Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum τάξεως [17]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum τάξεως


000-00-00 Serial Number=0752873421
De providentia orationes decem Ante [Go Back]  
 [00211]  Οἱ ταῖς τῆς Προνοίας ἡνίαις ἀπιστοῦντες, καὶ τὸν οὐρανοῦ καὶ γῆς κόσμον ἡνιόχου δίχα μετὰ τοσαύτης ἁρμονίας καὶ τάξεως φέρεσθαι λίαν ἀνοήτως ἰσχυρι ζόμενοι, ἐοικέναι μοι δοκοῦσιν, ὥσπερ ἄν τις ἐν νηῒ καθήμενος, καὶ τὸ πέλαγος διαπεραιούμενος, καὶ τὸν κυβερνήτην ὁρῶν τῶν οἰάκων ἐπειλημμένον, καὶ τὰ πηδάλια πρὸς τὴν χρείαν κινοῦντα, καὶ νῦν μὲν τὸ δεξιὸν φέροντα, νῦν δὲ τὸ εὐώνυμον μεταφέροντα, καὶ τὸ σκάφος πρὸς οὓς ἂν ἐθέλῃ λιμένας ἰθύνοντα, ἀρνοῖτο, προφανῶς οὕτω ψευδόμενος, καὶ ἄντικρυς τῇ ἀληθείᾳ μαχόμενος, μήτε κυβερνήτην ἐπὶ τῆς πρύμνης ἑστάναι, μήτε πηδάλια τὸ σκάφος ἔχειν, μήτε τῇ κινήσει τῶν οἰάκων ἰθύνεσθαι, ἀλλ' αὐτόματον φέρεσθαι, καὶ τῆς τῶν κυμάτων οὕτω περιγίνεσθαι ῥύμης, καὶ τῇ τῶν πνευμάτων ἐμβολῇ διαμάχεσθαι, καὶ μήτε ναυτῶν ἐπικούρων δεῖσθαι, μήτε κυβερνήτου τὸ κοινῇ συμφέρον τοῖς ἐρέταις προστάττοντος.
000-00-00 Serial Number=0588528812
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00145]  κἄν τις γραμμάτων πρός τινα δεηθῇ, οὐδὲ ἁπλῶς οὕτως, ὡς ἐν ὄχλῳ πραγμάτων ὄντες, ἐπιστέλλειν ἀνέχεσθε, οὐ γνησίως μέν, οὐ γλαφυρῶς δὲ οὐδὲ ἀκρίβως, ἀλλὰ πάντα ὁμοῦ συντρέ χει τοῖς γράμμασι, καὶ κάλλος ὀνομάτων καὶ πλῆθος νοημάτων καὶ τάξεως ἁρμονία καὶ τιμὴ τρέφουσα τοὺς δεχομένους τὰ γράμματα, καὶ τῶν ἀγαθῶν ἁπάντων τὸ κάλλιστον, ἡ ἐπανθοῦσα τοῖς λόγοις τοῦ φρονήματος μετριότης.
000-00-00 Serial Number=0635456681
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00587]  Μυρίων γὰρ καὶ πεντακισχιλίων ζυγῶν ἐπὶ τοῦ μεγαλοπρεποῦς τῆς μνήμης Ἰσιδώρου χρυσοτελῶν γενομένων, οὐκ ἐνεγκόντες τὴν ζημίαν οἱ ἐκ τῆς κομητιανῆς τάξεως πράκτορες, ἀπωδύραντο μὲν πολλάκις, ἱκέτευσαν δὲ δι' ἀναφορῶν τὸν ὑψηλὸν ὑμῶν θρόνον, δισχιλίων αὐτοὺς καὶ πεντακοσίων ἀπόρων ἀπαλλάξαι ζυγῶν·
 [02640]  Ἐχρῆν δὲ αὐτὸν τῆς ἐκκλησιαστικῆς προστατεύοντα τάξεως τὴν θείαν εἰδέναι Γραφὴν καὶ μαθεῖν ἐκ ταύτης, ὅτι καθά περ τὸν μονογενῆ Υἱὸν τῷ Πατρὶ συντάττουσιν οἱ τῆς ἀλη θείας κήρυκες, οὕτω δὴ πάλιν τὴν τοῦ Χριστοῦ προσηγορίαν ἀντὶ τῆς Υἱὸς τιθέντες, ποτὲ μὲν τῷ Πατρί, ποτὲ δὲ τῷ Πνεύματι τῷ παναγίῳ συναριθμοῦσιν, ἐπειδὴ οὐκ ἄλλος ἐστὶν ὁ Χριστὸς παρὰ τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ.
000-00-00 Serial Number=0020490944
Eranistes Ante [Go Back]  
 [02689]  Τῆς μέν τοι προτέρας οὐκ ἀνέξομαι τάξεως, ἀλλὰ ἐγὼ τὰς ἐρωτήσεις ποιήσο μαι.
 [02690]  {ΟΡΘ.} Ἐγὼ δὲ ἀποκρινοῦμαι, καὶ οὐκ ὀρρωδήσω τῆς τάξεως τὴν ἐναλλαγήν.
000-00-00 Serial Number=0725434542
Graecarum affectionum curatio Ante [Go Back]  
 [01275]  Τὸ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχειν ἀεὶ καὶ ταὐτὸν εἶναι πάν τως τοῖς θειοτάτοις προσήκει μόνοις, σώματος δὲ φύσις οὐ τῆς τοιαύτης τάξεως.
000-00-00 Serial Number=0717964590
Haereticarum fabularum compendium Ante [Go Back]  
 [01920]  Τῆς δὲ προτέρας τάξεως ἐκπε σὼν, ὑπουργοὺς ἔχει τοὺς ἀντιλέγοντας τῷ Θεῷ.
000-00-00 Serial Number=0355791926
Historia ecclesiastica Ante [Go Back]  
 [00605]  αἰτήσεις δὲ καὶ αὐτὸς καὶ διὰ σοῦ οἱ λοιποὶ τὰ ἀναγ καῖα παρά τε τῶν ἡγεμονευόντων καὶ τῆς ἐπαρχικῆς τάξεως.
 [00683]  ὅπερ ἐπὶ τοῦ παρόντος ἐν ὑμῖν ἐστιν καὶ πάλαι ἐχρῆν τῆς ὑμετέρας κρίσεως ἠρτῆσθαι, εἰ μὴ ὁ προειρημένος Εὐσέβιος δίνῃ τῶν συλλαμβανομένων αὐτῷ ἐνταῦθα ἐληλύθει καὶ τὴν τῆς τάξεως ὀρθότητα ἀναισχύντως συνεπεπράχει.
000-00-00 Serial Number=0783557475
Interpretatio in Danielem Ante [Go Back]  
 [02358]  Πλεῖστοι γὰρ ἐκ τοῦ λαοῦ, τὸν τοῦ Θεοῦ παραβάντες νόμον, τῆς τῶν οὐρανίων ἐξέπεσον τάξεως, καὶ ὑπὸ τῆς τού του κατεπατήθησαν τυραννίδος, σφᾶς αὐτοὺς κατα λύσαντες.
000-00-00 Serial Number=0914018154
Interpretatio in Ezechielem Ante [Go Back]  
 [04177]  Πολλῇ πονηρίᾳ, φησὶ, χρησάμενος, τῆς ἄνω μὲν ἐξέπεσας τάξεως, κάτω δὲ ἀπεῤῥίφης, εἰς τὸ γελᾶσθαι παρὰ τῶν τὴν δοθεῖσαν αὐτοῖς φυλαττόν των τάξιν, καὶ καλῶς βασιλεύειν τῶν ἐν αὐτοῖς ἐπι σταμένων παθῶν.
 [06068]  Παρεγγυᾷ τοίνυν ὁ τῶν ὅλων Θεὸς, τοὺς μὲν καὶ κατὰ ψυχὴν ἀπεριτμήτους, καὶ κατὰ σῶμα ἀλλογενεῖς καὶ ἀλλοφύλους πόῤῥωθεν τῶν θείων μεῖ ναι περιβόλων, τοὺς δὲ Λευΐτας κοινωνήσαντας τῇ τοῦ λαοῦ παρανομίᾳ, καὶ τῶν εἰδώλων τὴν θεραπείαν ἀσπασαμένους, τῆς οἰκείας τάξεως ἀποστῆναι, καὶ μήτε πυλωρεῖν, μήτε σφάττειν τὴν ὁλοκαύτωσιν, καὶ τὴν περὶ ἁμαρτίας θυσίαν, μήτε μὴν πελά ζειν τοῖς ἱεροῖς, ἀλλὰ τῆς οἰκείας ἀσεβείας λαβεῖν καρπὸν τὴν ἀτιμίαν·
000-00-00 Serial Number=0968864143
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [04973]  μετὰ πολλῆς γὰρ ὁδεύει τάξεως ἅπαντα.
000-00-00 Serial Number=0403142095
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [03938]  Ἐφ' ἧς ἐτάχθην, φησὶ, τάξεως μενῶ, τὸ στεῤ ῥὸν οὐ καταλείψω·
000-00-00 Serial Number=0491360486
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [02920]  Παρακληθεὶς ὁ Ἰωσαφὰτ κοινωνῆσαι τῆς παρα τάξεως τοῦτο δράσειν ὑπέσχετο.
 [04522]  Ἐφρόντισε δὲ καὶ τῆς ἱερατικῆς τάξεως, καὶ τὴν ὑπὸ τοῦ προγόνου γεγενημένην ἐκράτυνε, καὶ τὸν λαὸν παρεσκεύασε τὰς κατὰ νόμον ἀπαρχὰς ἀποδοῦναι τοῖς ἱερεῦσιν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»