάμενος, σχεδιάζων δὲ πρὸς τὸ δοκοῦν ἃ ἂν γράψαι θελήσειεν, εἶτα μεμψάμενος τῇ τεχνικῇ ἐκείνῃ ζωγραφίᾳ προσθείη μὲν ταῖς ὀφρύσι καὶ ταῖς βλεφαρίσι μακροτέρας γραμμάς, λευκότερον δὲ τὸ πρόσωπον ἀποφήνειε καὶ ταῖς παρειαῖς τοῦ ἐρυθροῦ χρώματος ἐπεμβάλοι, οὔ σοι δοκεῖ τὸν πρότερον εἰκότως ἀγανακτῆσαι ζωγράφον ὡς τῆς τέχνης αὐτῷ λίαν ὑβρισμένης καὶ προσ θήκας ὧν οὐκ ἔδειτο ὑπ' ἀμαθοῦς χειρὸς δεξαμένης;
 [01335]  Πάσης τοίνυν δαπανηθείσης τῆς τέχνης καὶ μηδε μιᾶς ἐκεῖθεν ἐπικουρίας προσγενομένης, ὁ ταύτης ἀνὴρ
 [01416]  Ἡττηθείσης δὲ τῆς τέχνης καὶ τῶν ἰατρῶν ἀπειρηκότων καὶ τεθνήξεσθαι τὸ παιδίον διαρρήδην εἰπόντων, οὐκ ἀπέρριψεν ἡ γυνὴ τὰς χρηστοτέρας ἐλπίδας, ἀλλὰ τὴν Σωμανῖτιν ἐκείνην ζηλώσασα ἐπιτίθησι ταῖς ἡμιόνοις τὴν καμάραν·
 [01943]  Ἀλλ' οὐδὲ τότε τῆς ἰατρικῆς ἠνέσχετο τέχνης, ἀλλὰ τοῖς ἕλκεσι προσέφερε μόνα τὰ τῆς πίστεως φάρμακα, σφραγῖδα καὶ προσευχὴν καὶ τοῦ θεοῦ τὴν ἐπίκλησιν.
000-00-00 Serial Number=0473031282
Interpretatio in Danielem Ante [Go Back]  
 [00671]  Οἱ δὲ ἀναλ γησίᾳ νοσοῦντες, καὶ τῷ ἀνηκέστῳ πάθει τῆς ἀλα [81.1316] ζονείας δουλεύοντες, οὐδεμίαν ἐκ τῶν θείων φαρμά κων ὠφέλειαν καρποῦνται, ἀλλ' ἐοίκασί τισιν ἀῤ ῥώστοις, ἀποστρεφομένοις μὲν τὴν παρὰ τῆς ἰατρι κῆς τέχνης προσαγομένην αὐτοῖς θεραπείαν, ἀκρα σίᾳ δὲ καὶ ἀταξίᾳ πολλῇ χρωμένοις, καὶ τὴν ἐπι κειμένην αὐτοῖς αὔξουσιν ὁσημέραι νόσον.
 [00742]  Ἐκείνων γὰρ εἰκό τως καταφρονεῖς, ἐξ ὕλης τε καὶ τέχνης ἐσχηκότων τὸ εἶναι·
 [01227]  Καὶ ὑγιαίνων μέν τις τὸ σῶμα, τῆς τοῦ ἰατροῦ τέχνης οὐ λαμβά νει τὴν μνήμην·
 [01504]  Κραιπαλῶν γὰρ ὁ παμμίαρος, καὶ τοῖς θείοις σκεύεσιν ἐντρυφῶν, λήθην μὲν ἔσχε τοῦ τῶν ἁπάντων ∆εσπότου, ὕμνοις δὲ τοὺς οὐκ ὄντας ἐγέραιρε θεοὺς, ἐξ ὕλης ἀψύχου πεποιημένους, καὶ οὐδὲ ἀπὸ τῆς τέχνης τὸ ἐνεργεῖν ἠρανισμένους·
 [01625]  Καὶ μὴν ἠδύνασαι συνιδεῖν τὸ ἐκείνων ἀδρανὲς, ἔκ τε τῆς ὕλης, καὶ ἐκ τῆς ἐπικειμένης αὐτῇ τέχνης, καὶ πρὸς τούτοις ἐκ τῆς τῶν μορίων ἀναισθησίας·
 [03498]  Γένος οὖν ὑπάρχοντες τοῦ Θεοῦ, οὐκ ὀφείλομεν νομίζειν, [81.1532] χρυσίῳ, ἢ ἀργύρῳ, ἢ λίθῳ, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπων τὸ Θεῖον εἶναι ὅμοιον.
000-00-00 Serial Number=0139236867
Interpretatio in Ezechielem Ante [Go Back]  
 [01112]  προσήκει γὰρ τὸν ἰατρὸν μὴ τοῖς τοῦ τεμνομένου δακρύοις καὶ λόγοις προσ έχειν, ἀλλὰ τῷ νόμῳ τῆς τέχνης.
 [01708]  οὗ χάριν, πολλάκις καὶ ἰατρῶν παῖδες τοὺς οὕτω διακειμένους, οἳ αἴσθησιν τῶν παθημάτων οὐκ ἐθέλουσι δέξα σθαι, τὸ βαρὺ τῆς νόσου διδάσκουσιν, ἵνα αἰσθόμενοι παύσωνται μὲν ἀταξίᾳ τρέφοντες τῆς νόσου τὰς ὕλας, τοῖς δὲ τῆς ἰατρικῆς τέχνης ἀκολουθήσωσι νόμοις.
 [03303]  Καλῶς καὶ λίαν ἁρμοδίως τὸ τῶν εἰδώλων ἀδρανὲς ἐκωμῴδησε, διδάξας, οὐδὲν ἕτερον ὄντα ἢ χρώματα, καὶ σχήματα, καὶ τέχνης ἀποτελέσματα.
 [03306]  Τούτους, φησὶ, θεασαμένη, καὶ οὐδὲν ἕτερον ὁρῶσα ἢ γραφικῆς τέχνης ἰνδάλματα, τῆς τούτων ἠράσθη συνουσίας·
000-00-00 Serial Number=0099787593
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00215]  Ἐρανίζεται μὲν γὰρ τὴν ὑπόστασιν ἐξ ὕλης καὶ τέχνης·
 [01224]  δεῖσθαι δὲ καὶ τέχνης, καὶ χειρῶν τῶν ταῦτα ἐπισταμένων·
 [01241]  Εἶτα πάλιν εἰς μέσον φέρει τῶν ἐθνῶν τοὺς θεοὺς, καὶ δείκνυσιν αὐτοὺς ἀπὸ τέχνης καὶ ὕλης τὴν ὑπόστασιν ἔχοντας.
 [04283]  καὶ δείκνυσιν αὐτὰ τῆς τῶν χρυσοχόων δεόμενα τέχνης, καὶ ὅτι ὑπ' ἄλλων γινό μενα, οὐδὲ τοῖς ἀλόγοις ζώοις ἀναπνεῖν ὁμοίως ἰσχύει.
 [04632]  Οὗτοι δὲ, φησὶ, καὶ τῶν θηρίων καὶ τῶν ὀρνέων διὰ τῆς θηρευτικῆς ἐκράτησαν τέχνης.
000-00-00 Serial Number=0528132975
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [02161]  ∆ιὰ ναυπηγικῆς γὰρ τέχνης, καὶ κυβερνητικῆς ἐπιστήμης, παρ' ἀλλή λων κομιζόμεθα καὶ τὰ ἐνδέοντα καὶ τὸν παρ' ἡμῖν φυόμενον καρπὸν χορηγοῦμεν ἑτέροις, καὶ δεχόμεθα τὸν παρ' ἐκείνοις γινόμενον.
 [02565]  ὃ γὰρ ἑώρων διὰ τέχνης ἀνθρωπίνης τὸ εἶδος δεξάμενον, τούτῳ τὸ σέβας τὸ θεῖον προσήνεγκαν.
 [03649]  ἐκ χρυσοῦ γὰρ καὶ ἀργύρου κατασκευάζεται καὶ χρωμάτων, ἀπὸ δὲ τῆς τέχνης τὴν εὐμορφίαν κομίζεται.
 [03651]  Ἀπὸ ὕλης τοίνυν καὶ τέχνης τὴν σύστασιν ἐρανίζονται.
 [04445]  Τοῦτο καὶ ὁ συνετὸς ἔμπορος εἴποι ἂν τῷ κυβερνήτῃ, Κατὰ τοὺς νόμους τῆς τέχνης ἴθυνον τὸ σκάφος, ὡς καὶ ἡ ἐπιστήμη κελεύει, κυβέρνησον.
 [05879]  Ὁ μὲν ἡμέτερος Θεὸς τῶν ἁπάντων ἐστὶ, φησὶ, ποιητὴς, ἐκεῖνοι δὲ οὐ μόνον δημιουργικὴν οὐκ ἔχουσι δύναμιν, ἀλλὰ καὶ αὐτὸ τὸ εἶδος παρὰ τέχνης ἀνθρωπείας ἐδέξαντο.
 [05880]  Ἐξ ὕλης γὰρ αὐτοῖς καὶ τέχνης ἡ σύστασις.
000-00-00 Serial Number=0750604153
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00718]  ὕλης γὰρ εἰς τὸ εἶναι καὶ τέχνης προσδέονται.
 [00719]  Καὶ τὴν μὲν ὕλην ἀπὸ τῆς γῆς λαμβάνοντες, οἷον ξύλον, ἢ λίθον, ἢ χρυσὸν, ἢ ἄργυρον, ἢ κασσίτερον, τὸ δὲ εἶδος ἀπὸ τῆς τέχνης ἐρανιζόμενοι, τὰ χειρό κμητα θεοποιοῦσι τῶν ζώων ἰνδάλματα.
 [00727]  τὸ μὲν γὰρ φαινόμενον εἶδος, ἢ ἀνδρὸς, ἢ γυναικὸς, ἢ λέοντος, ἢ ἄλλου τινὸς τῶν ζώων, ἀπὸ τῆς τέχνης λαμβάνει·
 [01507]  οἱ δὲ πολέμιοι τὰ ἀπὸ τῆς τέχνης πορισθέντα τῇ φύσει.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»