Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum σκυθρωπὰ [19]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum σκυθρωπὰ


000-00-00 Serial Number=0243804932
Commentaria in Isaiam Ante [Go Back]  
 [00034]  Λέγει τοίνυν ἑωρακέναι τινὰ σκυθρωπὰ κατὰ τῆς Ἰουδαίας καὶ κατὰ Ἱερουσαλήμ.
 [05137]  προμηνύων τὴν κτίσιν εἰς κοινωνίαν τῆς εὐφροσύνης καλεῖ, οὐκ ἐπειδὴ ἔμψυχα τα ῦτα, ἀλλ' ἐπειδὴ καὶ ἀθυ μούντων ἡμῶν σκυθρωπὰ δοκεῖ φαίνεσθαι καὶ γεγηθότων εἰκότως φαιδρότερα, οὐκ αὐτὰ μεταβαλλόμενα ἀλλ' ἡμῖν οὕτω φαινόμενα.
000-00-00 Serial Number=0188976467
De providentia orationes decem Ante [Go Back]  
 [01447]  «Τί ὅτι τὰ πρόσωπα ὑμῶν σκυθρωπὰ σήμερον;» Τῶν δὲ φησάντων ὀνεί ρους ἑωρακέναι, καὶ τῇ τῆς ἑρμηνείας ἀγνοίᾳ κυ κᾶσθαι τὸν λογισμὸν, οὐκ ἐθρήνησεν ὁ θεῖος ἐκεῖνος ἀνὴρ τῶν ὀνείρων ἀκούσας, οὐδὲ ὠλοφύρατο τῶν οἰκείων ἀναμνησθεὶς συμφορῶν, οὐδὲ ἀφῆκε δάκρυον ἀγεννὲς, οὐδὲ ἀνῴμωξε, καὶ τῶν παθῶν τὴν τραγ ωδίαν εἰς μέσον παρήγαγε·
000-00-00 Serial Number=0614387155
Historia ecclesiastica Ante [Go Back]  
 [03630]  Ὁπόσοι μὲν οὖν τῶν ἐπισκόπων δι' ἐκεῖνον τῶν ἐκκλησιῶν ἐξηλάθησαν καὶ αὐτὰς ᾤκησαν τὰς τῆς οἰκουμένης ἐσχατιάς, ὁπόσοι δὲ καὶ τῶν τὴν ἀσκητικὴν φιλοσοφίαν ἠγαπηκότων τοῖς ἴσοις παθή μασι περιέπεσον, περιττὸν οἶμαι διηγεῖσθαι καὶ μηκύνειν τὴν συγ γραφήν, ἄλλως τε καὶ χρῆναι νομίζω συστέλλειν τὰ σκυθρωπὰ καὶ τῶν δεδρακότων ὁμοπίστων ὄντων συγκαλύπτειν τὰ πλημμελήματα.
000-00-00 Serial Number=0742879212
Historia religiosa Ante [Go Back]  
 [02499]  Ἐπειδὴ γὰρ ἄνω τὰ σκυθρωπὰ μόνα τεθεικώς, παρεξήτασε θλῖψιν, καὶ στενοχωρίαν, καὶ διωγμόν, καὶ λιμόν, καὶ γυμνότητα, καὶ κίνδυνον, καὶ μάχαιραν, τουτέστι τὴν βιαίαν σφαγήν, εἰκότως ἐνταῦθα καὶ τὰ θυμήρη προστίθησι τοῖς ἀλγεινοῖς, τῷ θανάτῳ τὴν ζωήν, τὰ νοητὰ τοῖς αἰσθητοῖς, τοῖς ὁρω μένοις τὰς ἀοράτους δυνάμεις, τοῖς παροῦσι καὶ παριοῦσι τὰ μέλλοντά τε καὶ τὰ μένοντα, καὶ πρὸς τούτοις, τῆς γεέννης τὸ βάθος, καὶ τῆς βασιλείας τὸ ὕψος.
000-00-00 Serial Number=0580730677
Interpretatio in Danielem Ante [Go Back]  
 [00201]  Φοβοῦ μαι ἐγὼ τὸν κύριόν μου τὸν βασιλέα, τὸν ἐκτάξαν τα τὴν βρῶσιν καὶ τὴν πόσιν ὑμῶν, μή ποτε ἴδῃ τὰ πρόσωπα ὑμῶν σκυθρωπὰ παρὰ τὰ παιδά ρια τὰ συνήλικα ὑμῶν, καὶ καταδικάσητε τὴν κεφαλήν μου τῷ βασιλεῖ.
000-00-00 Serial Number=0084693372
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00600]  Παι δοτρίβου δίκην ὁ ∆εσπότης καθάπερ τινὰ ἀθλητὴν τὸν προφήτην ἀλείφει, προλέγων μὲν αὐτῷ τὰ ἐσό μενα λυπηρὰ, καὶ τὰ ἐπαχθησόμενα παρὰ τοῦ λαοῦ σκυθρωπὰ, ὑπομένειν δὲ καὶ καρτερεῖν παρακελευό μενος, καὶ σιγὴν ἄγειν, ἕως ἂν αὐτὸς ἐπιτρέψῃ λαλεῖν·
 [05297]  Τὰ σκυθρωπὰ καὶ κατηφῆ τοῖς Ἰδου μαίοις προαγορεύσας, μεταφέρει τὸν λόγον πρὸς τὰ τοῦ Ἰσραὴλ ὄρη, καὶ ἀγαθῶν αὐτοῖς ἐπαγγελίαν προσφέρει, καὶ θαῤῥεῖν παρακελεύεται, ὡς τῶν ὑπὸ τῶν δυσμενῶν εἰρημένων λόγων ψευδῶν ὄντων καὶ ματαίων.
 [05443]  Μαθήσεται δὲ τὰ ἐκ γειτόνων ἔθνη, ὅτι ἐγὼ καὶ τὰ σκυθρωπὰ πρότερον, καὶ νῦν τὰ θυμήρη παρ έχω, καὶ τῶν εἰρημένων τὸ βέβαιον ἐκ τῆς τοῦ εἰρη κότος ἀξιοπιστίας.
000-00-00 Serial Number=0457754016
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00833]  ἀπειλῶν γὰρ αὐτῇ τὰ σκυθρωπὰ, ὑπισχνεῖται μεταβαλλομένῃ τὴν τούτων ἀπαλλαγήν.
 [01725]  Ἀλλὰ πάλιν ὁ φιλάνθρωπος τὰ σκυθρωπὰ προειπὼν, τοῖς τῆς μετανοίας χρήσασθαι φαρμάκοις παρεγγυᾷ.
 [02419]  Τοῖς δὲ δυσειδέσι σύκοις ἀφομοιοῖ οὐ μόνον τοὺς ὑπολειφθέντας ἐν τῇ Ἰου δαίᾳ, ἀλλὰ καὶ τοὺς εἰς Αἴγυπτον πεφευγότας, καὶ σὺν αὐτοῖς τὸν βασιλέα Σεδεκίαν, καὶ τοὺς ἄρχοντας, καὶ ἀπειλεῖ αὐτοῖς τῶν Βαβυλωνίων τὴν στρατιὰν, καὶ τὰ ἐκ τοῦ πολέμου φυόμενα σκυθρωπὰ, λιμὸν, καὶ λοιμὸν, καὶ σφαγὴν, καὶ αἰχμαλωσίαν·
000-00-00 Serial Number=0871225893
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [03502]  Τῆς γὰρ σῆς μοι γενομένης ἐπιφανείας, τὰ σκυθρωπὰ παραυτίκα λυ θήσεται.
 [04840]  Μετὰ τὰ σκυθρωπὰ τοί νυν, τὰ θυμήρη διαγορεύει, καὶ προδιδάσκει ὡς τάχιστα τῆς ἀνακλήσεως τεύξονται, καὶ ὑπὸ τῆς θείας ποδηγούμενοι χάριτος, εἰς τὴν ποθουμένην ἐπανήξουσι γῆν, καὶ τὸν θεῖον ἀνοικοδομήσουσιν οἶκον, καὶ τὰς συνήθεις ἐπιτελέσουσι πανηγύρεις, καὶ τὸν ἑορταστικὸν ἦχον, καὶ τὴν πνευματικὴν με λῳδίαν ταῖς ἀκοαῖς εἰσδέξονται.
000-00-00 Serial Number=0470348835
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [04828]  ∆ιὰ ταῦτα τοίνυν ἅπαντα, καὶ τὴν ἐσομένην δι' ἡμῶν ἅπασιν ἀνθρώποις σωτηρίαν, λῦσον μὲν ἡμῖν τὰ σκυθρωπὰ, χάρισαι δὲ τὴν ἐπάνοδον·
 [05433]  Οἶδα, φησὶν, ὡς παρέξεις τὴν αἴτησιν, καὶ λύσεις τὰ σκυθρωπὰ, καὶ παρασκευάσεις με τὴν χαριστήριον ὑμνῳδίαν ὑπὲρ τῆς εἰς ἐμὲ γεγενημένης φιλανθρω πίας προσενεγκεῖν.
000-00-00 Serial Number=0841864288
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [01387]  Προειρηκὼς τοίνυν τὰ σκυθρωπὰ, παραίνεσιν εἰσφέρει καὶ συμβουλήν.
 [04340]  Οὕτως ἀπειλήσας τὰ σκυθρωπὰ, μεταμελείας αὐτοῖς προσ φέρει παραίνεσιν.
 [04735]  Οὕτω καὶ μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον, καὶ διὰ τοῦ θειοτάτου Ἀγγαίου τὸ δέον αὐτοὺς ἐξεπαίδευσεν ὁ ∆εσπότης, καὶ διὰ τοῦ θεσπεσίου Ζαχαρίου τό τε πρακτέον ἐδί δασκε, καὶ τὰ ἐσόμενα προεθέσπιζε σκυθρωπὰ καὶ θυμήρη, τὰ μὲν εἴκουσι τοῖς λεγομένοις, τὰ δὲ ἀντι λέγουσιν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»