Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πρόῤῥιζον [14]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πρόῤῥιζον


000-00-00 Serial Number=0608327866
De providentia orationes decem Ante [Go Back]  
 [00340]  ἵνα δὲ πρόῤῥιζον ἀνα σπάσωμεν τὴν νόσον, καὶ τέλεον αὐτοὺς τῆς χαλεπῆς ἀπαλλάξωμεν ἀῤῥωστίας, καὶ τρίτον αὐτοῖς κατα σκευάσαι τε καὶ προσενεγκεῖν πειρασόμεθα.
 [00869]  τὸν δὲ Θεὸν βλασφημεῖν, μετὰ πλείονος σοφίας [83.644] καὶ μείζονος ἐπιμελείας τῶν ψυχῶν προμηθούμενον, καὶ τῇ χορηγίᾳ τῶν ἀγαθῶν, καὶ τῷ δέει τῶν μαστί γων, τά τε στοιχεῖα τῆς ἀρετῆς ἐκπαιδεύοντα, καὶ τὴν νόσον τῆς κακίας πρόῤῥιζον ἀνασπῶντα, καὶ ἀκραιφνῆ τῆς ψυχῆς τὴν ὑγείαν πραγματευόμενον;
000-00-00 Serial Number=0585642040
Haereticarum fabularum compendium Ante [Go Back]  
 [01185]  ἡ δὲ ἐνδελεχὴς προσευχὴ, καὶ τὴν ῥίζαν τῆς ἁμαρτίας πρόῤῥιζον ἀνασπᾷ, καὶ τὸν ἐξ ἀρχῆς συγκληρωθέντα πονηρὸν δαίμονα τῆς ψυχῆς ἐξελαύ νει.
000-00-00 Serial Number=0953687310
Interpretatio in Ezechielem Ante [Go Back]  
 [02868]  ∆οκεῖ δέ μοι αὐτὸς παρεγγυᾷν θήγεσθαι, καὶ στιλβοῦσθαι, καὶ σφάττειν, καὶ πᾶν ξύλον πρόῤῥιζον ἀνασπᾷν, διδάσκων ὡς αὐτοῦ συγχωροῦντος ταῦτα γενήσεται, καὶ οὐ τῇ τοῦ Βαβυλωνίου δυνάμει, ἀλλὰ τῇ αὐτοῦ ἐνεργείᾳ τούτων ἕκαστον ἐπιτελεῖται.
 [04533]  Τοῦ γὰρ Κυρίου νενικηκότος αὐτὸν, καὶ τῆς δυναστείας καὶ τῆς τυ ραννίδος ἔξω πεποιηκότος, οἱ πάλαι λοιμοὶ, καὶ τοῦ Θεοῦ ἀλλότριοι οἱ ἐκ τῶν ἐθνῶν, τῷ θείῳ κηρύγ [81.1125] ματι πεπιστευκότες, παντελῶς αὐτὸν ἐξωλόθρευσαν, καὶ πρόῤῥιζον αὐτοῦ τὴν τυραννίδα ἀνέσπασαν, καὶ κατέβαλον αὐτὸν ἐπὶ τῶν ὀρέων, ἔνθα πρότερον εἶχε τὰ τεμένη καὶ τοὺς βωμοὺς, τὰς τῆς φιλοσοφίας ἱδρυσάμενοι στήλας.
000-00-00 Serial Number=0137088120
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00533]  πρόῤῥιζον ἀνασπάσατε τῶν εἰδώλων τὴν μνήμην.
 [02696]  Οὗ δὴ χάριν πρόῤῥιζον αὐτὸν σὺν τῷ γένει παντὶ παραδώσω θανάτῳ, καὶ τῶν ἀνιαρῶν οὐκ ὄψεται τὴν μεταβολήν.
000-00-00 Serial Number=0161775827
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [04812]  οὕτω καὶ ἐνταῦθά φησιν, ὅτι οὐ μόνον τὸν καρπὸν ἀπῆλθον τρυγήσαντες, ἀλλὰ καὶ ἀνέσκαψαν, καὶ πρόῤῥιζον αὐτὴν ἀνέσπασαν, καὶ πυρὶ κατηνάλωσαν.
 [05034]  Ἐπειδὴ γὰρ ἐξ αὐτῶν ἔμελλε κατὰ σάρκα βλαστήσειν ὁ ∆εσπότης Χριστὸς, συνελη λύθει δὲ τὰ ἔθνη πρόῤῥιζον ἀνασπᾶσαι τῶν Ἰουδαίων τὸ γένος βουλόμενα, ταύτην αὐτοὺς προσενεγκεῖν διδάσκει τὴν δέησιν τὸ πανάγιον Πνεῦμα, ὅτι οὐ καθ' ἡμῶν μόνον τῇ πανουργίᾳ καὶ ταῖς ἐπιβολαῖς κέχρηνται, ἀλλὰ καὶ κατὰ τοῦ ἀποκρύφου σου, καὶ ἐν ἡμῖν ἀποκεκρυμμένου, ὃν ἀνθήσειν ἐκ τῆς Ἰούδα φυλῆς προηγόρευσε.
000-00-00 Serial Number=0050542295
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00175]  Καὶ ταύτην δὲ παιδεύων ὑπισχνεῖται τῆς πορνείας καὶ τῆς μοιχείας αὐτὴν ἐλευθεροῦν, οὐχ ἁπλῶς, ἀλλὰ πρόῤῥιζον ταύτην ἐκ μέσου τῶν μαστῶν ἀνασπᾷν.
 [00900]  Ῥίζαν ἐκάλεσε τὴν βασιλείαν, ἣν πρόῤῥιζον ὁ Σαλ μανάσαρ ἀνέσπασεν, ἀνάστατον πεποιηκὼς τὴν Σα μάρειαν.
 [01896]  ἀλλ' ἐγὼ ἐκεῖνον ἀνέσπασα πρόῤῥιζον.
 [04183]  ὁ δὲ γεωργὸς ὀλίγον ἐνδοθῆναι χρόνον ἱκέ τευσεν, ὥστε αὐτὴν ἐπιμελείας ἀξιωθεῖσαν, ἢ τὸν καρπὸν ἀποδοῦναι, ἢ πρόῤῥιζον ἀνασπασθῆναι.
000-00-00 Serial Number=0433254123
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [03416]  Ὡς δυσσεβὴς καὶ τυραννικὴ, ἅπαν τοῦ ∆αβὶδ τὸ γένος, ὡς εὐσεβὲς, ἐκκόψαι πρόῤῥιζον ἠβουλήθη·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»