Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum προσέφερον [67]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum προσέφερον


000-00-00 Serial Number=0962194920
Commentaria in Isaiam Ante [Go Back]  
 [00275]  Ἐπειδὴ γὰρ ὡς ὑπὲρ τοῦ νόμου ζηλοῦντες οὐκ ἐδέξαντο παραγενόμενον τὸν σωτῆρα Χριστόν, τῆς πολλῆς δυσσεβείας ἀναμιμνῄσκει ὅτι καὶ εἰδώλων τὴν πόλιν ἐνέπλησαν καὶ ἄλση τοῖς εἰδώλοις ἐφύτευσαν καὶ ἐν ἀγοραῖς καὶ ἐν οἰκίαις καὶ ἐπὶ τῶν δωμάτων τοῖς δαίμοσι θυσίας προσέφερον καὶ ταῦτα δρῶντες οὐκ ἐλογίζοντο τὴν τοῦ νόμου παράβασιν·
 [00304]  ἐν γὰρ ταῖς ἀκρω ρείαις καὶ τοῖς ὑψηλοῖς λόφοις τεμένη τοῖς εἰδώλοις ἀνέστησαν καὶ ἄλση κατεφύτευσαν καὶ τὴν διὰ θυσιῶν αὐτοῖς προσέφερον θεραπείαν.
 [00770]  Τοῦτον δὲ τὸν ὕμνον προσέφερον καὶ τὴν μίαν τῆς θεότητος φύσιν διὰ τῆς κύριος φωνῆς αἰνιττόμεναι ἑνικῶς γὰρ τοῦτο προσέφερον καὶ τῆς τριάδος τὸν ἀριθμὸν ὑπεμφαίνουσαι τρὶς γὰρ ἐπεφώ νουν τὸ ἅγιος.
 [01590]  Οὐ γὰρ μόνην τὴν ἤπειρον οἱ θεῖοι ἀπόστολοι ἀλλὰ καὶ τὴν θάλατταν περαιούμενοι καὶ ταῖς νήσοις προσέφερον τοῦ νοεροῦ φωτὸς τὴν ἀκτῖνα·
 [03007]  αὐτοὶ γὰρ τὰς κατὰ τὴν οἰκουμένην περινοστοῦντες συναγωγὰς πρώτοις Ἰουδαίοις τὸν λόγον ἐκήρυττον καὶ τοὺς τῷ θείω κηρύγματι πειθομένους τῷ δεσπότῃ προσέφερον.
 [03077]  Ἐπειδὴ γὰρ τὰ σαφῶς λεγόμενα διέπτυον, συγκε καλυμμένην αὐτοῖς καὶ παραβολικὴν προφητείαν προσέφερον, ἵνα ἐρευνᾶν τὸ τῶν λεγομένων ἀναγκαζόμενοι βάθος τὴν ἐντεῦθεν ὠφέλειαν καρπώσωνται.
 [04059]  πρὸ γὰρ τῆς οἰκοδομίας τοῦ ναοῦ καὶ ἐν τῇ Χεβρὼν καὶ ἐν τῇ Γαβαὼν καὶ ἐν τῇ Μασσηφὰ καὶ ἐν πολλοῖς ἑτέροις τόποις θυσίας προσέφερον τῷ θεῷ, μετὰ δέ γε τὴν οἰκοδομίαν οἱ κατὰ νόμον πολιτευόμενοι οὐκ ἠνείχοντο θύειν ἔξω τοῦ θείου νεώ, οἱ δὲ κτηνώδεις καὶ τῆς ὁδοῦ τῆς θείας ἔξω βαίνοντες ἐν τοῖς ὑψηλοῖς τόποις προσέφερον τὰς θυσίας οὐκ εἰδώλοις ὡς οἶμαι ἀλλὰ τῷ θεῷ.
 [04851]  Τὰ γὰρ θαύματα ἑώρων καὶ διδασκαλίας θείας ἀπέλαυον καὶ οὔτε τὰ ὦτα τοῖς λόγοις οὔτε τοὺς ὀφθαλμοὺς τοῖς ἔργοις προσέφερον.
 [04906]  καὶ γὰρ ἐν ἑκάστῃ πόλει πρώτοις Ἰουδαίοις προσέφερον τὰ θεῖα παιδεύματα.
 [05441]  Καὶ ἐπειδὴ τῆς ἐκ ξύλων δημιουργίας ἐν τοῖς πρόσθεν ἐμνήσθη, ἡ δὲ τοῦ χρυσοῦ καὶ τοῦ ἀ ργύρου ὕλη τιμιωτέρα τῶν ξύλων, πολλοὶ δὲ τῇ ὕλῃ προσέχοντες πλείονα τιμὴν προσέφερον τοῖς χρυσ οῖς καὶ ἀργυροῖς θεοῖς, ἀναγκαίως καὶ περὶ τούτων διδάσκει ὡς χρυσὸν καὶ ἄργυρον ἐξ ἐράνου συ νά γοντες καὶ χρυσοχόον μισθούμενοι καὶ σταθμῷ τοῦτον παραδιδόντες τὸν ὑπὸ τούτου τεκταινόμ ενον ἀνδριάντα θεοποιοῦσιν, ὃς ἀλλοτρίοις μὲν χρῆται ποσίν, εἰ δὲ τούτων ἀπορήσοι, ἀκίνητος μένει, φέρει δὲ τοῖς προσκυνοῦσιν οὐδεμίαν βοήθειαν.
 [05671]  Καὶ μέντοι καὶ μετὰ τὴν ἐπάνοδον Ἀγγαῖος καὶ Ζαχαρίας καὶ Μαλαχίας ταῦτα αὐτοῖς τὰ ῥ εῖθρα προσέφερον, καὶ ὁ θαυμάσιος δὲ Ζοροβάβελ καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδέκ, ὁ ἱερεὺς ὁ μέγας, εὐσεβείᾳ κοσμούμενοι τὴν θείαν αὐτοῖς διδασκαλίαν καθάπερ ὕδωρ διψῶσι προὐτίθεσαν.
 [05869]  τοῦτο γὰρ πανταχοῦ κηρύξαντες οἱ θεῖοι ἀπόστολοι οὐ μόνο ν τοὺς ἐξ ἐθνῶν ἀλλὰ καὶ τοὺς ἐξ Ἰουδαίων πιστεύοντας τῷ δεσπότῃ προσέφερον.
 [06927]  διπλᾶ γὰρ προσέφερον τὰ θύματα·
000-00-00 Serial Number=0547966659
De providentia orationes decem Ante [Go Back]  
 [01093]  καὶ τὰς θυ σίας δὲ τὰς νομικὰς ἡνίκα προσέφερον οἱ προσφέρον τες, οὐχ ὡς χρείαν δήπουθεν ἀναπληροῦντες ἔφε ρον, ἀλλ' ὑπὲρ τῶν μυρίων εὐεργεσιῶν, ὧν [83.668] ἐδέχοντο, τὴν δυνατὴν χάριν ἐκτίνειν πειρώμενοι.
 [01544]  πολλοὶ δὲ τὰ συν ήθη δρῶντες, ὡς ἑνὶ τῶν ἄλλων εἰδώλων τὸ σέβας προσέφερον·
000-00-00 Serial Number=0494936109
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [02555]  Ἐγὼ δὲ θρηνῶ καὶ ὀδύρομαι, ὅτι ἃς πρώην τοῖς τὴν Μαρ κίωνος λύμην εἰσδεξαμένοις προσέφερον ἀποδείξεις καὶ πλείους ἢ μυρίους διὰ τῆς θείας χάριτος πείσας προσήγαγον τῷ παναγίῳ βαπτίσματι , ταύτας νῦν τοῖς νομισθεῖσιν ὁμο πίστοις ἡ ἐπισκήψασα νόσος προσφέρειν καταναγκάζει.
000-00-00 Serial Number=0728673756
Eranistes Ante [Go Back]  
 [00018]  Ἐκεῖνοι μὲν γὰρ τοῖς διὰ παντοδαπῆς ἠγμένοις παιδείας καὶ οἷς βίος ὁ λόγος προσέφερον τὰ συγγράμματα·
000-00-00 Serial Number=0241022825
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00243]  Καὶ διὰ τούτων πάλιν ἐσήμανεν, ὅτι παρὰ τοῦ Θεοῦ λαμβάνοντες, καὶ σῖτον, καὶ οἶ νον, καὶ ἔλαιον, καὶ πρόβατα, καὶ βόας, καὶ μόσχους, τοῖς εἰδώλοις τὰς θυσίας προσέφερον·
000-00-00 Serial Number=0750789583
Graecarum affectionum curatio Ante [Go Back]  
 [01031]  καὶ ἕκαστον δὲ τούτων ἐν τοῖς ἱεροῖς καθιέρωτο, καὶ τὴν κατάλληλον αὐτῷ προσέφερον ἐδωδήν·
 [01729]  Οὐκ ἂν δὲ οὔτε ὁ Θεός, ἀγαθός γε ὢν καὶ δίκαιος, ποινὴν τοὺς παράνομον βίον ἀσπαζομένους εἰσέπραξεν, εἴπερ ἄρα κατ' ἀνάγκην ἡμάρτανον, οὔτε τῶν ἀνθρώπων οἱ σοφώτατοι τοιούτους ἂν ἔθεσαν νόμους, εἴπερ ᾔδεσαν οὐ γνώμῃ τὰ ἀνθρώπεια τελούμενα πλημμελήματα, οὔτε μὴν οἱ τὸ ἄρχειν λαχόντες τὰς ὠμοτάτας ἂν βασάνους τοῖς τὰ πονηρὰ τολμῶσι προσέφερον, εἴπερ ἐγνώκεσαν οὐχ αἱρέσει γνώμης, ἀλλ' εἱμαρμένης ἢ φύσεως ἀνάγκῃ παραβαθέντας τοὺς νόμους.
 [02128]  τούτοις ἑκατόμβας καὶ χιλιόμβας κατέθυον καὶ ποίμνια κατέσφαζον καὶ βουκόλια καὶ λιβανωτὸν προσέφερον καὶ οἶνον ἔσπενδον ὅτι μάλιστα πλεῖστον καὶ ἕτερα [7.14] ἄττα, ἅπερ οἱ τούτων ἱεροφάνται προσέταττον.
 [02231]  Οὗτος περὶ τοῦ δεῖν ἐμψύχων ἀπέχεσθαι πολλοὺς λόγους ξυγγεγραφώς, εἰσήγαγε τὸν Θεόφραστον λέγοντα, ὅτι οἱ πάλαι ἄνθρωποι οὔτε λιβανωτὸν οὔτε ἄλλο θῦμα προσέφερον, ἀλλὰ χλόης οἷόν τινα τῆς γονίμου φύσεως χνοῦν ταῖς χερσὶν ἀράμενοι κατέκαον, ταύτῃ τοὺς φαινομένους οὐρανίους θεοὺς [7.39] τῇ θυσίᾳ δεξιούμενοι.
 [02370]  Καὶ γὰρ δὴ καὶ Ὅμηρος δείκνυσιν ἐν τοῖς ἔπεσι τὸν Ἀχιλλέατὸν Πηλέως, τὸν Αἰακίδην, τὸν ἐκ Θέτιδος, τὸν ἐκ ∆ιὸς καθ' ὑμᾶς, περιπτυσσόμενον νεκρὸν τοῦ Πατρόκλου τὸ σῶμα, καὶ ἡνίκα τοῦτο τῇ πυρᾷ προσέφερον οἱ Μυρμιδόνες, τὴν κεφαλὴν φέροντα, εἶτα τὴν πυρὰν κατασβεννύντα καὶ τὰ ὀστᾶ γε ξυλλέ γοντα καὶ ταῦτα ἐν χρυσῇ φιάλῃ τιθέντα καὶ ἔνδον εἰς τὴν σκη
 [02374]  [8.33] Ὅτι δὲ καὶ χοὰς τοῖς τεθνεῶσι προσέφερον, ἴστε μὲν καὶ ὑμεῖς οἱ νύκτωρ ταύτας παρὰ τοὺς νόμους τολμῶντες·
000-00-00 Serial Number=0018547416
Historia ecclesiastica Ante [Go Back]  
 [00822]  ἀλλὰ καὶ ἄλλον πύργον μέγιστον τῆς εὐσεβείας ὑπορύττειν ἐπεχείρουν καὶ τὰς παντοδαπὰς προσέφερον μηχανάς.
 [02168]  ταῦτα μεμαθηκότες ἐχόρευον ἅπαντες καὶ τῷ θεῷ τὸν χαριστήριον προσέφερον ὕμνον.
 [03424]  πάντα γοῦν τὸν τῆς ἐκείνου βασιλείας χρόνον καὶ τὸ ἐπιβώμιον ἥπτετο πῦρ, καὶ σπονδὰς καὶ θυσίας τοῖς εἰδώλοις προσέφερον, καὶ τὰς δημοθοινίας κατὰ τὴν ἀγορὰν ἐπετέλουν·
 [03711]  καὶ λάκκους δὲ ὀρύξαντες καὶ τούτους ἀκριβῶς καταχρίσαντες, μυῶν μεγάλων ἀγέλας ἐν τούτοις καθεῖρξαν καὶ τροφὴν αὐτοῖς τοὺς τῆς εὐσεβείας προσέφερον ἀθλητάς, καὶ τὰς χεῖρας αὐτῶν καὶ τοὺς πόδας δεσμοῦντες ὅπως ἀπὸ σφῶν αὐτῶν ἀπελαύνειν τὰ θηρία μὴ δύνωνται.
000-00-00 Serial Number=0011599600
Historia religiosa Ante [Go Back]  
 [00256]  Πρὸ δὲ ἡλίου δυσμῶν βραχύ τι διαναπαυόμενοι, εἰς τὸ ἄντρον οὗτοι μὲν ἔνθεν, ἐκεῖνοι δὲ ἐκεῖθεν, πάντες δὲ πανταχόθεν συνῄεσαν, καὶ τὴν ἑσπερινὴν ὑμνῳδίαν κατὰ ταὐτὸν τῷ δεσπότῃ προσέφερον.
 [01673]  [21.8] Ἐπὶ δὲ τοῦ ἐδάφους ἐρριμμένῳ προσέφερον λόγους χαριέντας, ἐπὶ τὸ θυμηρέστερον τὴν ψυχὴν μεταφέρων.
 [02219]  Ὁ δὲ λοιπὸς ὅμιλος τοῖς ὀρεωκόμοις προσιόντες καὶ οἰκέταις καὶ στρα τιώταις καὶ χρήματα προσέφερον καὶ τῆς τοῦ ἐλαίου εὐλογίας μεταλαχεῖν ἱκέτευον.
 [02309]  [28.2] Ἐπειδὴ δὲ καὶ τοῦτο δράσαντες οἱ ἀλιτήριοι δαίμονες οὐκ ἐδεδίξαντο τῆς φιλοσοφίας τὸν ἀθλητήν, καὶ ἕτερα αὖθις προσέφερον μηχανήματα.
000-00-00 Serial Number=0080965996
Interpretatio in Danielem Ante [Go Back]  
 [01929]  Μακεδόνων δὲ πάλιν τὰ σκῆπτρα λαβόντων, ἀφέντες ἅπαντες ἐκείνους οἷς ὑπήκουον πρότερον, τούτοις προσέφερον τὸν συνήθη δασμόν.
 [02538]  Οὐ γὰρ, φησὶν, ἁπλῶς ἀνέμενον τὴν τῆς αἰχμαλωσίας ἀπαλλαγὴν, ἀλλ' ἱκετείαν τῷ ∆εσπότῃ προσέφερον, τὴν ἐλευθε ρίαν τοῖς ὁμοφύλοις αἰτῶν.
000-00-00 Serial Number=0414797962
Interpretatio in Ezechielem Ante [Go Back]  
 [03406]  ὅπως δὲ τὰ ὑπ' ἐμοῦ αὐτοῖς παρεχόμενα τέκνα, θυσίαν ἐκείνοις προσέφερον, τῶν ἐμῶν νόμων καταφρονοῦντες, καὶ τὰ Σάββατά μου βεβηλοῦντες.
 [03869]  Οὐ τὴν οἰκείαν πόλιν ἐκράτυνον, ἀλλὰ σοὶ τὰς ἀρίστας βουλάς τε καὶ συμβουλὰς προσέφερον.
 [04943]  δεικνὺς, ὅτι κατὰ ταὐτὸν τοῖς μὲν ἁγίοις τὰ λυπηρὰ προσέφερον, αὐτοὶ δὲ παιδιὰν ἡγοῦντο, καὶ παίγνια τὰ γινόμενα.
 [05361]  Αἷμα ἐνταῦθα κέκληκεν οὐ μόνον τὰς ἄλλας μιαιφονίας, ἀλλὰ καὶ τὰς τῶν τέκνων θυσίας, ἃς τοῖς ὠμοβόροις καὶ πονηροῖς προσέφερον δαίμο σιν·
000-00-00 Serial Number=0725008607
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00982]  Οἳ ἔνδον εἶχον ἀσταφίδας, καὶ φοίνικας, καὶ ἕτερά τινα τοιαῦτα, ταῦτα δὲ τοῖς εἰδώλοις προσέφερον.
 [01889]  Θνη σιμαῖα δὲ τῶν βδελυγμάτων καλεῖ τὴν τῶν υἱῶν καὶ τῶν θυγατέρων σφαγὴν, ἣν τοῖς εἰδώλοις προσέφερον.
 [02059]  ἐπειδήπερ οὐ μόνον δημοσίᾳ, ἀλλὰ καὶ ἐν αὐταῖς ταῖς οἰκίαις, σπονδὰς τοῖς εἰδώλοις καὶ θυσίας προσέφερον.
000-00-00 Serial Number=0046757042
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [03984]  σάκκον γὰρ, φησὶν, ἀμπεχό μενος, καὶ νηστείᾳ κατατηκόμενος, τῷ Θεῷ τὴν ἱκετηρίαν προσέφερον·
 [03990]  Πᾶσαν αὐτῷ, φησὶ, θεραπείαν, ὡς ἀδελφῷ γνησίῳ προσέφερον, καὶ ἀσχάλλοντος καὶ πενθοῦντος ἐμιμούμην ταπείνωσιν, οὐκ ἀνασχό μενος μεγαφρονεῖν ἐπὶ τοῖς κατορθώμασι.
000-00-00 Serial Number=0761870623
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [04253]  Οὕτω γὰρ οὗτοι παρὰ τῶν πατέρων ταῦτα μεμαθηκότες, πάλιν τοῖς ἐξ αὐτῶν τὴν αὐτὴν διδασκαλίαν προσέφερον, καὶ ἄληστος ἡ τούτων διεφυλάττετο μνήμη·
000-00-00 Serial Number=0262953222
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [03668]  Ἐπειδὴ γὰρ οἱ δι' αὐτῶν ἐνεργοῦντες δαίμονες, καὶ ταῖς ψευδέσι χρώμενοι μαντείαις, οὐ διὰ τῶν ἀψύχων ταύτας εἰδώλων, ἀλλὰ διὰ τῶν λογικῶν ἀν θρώπων προσέφερον, ἢ διὰ συμβόλων τινῶν τινὰ κατεμήνυον, εἰκότως ἔφη·
000-00-00 Serial Number=0757935405
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00371]  Ἐπιτερπόμενοι γὰρ τοῖς ἀμφιλαφέσι τῶν δένδρων, οὐ τὸν τούτων ποιητὴν προσεκύνουν, ἀλλὰ τούτοις ἀντ' ἐκείνου τὰς θυσίας προσέφερον.
 [00667]  (ταύτην γὰρ κοίτην ὠνόμασεν, ὡς μετὰ τοὺς ἐν τῇ ἐρήμῳ πόνους διαναπαύσασαν αὐτούς), τὰς ἐθνικὰς τελετὰς ἐπετέλουν, καὶ τοῖς ἐμοῖς ἀγαθοῖς ἐντρυφῶντες, ἐν τοῖς εἰδωλικοῖς ναοῖς τὰς καλου μένας ἐντομίδας τοῖς σφῶν αὐτῶν προσέφερον σώ μασι.
 [01092]  ἢ ὅτι τὸ ἔλαιον οἷόν τι δῶρον τῷ τῶν Αἰγυπτίων προσέφερον βασιλεῖ, ἢ ὅτι χρυσὸν προσφέροντες τὸν παρ' ἐκείνου ἐπήγγελλον ἔλεον, ἐπίκουρον αὐτοῖς γενέσθαι παρακαλοῦντες.
 [02100]  Ἔνθα τοίνυν συνηθροίζοντο, ἐκεῖ καὶ τοὺς ἐλέγχους οἱ προφῆται προσέφερον·
 [02734]  Οἱ δὲ Νινευῗται ἀγνῶτα ἄνδρα καὶ ἀλλόφυλον θεασάμενοι ἀπηχὲς ποιούμενον κήρυγμα, οὐ μόνον οὐκ ἐδυσχέραναν, οὐδὲ κατηκόν τισαν, ἀλλὰ καὶ τῇ προῤῥήσει πιστεύσαντες, σάκκον ἀμπεχόμενοι, τῷ Θεῷ τὰς ἱκετείας προσέφερον, οἵ τε [81.1736] πλούτῳ κομῶντες, καὶ οἱ πενίᾳ συζῶντες·
 [02739]  Οὐ μόνον δὲ τῷ σάκκῳ, καὶ τῇ νηστείᾳ χρώμενοι, τῷ Θεῷ τὰς ἱκεσίας προσέφερον, ἀλλὰ, Καὶ ἀπέστρεψεν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὑτοῦ τῆς πονηρᾶς, καὶ ἀπὸ τῆς ἀδικίας τῆς ἐν χερσὶν αὐτῶν, λέγοντες·
 [02868]  Εἰκὸς δὲ καὶ τὰς πορνευομέ νας γυναῖκας αἰνίττεσθαι, αἳ τῆς ἀκολασίας κομι ζόμεναι τὸν μισθὸν, τὰς ἐντεῦθεν ἀπαρχὰς τῷ ἀκο λάστῳ προσέφερον δαίμονι.
 [04252]  τούτοις γὰρ ἐπὶ τῶν δωμάτων τὰς θυσίας προσέφερον, ἀκρι βέστερον αὐτοὺς ὁρᾷν ἐφιέμενοι.
 [04696]  δυσμενῶς δὲ περὶ τοὺς ἐλέγχοντας τὴν ὑμετέραν πονηρίαν διέκει σθε, οἳ τὰς πύλας καταλαμβάνοντες, καὶ τοῖς εἰσιοῦσι, καὶ τοῖς ἐξιοῦσι, τοὺς θείους λόγους προσέφερον.
 [05964]  Τῶν γὰρ μυρίων ἐκείνων ἀναιρεθέντων ἐθνῶν, οἷον ἀκροθίνια προσέφερον τῷ Θεῷ τῶν σκύ λων τὰ πλεῖστα.
 [06063]  Ἔπειτα οὐ δεσποτικῶς, ἀλλὰ πατρικῶς αὐτοῖς ἐγ καλεῖ, ὅτι καὶ τυφλὰ καὶ χωλὰ προσέφερον θύματα, ἄρτια τοῦ νόμου σαφῶς ἱερατεύειν κελεύοντος.
000-00-00 Serial Number=0465798914
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00322]  Εἰ μήτε τῶν ἀπὸ τῶν δένδρων καρπῶν μήτε κρεῶν οἱ πρὸ τοῦ κατακλυσμοῦ ἤσθιον, πῶς Κάϊν καὶ Ἄβελ ὃ μὲν ἀπὸ τῶν καρπῶν ὃ δὲ ἀπὸ τῶν στεάτων θυσίας προσέφερον;
000-00-00 Serial Number=0201278210
Quaestiones in Octateuchum Ante [Go Back]  
 [02336]  ἐκεῖ γὰρ σπείροντες τὰς ἀπαρχὰς τῶν γενημάτων προσέφερον.
 [02345]  Ἀζύμους ἄρτους τῷ θυσιαστηρίῳ προσέφερον·
 [03360]  Μεμαθήκαμεν οὖν ἐντεῦθεν, ὡς οἱ μὲν ἱερεῖς τὰς θυσίας προσέφερον, οἱ δὲ λευΐται τῶν μὲν ἱερέων ὑπουργοί, τῆς δὲ σκηνῆς κατέστησαν φύλακες.
 [04186]  τινὲς μὲν γὰρ τῶν ἀλλοφύλων ἐθνῶν τὰς τῆς κεφαλῆς ἀπεκείροντο τρίχας καὶ ταύτας προσέφερον τοῖς νεκροῖς·
000-00-00 Serial Number=0105130851
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [02058]  Οὐκ εἰδωλολατρείαν αὐτῶν ἐνταῦθα κατηγορεῖ, ἀλλ' ὅτι παρὰ τὸν νόμον ἐν τοῖς ὑψηλοτάτοις χωρίοις τῷ Θεῷ θυσίας προσέφερον.
 [02068]  Ὅτι δὲ ἐν τοῖς ὑψηλοῖς τῷ Θεῷ τῶν ὅλων τὰς θυσίας προσέφερον, τὰ ἑξῆς μαρτυρεῖ·
 [03937]  Νῦν μὲν γὰρ οὗτοι, νῦν δὲ ἐκεῖνοι, τῷ ποιητῇ τῶν ὅλων ὕμνον προσέφερον.
 [04514]  Πάλιν μέντοι οὐκ ἐξαρκούντων τῶν ἱερέων, οἱ Λευῖται ἔθυον τῷ πλήθει τὰ θύματα, [80.853] καὶ τοῖς ἱερεῦσι τὸ αἷμα προσέφερον·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»