Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum προσβολὴν [31]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum προσβολὴν


000-00-00 Serial Number=0383813500
Ad eos qui in Euphratesia et Osrhoena regione Ante [Go Back]  
 [00003]  Ὁρῶν τὴν ἐν τῷ παρόντι καιρῷ τῆς Ἐκκλησίας κατάστασιν καὶ τὴν ἔναγχος ἐπαναστᾶσαν τῇ ἱερᾷ νηῒ ζάλην, καὶ τὰς σφοδρὰς καταιγίδας καὶ τῶν κυμά των τὴν προσβολὴν καὶ τὴν βαθεῖαν σκοτομήνην, καὶ πρὸς τούτοις τῶν πλωτήρων τὴν ἔριν, καὶ τῶν ἐρέτ τειν λαχόντων τὴν μάχην, καὶ τὴν τῶν κυβερνητῶν μέθην, καὶ ἁπαξαπλῶς τὴν τῶν κακῶν ἀωρίαν, τῶν Ἰερεμίου θρήνων ἀναμιμνήσκομαι, καὶ μετ' ἐκείνου βοῶ·» Τὴν κοιλίαν μου, τὴν κοιλίαν μου ἐγὼ ἀλγῶ, καὶ τὰ αἰσθητήρια τῆς καρδίας μου μαιμάσσει ἡ ψυχή μου, σπαράσσεται καὶ ἡ καρδία μου,» καὶ πηγὰς δακρύων ἐπιζητῶ, ἵνα ταῖς λιβάσι τῶν ὀφθαλ μῶν, τὸ πολὺ τῆς ἀθυμίας ἀποσκευάσωμαι νέ φος.
000-00-00 Serial Number=0233428299
Commentaria in Isaiam Ante [Go Back]  
 [02063]  Ὁ τῆς ∆αμασκοῦ βασιλ εὺς δείσας τῶν πολεμίων τὴν προσβολὴν Αἰγυπτίους καὶ Αἰθίοπας εἰς συμμαχίαν ἐκά λεσεν·
 [03485]  ἐῴκει γὰρ ἀνθρώπῳ μέχρι τοῦ τραχήλου δεξαμένῳ τὴν τοῦ ὕδατος προσβολὴν καὶ προσδοκήσαντι συγκαλύπτεσθαι, εἶτα παρ' ἐλπίδα πᾶσαν ἀπαλλαγέντι.
000-00-00 Serial Number=0712599039
De incarnatione domini Ante [Go Back]  
 [00222]  ὡς δὲ τῆς πείνης τὴν προσβολὴν ὑπεδέξατο, καὶ τροφῆς αὐτὸν εἶδεν ἀνθρωπίνης δεό μενον, καὶ καρτερεῖν περαιτέρω τῶν παλαιῶν ἀν δρῶν οὐ δυνάμενον, προσέρχεται, λαβὴν οἰόμενος εὑ ρηκέναι μεγίστην, καὶ νικήσειν ῥᾳδίως πιστεύων.
000-00-00 Serial Number=0878541410
De providentia orationes decem Ante [Go Back]  
 [00656]  Ἀλλὰ [83.621] γὰρ ἔοικα τοῖς ἐν πελάγει νηχομένοις, καὶ παντα χόθεν περικλυζομένοις τοῖς κύμασι, καὶ τὴν ἤπειρον καταλαβεῖν ἐπιθυμοῦσι, τοῦ πελάγους τῆς τῶν τε χνῶν σοφίας κατατολμήσας, φιλονεικῶν μὲν διαφυ γεῖν τῶν ἐπιόντων ἐνθυμημάτων οἷόν τινων κυμά των τὴν προσβολὴν, ἐπὶ δὲ τὸ τέλος δραμεῖν, καὶ ὡς ἀκτὴν θαλαττίαν καταλαβεῖν.
 [00827]  Εἰ δὲ καὶ μεῖζον εὕροι θηρίον, καὶ τὴν οἰκείαν ὑπερβαῖνον ἰσχὺν, οἷον σύαγρον, ἢ ἄρκτον, ἤ τι τῶν τοιούτων, φυλάττεται μὲν τῶν χαυλιοδόντων τὴν προσβολὴν, μάχεται δὲ καρτερῶς·
 [01980]  Οὕτω διαλύσας τοῦ ἀντι πάλου τὰ μηχανήματα, καὶ τὴν δευτέραν αὐτοῦ καὶ τὴν τρίτην προσβολὴν ἀνόνητον δείξας, καὶ ὡς ἄνθρωπος τὰς ἀποδείξεις ποιησάμενος, ἵνα τὴν ἀπο λωλυῖαν τοῖς ἀνθρώποις ἀνακτήσηται νίκην, τρέπε ται μὲν τὸν ἀλιτήριον, καὶ τὸν κοινὸν τῶν ἀνθρώπων ἀλάστορα παύει τῆς τυραννίδος, ὑπὸ δὲ τῶν τὴν νί κην θεασαμένων ἀγγέλων ἀνακηρύττεται.
000-00-00 Serial Number=0507850528
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00141]  καὶ τὴν τῆς ἀθυμίας διάλυσον προσβολὴν τῇ μνήμῃ τοῦ τὰ καθ' ἡμᾶς οἰκονομοῦντος σοφῶς καὶ τὸ μέλλον προορῶντος καὶ πρὸς τὸ συμφέρον ἰθύνοντος.
 [00277]  Θαυμάσονται γὰρ ἅπαντες τοῦ λογισμοῦ τὴν ἀνδρίαν, δεξαμένην γενναίως τοῦ πάθους τὴν προσβολὴν καὶ τὴν σφοδροτάτην αὐτοῦ διαλύσασαν ἐμβολὴν τῇ μεγαλοψυχίᾳ τῆς γνώμης.
 [00952]  οὐ γὰρ φεύγουσι τοὺς ἐπιόντας, ἀλλὰ τὴν τούτων δέχονται προσβολὴν καὶ τῶν τέκνων ὑπερμαχοῦσι.
000-00-00 Serial Number=0426014483
Graecarum affectionum curatio Ante [Go Back]  
 [00455]  Τῶν γὰρ τοιούτων ἐφαπτόμενοι πάντων, σφόδρα διϊσχυρίζονται τοῦτο εἶναι μόνον, ὅπερ ἔχει προσβολὴν καὶ ἐπαφήν τινα, ταὐτὸν σῶμα καὶ οὐσίαν ὁριζόμενοι.
 [01073]  Οὗ δὴ εἵνεκα τὴν βιαίαν ἐκείνου προσβολὴν διακωλύσας, τῇ τῶν ἀγγέλων φρουρᾷ τὴν τῶν λογισμῶν ξυνεχώ ρησεν ἀγωνίαν, ὅπως τοὺς ἀξιονίκους ἀποφήνῃ τῶν στεφάνων ἀξίους, οὐκ αὐτὸς μὲν ἐκεῖνον εἰς ἀντιπάλου τάξιν ἀποκληρώσας, εἰς δέον δέ γε τῇ ἐκείνου πονηρίᾳ χρησάμενος, καθάπερ οἱ ἰατροὶ ταῖς ἐχίδναις εἰς νοσημάτων ἀπαλλαγήν.
000-00-00 Serial Number=0690748692
Historia ecclesiastica Ante [Go Back]  
 [01729]  οἱ δὲ φέρειν οὐ δυνάμενοι τῶν ζωϋφίων τὴν προσβολὴν τούς τε ῥυτῆρας ἀπέρ ρηξαν καὶ τοὺς ἐποχουμένους κατήνεγκαν, καὶ τήν τε τάξιν συνέχεαν τό τε στρατόπεδον καταλιπόντες ἔφυγον κατὰ κράτος.
 [02599]  τοῦ γὰρ ἀνδρὸς τὸ κλέος προπεπυσμένος πρώτῳ προσβαλεῖν οὐκ ἠθέλησεν, ἵνα μὴ γενναίως τὴν προσβολὴν δεξάμενος καὶ ταύτην ἀποκρουσάμενος ἀνδρείας τοῖς ἄλλοις ἀρχέτυπος γένηται.
 [02631]  Τὴν μὲν οὖν πρώτην τοῦ Βάλεντος προσβολὴν οὕτω διέφυγεν ὁ μέγας Βασίλειος.
000-00-00 Serial Number=0526367843
Historia religiosa Ante [Go Back]  
 [00048]  ἐπιστημόνως δὲ κινῶν τὰ πηδάλια, καὶ τῶν κυμάτων τὴν προσβολὴν καὶ τὴν τῶν πνευμάτων διέλυσεν ἐμβολήν.
 [00191]  [1.12] Θεασάμενος τοίνυν ὁ δυσσεβὴς βασιλεὺς καὶ τὰ μηχανήματα ἅπαντα ὄνησιν οὐδεμίαν παρεσχηκότα, καὶ τοῦ ποταμοῦ τὴν προσβολὴν ἀνόνητον γεγενημένην τὸ γὰρ καταπεσὸν ἀνῳκοδόμητο τεῖχος , καὶ τὴν στρατιὰν ἅπασαν καὶ τοῖς πόνοις ταλαιπωρουμένην καὶ ὑπαίθριον κακοπαθοῦσαν καὶ ὑπὸ τῆς θεηλάτου ἐλαυνομένην πληγῆς, ἰδὼν δὲ καὶ τὸν θεῖον ἄνθρωπον ἐπὶ τοῦ τείχους βαδίζοντα, καὶ τοπάσας αὐτὸν ἐφεστάναι τῷ ἔργῳ τὸν βασιλέα ἁλουργίδα γὰρ καὶ διάδημα περικείμενος ἑωρᾶτο , ἠγα νάκτει μὲν κατὰ τῶν ἐξαπατησάντων καὶ στρατεῦσαι πεισάντων καὶ τὸν βασιλέα μὴ παρεῖναι φησάντων.
 [01318]  [13.11] Ἀλλὰ τούτων ἀκούσας οὐκ ἤνεγκεν ὁ πατὴρ τὴν τοῦ θυμοῦ προσβολὴν οὐδὲ τὴν τῆς παιδὸς ἀνέμεινε θεραπείαν, ἀλλὰ τὸν τῶν μειζόνων ἀρχόντων καταλαβὼν ἄρχοντα τῶν πλειόνων ἐθνῶν προστατεύοντα, γράφεται τὸν ἄνθρωπον καὶ διηγεῖται τὸ δρᾶμα.
 [01661]  [21.6] Πάλιν δὲ τῇ ὑστεραίᾳ πρὸς αὐτὸν ἀφικόμενος, ὡς εἶδον τὸν φλογμὸν σφοδρότερον γεγενημένον καὶ τὸν ἐπικείμενον αὐτῷ πυρετὸν τῷ ἔξωθεν πυρὶ τρεφόμενόν τε καὶ αὐξανόμενον, κεφαλαλγίαν σκηψάμενος δυσχεραίνειν ἔλεγον τῆς ἀκτῖνος τὴν προσβολὴν καὶ παρεκάλουν βραχεῖάν μοί τινα παρ' αὐτῷ σχεδιάσαι σκιάν·
 [02205]  Καὶ ἄλλοτε δὲ τῆς καλουμένης κάμπης τὴν προσβολὴν προεδήλωσε, καὶ ὡς οὐδὲν μέγα λυμανεῖται, τῆς θείας φιλανθρωπίας ἀκολουθούσης τῇ τιμωρίᾳ.
 [02355]  Τούτου εἵνεκα καὶ ὑετοῦ καὶ νιφετοῦ καὶ ἡλίου δεχόμεναι προσβολὴν οὐκ ἀνιῶνται, οὐδὲ ἀλγύνονται, ἀλλ' ἐκ τῶν δοκούντων ἀνιαρῶν θυμηδίαν καρποῦνται.
000-00-00 Serial Number=0067545056
Interpretatio in Danielem Ante [Go Back]  
 [01886]  ἀλλὰ κἂν ἅπαντες ἄνθρωποι κατὰ ταὐτὸν καθ' ἡμῶν διὰ ταύτην στρατεύωσι, δέ χεσθαι προθύμως τὴν προσβολὴν τῇ ταύτης δυνάμει θαῤῥοῦντας.
000-00-00 Serial Number=0487409413
Interpretatio in Ezechielem Ante [Go Back]  
 [02493]  εἰκότως δὲ ὡς ἐπὶ λέοντος τὴν μὲν τῆς στρατείας προσβολὴν ὠνόμασε δίκτυα, κημὸν δὲ καὶ γαλεάγραν τὰ περι τεθέντα αὐτῷ δεσμά·
 [03499]  τοῦ γὰρ λιμοῦ γεγένηται παραν άλωμα, καὶ οἱ διαφυγόντες τὴν τοῦ λιμοῦ προσβολὴν ἐν ἀκμῇ γεγένηνται τῶν κακῶν, τὰς τῶν πολιορκούν των δεχόμενοι προσβολάς.
 [05908]  Εἶχον δὲ, φησὶν, αἱ τράπεζαι καὶ ὀρόφους ἄνωθεν καλύπτοντας, καὶ τοῦ τε ὑετοῦ, τοῦ τε ἡλίου τὴν προσβολὴν ἀπείργοντας.
000-00-00 Serial Number=0535128355
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [05344]  Προθεσπίζει δὲ καὶ τὴν τῶν Ἀσσυρίων τὴν κατὰ τῆς Ἱερουσαλὴμ προσβολὴν, καὶ τοῦ Ἐζεκίου δὲ τὴν πρὸς τὸν Θεὸν ἐλπίδα.
000-00-00 Serial Number=0157535493
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00909]  Καθάπερ τῶν μεγά λων ποταμῶν εἰς τὸ πέλαγος εἰσβαλλόντων, καὶ τὴν κατὰ τῆς ψάμμου τῶν κυμάτων προσβολὴν ἐπε χόντων, ἐπὶ πλεῖστον κυρτοῦται τὰ κύματα τῇ μάχῃ τῶν ποταμίων ῥευμάτων·
 [03929]  Οὐ γὰρ ἐκώλυσε τὴν τῶν κακῶν προσβολὴν, ἀλλ' ἔδειξε τοὺς κινδύνους, καὶ παραυτίκα τούτους ἐσκέδασε.
 [06253]  Ἐπειδὴ γὰρ τὸ ἐπιθυμητικὸν ἔγκει ται τοῖς νεφροῖς, οἱ λογισμοὶ δὲ τὴν ταύτης δέχον ται προσβολὴν, λογισμοὺς ἐκάλεσε τοὺς νεφρούς.
000-00-00 Serial Number=0931122184
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [03776]  οὕτως οἱ εἰς ἐπικουρίαν σου πα ραγενόμενοι, τῶν πολεμίων τὴν προσβολὴν θεασάμε νοι, τῆς σφῶν αὐτῶν σωτηρίας φροντιοῦσι, καὶ φυγῇ χρησάμενοι, μόνην σε καταλείψουσιν.
000-00-00 Serial Number=0875437796
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00266]  πολλάκις δὲ καὶ ἡμεῖς κομήτην ἢ πωγω νίτην ἢ δοκίδην ἰδόντες, ἢ πολεμίων ἔγνωμεν προσβολὴν ἢ ἀκρίδος ἐμ βολὴν ἢ κτηνῶν ἢ ἀνθρώπων φθοράν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»