Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum σωμάτων [104]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum σωμάτων


000-00-00 Serial Number=0923794985
De providentia orationes decem Ante [Go Back]  
 [00216]  ∆ιὸ τῶν ὅλων ὁ Ποιητὴς, οὐρανὸν καὶ γῆν δημιουργήσας, ἐν μέσῳ τοῦτον διέχεε, καὶ τού τῳ τεῖχος ἀῤῥαγὲς διὰ τῶν δύο τούτων σωμάτων μηχανησάμενος, καὶ αὐτὸν τοῖς ἐν μέσῳ τούτων ἐμ ψύχοις σώμασι ζωῆς συνεργὸν ἀποφήνας.
 [00231]  Οὕτως ὁ ἥλιος οὐ μόνον εὐφραίνει τῇ προσ βολῇ τῶν ἀκτίνων ἡμᾶς, καὶ τὴν διαφορὰν ἡμᾶς τῶν ὁρωμένων διδάσκει σωμάτων, ὄγκων τε καὶ χρωμάτων, ἀλλὰ καὶ ἀνιᾷ τῇ θερμοτέρᾳ προσ βολῇ τῶν ἀκτίνων·
 [00236]  Ἐπειδὴ τοίνυν εἶδες, καὶ τὸν ἀέρα τῆς τοῦ Θεοῦ ἀπολαύοντα προμηθείας, καὶ δι' ἐκεῖνον τοσαύταις ἐτῶν χιλιάσιν ἀρκέσαντα, καὶ μήτε ὑπὸ τῶν ἀναπνεόντων ζώων δαπανηθέντα, μήτε ἐκτὸς τῶν συνεχόντων αὐτὸν σωμάτων ἐκρεύσαντα, δεῦρό σε πρὸς τὴν γῆν ἀγάγωμεν, τὴν κοινὴν τρο φὸν, καὶ μητέρα, καὶ τάφον·
 [00334]  οἱ δ' ὑπὸ νόσου πολεμούμενοι, καλεῖν εἰώθασι τοὺς ἰατροὺς εἰς βοήθειαν, καὶ τοῖς ὅπλοις τῆς τέχνης κατὰ τῶν παθῶν χρώμενοι συνεργοῖς, ὥσπερ τινὰς πολεμίους ἐκ τῶν σωμάτων διώκειν ἐπιχειροῦσιν.
 [00335]  Ἰατρικὴ γὰρ τέχνη σωμάτων ἐπίκουρος, καὶ παθῶν ἐπίβουλος.
 [00424]  νικᾷ γὰρ τὴν διάνοιαν τῆς περὶ ἡμᾶς προνοίας ἡ ποικιλία, παραχωρεῖ πᾶς λόγος τῇ τῆς δημιουργίας σοφίᾳ, οὐδεὶς ἐξικνεῖται διαγνῶναι τὴν τῶν σωμάτων κατασκευήν.
 [00476]  οὔτε μὴν κατ' εὐθεῖαν γραμμὴν τεταμένας, ἵνα μὴ ἀλλήλαις ἐν τῇ μύσει τῶν βλεφάρων προστρίβωνται, ἀλλ' ἐπὶ τὸ ἔξω βραχύ τι νενευκυίας, ἵνα τῶν λεπτοτάτων σωμάτων ἀπ ωθῶ[ν]ται τὴν βλάβην.
 [00597]  Ἐκ γὰρ τῶν ὑπηκόων θρεμμάτων δέρμα λαβὼν, βυρσο δεψικῇ καὶ σκυτοτομικῇ τέχνῃ χρησάμενος συνεργῷ, μιμεῖται τῶν ποδῶν καὶ θέσιν καὶ ὄγκον, μῆκός τε καὶ εὖρος, καὶ οὕτως αὐτοὺς ἀμφιέννυσιν, ὡς ἂν καὶ τῶν ἀντιτύπων σωμάτων ἐν τῷ βαδίζειν τὴν βλάβην ἀπείργωσι, καὶ τῶν κρυμῶν ἀμβλύνωσι τὴν ἀκμήν.
 [00779]  Τοσοῦτον ῥώμης σωμάτων ἀμείνων ὁ λόγος.
 [01280]  Εἰ δὲ καὶ τὸ παρανομίας ἐλεύθερον χωρίον, καὶ ἡ σωμάτων καὶ παθῶν ὑπερτέρα φύσις, ταύτην οὐκ ἠρνήθη τὴν τάξιν, ἀλλ' οἱ μὲν εὐπειθῶς ὑπακούουσιν, οἱ δὲ κοσμίως ἡγεμονεύουσι, τί δυσχεραίνεις, ἄνθρωπε, παρ' ἀνθρώποις βλέπων, ἔνθα πολλὴ περὶ τὸ χεῖρον ἡ ῥοπὴ, τὸ ἄρχον καὶ τὸ ἀρχόμενον;
 [01635]  Οὐ τοίνυν μισθὸν ὁρίζονται τῶν πόνων τὸν παρὰ τῶν ἀνθρώπων ἔπαινον τῶν θείων νόμων οἱ φύλακες, ἀλλὰ τὰς θείας ἀναμένου σιν ὑποσχέσεις, τὸν τῶν ἄθλων ἀγωνοθέτην προσμέ νοντες, τοὺς ἀκηράτους ἀναμένουσι στεφάνους, τὰ θεόσδοτα καραδοκοῦσι βραβεῖα, τοῦ δικαίου κριτοῦ τὴν ψῆφον προσδέχονται, τὴν τῶν σωμάτων ἀνάστα σιν, τὴν εἰς οὐρανοὺς ἀνάβασιν, τὴν μετ' ἀγγέλων χορείαν, καὶ πρὸ τούτων ἁπάντων, τὸ διηνεκῶς αὐτὸν ὁρᾷν τὸν ἐρώμενον, δι' ὃν τοῦ βίου τὸ πέλαγος διαπερῶντες, τῶν τῆς πονηρίας ὑπερέπλευσαν κυμά των, καὶ μετὰ πολλῶν διανηχόμενοι πόνων, οὐκ ἠθέ λησαν ὑποβρύχιοι γενέσθαι, ἀλλὰ τὴν τῶν λιμένων ἐπιθυμίαν τοῖς πόνοις συζεύξαντες, ὑπεστήριξαν τὴν ἀσθένειαν.
 [01812]  Μὴ τοίνυν ἀπιστήσῃς τῇ τῶν σωμάτων ἀναστάσει, διηνεκῶς βλέπων τῆς ἀναστάσεως τὰ μι μήματα, καὶ διηνεκῶς ἀκούων τῶν τῆς ἀναστάσεως κηρυγμάτων.
 [01824]  Ἀπόχρη δὲ καὶ μό νη τῶν ἐμβρύων ἡ φύσις, καὶ ἡ πρώτη τῶν ἀνθρώ πων διάπλασις, ὑποδεῖξαί σοι τὴν τῶν κειμένων σωμάτων ἀνάστασιν.
 [01928]  Εἰ γὰρ τὸν ἥλιον, σῶμα ὄντα, ὁρατός [83.749] τε γάρ ἐστι, καὶ λύσιν ἐπιδέχεται, διὰ σωμάτων παριόντα νεκρῶν, καὶ ἰλύος δυσώδους, καὶ πολλῶν ἑτέρων δυσοσμίαν ἀφιέντων, οὐδὲν ἰσχύει μιᾶ ναι, πολλῷ μᾶλλον τοῦ ἡλίου τὸν Ποιητὴν, καὶ τὸν τῶν ἁπάντων ∆ημιουργὸν, τὸν ἀσώματον, τὸν ἀό ρατον, τὸν ἀναλλοίωτον, τὸν ἀεὶ ὡσαύτως ἔχοντα, οὐδὲν τῶν τοιούτων μολῦναι δύναται.
000-00-00 Serial Number=0931477010
De sancta trinitate Ante [Go Back]  
 [00027]  οὐδὲ γέγονε πρῶτον Υἱὸς εἶτα Πατὴρ, κατὰ τὴν τῶν σωμάτων ἀκολουθίαν·
000-00-00 Serial Number=0289473414
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00071]  Ὁ ψυχῶν καὶ σωμάτων ∆ημιουργὸς ἑκατέρᾳ φύσει τὰ πρόσ φορα δέδωκε καὶ κατὰ ταὐτὸν ἡμᾶς καὶ τοῖς νοητοῖς καὶ τοῖς αἰσθητοῖς ἐπέκλυσεν ἀγαθοῖς.
 [00353]  Καὶ ταῦτα δὲ τέθεικα, δεῖξαι βουληθείς, ὡς ἄγαν αἰσχρὸν τῶν τῆς φύσεως μαθητῶν ἡττηθῆναι τοὺς προφητικῆς καὶ ἀποστολικῆς μετεσχηκότας διδασκαλίας καὶ τῷ σωτηρίῳ πάθει πεπιστευκότας καὶ προσμένοντας σωμάτων ἀνάστασιν καὶ φθορᾶς ἀπαλλαγὴν καὶ χορηγίαν ἀθανασίας καὶ οὐρανῶν βασιλείαν.
 [01754]  Ὁ εὐλαβέστατος πρεσβύτερος Πέτρος κοσμεῖται μὲν τῇ τῆς ἱερωσύνης ἀξίᾳ, κοσμεῖται δὲ καὶ τῇ τῶν σωμάτων λογικῇ θεραπείᾳ.
 [01981]  Ταῦτα διατηρήσας, ὑπὲρ μὲν τῶν ἡμαρτηκότων σωμάτων τὸ ἀναμάρτητον αὐτοῦ προσενήνοχε σῶμα, ὑπὲρ δὲ τῶν ψυχῶν τὴν πάσης ἐλευθέραν κηλῖδος.
 [02085]  καίτοι πολλάκις οὐδὲ τελείων τῶν σωμάτων κειμένων, ἀλλὰ σμικροτάτων λειψάνων·
 [02385]  Καὶ τούτων ἑκάτερον τῶν τῆς ἁμαρτίας κηλίδων φυλάξας ἀμύητον, ὑπὲρ μὲν τῶν ἡμαρτηκυιῶν ψυχῶν δέδωκε τὴν ψυχήν, ὑπὲρ δὲ τῶν τεθνηκότων σωμάτων τὸ σῶμα.
 [02406]  Καὶ μὴν τὰ ὀνόματα κοινὰ σωμάτων ἐστὶ καὶ ψυχῶν·
 [02409]  καίτοι εἰδότες, ὡς μικρὰ πολλάκις λείψανα σωμάτων ἐν τού τοις κατάκεινται, αἱ δὲ ψυχαὶ ἐν θειοτέροις χωρίοις διανα παύονται.
000-00-00 Serial Number=0259856761
Eranistes Ante [Go Back]  
 [00176]  {ΟΡΘ.} Ὅταν τοίνυν ἀκούσωμεν τοῦ προφήτου λέγοντος, Σὺ δέ, Ἰσραὴλ ὁ παῖς μου, Ἰακὼβ ὃν ἐξελεξάμην, σπέρμα Ἀβραάμ, ὃνἠγάπησα, μὴ μόνον σάρκας τοὺς Ἰουδαίους νοοῦμεν, οὐ τελείους ἀνθρώπους ἐκ σωμάτων καὶ ψυχῶν λογικῶν συνεστῶτας;
 [02621]  Οὐδὲ πρὸς σῶμα σύγκρασις, οὐδὲ οἵα σωμάτων πρὸς σώματα, ἀλλ' ἔχουσα καὶ τὸ ἀμιγές, ὥστε καὶ πρὸς τὸ δέον ἑκάστοτε τὴν τῆς θεότητος ἐνέργειαν ἢ ἰδιάζειν ἢ ἐπιμίγνυσθαι, καθὰ γέγονεν ἐπὶ τῆς νηστείας τοῦ κυρίου.
 [02625]  Εἰ δὲ τῶν σωμάτων ἡ μίξις οὐκ ἠλλάγη πόσῳ μᾶλλον ἡ τῆς θεότητος;
 [02946]  {ΟΡΘ.} Καὶ μὴν ἐπί γε τοῦ Ἰσαὰκ καὶ τῶν προφητῶν καὶ τοῦ παραλύτου καὶ τῶν ἄλλων τοῦτο δράσαντες τὴν φυσικὴν τῆς ψυχῆς καὶ τοῦ σώματος οὐκ ἐλύσαμεν ἕνωσιν, οὐδέ γε ἀπὸ τῶν οἰκείων σωμάτων τὰς ψυχὰς ἐχωρίσαμεν, ἀλλὰ τῷ λόγῳ μόνῳ διέγνωμεν, τί μὲν ἴδιον ψυχῆς, τί δὲ σώματος.
 [02947]  Πῶς οὖν οὐ σχέτλιον ἐπὶ ψυχῶν τοῦτό γε καὶ σωμάτων οὕτω ποιοῦντας, ἐπὶ τοῦ σωτῆρος ἡμῶν τοῦτο παραιτεῖσθαι ποιεῖν, ἀλλὰ συγχεῖν τὰς φύσεις, εἰ καὶ τὸ διάφορον, οὐχ ὅσον ἔχει ψυχὴ πρὸς σῶμα, ἔχουσι πρὸς ἀλλήλας, ἀλλὰ τοσοῦτον, ὅσον τὸ πρόσφατον τοῦ ἀϊδίου διέστηκε, καὶ τὸ ποιηθὲν τοῦ ποιήσαν τος;
 [03197]  ἀλλ' οἶδεν ὡς τὰ σώματα μόνα ταῖς θήκαις ἢ μικρά γε τῶν σωμάτων ἐγκατάκειται μόρια.
 [03242]  {ΕΡΑΝ.} Τινὲς αὐτοὺς ἐξηπάτησαν, ὡς οὐκ ἔσται σωμάτων ἀνά στασις.
 [03243]  Τοῦτο τοίνυν μαθὼν ὁ τῆς οἰκουμένης διδάσκαλος, τοὺς περὶ τῆς τῶν σωμάτων ἀναστάσεως αὐτοῖς προσενήνοχε λόγους.
 [03244]  {ΟΡΘ.} Καὶ τί δήποτε, δεῖξαι βουλόμενος τὴν τῶν σωμάτων ἀνά στασιν, τὴν δεσποτικὴν ἀνάστασιν εἰς μέσον παρήγαγεν;
 [03637]  Ἃ γὰρ οὐ προχεῖται τῶν νεκρῶν σωμάτων, ταῦτα ἐξ αὐτοῦ προεχέθη, αἷμά τε καὶ ὕδωρ, ἵν' εἰδείημεν, ἡλίκον ἡ κατασκηνώσασα δύναμις ἐν τῷ σώματι πρὸς ζωὴν δύναται, ὡς μήτε αὐτὸ τοῖς ἄλλοις ὅμοιον φαίνεσθαι νεκροῖς, ἡμῖν δὲ τὰ ζωῆς αἴτια προχεῖν δύνασθαι.
 [03764]  Πάσχον μὲν γὰρ τὸ σῶμα κατὰ τὴν τῶν σωμάτων φύσιν ἀπέθνῃσκεν·
 [03766]  Οὐ γὰρ ἀποθνῄσκοντος τοῦ σώματος ἐνεκροῦτο καὶ ὁ λόγος, ἀλλ' ἦν μὲν αὐτὸς ἀπαθὴς καὶ ἄφθαρτος καὶ ἀθάνατος, οἷα δὴ θεοῦ λόγος ὑπάρχων, συνὼν δὲ μᾶλλον τῷ σώματι, διεκώλυεν ἀπ' αὐτοῦ τὴν κατὰ φύσιν τῶν σωμάτων φθοράν, ᾗ φησι καὶ τὸ πνεῦμα πρὸς αὐτόν·
 [03875]  Τῶν γὰρ ἀλόγων ζῴων οὐκ αἴρονται καὶ τίθενται πάλιν αἱ ψυχαί, ἀλλὰ μετὰ τῶν σωμάτων συνδιαφθείρονται, καὶ εἰς χοῦν ἀναλύουσιν.
 [04356]  Σῶμα τοίνυν καὶ ψυχὴν λαβὼν ὁ δημιουργός, καὶ τῶν τῆς ἁμαρτίας κηλίδων φυλάξας ἀνέπαφα, ὑπὲρ μὲν τῶν σωμάτων τὸ σῶμα δέδωκεν, ὑπὲρ δὲ τῶν ψυχῶν τὴν ψυχήν.
000-00-00 Serial Number=0653089046
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00960]  Οἱ μὲν σωμάτων ἐρῶντες, μόνοι τῶν πο θουμένων ἀπολαύειν σπουδάζουσι·
 [01259]  οὐ πλοῦτος, οὐ δόξα οὐ δυναστεία, οὐχ ὑγεία σωμάτων, οὐκ εὐμορφία, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν·
 [01388]  ἡ δὲ σμύρνα νεκρῶν ἐστι σωμάτων ἀλοιφή.
 [01766]  Καὶ ἡ νάρδος δὲ, ἄρωμα εὐῶδες, ἀφ' οὗ πάλιν ἔλαιον ὁμ ώνυμον γίνεται, καὶ αὐτὸ θερμὸν, καὶ εἰς θεραπείαν σωμάτων ἐπιτήδειον.
000-00-00 Serial Number=0247745216
Graecarum affectionum curatio Ante [Go Back]  
 [00025]  Ἐπιδείξει τοίνυν ἡ δευ τέρα καὶ δεκάτη διάλεξις, ὡς ὁ ἐκείνων μὲν βίος οὐ μόνον φιλοσόφων, ἀλλὰ καὶ ἀνδραπόδων ἐπαινουμένων ἀνάξιος, ὁ δὲ τῶν ἀποστόλων καὶ τῶν ἐκείνοις ἑπομένων τῆς φύσεως τῆς ἀνθρωπίνης ὑπέρτερος καὶ τοῖς σωμάτων ἀπηλλαγμένοις καὶ τὸν οὐρανὸν περιπολοῦσι προσόμοιος.
 [00033]  Τοῦτο οὖν εὖ εἰδώς, οἷα δὴ πάνσοφος ὁ Θεὸς καὶ ψυχῶν καὶ σωμάτων καὶ τῶν ὅλων δημιουργός, ἑκατέρᾳ φύσει προσένειμεν ἁρμόδια φάρ μακα, καὶ μέντοι καὶ ἰατροὺς ἐπέστησε, τοὺς μὲν ταύτην, τοὺς δὲ ἐκείνην ἐκπαιδεύσας τὴν ἐπιστήμην, καὶ στρατηγεῖν καὶ ἀρι [1.3] στεύειν κατὰ τῶν νοσημάτων ἐκέλευσεν.
 [00769]  [3.1] Τῶν σωμάτων ἐκεῖνα θαυμάζειν εἰώθαμεν, ὅσα ἀρτιμελῆ τε καὶ ἄπηρα, καὶ ὃν ἐξ ἀρχῆς παρὰ τῆς φύσεως ἔλαχεν ἀριθμόν, σῶον ἔχει καὶ ἄρτιον·
 [00830]  [3.22] Ἄφθαρτον γὰρ δὴ τὸν Θεὸν ὀνομάζοντες, τῶν φθειρομένων σωμάτων εἰκόνα κατασκευάσαντες οὐ γὰρ δὴ τῆς ἀθανάτου ψυχῆς ἴσασι τὴν ἰδέαν ταύτῃ τὸ θεῖον προσένειμαν σέβας.
 [00962]  ἀπὸ ἐμψύχων μὲν ἀποχῆς κελεύουσι δεῖν εἶναι τοὺς ὑποφήτας, ἵνα μὴ τοῖς ἀπὸ τῶν σωμάτων ἀτμοῖς χραίνωνται, αὐτοὶ δὲ ἀτμοῖς τοῖς ἀπὸ θυσιῶν μάλιστα δελεάζονται, καὶ νεκροῦ μὲν ἀθιγῆ δεῖν εἶναι τὸν ἐπόπτην, διὰ νεκρῶν δὲ ζῴων αἱ θεαγω [3.67] γίαι ἐκτελοῦνται.
 [01044]  οὔτε γὰρ αὔξης προσδέονται, μείωσιν οὐ [3.90] δεχόμενοι, οὔτε μίξεως, σωμάτων γε ὄντες ἐλεύθεροι.
 [01053]  Τὴν ἐκείνων μιμούμενοι πολιτείαν, ὅσοι τῶν ἀνθρώπων τὴν τοῦ Θεοῦ θεραπείαν ἠσπά σαντο, ἔφυγον μὲν τῶν σωμάτων καὶ τὴν ἔννομον κοινωνίαν ὡς τῶν θείων ἀφέλκουσαν, κατέλιπον δὲ καὶ πατρίδα καὶ γένος, ἵνα πᾶσαν εἰς τὰ θεῖα μεταθῶσι τὴν μέριμναν, καὶ μηδεὶς τὸν νοῦν ἐπέχῃ δεσμός, εἰς οὐρανὸν ἀναπτῆναι καὶ τὸ ἀόρατον καὶ ἄρρητον [3.93] τοῦ Θεοῦ κατοπτεῦσαι γλιχόμενον κάλλος.
 [01181]  ὁ δὲ Πλάτων τὸ μὲν πλεῖστον ἔχειν ἐκ τοῦ πυρός, μετέχειν δὲ καὶ τῶν ἄλλων σωμάτων·
 [01365]  Καὶ γὰρ ἐξ ὑποκειμένων σωμάτων διαπλάττει τῶν ζῴων τὰ σώματα καὶ ἐκ μὴ ὄντων δημιουργεῖ τὰς ψυχάς, οὐχ ἅπασι τοῖς ζῴοις, ἀλλὰ μόνοις ἀνθρώποις·
 [01479]  Οἱ δὲ Στωϊκοὶ τὰς χωριζομένας τῶν σωμάτων ψυχὰς διαρκεῖν μὲν καὶ καθ' ἑαυτὰς ζῆν ἔφασαν, ἀλλὰ τὴν μὲν ἀσθενεστέραν ἐπ' ὀλίγον, [5.24] τὴν δὲ ἰσχυροτέραν μέχρι τῆς τοῦ παντὸς ἐκπυρώσεως.
 [01770]  ἔνθα δ' ἂν μὴ δοκῇ, ἐκεῖ καταδυναστεύει τι λεληθὸς αὐτοῦ, εἱμαρμένη καὶ πεπρωμένη, διάφορα ἑκάστῳ ἡμῶν ἔχουσα, τῷ μὲν ἐκ θεοῦ, τῷ δὲ ἐκ τῶν σμικρῶν ἐκείνων σωμάτων τῶν φερομένων ἄνω καὶ παλλομένων κάτω καὶ περιπλεκομένων καὶ διαλυομένων καὶ διϊσταμένων καὶ [6.10] παρατιθεμένων ἐξ ἀνάγκης;
 [02288]  Ἡνίκα μὲν γὰρ μετὰ τῶν σωμάτων ἐπολιτεύοντο, νῦν μὲν παρὰ τούτους, νῦν δὲ παρ' ἐκείνους ἐφοίτων, καὶ ἄλλοτε μὲν Ῥωμαίοις, ἄλλοτε δὲ Ἱσπανοῖς ἢ Κελτοῖς διελέγοντο·
 [02299]  τὰ δὲ σώματα οὐχ εἷς ἑνὸς ἑκάστου κατακρύπτει τάφος, ἀλλὰ πόλεις καὶ κῶμαι ταῦτα διανειμάμεναι σωτῆρας καὶ ψυχῶν καὶ σωμάτων καὶ ἰατροὺς ὀνομάζουσι καὶ ὡς πολιούχους τιμῶσι καὶ φύλακας·
 [02460]  ὑμεῖς δὲ οὐ μόνον ἡμῖν ἀπισ τεῖτε καὶ τῆς τῶν πραγμάτων βοώσης ἀληθείας ἐπαΐειν οὐ βού λεσθε, ἀλλ' οὐδὲ τῷ ὑμετέρῳ φιλοσόφῳ πιστεύειν ἐθέλετε ἄντικρυς λέγοντι, ὡς αἱ τῶν ὁσίων ψυχαὶ τῶν σωμάτων ἀπαλ λαγεῖσαι τῶν κατ' ἀνθρώπους ἐπιμελοῦνται πραγμάτων.
 [02686]  Τῶν γὰρ δὴ γυμνῶν σωμάτων ἡ θεωρία καὶ τοὺς ἄνδρας καὶ τὰς γυναῖκας εἰς ἔρωτας ἐκτόπους ἠρέθιζεν.
 [03423]  [11.33] Ἀλλὰ ταῦτα μὲν αὐτοῦ ἐπαινετέον, εἰ καί τινα ἐπιμιξίαν ἔχει τῶν νόθων δογμάτων, τὸν Ῥαδάμανθυν καὶ τὸν Μίνω καὶ τὰς μακάρων νήσους, καὶ μέντοι καὶ τὸ μόνας κολάζεσθαι τὰς ψυχὰς τῶν σωμάτων κεχωρισμένας.
 [03534]  [11.58] Οὗτος καὶ περὶ τῆς τῶν σωμάτων ἀναστάσεως καὶ Κορινθίοις καὶ Θεσσαλονικεῦσι καὶ Φιλιππησίοις καὶ πολλοῖς ἄλλοις ἐπέ στειλεν.
 [04018]  ἀλλ' οἱ μὲν ἥκιστα περιεργαζόμενοι τὰ εὐπρεπῆ τῶν σωμάτων περιπείρονται, ἔσθ' ὅπῃ δὲ καὶ ὁρῶσιν ἐξαπίνης καὶ καταδουλοῦνται τῷ πάθει, τοῦ λογισμοῦ τῆς ἡγεμονίας ἐξισταμένου·
000-00-00 Serial Number=0078217626
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00557]  Τὴν δὲ τῶν σωμάτων ἀνάστασιν ὡς μῦθον ἐκβάλλουσιν.
 [01821]  Οὔτε γὰρ αὐξήσεως δέονται μὴ μειούμενοι, οὔτε μί ξεως σωμάτων ἀπηλλαγμένοι.
 [02436]  [83.513] Μαρκίων δὲ, καὶ Κέρδων, καὶ ὁ Μάνης, καὶ ὅσοι τῶν σωμάτων οὐκ ἐδέξαντο τὴν ἀνάστασιν, ὡς ἀδύνατον παντελῶς τόνδε τὸν βίον ἐξέβαλον.
 [02477]  Καὶ πρῶτον μὲν ἄφρονας αὐτοὺς προσηγό ρευσεν, ὡς ὁρῶντας ἐν τοῖς σπέρμασι τὸν τῶν ἀνα στάσεων τύπον, καὶ μὴ ποδηγουμένους ἐντεῦθεν εἰς τὴν τῶν σωμάτων ἀνάστασιν.
 [02513]  Πῶς δὲ καὶ ἡ κρίσις ἐνδίκως γενήσεται, ἥκιστα μὲν τῶν σωμάτων κατὰ τὸν τῶν ἀπίστων λόγον ἀν ισταμένων, μόνων δὲ τῶν ψυχῶν εἰσπραττομένων τὰς τῶν πεπλημμελημένων εὐθύνας;
 [02517]  Πῶς δ' αὖ πάλιν ὅσιον, τὰς τῶν ἁγίων ψυχὰς μόνας τῶν ἐπηγγελμένων ἀγαθῶν ἀπολαύειν μετὰ τῶν σωμάτων κατωρθωκυίας τὴν ἀρετήν;
 [02567]  Ἀφθάρτων γὰρ τῶν σωμάτων ἀνισταμένων καὶ τῶν ψυχῶν τὸ ἄτρεπτον δεχομέ νων, οὐδὲ μίαν λοιπὸν ἕξει χώραν ἡ ἁμαρτία.
000-00-00 Serial Number=0930977643
Historia ecclesiastica Ante [Go Back]  
 [00243]  καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ μονογενῆ, γεννηθέντα οὐκ ἐκ τοῦ μὴ ὄντος ἀλλ' ἐκ τοῦ ὄντος πατρός, οὐ κατὰ τὰς τῶν σωμάτων ὁμοιότητας ταῖς τομαῖς ἢ ταῖς ἐκ διαιρέσεων ἀπορροίαις, ὥσπερ Σαβελλίῳ καὶ Βαλεν τίνῳ δοκεῖ, ἀλλ' ἀρρήτως καὶ ἀνεκδιηγήτως, κατὰ τὸν εἰπόντα, ὡς ἀνωτέρω παρεθήκαμεν·
 [00524]  ὃ καὶ αὐτὸ ἡρμήνευσε λέγων ὅτι μὴ κατὰ σωμάτων πάθη λέγοιτο ὁμοού σιος, οὔτε κατὰ διαίρεσιν οὔτε κατά τινα ἀποτομὴν ἐκ τοῦ πατρὸς ὑποστῆναι·
 [00538]  Οὕτως δὲ καὶ τὸ ὁμοούσιον εἶναι τοῦ πατρὸς τὸν υἱὸν ἐξεταζό μενος ὁ λόγος συνίστησιν, οὐ κατὰ τὸν τῶν σωμάτων τρόπον οὐδὲ τοῖς θνητοῖς ζῴοις παραπλησίως·
 [02193]  Ἐν Ἀντιοχείᾳ δὲ πολλὰς μὲν κιβωτοὺς ἐν τοῖς βασιλείοις κεφαλῶν πεπληρωμένας εὑρῆσθαί φασι, πολλὰ δὲ φρέατα σωμάτων ἀνάπλεα νεκρῶν.
 [02438]  καὶ γὰρ ἐκεῖνοι κατηγόρουν τοῦ τῶν ψυχῶν καὶ σωμάτων ἰατροῦ, τοῖς ἱεροῖς λέγοντες ἀποστόλοις·
 [02687]  ἀλλὰ φεῦ τῶν συμφορῶν, [251] πολλαὶ βίαιον φθορὰν ὑπέστησαν σώματος, πολλαὶ τῶν παρθένων ῥοπάλοις κατὰ κεφαλῆς τυπτόμεναι ἔμενον ἀχανεῖς, οὐκ ἐπιτρεπο μένων τῶν σωμάτων οὐδὲ τῇ ὁσίᾳ παραδίδοσθαι·
000-00-00 Serial Number=0777665854
Historia religiosa Ante [Go Back]  
 [00020]  ζωγραφοῦμεν δὲ οὐ τῶν σωμάτων τοὺς χαρακτῆρας, οὐδὲ τὰ τούτων ἐκτυπώματα τοῖς ἀγνοοῦσιν ἐπιδείκνυμεν, ἀλλὰ τῶν ἀοράτων ψυχῶν τὰς ἰδέας σκιογραφοῦμεν, καὶ πολέμους ἀθεάτους καὶ συμπλοκὰς ἀφανεῖς ἐπιδείκνυμεν.
 [01418]  Ὁ δὲ λαβὼν τὸ παιδίον ταῖν χεροῖν καὶ τῇ τοῦ θυσιαστηρίου κρηπῖδι πελάσας ἔκειτο πρηνὴς τὸν τῶν ψυχῶν καὶ σωμάτων ἀντιβολῶν ἰατρόν·
 [02388]  σωμάτων γάρ, ἀλλ' οὐ ψυχῶν τὸ διάφορον.
 [02462]  Καθάπερ γὰρ οἱ τῶν σωμάτων ἐρῶντες ὕλην ἀπὸ τῆς θέας τῶν ἐρωμένων τῷ φίλτρῳ πορίζουσι καὶ τὸν οἶστρον ἐκεῖνον χαλεπώτερον ἀπεργάζονται, οὕτως οἱ τῆς θείας ἀγάπης τὰ κέντρα δεχόμενοι, τὸ θεῖον ἐκεῖνο καὶ ἀκήρατον φαντα ζόμενοι κάλλος, ὀξυτέρας τῆς ἀγάπης τὰς ἀκίδας ἐργάζονται καὶ ὅσῳ πλέον ἀπολαῦσαι ποθοῦσι, τοσούτῳ μᾶλλον τὸν κόρον ἐλαύνουσι.
 [02463]  Τῇ μὲν γὰρ ἡδονῇ τῶν σωμάτων ἀκο λουθεῖ πλησμονή, ὁ δὲ θεῖος ἔρως τοῦ κόρου τοὺς νόμους οὐ δέχεται.
 [02602]  Καὶ νόσος δέ, καὶ ὑγίεια διὰ πάντων, ὡς ἔπος εἰπεῖν, σωμάτων, καὶ πεινώντων καὶ τρυφώντων, ὁδεύει.
000-00-00 Serial Number=0710196435
Interpretatio in Danielem Ante [Go Back]  
 [00160]  ἄνθρωποι δὲ σωμάτων ὥραν, καὶ μέγεθος, καὶ ῥώμην ἐπιζητοῦσι, καὶ σοφίαν, οὐ τὴν τὰ θεῖα γινώσκουσαν, ἀλλὰ τὴν εὐγλωττίᾳ κεκομψευμένην.
000-00-00 Serial Number=0432319045
Interpretatio in Ezechielem Ante [Go Back]  
 [05470]  ἡμῖν δὲ καὶ πᾶσιν ἁπαξαπλῶς τοῖς εὐαγγελικὸν κήρυγμα μετὰ πίστεως δεξαμένοις, τῆς τῶν σωμάτων ἡμῶν ἀναστάσεως ἐπιδείκνυσι τὴν εὐκολίαν, καὶ ὅτι τῷ θείῳ λόγῳ καὶ νεύματι τῶν πραγμάτων ἡ φύσις ἀκολουθεῖ.
 [05507]  ∆ιὸ τῷ προφήτῃ παρακελεύεται παρεγ γυῆσαι ταῖς ὁπουδήποτε οὔσαις ἐπανελθεῖν ψυ χαῖς, καὶ τῶν οἰκείων σωμάτων ἀπολαβεῖν τὴν ἐνοί κησιν.
 [05796]  Οὕτω ταῦτα προαγορεύσας, τοῖς ὀρνέοις καὶ τοῖς θηρίοις παρακελεύεται, ὡς ἐπὶ θοίνην τινὰ καὶ εὐωχίαν ἐλθεῖν, ἅτε δὴ πολλῶν καὶ ἀπείρων ἐῤ ῥιμμένων σωμάτων·
000-00-00 Serial Number=0894308150
Interpretatio in Jeremiam Ante [Go Back]  
 [02971]  Ἐν ἐκείνῳ γὰρ οὐκέτι δεόμεθα τῆς παρ' ἀλλήλων διδασκαλίας, τῶν πραγμάτων ἐναργῶς φαινομένων, καὶ τῶν παθῶν πεπαυμένων, καὶ τῶν μὲν σωμάτων ἀφθάρτων, τῶν δὲ ψυχῶν γενομένων ἀτρέπτων.
 [04329]  Ὁ λεπτότατος ἀὴρ μᾶλ λον τῶν ἡμετέρων καθικνεῖται σωμάτων.
 [04494]  ὁ δὲ ἀνθρωπείων σωμάτων μεταλαβεῖν κατηνάγκασεν.
000-00-00 Serial Number=0060770035
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [02578]  Οἰκοῦσι δὲ μέχρι καὶ τήμερον, οὐ μόνον ταῖς θήκαις τῶν σωμάτων ἁγιάζοντες τοὺς πελάζοντας·
000-00-00 Serial Number=0591596782
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [01582]  ἀτάφων γὰρ, ὡς ἐν πολέμῳ, τῶν σωμάτων ῥιφέντων, καὶ ταῦτα παρηκο λούθησε.
 [03882]  Ὥσπερ γὰρ ἐκεῖνος καίει τὰ γυμνὰ τῶν σωμάτων, οὕτως ἱκανὴ τῶν Χαλδαίων ἡ θέα τῶν ὁρώντων κατασβέσαι τὸ ἄνθος.
000-00-00 Serial Number=0845979333
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00208]  Εἰ ἕως τῆς τῶν σωμάτων ἀναστάσεως ἡ ψυχὴ τῶν πρακτέων τὰς ἀμοιβὰς οὐ κομίζεται, ἐν ποίᾳ ἆρα ταύτης ἐξετά ζεται καταστάσει μέχρι τῆς ἀναστάσεως;
 [00303]  Εἰ πρὸς σύστασιν τῆς τῶν σωμάτων ἀναστάσεως ὁ ἀπόστολος τῷ κατὰ τὰ σπέρματα ὑποδείγματι ἐχρήσατο, πῶς οἱ καιόμενοι καὶ τεμνόμενοι ἀναστήσονται;
 [00358]  Εἰ προοίμιον καὶ μεσότης καὶ πέρας ἡ φθορὰ τῶν σωμάτων ἐν τῇ γαμικῇ ὁμιλίᾳ καθέστηκε, πῶς ὁ θεὸς ἄφθαρτος ὢν γαμικῶς συνάπτεσθαι τοῖς πιστοῖς ἐπηγγείλατο;
 [00811]  εἰ γὰρ ἁπλῶς διὰ τὴν νέ κρωσιν ἐμυσάττοντο τῶν νεκρῶν τὰ σώματα, οὐκ ἄρα ἐχρῆν τοῖς τῶν ζῴων νεκρῶν σωμάτων μέρεσι κεχρῆσθαι πρὸς τὴν τῶν ζών των χρείαν, ὡς τοῖς δέρμασι καὶ τοῖς κέρασι καὶ τρίχαις καὶ χολαῖς καὶ τοῖς στέασι καὶ ταῖς σαρξίν, ἅτινα οὐδεὶς λόγος δύ ναται ὑπεξελεῖν τῆς προσούσης αὐτοῖς νεκρώσεως.
 [00813]  παρεικάζει δὲ ὁ κύ ριος τὴν τῶν Φαρισαίων ἐσχηματισμένην εὐλάβειαν τάφοις κεκο νιαμένοις, ὅτι ὥσπερ τῇ αἰσθήσει τῶν ζώντων βδελυκτή ἐστι τῶν νεκρῶν σωμάτων ἡ δυσωδία καὶ ἡ ἀκαθαρσία, οὕτω καὶ ἡ ἐκείνων ἀνομία βδελυκτή ἐστι τῇ νοήσει τῶν εὐσεβῶν, τρόπον τινὰ οὖσα αὕτη ψυχῆς νέκρωσις καὶ δυσωδία καὶ ἀκαθαρσία.
 [01336]  Εἰ ἕως τῆς τῶν σωμάτων ἐγέρσεως ἡ ψυχὴ τῶν πρακτέων τὰς ἀμοιβὰς οὐ κομίζεται, ἐν ποίᾳ ἆρα ταύτῃ ἐξε τάζεται καταστάσει μέχρι τῆς ἀναστάσεως;
 [01437]  πῶς οὖν ἐπὶ τούτων μόνον σωμάτων ἀναστάσεως μέμνηται καὶ ἐπάγει, ὅτι ἐνεφανίσθη σαν πολλοῖς, ὅπερ τῷ πλείστῳ μέρει φαντασίας ὑπόνοιαν δίδωσι;
 [01727]  πῶς δὲ νεκροὶ κριθῆναι δυνήσονται, ὧν τὸ μὲν σῶμα ἐν μνήμασιν ἔρριπται, ἡ δὲ ψυχὴ τῶν σωμάτων κεχώρισται;
 [01743]  Εἰ πρὸς σύστασιν τῆς τῶν σωμάτων ἀναστά σεως ὡς καιρίῳ τῷ κατὰ τὰ σπέρματα ὑποδείγματι ὁ ἀπόστολος ἐν τῇ πρὸς Κορινθίους ἐχρήσατο, πῶς οἱ τεμνόμενοι ἢ καιόμενοι ἀναστήσονται, τῶν σπερμάτων μετὰ τομὴν ἢ καῦσιν οὐ βλαστα νόντων, ἀλλ' εἰς τὸ παντελὲς φθειρομένων;
 [02014]  Εἰ προοίμιον καὶ μεσότης καὶ πέρας ἡ φθορὰ τῶν σωμάτων ἐν τῇ γαμικῇ συναφείᾳ καθέστηκε, πῶς ὁ θεὸς ἄφθαρτος ὢν καὶ ἐπὶ ἀφθαρσίαν τοὺς ἀνθρώπους προτρέπων γα μικῶς συνάπτεσθαι τοῖς πιστοῖς ἐπηγγείλατο, τοῦ ὑποδείγματος τῇ οὐσίᾳ καὶ τοῦ σκοποῦ τοῦ θεοῦ ἐναντίου τυγχάνοντος;
000-00-00 Serial Number=0729743302
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00352]  ἅτε δὲ παντάπασι σωμάτων ἀπηλλαγμέναι, καὶ ἀμιγὲς τὸ ἀόρατον ἔχουσαι.
 [00436]  πρὸς δὲ τούτῳ καὶ τῆς ψυχῆς τὴν φύσιν αἰνίττεται, ὅτι πνεῦμά ἐστιν κτιστόν, ἀόρατόν τε καὶ νοερόν, τῆς τῶν σωμάτων ἀπηλλαγμένον παχύτητος·
 [00602]  ὶ παιδοποιΐας δεομένων εἰς τὴν τοῦ γένους διαμονήν, ἡ τοιαύτη τῶν σωμάτων κατασκευή·
 [00762]  εἰ γὰρ ἐν σμικροῖς σώμασιν οὐ κατ' ἀλλήλων, ἀλλὰ κατ' αὐτοῦ μεγαλαυχοῦσι τοῦ ποιητοῦ, τί οὐκ ἂν ἔδρασαν εἰ μεγίστων σωμάτων μετέλαχον;
 [01866]  ἴδοι δ' ἄν τις καὶ τῶν σωμάτων τοὺς ἰατροὺς τομαῖς καὶ καυτῆρσι χρωμένους, καὶ τοὺς κεκρυμμένους χυμοὺς καὶ χαλεπὴν τὴν νόσον ἐργαζομένους, ἀναμοχλεύοντας καὶ ἐξάγοντας, καὶ τὰ λαν θάνοντα πάθη δῆλα ποιοῦντας.
000-00-00 Serial Number=0575216532
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00894]  ∆ῆλον γὰρ, ὡς ἐν ἄλλῳ τινὶ χωρίῳ διάγουσιν αἱ ψυχαὶ, προσμένου σαι τὴν τῶν σωμάτων ἀνάστασιν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»