Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum σὴν [210]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum σὴν


000-00-00 Serial Number=0722214818
Commentaria in Isaiam Ante [Go Back]  
 [00900]  καὶ γὰρ τὴν προτέραν παιδείαν διὰ τὴν σὴν ἐπήγαγον παρανομίαν καὶ νῦν ἐπαμύνω διὰ τὸν ἐκ σοῦ τεχθησόμενον.
 [01435]  [16Ἀλλ'] ἀποστελεῖ κύριος Σαβαὼθ εἰς τὴν σὴν τιμὴν ἀτιμίαν, καὶ εἰς τὴν σὴν δόξαν πῦρ καιόμενον καυθήσεται.
 [02855]  Τὴν σὴν ἠσπασάμεθα δεςποτείαν.
 [02979]  ἀλλὰ τούτου χάριν ἐγὼ τῆς ἐμῆς αὐτοὺς ἀξιώσω προνοίας, οὐκ ἀποβλέπων εἰς τὰ ἐκείνων πλημμελήματα διὰ τὴν σὴν βλασφημίαν.
 [05591]  Πάντα σοι προηγόρευσα, καὶ |160 a| τὴν αἰχμαλωσίαν καὶ τὴν ἐλευθερίαν, ἵνα μὴ τὰς τούτων αἰτίας ἀναθῇς τοῖς εἰδώλοις, ἀλλὰ γνῷς ὡς ἑκάτερα ἐγὼ δέδρακα, τὸ μὲν διὰ τὴν σὴν παρανομίαν, τὸ δὲ διὰ τὴν ἐμὴν φιλανθρω πίαν.
 [06771]  ὶ τὰς ἐμὰς εὐεργεσίας δείκνυμι καὶ τὴν σὴν ἀγνωμοσύνην ἐλέγξω.
 [06998]  Ταῦτα δὲ ὁ προφη τικὸς διεξέρχεται λόγος, τοὺς ὠφελεῖσθαι βουλομένους πα ρακαλῶν τούτοις τοῖς λόγοις τὸν δεσπότην ἱλεοῦσθαι ὅτι ἴσμεν ἡμῶν τὰ πλημμελήματα, ἔγνωμεν τὴν ἀσέβειαν, ἐψευσάμεθά σε τὸν δεσπότην ὑποσχόμενοι μὲν φυλάττειν σου τοὺς νόμους, τούτους δὲ παραβάντες, ἀντιλέγοντές σοι διετελέσαμεν, ἄδικα φθεγγόμενοι, ἄδικα λογι ζό μενοι, τὴν σὴν οὐ δειμαίνοντες κρίσιν, πόρρω τῆς δικαιοσύνης γινόμενοι.
 [07524]  Ταῦτα δὲ πεπόνθαμεν οὐ διὰ τὴν σὴν ἀσθένειαν ἀλλὰ διὰ τὴν ἡμετέραν παρανομίαν.
000-00-00 Serial Number=0702111065
De incarnatione domini Ante [Go Back]  
 [00272]  τὴν δὲ μάχην πρὸς τοῦτον ἀνεδεξάμην, ὃν ἀπὸ πηλοῦ μὲν διέπλασας, κατ' εἰκόνα δὲ σὴν ἐποίησας, καὶ ἐτίμησας τῷ λόγῳ, καὶ παραδείσου πολίτην κατέστησας, καὶ γῆς καὶ θαλάττης δεσπότην ἀπέφηνας·
000-00-00 Serial Number=0354890585
De providentia orationes decem Ante [Go Back]  
 [00484]  Ἀλλὰ καὶ τῶν ἀσταχύων τὴν φύσιν, ἐμβρόντητε, διὰ τὴν σὴν χρείαν πεποίηκε.
 [00670]  Θεωρήσας τοιγαροῦν διὰ τοῦ λόγου, ὅσης περὶ τὴν δημιουργίαν τῆς προνοίας ἀπήλαυσας, ὁπόσας σοι τέχνας καὶ ἐπιστήμας οὐ μόνον εἰς τὸ ζῇν, ἀλλὰ καὶ εἰς τὸ εὖ ζῇν ἐδωρήσατο, πολλῇ φιλοτιμίᾳ περὶ τὴν σὴν χρησάμενος θεραπείαν, ὅσην σοι κεχάρισται φορὰν ἀγαθῶν, ὅπως θυμήρη σοι τὸν βίον ταῖς ἀπὸ τῶν τε χνῶν πραγματεύηται χρείαις, ὅτι σοι οὐ μόνον τὴν χρείαν, ἀλλὰ καὶ τὰ πέρα τῆς χρείας ἐπιῤῥεῖν παν ταχόθεν ἐμηχανήσατο, ἔκβαλε τὴν ἀχαριστίαν τῆς γλώττης, δίδαξον αὐτὴν εὐφημεῖν, ὑποτάγηθι τῷ Κυρίῳ, καὶ ἱκέτευσον αὐτόν.
 [00778]  Καὶ σὺ μὲν κελεύεις, ὁ δὲ τὸν ζυγὸν ὑπέρχεται, καὶ τῆς ζεύγλης ἀνέχεται, καὶ τῆς τῶν κεράτων ἐπιλανθάνε ται χρείας, καὶ τὴν σὴν δειμαίνει φωνὴν, καὶ τῆς ἰσχύος τὸ διάφορον οὐκ ἐπίσταται, ἀλλὰ τῷ λίαν ἀσθενεστέρῳ ζώῳ δουλεύειν ἀνέχεται.
 [00835]  Πάντα γὰρ ἂν ὁμοίως τὴν σὴν διέφυγε δεσποτείαν, εἰ μὴ ὁ θεῖος ἐκώλυε νόμος.
 [01742]  τοῖς ἐμοῖς ὀφθαλμοῖς κεχρημένη, ἥλιον ὁρῶσα καὶ σελήνην, καὶ τὸν τῶν ἀστέρων χορὸν, καὶ οὐρανὸν, καὶ γῆν, καὶ θά λασσαν, καὶ πᾶσαν τὴν ὁρωμένην κτίσιν, πρὸς τὴν σὴν θεωρίαν ἐποδηγεῖτο, καὶ ἐκ τοῦ μεγέθους καὶ ἐκ τοῦ κάλλους τῶν ὁρωμένων, σὲ τὸν ∆ημιουρ γὸν ἐφαντάζετο.
 [01774]  ἀπὸ γὰρ τῆς σῆς ἀσθενείας τὰ θεῖα τεκμαίρῃ, καὶ τὴν σὴν ἀσθένειαν ὅρον ποιεῖς τῆς θείας δυνάμεως, καὶ τὰ σοὶ λίαν ἀδύνατα παραπλησίως εἶναι Θεῷ νομίζεις ἀδύνατα.
000-00-00 Serial Number=0306647241
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00021]  ἀξιέραστα γάρ μοι τὰ πρὸς τὴν σὴν ἁγιότητα γράμματα.
 [00041]  Ἡμεῖς δὲ τῆς μὲν γραφῆς τὸ κέρδος οὐκ ἐπισ τάμεθα, τὴν δὲ σὴν ἐπαινοῦμεν θεοσέβειαν, πανταχόθεν ἐμπορίας ἀφορμὰς θηρωμένην, καὶ εὐχόμεθα μέχρι τέλους ὑμᾶς διαδραμεῖν καὶ τὸ βραβεῖον τῆς νίκης λαβεῖν.
 [00056]  Ἡμεῖς δὲ λόγων πενίᾳ συζῶντες, καὶ τὴν σὴν εὐωχίαν ἀμεί ψασθαι ποθοῦντες, τὸν ἄριστόν σοι καρπὸν τῆς πατρίδος πεπόμ φαμεν, ὃν κλήματα μὲν ἀμπέλων τίκτει, ταῖς ἀπὸ τῶν νεφῶν ἀρδείαις τρεφόμενα, χρόνος δὲ καὶ γῆρας ποιεῖ τιμιώτατόν τε καὶ ἥδιστον, προσηνῆ τε καὶ πρᾶον, καὶ ταῖς τῶν πινόντων κεφαλαῖς οὐ μαχόμενον·
 [00141]  Εἰ δέ σοι δοκεῖ καὶ τὴν ἀλήθειαν τοῖς εὐαγγελίοις ἐκείνοις χαρίσασθαι, καὶ μή τι τῶν ἀναγκαιοτέρων κωλύει, χάρισαι μὲν σαυτῷ τῶν ἁγίων τὴν εὐλογίαν, ἐμοὶ δὲ τὴν σὴν συνουσίαν, ἣν ἐρασμιωτά την πάντων ὑπολαμβάνω.
 [00238]  Αἰτηθεὶς πρὸς τὴν σὴν θεοσέβειαν γράμματα παρὰ τοῦ δεῖ νος καὶ τοῦτο ποίησας, εἰληφέναι μᾶλλον ἢ δεδωκέναι χάριν ᾠήθην·
 [00249]  Ἐπαινῶ μὲν οὖν καὶ διὰ ταῦτα, ἐπαινῶ δὲ πλέον ὅτι μοι πρόξενος καὶ τῶν πρὸς τὴν σὴν ὁσιότητα γραμμάτων γεγένηται, καὶ διὰ τὴν χρείαν ἡμᾶς τῶν ἀναγκαίων παρ' αὐτὴν καλέσασα, παρεσκεύασε τῇ θειοτάτῃ καὶ πάντων ἐμοὶ φιλτάτῃ προσδιαλεχθῆναι κεφαλῇ.
 [00298]  Τί δήποτε ταῦτα διεξῆλθον, ἐγὼ τὴν σὴν ἀρετὴν διδάξω.
 [00300]  ∆εδίασι δὲ τὴν σὴν παρου σίαν οἱ παρ' ἡμῖν, ὡς ἔφην, πολιτευόμενοι.
 [00311]  Τοῦτο τὴν σὴν οἶδα ποιοῦσαν λαμ πρότητα·
 [00346]  Ἐμὲ δὲ ἧσεν, ὅτι μοι τῶν πρὸς τὴν σὴν ἁγιότητα γραμ μάτων ἐγένετο πρόξενος·
 [00363]  Καὶ ταῦτα λέγων, οὐ τὴν σὴν διδάσκω ἀγχίνοιαν, τὴν πάντων μάλιστα τὰ τοιαῦτα πεπαιδευμένην, ἀλλὰ τοὺς ἐμοὺς ἐπαίνους ἀπο κρουόμενος·
 [00526]  Καὶ προσφθέγγομαι τοίνυν δι' αὐτοῦ τὴν σὴν ἁγιότητα, καὶ τῆς τῶν εὐχῶν ἐπικουρίας ἀπολαῦσαι παρακαλῶ.
 [00537]  Τοῦτο καὶ νῦν προὔργου δρᾶσαι νενόμικα καὶ τὴν σὴν πεῖσαι μεγαλοπρέπειαν·
000-00-00 Serial Number=0658591628
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00015]  Οὕτω τὴν σὴν θειότητα κρῖναι τοῖς ἐμοῖς ὑπείληφα λόγοις, τοῦ φίλτρου τὴν ψῆφον ἐξενεγκόντος.
 [00073]  Ἡμεῖς δὲ τὸν μεγαλόδωρον ὑμνή σαντες ∆εσπότην, τοῖς ἑορταστικοῖς συνήθως κεχρήμεθα γράμμασι καί, τὴν σὴν θεοσέβειαν προσφθεγγόμενοι, τὴν ἀπὸ τῶν προσευχῶν αἰτοῦμεν βοήθειαν.
 [00077]  Τούτων τῶν ἀγαθῶν καὶ νῦν ἀπολαύσαντες καὶ θυμηδίας ἀναπλησθέντες τὴν σὴν μεγαλοπρέπειαν προσφθεγγόμεθα καὶ τῆς φιλίας τὸ μέτρον ἐκτίνομεν κατὰ τὸν νόμον τῆς ἑορτῆς.
 [00121]  οὐχ ἵνα τοῖς νόμοις παραδῶσι τὸν ἀλιτήριον, ἀλλ' ἵνα τὴν σὴν διδάξωσιν ἃ πεπόνθασι παίδευσιν καὶ συναλγῆσαι παρα σκευάσαντες πείσωσιν ἀναγκάσαι τὸν ἀνόσιον ἄνθρωπον ἀπο δοῦναι τὰ συληθέντα.
 [00135]  Τούτων ἀκούειν τῶν λόγων καὶ τὴν σὴν ὑπολαμβάνω φιλοθεΐαν, πολλὰς καὶ διαφόρους προσβολὰς σκυθρωπῶν δυναμένην πραγμάτων ἐνεγκεῖν·
 [00167]  Ἐπειδὴ δὲ ὅρος αὐτὸν θεῖος ἐνθένδε μετέστησε καὶ εἰς τὴν ἀμείνω μετέ θηκε βιοτήν, καὶ ἐκ τῆς ἐμαυτοῦ ψυχῆς ἀποσκεδάννυμι τῆς ἀθυμίας τὸ νέφος καὶ τὴν σὴν παρακαλῶ σεμνοπρέπειαν νικῆ σαι τῆς ἀθυμίας τὸ πάθος τῷ λογισμῷ καὶ εἰς καιρὸν προσ ενεγκεῖν τῇ ψυχῇ τῶν θείων λόγων τὴν ἐπῳδήν·
 [00179]  Ταῦτα τὴν σὴν εἰδυῖαν θαυμασιότητα, τὴν ἀνθρωπείαν φύσιν καταμαθεῖν ἀξιῶ·
 [00238]  Τὴν δὲ σὴν φιλο θείαν παρακαλῶ ἐπιστομίζειν τοὺς μωμοσκόπους καὶ πείθειν ὡς οὐ χρὴ τοὺς ἔξω τῶν βελῶν, τὸ δὴ λεγόμενον, ὄντας σκώ πτειν τοὺς παραταττομένους, καὶ βαλλομένους καὶ βάλλον τας.
 [00407]  Παράσχοι δὲ τῶν ἀγαθῶν ὁ φιλότιμος χορηγὸς καὶ τὴν σὴν ὁσιότητα δια πρέπειν ἐν τούτοις, καὶ ἡμᾶς τῶν ἀρίστων ἀνδρῶν ζηλοῦν γοῦν τὰ ἀξιέπαινα.
 [00413]  ∆ιὰ γάρ τοι τοῦτο καὶ ἡμεῖς νῦν τὴν σὴν θεοσεβείαν προσφθεγγόμεθα, καὶ τὴν ἐγγενομένην ἡμῖν ἐκ τῶν ἑορτῶν σημαίνοντες εὐθυμίαν, τὰς σὰς ἐπαγγέλλομεν προσευχάς, ἵνα ταύτην εἰς τέλος φυλάξωμεν.
 [00429]  Ταύτην ἡγοῦμαι τὴν ἡδονὴν καὶ τὴν σὴν ἔχειν φιλοθεΐαν, καὶ ῥᾷον φέρειν τὸ γῆρας, μεμνημένην τῶν τῆς νεότητος πόνων.
 [00464]  Παρακαλῶ τοίνυν τὴν σὴν ἁγιωσύνην, ἀποφῆναι αὐτῷ πατρίδα τὴν ξένην, καὶ προτρέψαι τοὺς πλούτῳ κομῶντας ψυχαγωγῆσαι τὸν τῆς αὐτῆς γεγενη μένον συμμορίας, καὶ τῆς συμφορᾶς διαλῦσαι τὸ νέφος.
 [00475]  Προσήκει τοίνυν τοὺς κατὰ τὴν σὴν ὁσιότητα ψυχὰς ποιμαίνειν πεπιστευμέ νους εἰσηγεῖσθαι τοῖς πολίταις τὰ σύμφορα·
 [00485]  ἐγὼ δὲ τὴν σὴν ἐν κεφα λαίῳ διδάσκω μεγαλοπρέπειαν, ὡς πατρὶς μὲν αὐτῷ ἡ πάλαι παρὰ πάντων ᾳπόλις δὲ ἡ περίβλεπτος Καρ χηδών,
 [00491]  Τοῦτον πρὸς τὴν σὴν μεγαλοπρέπειαν ξεναγῶ, καὶ τῆς παρὰ πᾶσιν ᾳ
 [00521]  ∆ιά τοι τοῦτο συνίστημί σου τῇ ὁσιότητι τὸν θαυμα σιώτατον καὶ μεγαλοπρεπέστατον Κελεστιακόν, πολλῶν μὲν χρημάτων καὶ κτημάτων πάλαι δεσπότην γεγενημένον, μετὰ μόνης δὲ τῆς ἐλευθερίας τῶν βαρβάρων τὰς χεῖρας διαφυ γόντα, καὶ πρόσοδον εἰς ἀφορμὴν βίου νῦν ἔχοντα τῶν κατὰ τὴν σὴν φιλοθεΐαν τὴν εὐσπλαγχνίαν.
 [00530]  Τούτων διὰ τῆς σῆς λαμπρότητος ἀπολαύσαντες Εὐφρατήσιοι, καὶ τὴν πεῖραν διδάσκαλον ἔχοντες τῶν τῆς προτέρας ἀρχῆς ἀγαθῶν, ἐχόρευσαν ἐπὶ τοῦ παρόντος τὴν σὴν μεμαθηκότες μεγαλοπρέπειαν ἐγχειρισθῆναι τῆς ἀρχῆς τὰ πηδάλια.
 [00531]  Ἐγὼ δὲ μειζόνων αὐτοὺς εὔχομαι τυχεῖν ἀγαθῶν, καὶ τὴν σὴν λαμπρότητα πλείονος εὐκλείας μεταλαχεῖν·
 [00567]  Τὴν δὲ σὴν μεγαλοπρέ πειαν προσφθεγγόμενος, παρακαλῶ μηνῦσαί μοι τὴν ἀξιέ ραστον σαυτοῦ ὑγείαν.
 [00634]  Ταῦτα μεμαθη κότες, θερμότερον περὶ τὴν σὴν διετέθημεν μεγαλόνοιαν, δεινότητι ῥητορικῇ φιλοσοφίαν ἀληθῆ κεκραμένην εὑρόντες, καὶ παρακαλοῦμεν σπουδαιότερον, καὶ τοῦ βελτίστου καταλῦ σαι τὸ ψεῦδος, καὶ τὴν τῶν ἀθλίων πενήτων κρατῦναι παραψυχήν.
 [00644]  Οὗ δὴ χάριν τὴν σὴν ἁγιωσύνην ἀντιβολῶ, ἀντιτάξαι τῇ ἀδίκῳ γλώττῃ τὴν δικαίαν σου γλῶτταν, καὶ τῆς ἀληθείας πολεμουμένης ὑπερ ασπίσαι, καὶ ταύτης μὲν δεῖξαι τὸ ἄμαχον, τοῦ δὲ ψεύδους ἐλέγξαι τὸ μάταιον.
 [00649]  ἢ τοὺς τὰ γράμματα κομίζειν ὑπισχνουμένους περὶ τὴν ἀπόδοσιν ἀδικεῖν, ἢ τὴν σὴν θεοσέβειαν δεχομένην, εἶτα πλειόνων ὀριγνωμένην, ῥᾳστώ νης καθ' ἡμῶν ὑφαίνειν γραφήν.
 [00662]  ἀντι βολῶ δὲ καὶ τὴν σὴν φιλοθεΐαν ἐπαρκέσαι ταῖς προσευχαῖς, ἵνα μὴ χωλεύωσιν αἱ εὐφημίαι τῆς ἀληθείας γεγυμνωμέναι.
 [00731]  Πολλοῖς μὲν καὶ ἄλλοις εἴδεσιν ἀρετῆς κοσμεῖσθαι τὴν σὴν ἁγιωσύνην ἀκούομεν ὑπόπτερος γὰρ ἡ φήμη πάντοσε δια δραμοῦσα τῆς σῆς εὐκλείας τὰς ἁπάντων ἐνέπλησεν ἀκοάς ·
 [00746]  ∆έξαι τοίνυν τὴν ἀπολογίαν, ὦ σεβασμία μοι κεφαλή, καὶ δὸς τὴν συγγνώμην, καὶ πέμψον ἡμῖν ἐπιστολήν, τὴν σὴν ὑγείαν μηνύουσαν.
 [00756]  Ἐπανελθὼν δὲ πρώην ἀπὸ τῆς ὑμετέρας ὁ θεοσεβέστατος πρεσβύτερος Εὐσέ βιος, ἀπήγγειλε συνουσίαν ὑμῖν τινα γεγενῆσθαι, καὶ μεταξὺ λόγου τινὸς καὶ τὴν περὶ ἡμῶν κινηθῆναι, καὶ τὴν σὴν θεο σέβειαν εὐφήμως τῆς ἐμῆς μνησθῆναι σμικρότητος.
 [00761]  Προσ φθέγγομαι τοίνυν τὴν σὴν θεοσέβειαν, διακόνῳ χρώμενος τῶν γραμμάτων ἐκείνῳ, ὃς καὶ τοὺς ἀγράφους σου λόγους, οὓς περὶ ἡμῶν διεξῆλθες, πρώην ἡμῖν κεκόμικε.
 [00815]  Τοῦ δὲ λογισμοῦ λοιπὸν χώραν ἐσχηκότος ἀνανῆψαι, καὶ ἄγξαι τὸ πάθος, καὶ κολάσαι τοῦ πένθους τὴν ἀμετρίαν, ἐθάρρησα γράψαι καὶ τὴν σὴν παρακαλέσαι θαυμασιότητα, καὶ τὴν ἀνθρωπείαν φύσιν ἐπεσκεμμένην, καὶ τὸ κοινὸν τοῦ πάθους λογιζομένην, καὶ πρὸς τούτοις τὰ θεῖα πεπαιδευμένην, μετρῆ σαι τῇ πίστει τὴν ἀθυμίαν.
 [00826]  Καὶ τὴν σὴν παρακαλῶ θαυμασιό τητα ταῦτα δὴ λογίζεσθαι, καὶ τοῦ πάθους περιγενέσθαι, καὶ τὸν πάντων ἡμῶν ∆εσπότην ὑμνῆσαι Θεόν·
 [00875]  Ταῦτα καὶ τὴν σὴν λαμπρύνει μεγαλοπρέπειαν.
 [00991]  Προσήκει τοίνυν τὴν σὴν θεοσέβειαν καὶ κυβερνήτου καὶ στρατηγοῦ καὶ ποιμένος σπου δὴν ἀναδέξασθαι, καὶ πάντα κίνδυνον ὑπὲρ τῶν τοῦ Χριστοῦ προβάτων μεθ' ἡδονῆς καταδέξασθαι, καὶ μὴ καταλιπεῖν ἔρημα κηδεμόνος τὰ θρέμματα·
 [01168]  Ταῦτα δὲ ἡμῖν συνεύξασθαι καὶ τὴν σὴν παρακαλοῦμεν ἁγιωσύνην.
 [01223]  Ὅτιδὲκαὶ ὁ τῆς μακαρίας καὶ ὁσίας μνήμης Κύριλλος πολλάκις ἡμῖν ἐπέστειλεν, οἶμαι καὶ τὴν σὴν εἰδέναι σαφῶς ἁγιότητα.
 [01287]  Ἔπειτα δὲ καὶ τὴν σὴν ἁγιωσύνην παρακαλοῦμεν τῆς πολε μουμένης πίστεως ὑπερμαχῆσαι καὶ τῶν πατηθέντων ὑπερ αγωνίσασθαι κανόνων.
 [01293]  Τὴν δὲ σὴν ὁσιότητα παρακαλοῦμεν, μήτε τοὺς ἁγίους κανόνας πατουμένους παριδεῖν, καὶ τῆς θείας πίστεως ὑπερμαχῆσαι προθύμως.
 [01432]  Τὴν δὲ σὴν μεγαλο πρέπειαν τὴν ὑπὲρ τῆς ἀποστολικῆς πίστεως εἰσενεγκεῖν προσήκει σπουδήν, ἵνα τὴν ὑπὲρ ταύτης ἀντίδοσιν παρὰ Θεοῦ τῶν ὅλων κομίσηται.
 [01434]  Οἶμαι καὶ τὴν σὴν εἰδέναι μεγαλοπρέπειαν, καίτοι μηδέπω συναφθεῖσαν ἡμῖν, τῆς καθ' ἡμῶν γεγενημένης συκοφαντίας τὸ προφανές.
 [01442]  Ταῦτα διὰ τῶν θεοφιλεστάτων ἐπισκόπων γράφω, προὔργου νομίσας προσειπεῖν τὴν σὴν δι' αὐτῶν μεγαλοπρέπειαν καὶ τῆς ὑποσχέσεως ἀναμνῆσαι.
 [01456]  Ἀλλὰ γὰρ περιττὸν ποιῶ τὴν σὴν διδάσκων φιλοθεΐαν ἅπερ φρονῶ, τὴν ἀκριβῶς εἰδυῖαν ἅπερ κηρύττομεν καὶ τοὺς ἀγνοοῦν τας διδάσκομεν.
 [01457]  Παρακαλῶ τοίνυν, ἐπειδὴ πάντων ὁμοῦ τῶν τῆς Ἀνατολῆς θεοφιλεστάτων ἐπισκόπων κατέχεαν τὴν λοι δορίαν οἱ τοῦ ψεύδους ἐργάται καὶ τὰς Ἐκκλησίας ζάλης ἐνέπλησαν, τὴν δυνατὴν ὑπὲρ τῶν εὐαγγελικῶν δογμάτων καὶ τῆς τῶν Ἐκκλησιῶν εἰρήνης εἰσενεγκεῖν σπουδὴν τὴν σὴν θεοσέβειαν.
 [01462]  τὸ δὲ τὴν σὴν ὁσιότητα τῶν λοιδο ρουμένων μὴ διελέγχειν τὸ ψεῦδος ἢ μετρίως τοῦτο ποιεῖν καὶ μὴ λίαν ἐκθύμως, οὐκ ἄν τις πιστεύσοι, τὴν ἡμετέραν συνή θειαν ἐπιστάμενος.
 [01465]  καὶ οὐκ οἶδα πώποτε μεμψαμένην ἡμῖν, ὡς οὐκ ὀρθοῖς δόγ μασι κέχρημαι, τὴν σὴν θεοσέβειαν.
 [01528]  Παρα καλῶ τοίνυν τὴν σὴν ἁγιωσύνην τὴν καθ' ἡμῶν συντεθεῖσαν διαλῦσαι συκοφαντίαν καὶ τὰς μάτην ἡμῖν λοιδορουμένας χαλινῶσαι γλώττας.
 [01669]  Καὶ τοῦτο ῥᾴδιον γνῶναι τὴν σὴν ὁσιότητα, κελεύσασαν ζητηθῆναι τὰ πεπραγμένα.
 [01738]  καὶ ἱκετεύω, καὶ ἀντιβολῶ τὴν σὴν ἁγιότητα, ἐπαμῦναί μοι τὸ ὀρθὸν ὑμῶν καὶ δίκαιον ἐπικαλουμένῳ κριτήριον, καὶ κελεῦ σαι δραμεῖν παρ' ὑμᾶς, καὶ ἐπιδεῖξαί μου τὴν διδασκαλίαν τοῖς ἀποστολικοῖς ἴχνεσιν ἑπομένην.
 [01764]  ∆ιά τοι τοῦτο τὴν σὴν παρακαλῶ μεγαλοπρέπειαν κηδεμονίας αὐτὸν ἀξιῶσαι.
 [01770]  Εἰ δὲ καὶ τὰς ἄλλας ἑωράκεις τὰς μετὰ τὴν σὴν ἐκδημίαν γεγενημένας, τάχα ἂν τὸν Φινεὲς ἐκεῖνον ἐζήλωσας.
 [01948]  Τὴν δὲ σὴν ὁσιότητα παρακαλῶ φυλάξασθαι τῆς ἀσεβείας τὴν κοινωνίαν καὶ προτεῖναι μὲν αὐτοῖς ἀρνη θῆναι τὰ πεπραγμένα·
 [02012]  Ἐπειδὴ δὲ τούτου διαμαρτάνω τὴν μὲν γὰρ σὴν θεοσέβειαν οἴκοι γῆρας ἐπέχει, ἐμὲ δὲ νόμος ἐνθάδε καθείργει βασιλικός διὰ τῶν γραμμάτων σοφίζομαι τὸ ποθούμενον, καὶ προσφέρω σου τῇ φιλοθεΐᾳ τὸν ἐμοὶ πανεπέραστον ἀσπασμόν, καὶ παρακαλῶ εὐχαῖς ἐπαμῦναι ταῖς Ἐκκλησίαις ζάλης ἐμπεπλησμέναις, καὶ μέντοι κἀμοὶ τὴν θείαν προξενῆσαι ῥοπήν, ὑπὲρ μὲν τῶν ἀποστολικῶν πολεμουμένῳ δογμάτων, δεομένῳ δὲ τῆς ἄνωθεν ἀντιλήψεως.
 [02126]  Ἐβουλόμην δὲ ὅμως καὶ ηὐχόμην, τὴν μὲν σὴν θεοσέβειαν τῆς ἀκριβείας φροντίσαι, καὶ φυγεῖν τῶν τὴν εὐσέβειαν προδεδωκότων τὴν κοινωνίαν, ἀναθεῖναι δὲ τῷ Κηδεμόνι τῶν ὅλων τὴν ὑπὲρ ἡμῶν καὶ ὑμῶν φροντίδα.
 [02188]  Ταύτης τῆς συμμορίας τὴν σὴν εἶναι θεοσέβειαν ὁριζόμεθα.
 [02310]  Καὶ ἤδη δι' ἑτέρων γραμμάτων τὴν σὴν προσείπομεν θεοσέ βειαν, τοῖς τιμιωτάτοις ἀδελφοῖς τοῖς ὑμετέροις τὴν ἐπιστο λὴν δεδωκότες·
 [02326]  Καὶ τὴν σὴν δὲ παρακαλοῦμεν προσεύ ξασθαι θεοσέβειαν, μὴ τῆς τῶν ἀδικούντων ἡμᾶς γενέσθαι μερίδος, ἀλλὰ τῆς τῶν ἠδικημένων διὰ τὴν τῶν Εὐαγγελίων ἀλήθειαν.
 [02328]  Οὔτε θεασάμενος πώποτε τὴν σὴν εὐσέβειαν, οὔτε διὰ γραμ μάτων ὁμιληκώς, ἐραστὴς αὐτῆς ἐγενόμην θερμότατος.
000-00-00 Serial Number=0168615401
Historia ecclesiastica Ante [Go Back]  
 [00631]  Προσήκει τοίνυν τὴν σὴν ἀγχίνοιαν οὕτως διατάξαι τε καὶ ἑκάστου τῶν ἀναγκαίων ποιήσασθαι πρόνοιαν, ὡς οὐ μόνον βασιλι κὴν τῶν πανταχοῦ βελτίονα, ἀλλὰ καὶ τὰ λοιπὰ τοιαῦτα γενέσθαι ὡς πάντα τὰ ἐφ' ἑκάστης καλλιστεύοντα πόλεως ὑπὸ τοῦ κτίσματος τούτου νικᾶσθαι.
 [00879]  ἐγώ σοι, ὦ γύναι, συνέτυχον πώ ποτε, εἰς δὲ τὴν σὴν εἰσελήλυθα οἰκίαν;
 [01233]  Εἰ καὶ τὰ μάλιστα διὰ προτέρων γραμμάτων ἐδηλώσαμεν ὅπως ἀμερίμνως εἰς τὸ ἡμέτερον κομιτάτον παραγένῃ διὰ τὸ μάλιστα βούλεσθαι ἡμᾶς ἀποστεῖλαί σε εἰς τὰ ἴδια, ὅμως καὶ νῦν ταῦτα τὰ γράμματα πρὸς τὴν σὴν στερρότητα δεδώκαμεν·
 [01463]  δι' ἣν αἰτίαν τοὺς ἀναδιδάξοντας πρέσβεις πρὸς τὴν σὴν ἐπιείκειαν ἀπεστάλκαμεν, τὴν γνώμην τοῦ συνεδρίου διὰ τῆς ἐπιστολῆς μηνύσοντας.
 [01465]  οἳ καὶ [142] τὴν σὴν ὁσιότητα ἀναδιδάξουσιν ὅτι οὐχ ὥσπερ ἔφησεν Οὐρσάκιός τε καὶ Οὐάλης ἔσται εἰρήνη, εἴπερ τι τῶν δικαίων ἀνατραπείη.
 [01468]  διὸ δὴ ἱκετεύομεν τὴν σὴν ἐπιείκειαν, ἵνα προσηνέσιν ἀκοαῖς καὶ γαληνῷ βλέμματι τοὺς ἡμετέρους πρέσβεις ἀθρήσειας μήτε πρὸς ὕβριν τῶν τετελευτηκότων καινόν τι μεταλ λάττειν ἐπιτρέψειας, ἀλλ' ἐάσῃς ἐμμένειν ἡμᾶς τοῖς παρὰ τῶν προ γόνων ὁρισθεῖσί τε καὶ νενομοθετημένοις, οὓς ἅπαντα μετὰ ἀγχινοίας τε καὶ φρονήσεως καὶ πνεύματος ἁγίου πεποιηκέναι φήσαιμεν ἄν.
 [01472]  οἱ δὲ ἡμέ τεροι πρέσβεις τὰς ὑπογραφὰς καὶ τὰς τῶν ἐπισκόπων προσηγορίας κομίζουσιν, οἵτινες καὶ ἐξ αὐτῶν τῶν θείων γραφῶν τὴν σὴν ὁσι ότητα ἀναδιδάξουσιν.
 [01480]  ἀλλὰ μὴν ἐκεῖνο ὃ ἐπηγγέλμεθα, οὐδενὶ τρόπῳ ἑαυτοὺς ἀπὸ τῆς ἰδίας προθέ σεως ἀναχωρήσαντας, καὶ νῦν δὲ τούτοις τοῖς γράμμασι τὴν σὴν εὐ μένειαν ἀναδιδάσκομεν, καὶ παρακαλοῦμεν εὐμενεῖ προσόψει τὰ γράμ ματα τῆς ἡμετέρας ταπεινότητος, ἐν οἷς νῦν τῇ εὐσεβείᾳ σου ἀπο κρινόμεθα, κἀκεῖνα ἅτινα διὰ τῶν ἡμετέρων πρέσβεων τῇ σῇ εὐσεβείᾳ ἀνήνεκται ἃ ἐνετειλάμεθα, ἡδέως προσδέξῃ.
 [01672]  ἵνα οὖν γινώσκῃς τὰ τῇ συνόδῳ δόξαντα, ταῦτα πρὸς τὴν σὴν εὐλάβειαν ἀπεστείλαμεν·
 [02310]  θελησάσης τοίνυν τῆς σῆς εὐσεβείας μαθεῖν παρ' ἡμῶν τὴν τῆς καθολικῆς ἐκκλησίας πίστιν, εὐχαριστήσαντες ἐπὶ τούτῳ τῷ [213] κυρίῳ ἐβουλευσάμεθα πάντων μᾶλλον τὴν παρὰ τῶν πατέρων ὁμο λογηθεῖσαν ἐν Νικαίᾳ πίστιν ὑπομνῆσαι τὴν σὴν θεοσέβειαν.
 [02323]  καὶ ὑπὲρ τοῦ γιγνώσκειν τὴν σὴν εὐσέβειαν, καίτοι γιγνώσκουσαν, ὅμως ἐσπουδάσαμεν τὴν ἐν Νικαίᾳ πίστιν ὁμολογηθεῖσαν ὑπὸ τριακοσίων δέκα καὶ ὀκτὼ ἐπισκό πων ὑποτάξαι.
000-00-00 Serial Number=0378473282
Historia religiosa Ante [Go Back]  
 [00356]  Ἄλλως τε δὲ καὶ κίνδυνος οὐ σμικρὸς καὶ τῶν πολλῶν καὶ μεγάλων ἐκείνων ἱδρώτων ζημία, εἰ ἀνάσχοιο σιγῇ προέσθαι τὴν μὲν ἀλήθειαν χαλεπῶς πολεμουμένην, τοὺς δὲ ταύτῃ προσ κειμένους ἀγρευομένους, δέλεαρ δὲ τῶν θηρευομένων τὴν σὴν γινομένην προσηγορίαν·
 [00881]  Ὦ πάτερ, εἰδὼς ἑκάστῳ τῶν ἀνθρώπων τὴν οἰκείαν πατρίδα γλυκεῖαν καὶ τοὺς ἐκεῖ φυομένους ἡδίστους καρποὺς, ἐκ τῆς πατρίδος σοι τοῦτον κεκόμικα τὸν χιτῶνα, καὶ ἱκετεύω σε μὲν τοῦτον λαβεῖν, ἐμὲ δὲ τὴν σὴν εὐλογίαν ἀντιλαβεῖν.
 [00896]  Ἡδίων δὲ κατὰ τὴν ἐμὴν καὶ κρείττων κατὰ τὴν σὴν ψῆφον ὁ τοσοῦτόν μοι διακονήσας χρόνον.
 [01049]  ∆ώσει τοίνυν, εἶπε, καὶ νῦν, οὐκ ἐμοὶ τὴν χάριν δωρούμενος, ἀλλὰ τὴν σὴν πίστιν θεώμενος.
 [01385]  πολλὰς διετέλεσα νύκτας τοῦτο μόνον τὸν θεὸν ἱκετεύων ὥστε σου τοὺς γονέας τοῦτο γενέσθαι ὃ μετὰ τὴν σὴν γέννησιν ὠνομάσθησαν.
 [01700]  Κοινὴν γὰρ σωτηρίαν τὴν σὴν ὑγίειαν ἡγούμεθα.
000-00-00 Serial Number=0216612041
Interpretatio in Danielem Ante [Go Back]  
 [00830]  ἀλλ' ὅμως ἐπονεί διστοι, καὶ καταγέλαστοι, καὶ λίαν ἐπίχαρτοι τοῖς πολεμίοις γενόμενοι ἡμεῖς, οἱ δοῦλοί σου προσ αγορευόμενοι, ἱκετεύομέν σε, διὰ τὸ ἐπικείμενον ἡμῖν τῆς σῆς δεσποτείας ὄνομα δεῖξαι τοῖς ἐναντίοις τὴν σὴν ἰσχὺν, καὶ μὴ παντελῶς ἡμᾶς τῆς σῆς προ μηθείας ἀλλοτριῶσαι.
 [00853]  Οὐ γὰρ εἶπε, Σμικροί ἐσμεν, καὶ ὀλίγοι παρὰ πάντα τὰ ἔθνη, ἀλλ', Ἐσμικρύνθημεν, τουτ έστιν, Ἐγενόμεθα μὲν ἀριθμοῦ κρείττους κατὰ τὴν σὴν ὑπόσχεσιν, παραβάντες δέ σου τὰς ἐντολὰς ὀλίγοι ἀντὶ πολλῶν ἐγενόμεθα.
 [00895]  καὶ οἱ νῦν πολλοὺς προσκυνοῦντες θεοὺς, τῶν μὲν οἰκείων θεῶν γνώσονται τὴν ἀσθένειαν, τὴν δὲ σὴν προσκυνήσουσι δύναμιν.
 [01129]  Ἀποστελεῖ γὰρ Κύριος Σαβαὼθ εἰς τὴν σὴν τιμὴν ἀτιμίαν, καὶ εἰς τὴν σὴν δόξαν πῦρ καιόμενον καυθήσεται.
 [01846]  ∆ί καιος γὰρ ὢν, φησὶν, ὁ Θεὸς, καὶ δικαίως ἅπαντα πρυτανεύων, θεασάμενος ὅτι τῶν δυσσεβῶν νόμων τὴν αὐτοῦ προτετίμηκα θεραπείαν, καὶ εἰς τὴν σὴν δὲ βασιλείαν οὐδὲν πώποτε πεπλημμέληκα, κρείττονά με τῆς τῶν λεόντων ἀπέφηνε λύμης, καὶ μᾶλλον εἰκόνας λεόντων ἢ λέοντας ἔδειξεν.
 [02565]  Τὰ μὲν γὰρ, φησὶν, ὑπὸ σοῦ γε γενημένα, ∆έσποτα, τὴν σὴν κηρύττει δικαιο σύνην·
 [02621]  καὶ γὰρ ἤδη θαυματουργίαις μυρίαις, καὶ τιμωρίαις κατὰ τῶν Αἰγυπτίων χρησάμενος, τῆς πικρᾶς δουλείας ἐκείνης τὸν σὸν λαὸν ἠλευθέρωσας, ὡς εἰς ἅπαντας ἀνθρώπους τῶν γεγενημένων θαυμά των τὴν φήμην δραμεῖν, καὶ τὴν σὴν δύναμιν ἅπασι γενέσθαι δήλην.
 [02622]  Καὶ ἐπειδὴ ἡμεῖς ἡμάρτομεν, καὶ τῆς σῆς φιλανθρωπίας ἀναξίους ἡμᾶς αὐτοὺς ἀπεφήναμεν, τὴν σὴν πόλιν ἱκετεύομεν τῆς σῆς ἀξιωθῆναι φειδοῦς, καὶ τὸ ὄρος ἐκεῖνο, ὃ διὰ τῆς σῆς ἐπιφανείας ἅγιον ἀπέφηνας.
 [02642]  Οὐ γὰρ ταῖς δικαιοσύναις ἡμῶν, φησὶν, θαῤῥοῦντες τὴν σὴν αἰτοῦμεν φιλανθρωπίαν, ἀλλὰ τῷ σῷ πε ποιθότες ἐλέῳ τολμῶμεν τὴν δέησιν.
000-00-00 Serial Number=0236558557
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00371]  Υἱὸν δὲ ἀνθρώπου προσαγορεύει, μονονουχὶ λέγων, Μὴ ἐπιλάθου τῆς φύσεως τῆς ὑπὲρ τὴν σὴν φύσιν θεωρίας ἀξιωθεὶς, ἀλλὰ γνῶθι σαυτόν·
 [02101]  Ἐγὼ οὖν, φησὶ, πάντα ποιήσω τὴν σὴν πραγματευόμενος ὠφέλειαν·
 [03348]  οὗτοι δὲ παραυτίκα τὴν σὴν ἀπόστασιν μαθόντες, μετὰ παντοδαπῆς ἀφί ξονται πανοπλίας, ἵπποις καὶ ἅρμασι κεχρημένοι, καὶ τοὺς ὑπηκόους ἅπαντας ἐπαγόμενοι, καὶ χαρα κώμασι τὰς σὰς ἀποτειχίσουσιν εἰσόδους.
 [03372]  μαθήσονται γὰρ οἱ τὰς σὰς θεώμενοι συμφορὰς, αἰτίαν τούτων τὴν σὴν γενομένην παρανομίαν.
 [05439]  Ὥσπερ γὰρ, φησὶν, ἅπαντες πάλαι τὴν σὴν ἐρημίαν ἐν τοῖς στό μασι περιέφερον, οὕτω νῦν ἔσῃ πολυθρύλλητος, καὶ θαῦμα παρέξεις πᾶσι, τῆς μὲν ἐρήμου σου γῆς τῷ παραδείσῳ τῆς τρυφῆς εἰκαζομένης, τῶν δὲ ἀοικήτων πόλεων καὶ ἀναστάτων γεγενημένων ὀχυροῖς περιβό λοις τειχιζομένων.
000-00-00 Serial Number=0761130631
Interpretatio in Jeremiam Ante [Go Back]  
 [01466]  ἐκ γὰρ τῶν λογισμῶν τὴν σὴν ἐξέβαλον μνήμην.
 [04544]  εἶτά τινος μεταβολῆς ἀπολαύσαντες, τὴν σὴν γνησίως ἀνυμνοῦσι φιλαν θρωπίαν.
 [04791]  Ὁ γὰρ Θεὸς δείξει τῇ ὑπ' οὐρανὸν πάσῃ τὴν σὴν λαμπρότητα.
 [05120]  Ἑτέραν, φησὶν, οὐκ ἔχω καταφυγὴν, ἀλλὰ τὴν σὴν προσμένω βοήθειαν.
000-00-00 Serial Number=0871679544
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00586]  Ἀχθήτωσαν τοίνυν ὑπὸ τὴν σὴν κρίσιν, ὦ ∆έσποτα, καὶ διαμάρτωσιν ὧν καττύουσι καθ' ἡμῶν, καὶ μαθέτωσαν διὰ τῆς πείρας, ὡς ἱστὸν ἀράχνης ὑφαί νουσι, καὶ δότωσαν ποινὴν τῶν τολμημάτων ἀξίαν.
 [00597]  Τῆς γὰρ σῆς εὐλογίας τε καὶ προνοίας τοῖς σοῖς χορη γουμένης θεραπευταῖς, οἱ σφᾶς αὐτοὺς ἐραστὰς τοῦ σοῦ ὀνόματος καταστήσαντες, ἐπὶ τῇ σῇ κηδε [80.901] μονίᾳ μεγαλοφρονήσουσι, τὴν σὴν διηγούμενοι δύνα μιν.
 [00648]  Οὐδὲ γὰρ ἐμαυτῷ, φησὶ, θαῤῥῶ, οὐδὲ τῇ ἐμαυτοῦ δικαιο σύνῃ τὴν σὴν ἐπιγράφω βοήθειαν, ἀλλὰ διὰ τὸν σὸν ἔλεον ταύτης ἱκετεύω τυχεῖν.
 [00676]  Αὐτό μου τὸ ὀπτικὸν τῆς διανοίας τετάρακται διὰ τὴν σὴν ἀγανάκτησιν, ∆έσποτα.
 [00704]  Οὐδεμιᾷ, φησὶν, ἀνθρωπίνῃ βοηθείᾳ θαῤῥῶν, τὴν δὲ σὴν ἐλπίδα μόνην ἐν ἐμαυτῷ περιφέρων, ἱκετεύω τῆς σῆς προμηθείας τυχεῖν.
 [00849]  Ἱκανὰ γὰρ, φησὶ, καὶ τὰ στοιχεῖα τὴν σὴν, ὦ ∆έσποτα, δεῖξαι μεγαλουργίαν, καὶ οὐρανὸς, καὶ γῆ, καὶ σελήνη, καὶ ἥλιος, καὶ ἡ ἐν τούτοις εὐταξία τε καὶ εὐκοσμία·
 [02808]  Οὐ γὰρ διὰ τὴν ἐμὴν ἀξίαν, ἀλλὰ διὰ τὴν σὴν φιλανθρωπίαν, τούτου τυχεῖν ἱκε τεύω.
 [02956]  Θᾶτ τον δὲ, φησὶ, τῆς μετὰ τούτων διαγωγῆς ἐλευθέ ρωσον, ∆έσποτα, ποθοῦντά σου τὸν οἶκον, τὸν τὴν σὴν ἀποστίλβοντα χάριν·
 [03093]  Αὐτοὶ μὲν γὰρ, φησὶ, συκοφαντίαις ἐχρήσαντο κατ' ἐμοῦ, ἐγὼ δὲ λώβην οὐδεμίαν ἐντεῦθεν ἐδεξάμην διὰ τὴν σὴν βοήθειαν·
 [03448]  Καὶ γὰρ ἐν συμφοραῖς ὢν τὴν σὴν ἐπικουρίαν καλῶ, καὶ ταύτης ἀπολαύων, τῇ σῇ φιλανθρωπίᾳ τῶν ἀγα θῶν ἀνατίθημι τὴν αἰτίαν.
 [04529]  ἀντὶ τοῦ, Σὲ καραδοκῶ περισκοπῶν, τὴν σὴν εὐμένειαν ἀναμένω.
 [04835]  Οἱ γὰρ δυσμε νεῖς ἐπιτωθάζουσί μοι, τὴν σὴν κηδεμονίαν προσφέ ροντες ὡς ἀσθενῆ, καὶ τῆς αὐτῶν ῥώμης περιγενέ σθαι μὴ δυνηθεῖσαν.
 [04873]  ἀλλ' ὅμως τὴν σὴν φιλανθρω πίαν ἔχω παραψυχήν.
 [04887]  διὰ τὴν σὴν ἀσθένειαν ταῦτά με πάσχειν ὑπολαμβάνοντες.
 [05142]  Τοὺς δὲ ὑπ' ἐκείνων τυραννουμένους λαοὺς τὴν σὴν διδάξεις προσκύνησιν.
000-00-00 Serial Number=0174737394
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00922]  Ταῦτα δὲ κατ' ἐμοῦ τολμῶσιν, ἐπειδὴ τὴν σὴν πρόνοιαν ἀγνοοῦσι, [μᾶλλον καὶ αὐτῆς καταφρονοῦσι.] Τοῦτο γὰρ ἐπήγαγεν εἰπών·
 [01150]  Ὑπὸ διαφόρων ἐχθρῶν ἐξελαυνόμενός τε καὶ πολε μούμενος, καὶ οἱονεὶ συμπατούμενος καὶ διηνεκῶς τοῦτο πάσχων, τὴν σὴν, ὦ ∆έσποτα, φιλανθρωπίαν προσμένω.
 [01159]  Τὴν πρόσκαιρον, φησὶν, εὐκληρίαν οὐ δέδια, τὴν σὴν ἔχων ἐπικουρίαν·
 [01609]  καὶ διὰ τὴν σὴν πρόνοιαν τὰς προσπεσούσας διέφυγον συμφοράς.
 [01966]  Πάσης τῆς ζωῆς τῆς τῶν πλουτούντων, καὶ τῆς τῶν δυναστευόντων, καὶ ἀφρόντιδος, καὶ πολυφρόντιδος, καὶ ἁβροδιαίτου, καὶ ἀνειμένης, τὸν σὸν ἔλεον προαιροῦμαι, καὶ εἰς τὴν σὴν ὑμνῳδίαν τὰ χείλη κινῶ.
 [01971]  ὑμνῶν μὲν τῇ γλώττῃ, τὰς δὲ χεῖρας ἐκτείνων, καὶ τὴν σὴν φιλανθρωπίαν αἰτῶν.
 [01974]  Τὴν δὲ σὴν ὑμνῳδίαν πιότητα ὑπολαμβάνω ψυχῆς·
 [01990]  Λέγει τοίνυν ὁ θεῖος ∆αβὶδ, ὅτι Καὶ ἐπὶ στρωμνῆς κατακείμενος, τὸν ἥδιστον ὕπνον ἀνεβαλλόμην, καθ' ἑκάστην φυλακὴν τὴν σὴν ἔχων μελέτην·
 [02152]  Ἁγιασμοῦ γὰρ πλήρης ὁ σὸς ναὸς, καὶ τὴν σὴν δικαιοσύνην διὰ τῶν σῶν λογίων διδάσκει τοὺς προσιόντας.
 [02581]  Ταῦτα δὲ, φησὶ, τῇ πτωχῇ τῶν ἀνθρώπων φύσει διὰ τὴν σὴν ἐδωρήσω χρηστότητα.
 [02889]  Ἀπ έκαμον, φησὶν, ἀναμένων τὴν σὴν βοήθειαν.
 [02911]  Ἀλλὰ μαθέτωσαν διὰ τῶν περὶ ἐμὲ γενομένων, οἱ τὴν σὴν ἔχοντες γνῶσιν, ὡς τῶν ἐλπιζόντων εἰς σὲ σωτηρίας, καὶ οὐκ αἰσχύνης ὑπάρ χεις καρπός.
 [02916]  ἐπικερτομοῦσι γάρ με συνεχῶς οἱ πολέμιοι, σὴν ἀσθένειαν τὴν ἐμὴν δουλείαν ἀποκαλοῦντες, θʹ.
 [02947]  Καιρὸς ταύτην λυθῆναι, καὶ τὴν σὴν φιλανθρωπίαν ἀναφανῆναι.
 [02973]  ∆ιὰ τὴν σὴν φιλανθρωπίαν, οὐ διὰ τὴν ἐμὴν ἀξίαν, ὧν ἀφηγησάμην κακῶν τὴν ἀπαλ λαγὴν ἐπάγαγε.
 [03071]  μηδὲ τύχοιεν ἀνακλήσεως, ἧς ἡμεῖς, φησὶ, διὰ τὴν σὴν φιλανθρωπίαν τευξόμεθα.
 [03184]  Μὴ διαμάρτω, φησὶ, τῆς ἐλπίδος, τὴν σὴν προσμένων ἐπικουρίαν·
 [03202]  Ἐξ ἐκεί νου, φησὶν, εἰς σὲ τὰς ἐλπίδας ἔσχον, καὶ τὴν σὴν προσμένω βοήθειαν.
 [03217]  Ὅτι ἄνωθεν, καὶ ἐξ ἀρχῆς, τὴν σὴν ἔσχον ἐλπίδα·
 [03225]  Ἀλλ' ὅμως ἐγὼ τὴν σὴν προσμένω βοήθειαν.
 [03248]  Ταχεῖάν μοι τὴν σὴν παράσχου ῥοπήν·
 [03702]  ταύτην δὲ, φησὶ, σὺ ἐξουδενώσεις, τῆς εἰς τὴν σὴν πόλιν δυσσεβείας εἰσπραττόμενος δίκας.
 [03734]  λέ γει δὲ, ὅτι] Καὶ τὴν σὴν ἀσπάζομαι δεσποτείαν.
 [03737]  Τούτου χάριν σὲ ποθῶ, καὶ διψῶ, καὶ κατὰ ψυχὴν καὶ κατὰ σῶμα, καὶ τὴν σὴν προσμένω βοήθειαν.
 [03791]  Ῥάβδον δὲ τὸ βασιλικὸν ὠνόμασε σκῆπτρον, ἀντὶ τοῦ, Σὴ ἐξ ἀρχῆς ἐγενόμεθα μερὶς, σὸς ὠνομάσθημεν κλῆρος, ὑπὸ τὴν σὴν ἐτε λέσαμεν βασιλείαν.
 [04083]  ∆έους, φησὶν, ἐπλήσθησαν ἅπαντες, καὶ τῆς καθ' ἡμῶν ἐπαύσαντο προσβολῆς, θεασάμενοί σε καθάπερ τινὰ δικαστὴν, κατ' ἐκείνων μὲν ἐξενεγκόντα τὴν ψῆφον, τοὺς δὲ ὀρθοῖς λογι σμοῖς χρησαμένους, καὶ τὴν σὴν βοήθειαν ἀπαγγεί λαντας, τῆς σωτηρίας τετυχηκότας.
 [04187]  ∆ιὰ πάντων, ∆έσποτα, τὴν σὴν ἔδειξας δύναμιν.
 [04202]  ∆έους ἐπλή σθησαν ἅπαντες τὴν σὴν ἀκούσαντες δύναμιν.
 [04648]  μετα βαλεῖν δὲ τὰς συμφορὰς, καὶ τὴν σὴν δύναμιν ὑπο δεῖξαι τοῖς ἀγνοοῦσι.
 [05268]  Τάχιστα, φησὶν δὲ, ὦ ∆έσποτα, τὴν σὴν ἡμῖν ἀγα θότητα δεῖξον, καὶ τύχωμεν τῆς σωτηρίας, καὶ τῆς [80.1549] ἐντεῦθεν ἀπαλλαγῆς.
 [05360]  ἐγὼ δὲ τὴν σὴν ἐπίγνωσιν ἔχω·
 [05375]  Λῦσον τὴν ἀθυμίαν τῷ τὴν σὴν δουλείαν ἀσπαζο μένῳ, καὶ παράσχου θυμηδίαν ψυχῇ πρός σε νευούσῃ [καὶ τὸν σὸν ἔλεον προσμενούσῃ].
 [05448]  Τὴν σὴν πρόνοιαν οὐκ ἔλαβον εἰς διάνοιαν.
 [05457]  ἀντὶ τοῦ, ἄνωθεν καὶ ἐκ προγόνων ὑπὸ τὴν σὴν δεσποτείαν τελῶ·
000-00-00 Serial Number=0298950076
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00112]  Ἕνα τοίνυν πόρον δὸς τῆς τῶν δεινῶν ἀπαλλαγῆς, τὴν σὴν, ∆έσποτα, προμήθειαν·
 [00119]  Ἔτι μοι ζῶντι, φησὶ, τὴν σὴν δεῖξον θαυματουργίαν·
 [00300]  Καὶ ἡμεῖς δὲ, φησὶ, ταύτην ἔχομεν τὴν ἐλπίδα, καὶ τὴν σὴν ἐπικου [80.1585] ρίαν προσμένομεν·
 [00305]  Ταύτῃ δὲ τῇ ἐλπίδι τρεφόμεθά σε βασιλέα ἔχοντες, ὑπὸ τὴν σὴν κηδεμονίαν τελοῦντες.
 [00329]  Ἐπηγγείλω δὲ καὶ ἅπαντας αὐτοῦ κα ταλύσειν τοὺς πολεμίους, καὶ βεβαίαν αὐτῷ τὴν σὴν παρέξειν φιλανθρωπίαν, καὶ περιφανῆ ποιήσειν αὐτὸν καὶ περίβλεπτον.
 [00488]  Οὐκ ἐμοὶ δὲ μόνον ἐπιχαίρουσιν, ἀλλὰ καὶ κατὰ σοῦ τὴν γλῶτταν κινοῦσι, καὶ βλασφήμοις κέχρηνται λόγοις, ἀσθένειαν σὴν τὴν ἐμὴν δουλείαν νομίζοντες.
 [00602]  Ἀπολαῦσαι, φησὶ, τῆς σῆς εὐεργεσίας ἀντιβολῶ, καὶ τῆς σῆς δεξιᾶς ἀριθμεῖν καὶ διηγεῖσθαι τὰ δῶρα, καὶ μιμεῖσθαι τοὺς ὑπὸ τῆς σῆς χάριτος σοφισθέντας, οἳ τοὺς ἄλλους πρὸς τὴν σὴν ποδηγοῦσιν ἐπίγνωσιν.
 [00777]  Ἐκείνους μὲν γὰρ ἀληθείᾳ χρώμενος κολάζεις ἐνδίκως, ἡμᾶς δὲ τὴν σὴν ἐπίγνωσιν ἔχοντας προμηθείας ἀξιοῖς.
 [00816]  Ἡμεῖς δὲ οἱ τὴν σὴν ἐπίγνωσιν ἔχοντες, τὴν τῶν ἐχθρῶν σου κατάλυσιν θεασάμενοι γαυριάσομεν ἐπὶ σοὶ καὶ μεγαφρονήσομεν·
 [01056]  Παραυτίκα γὰρ τὴν σὴν ἐπικαλούμενος πρόνοιαν, καὶ τὴν οἰκείαν διδάσκων ἀσθένειαν, τῆς σῆς φιλανθρωπίας ἀπήλαυον.
 [01668]  ∆έξαι μου τὴν ἱκε τηρίαν, ὦ ∆έσποτα, καὶ ποτνιωμένῳ τὴν σὴν βοή θειαν ὄρεξον.
 [01771]  ὥστε καὶ τοὺς ἐσομένους τὴν σὴν φιλανθρωπίαν μαθεῖν.
 [01786]  Ὅταν, φησὶ, τῆς ἐπανόδου τύχωμεν, ἀθροίσονται λαοὶ καὶ βασιλεῖς, τὴν σὴν θαυμάζοντες δύναμιν.
 [02514]  Τοσούτων γὰρ ἐν Αἰγύπτῳ δι' αὐ τοὺς γεγενημένων θαυμάτων, συνιδεῖν τὴν σὴν οὐκ ἐθέλησαν δύναμιν.
 [02516]  Θεασάμενοι γὰρ τοὺς Αἰγυπτίους διώκοντας, καὶ τὴν θάλασσαν ἐπ έχουσαν τὴν φυγὴν, τὴν ἐπικουρίαν προσμεῖναι τὴν σὴν οὐκ ἐθέλησαν·
 [02957]  Τὸ οὖν, ὑψώθητι, ἀντὶ τοῦ, δείχθητι ὑψηλὸς, καὶ πάντων ὑπέρτερος, καὶ πᾶσα ἡ γῆ μαθέτω τὴν σὴν δόξαν.
 [02961]  δέξαι μου τοίνυν τὴν ἱκετείαν, καὶ τὴν σὴν ὄρεξον δεξιάν.
 [02999]  Παῦσον τοίνυν τὰ λυπηρὰ, καὶ τὴν σὴν ῥοπὴν ὄρεξον.
 [03004]  ∆ιά τοι τοῦτο τὴν σὴν ἐπικαλούμεθα πρόνοιαν·
 [03614]  Ἀνεχαίτισε δὲ ὁ ποταμὸς, καὶ τῶν οἰκείων ῥευμάτων ἐπέσχε τὴν ῥύμην, καθάπερ τις λογικὸς ἐν τῇ κιβωτῷ τὴν σὴν φανταζόμενος δύναμιν·
 [03638]  οἱ γὰρ τῆς τιμωρίας ἀγ νοοῦντες τὸ δίκαιον, σὴν ἀσθένειαν ὑπολήψονται τὴν ἡμετέραν δουλείαν, καὶ ἐροῦσι·
 [04246]  Ἐγὼ δὲ τὴν σὴν δεσποτείαν ὁμολογῶν, μελέτην εἶ χον τὰ σὰ δικαιώματα.
 [04553]  Τῇ γὰρ μεταμελείᾳ χρωμένοις τὴν σὴν εὐ μένειαν ἐπηγγείλω.
 [05051]  ἀλλὰ τὴν σὴν ἀναμένων διετέλεσα σωτηρίαν, καὶ ταῖς σαῖς ἑπόμενος ἐντολαῖς.
 [05245]  Πάσης ἀνθρωπίνης βοη θείας καταφρονήσας, τὴν σὴν, ὦ ∆έσποτα, προσμένω ῥοπὴν, καὶ τῆς σῆς προνοίας ἐξήρτημαι·
 [06072]  Τὸ κεφάλαιον, φησὶ, τῆς εὐφροσύνης τὴν σὴν ἔχω θέαν, καὶ τὴν σὴν νεουργίαν, καὶ τὰς ἐν σοὶ πανηγύ ρεις.
 [06114]  καὶ παρὰ πᾶσιν ᾄδεται τοῖς τὴν σὴν θεασαμένοις ἰσχύν.
 [06190]  Ἔγνως, φησὶν, ἀκριβῶς μου τὰς πρά ξεις, καὶ οὐδὲν τῶν ἐμῶν τὴν σὴν ἔλαθε γνῶσιν.
 [06204]  Ἐκ τῶν εἰς ἐμὲ γεγενημένων τὴν σὴν ἔγνωκα δύναμιν·
 [06205]  καὶ ὑμνῆσαι τὴν σὴν θέλων σοφίαν, εἶτα τῆς ἀξίας διαμαρτάνων, τὴν ἧτταν ὁμολογῶ.
 [06237]  Κἂν πρὸς ἀνίσχοντα, φησὶ, κἂν πρὸς δυόμενον ἥλιον καταφύγω, τὴν σὴν οὐ διαφεύξομαι δύναμιν·
 [06251]  Ταῦ τα δὲ, φησὶν, οὐχ ἁπλῶς λέγω, ἀλλὰ τῇ σῇ φωτι ζόμενος χάριτι, καὶ τοῖς λογισμοῖς τὴν σὴν αἴγλην δεχόμενος.
 [06292]  Ἀεὶ γὰρ ἐμαυτὸν διεγείρων, καὶ τῆς ῥᾳ θυμίας τὸν ὕπνον ἀπώσομαι, καὶ τὴν σὴν μνήμην ἐν τῇ διανοίᾳ φυλάξω.
 [06406]  Καὶ τὴν σὴν ἀγαπῶσι προεδρείαν, ἀεί σε φανταζό μενοι, καὶ τὸ σὸν ὁρᾷν ὑπολαμβάνοντες πρόσωπον.
 [06472]  Ἐγὼ δὲ οὐδενὶ τῶν ἀνθρωπίνων θαῤῥῶ, ἀλλὰ τὴν σὴν προσμένω βοήθειαν, καὶ παρακαλῶ ταύτης τὴν ἐμὴν μὴ γυμνωθῆναι ψυχήν.
 [06713]  Οὕτω γὰρ, φησὶ, καὶ τοὺς ἡμετέρους προγόνους ὑπὸ σοῦ τὴν βασιλείαν ἐγχειρισθέντας διέσωσας, καὶ τῶν πολεμίων ἐπαναστάντων νικηφόρους ἀπέφηνας, τὸν ∆αβὶδ, τὸν Ἰωσαφὰτ, τὸν Ἐζεκίαν, καὶ εἴ τις ἕτερος τὴν σὴν ἐπικουρίαν ἐξῄτησεν.
 [06751]  Οἱ δὲ μύσται τῆς ἀρετῆς τῆς θείας σοφίας μετειλη φότες, τὸν ὑπὸ σοῦ προμηθούμενον λαὸν μακαρί ζουσι, καὶ τοῦ βίου παντὸς τὴν σὴν προτιμῶσι κηδε μονίαν.
000-00-00 Serial Number=0013653338
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [02048]  Οὗτός σοι καὶ τὸν εἰς τὴν σὴν ἐλευθερίαν ἀφωρισμένον μηνύει βασιλέα·
 [03176]  τεύξῃ γὰρ κηδεμονίας, οὐ διὰ τὴν σὴν εὐνομίαν, ἀλλὰ διὰ τὸν ἐκ σοῦ κατὰ σάρκα τεχθησόμενον βασιλέα.
 [03989]  Μυρία γὰρ κατὰ πολλῶν ἐθνῶν δράσας δεινὰ, τὴν μὲν σὴν ψυχὴν περιέπειρας ἁμαρτίαις, αἰσχύνῃ δὲ τὴν οἰκίαν περιέβαλες πᾶσαν.
000-00-00 Serial Number=0045019627
Quaestiones in Octateuchum Ante [Go Back]  
 [04533]  εἰ γὰρ καὶ ἀόρατον ἔχου σι φύσιν, ἀλλ' ὑπὸ τὴν σὴν δεσποτείαν τελοῦσι·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»