Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum στεφάνους [11]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum στεφάνους


000-00-00 Serial Number=0882872581
De providentia orationes decem Ante [Go Back]  
 [01635]  Οὐ τοίνυν μισθὸν ὁρίζονται τῶν πόνων τὸν παρὰ τῶν ἀνθρώπων ἔπαινον τῶν θείων νόμων οἱ φύλακες, ἀλλὰ τὰς θείας ἀναμένου σιν ὑποσχέσεις, τὸν τῶν ἄθλων ἀγωνοθέτην προσμέ νοντες, τοὺς ἀκηράτους ἀναμένουσι στεφάνους, τὰ θεόσδοτα καραδοκοῦσι βραβεῖα, τοῦ δικαίου κριτοῦ τὴν ψῆφον προσδέχονται, τὴν τῶν σωμάτων ἀνάστα σιν, τὴν εἰς οὐρανοὺς ἀνάβασιν, τὴν μετ' ἀγγέλων χορείαν, καὶ πρὸ τούτων ἁπάντων, τὸ διηνεκῶς αὐτὸν ὁρᾷν τὸν ἐρώμενον, δι' ὃν τοῦ βίου τὸ πέλαγος διαπερῶντες, τῶν τῆς πονηρίας ὑπερέπλευσαν κυμά των, καὶ μετὰ πολλῶν διανηχόμενοι πόνων, οὐκ ἠθέ λησαν ὑποβρύχιοι γενέσθαι, ἀλλὰ τὴν τῶν λιμένων ἐπιθυμίαν τοῖς πόνοις συζεύξαντες, ὑπεστήριξαν τὴν ἀσθένειαν.
000-00-00 Serial Number=0348921955
Graecarum affectionum curatio Ante [Go Back]  
 [02413]  Οὗ δὴ εἵνεκα καὶ μείζονος ἀπολαύουσι μοίρας, καὶ νῦν τὸ παρὰ πάντων ἀνθρώπων κομιζόμενοι γέρας καὶ τοὺς αἰωνίους στεφάνους προσμένοντες.
 [02790]  Καὶ τοὺς μὲν πόνους καὶ κινδύνους ἐπέδειξε, τὰ δὲ βραβεῖα καὶ τοὺς στεφάνους μετὰ τοῦ βίου τὸ τέλος ἀποδώσειν ὑπέσχετο.
000-00-00 Serial Number=0903105378
Historia ecclesiastica Ante [Go Back]  
 [02048]  καὶ [194] πικρὰς αὐτοῖς καὶ χαλεπὰς αἰκίας ἐπιθεῖναι κελεύσας, ἐστέρησε μὲν τῆς παρούσης ζωῆς, μᾶλλον δὲ ἠλευθέρωσεν ἐκείνου τοῦ δυστήνου καιροῦ καὶ τοὺς νικηφόρους στεφάνους προὐξένησεν.
 [02640]  Ἐν Ἀλεξανδρείᾳ δέ, Ἀθανασίου τοῦ νικηφόρου μετὰ τοὺς πολλοὺς ἀγῶνας καὶ τοὺς ἰσαρίθμους στεφάνους λύσιν τῶν πόνων εἰληφότος καὶ εἰς τὴν πόνων ἐλευθέραν βιοτὴν μεταστάντος, Πέτρος ἀνὴρ ἄριστος τὴν προεδρίαν ἐδέξατο, πρώτης μὲν τῆς μακαρίας ἐκείνης ψηφισαμένης αὐτὸν κεφαλῆς, πάντων δὲ συμψήφων γεγενημένων, καὶ τῶν ἱερωμένων καὶ τῶν ἐν τέλει καὶ ἀξιωτάτων.
000-00-00 Serial Number=0571060479
Historia religiosa Ante [Go Back]  
 [01584]  Τούτοις καὶ οὗτος τοῖς ἱδρῶσι περιρρεόμενος κατέλαβε τοῦ δρόμου τὴν νύσσαν καὶ τὸν ἀγωνοθέτην ὁρῶν καὶ τοὺς στεφάνους ποθῶν.
 [02263]  Πολλοῖς δὲ καὶ ἐπιβιοὺς θαύμασί τε καὶ πόνοις ἡλίου τε φλοξὶ καὶ χειμερίοις κρυμοῖς καὶ ἀνέμων σφοδραῖς ἐμβολαῖς καὶ τῇ τῆς ἀνθρωπίνης φύσεως ἀσθενείᾳ μόνος τῶν πώποτε μείνας ἀκαταγώ νιστος, ἐπειδὴ λοιπὸν αὐτὸν ἔδει συνεῖναι Χριστῷ καὶ τοὺς τῶν ἀμετρήτων ἀγώνων στεφάνους κομίσασθαι, τὸ μὲν ἄνθρωπος εἶναι τῷ θανάτῳ τοῖς οὐ πιστεύουσιν ἐβεβαίωσεν, ἔμεινε δὲ καὶ μετὰ τελευτὴν ἀκλινής, καὶ τὸν μὲν οὐρανὸν ἡ ψυχὴ κατειλήφει, τὸ δὲ σῶμα πεσεῖν οὐδ' οὕτως ἠνείχετο, ἀλλ' ὄρθιον ἐν τῷ τῶν ἀγωνισμάτων εἱστήκει τόπῳ, ὥσπερ ἀήττητος ἀθλητὴς μηδενὶ τῶν μελῶν μέρει τῇ γῇ προσψαῦσαι φιλονεικῶν.
000-00-00 Serial Number=0013179064
Interpretatio in Ezechielem Ante [Go Back]  
 [04106]  Μυ ρίοις γάρ σε ἀγαθοῖς κατεκόσμησα, καὶ ὕλας σοι παντοδαπὰς πάντοθεν προσενήνοχα, ἐξ ὧν διαδήματα καὶ στεφάνους, πόρπας τε καὶ ζώνας, καὶ δακτυ λίους κατασκευάσας, καὶ τὰ ταμιεῖα ἐμπλήσας, φρο νῶν τὰ ἐναντία διετέλεσας, ἐπὶ τῇ τούτων περιου σίᾳ τε καὶ εὐπρεπείᾳ.
 [04496]  Κάλλος δὲ τὸ ὁρώ μενον λέγει, τὸ περὶ τὸ σῶμα, ἁλουργίδα, στεφάνους, θρόνους λιθοκολλήτους, δορυφόρους, ἀσπιδοφόρους, καὶ τὰ ἄλλα ὅσα λαμπρύνειν οἶδε κατὰ τὸ ὁρώμενον τοὺς βασιλέας·
000-00-00 Serial Number=0036371648
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00107]  ἀθλητικὴ μὲν οὖν εἰς τοὺς ἐκ κοτίνου στεφάνους, στρατηγική τε εἰς νίκας καὶ τρόπαια, καὶ μέντοι καὶ ἰατρικὴ εἰς ὑγίειαν καὶ νόσων ἀπαλλαγὴν, καὶ ἐμπορικὴ εἰς συλ λογὴν χρημάτων καὶ πλούτου περιουσίαν·
000-00-00 Serial Number=0855648875
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00818]  περιμένων οὐ μόνον τοὺς μέλλοντας αὐτῷ δίδοσθαι ὑπὲρ τῶν ἄθλων στεφάνους, ἀλλὰ καὶ τῶν ἐχθρῶν ἐνταῦθα θεάσασθαι ἅλωσιν.] ιαʹ.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»