Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πρέπει [48]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πρέπει


000-00-00 Serial Number=0525843740
Commentaria in Isaiam Ante [Go Back]  
 [00730]  ἡμεῖς δὲ τῆς πονηρίας τὴν μίμησιν φύγωμεν, ἵνα καὶ τὴν τῆς τιμωρίας διαφύγωμεν κοινωνίαν καὶ μετὰ παρρησίας ἴδωμεν τὸν δεσπότην Χριστόν, ᾧ καὶ μεθ' οὗ τῷ πατρὶ σὺν <τῷ> ἁγίῳ πνεύματι δόξα πρέπει, τιμὴ καὶ μεγαλοπρέπεια νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [01276]  Ἀκήρατον τοί νυν ἣν παρελάβομεν διαφυλάξωμεν πίστιν, ἵνα τῆς αἰωνίου ζωῆς ἀπολαύσωμεν χάριτι |113 a| τοῦ σεσωκότος ἡμᾶς Χριστοῦ, με θ' οὗ τ ῷ πατρὶ ἡ δόξα πρέπει σὺν τῷ παναγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [01635]  Ἡμεῖς δὲ οἱ εἰς αὐτὸν πεπιστευκότες εἰς αὐτὸν ἀπο βλέψωμεν, ἵνα, καθάπερ οἱ Ἰουδαῖοι τῇ τοῦ χαλκοῦ ὄφεως θεωρίᾳ τῶν ἰοβόλων ὄφεων ἤμβλυναν τὴν ἐνέργειαν, οὕτως ἡμεῖς τῇ εἰς αὐτὸν θεωρίᾳ τὰ τῆς ἁμαρτίας δήγματα θερα πεύσωμεν καὶ τῆς σωτηρίας τέλεον ἀπολαύσαντες καὶ τῶν ἐπηγγελμένων τύχωμεν ἀγαθῶν χάριτι τοῦ τὴν ψυχὴν αὐτοῦ τεθεικότος ὑπὲρ ἡμῶν, μεθ' οὗ τῷ πατρὶ δόξα πρέπει σὺν τῷ παναγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [02458]  ∆ίκαιος γὰρ ὁ κριτὴς ἀποδιδοὺς ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, ᾧ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [03341]  Ὧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ μεγαλοπρέπεια νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [03685]  Ἡμεῖς δὲ ταῦτα |140 b| με μαθηκότες τὴν μὲν τούτων ὁδὸν καταλίπωμεν, τῶν δὲ προφητῶν καὶ ἀποστόλων τὸν βίον ζηλώσωμεν, ἵνα σὺν αὐτοῖς τῶν ἐπηγγελμένων ἀπο λαύσωμεν ἀγαθῶν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ τὰς ἐπ αγγε λίας δεδωκότος Χριστοῦ, μεθ' οὗ τῷ πατρὶ σὺν τῷ παναγίῳ πνεύματι δόξα πρέπει καὶ τιμὴ καὶ μεγαλοπρέπεια νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [04025]  Ἐγὼ δὲ εἰς δύο βίβλους τῆσδε τῆς προφητείας τὴν ἑρμηνείαν διελεῖν δοκιμάσας τοῦτο τῇ προτέρᾳ δίδωμι πέρας καὶ παρακαλῶ τοὺς ἐντευξομένους καὶ συντόνως καὶ ἐννόμως δραμεῖν καὶ τὴν νύσσαν καταλαβεῖν καὶ τὸ βραβεῖον λαβεῖν καὶ τῶν στεφάνων τυχεῖν καὶ τῆς μακαρίας ἐκείνης ἀπολαῦσαι ζωῆς ὡς καὶ ἡμᾶς μεγαλαυχεῖν γένοιτο χάριτι καὶ φιλαν θρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ πατρὶ πρέπει δόξα σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [04366]  ᾧ πρέπει δόξα καὶ μεγαλοπρέπεια εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [04827]  Ἀλλ' ἡμεῖς οἱ τῶν τοσούτων ἀπολαύο ντες ἀγαθῶν τὴν εὐθεῖαν ὁδεύωμεν ἑπόμενοι τῷ ποδηγοῦντι καὶ τὸ φῶς χορηγοῦν τι θεῷ τῷ |152 b| καὶ τὴν αἰώνιον ὑπισχνου μέν ῳ ζωήν, ἵνα καὶ ταύτης τύχωμεν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ ὑπο στηρίζοντος σωτῆρος, μεθ' οὗ τῷ πατρὶ σὺν τῷ παναγίῳ πνεύματι δόξα <καὶ> κράτος πρέπει καὶ μεγαλοπρέ πεια νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [05908]  οὗτος γὰρ ἡμᾶς τῆς σωτηρίας ἠξίωσεν, οὗτος ἡμᾶς τῆς προτέρας ἠλευθέρωσε πλάνης, οὗτος ἡμῖν καὶ τὴν τῶν οὐραν ῶν ὑπέσχετο βασιλείαν, ἧς ἡμᾶς ἀπολαῦσαι γένοιτο αὐτοῦ χάριτι τοῦ σεσωκότος, ᾧ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων·
 [06614]  Επιδείξωμεν τοίνυν ἑαυτοὺς τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν σημεῖον θεοπρεπές, μὴ μόνον τοῖς ὑγιέσι προσέ χοντες δόγμ ασιν ἀλλὰ καὶ τὸν κατάλληλον ἀσπαζόμενοι βίον, ἵνα γνόντες «τὰ καλὰ ἔργα» ἡμῶν οἱ ἄνθρωποι «δοξάσωσι τὸν πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς», ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ μεγαλοπρέπεια σὺν τῷ μονογενεῖ αὐτοῦ υἱῷ καὶ τῷ παναγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [07048]  Ταύτης τοίνυν τῆς χάριτο ς καὶ ἡμεῖς ἀπολαύοντες τὸν ταύτης χορηγὸν ἀνυμνήσωμεν ᾧ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [07687]  Ὡς Χριστιανὸς ποίησον, ὃ πρέπει Χριστιανῷ ποίησον.
000-00-00 Serial Number=0988489926
De providentia orationes decem Ante [Go Back]  
 [00328]  ᾧ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώ νων.
 [01752]  τοῦτο πρέπει τῇ δικαίᾳ σου ψήφῳ.
 [01842]  Ὑμνήσατε τὰ τῆς Προνοίας πηδάλια, ἵν' ὑπὸ τούτων κυβερνώμενοι, τοῦ παρόντος βίου τὰ κύματα διαφύγητε, καὶ τῶν λιμένων ἐκείνων τῶν ἀπηνέμων ἀπολαύσητε, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ὅτι αὐτῷ πρέπει πᾶσα δόξα εἰς τοὺς αἰῶνας.
000-00-00 Serial Number=0403957129
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00127]  Οὐ γὰρ πρέπει γλώσσαις εὐσε βεῖν δεδιδαγμέναις δαιμόνων προφέρειν λαοπλάνων ὀνόματα.
000-00-00 Serial Number=0434838235
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [02630]  Πολλοὶ γάρ, ὥς τινές φασιν, ἐν τῇ πόλει θρυλοῦσιν ὡς πρεσβυτέρων τινῶν προσευξαμένων, καὶ τὸ σύνηθες τέλος ἐπιτεθεικότων τῇ προσευχῇ, καὶ τῶν μὲν εἰρηκότων ὅτι σοὶ πρέπει δόξα, καὶ τῷ Χριστῷ σου, καὶ τῷ ἁγίῳ σου Πνεύματι ·
 [02632]  χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Χρισ τοῦ σου, μεθ' οὗ σοὶ πρέπει δόξα σὺν τῷ ἁγίῳ σου Πνεύματι , ἐπέσκηψεν ὁ σοφώτατος ἀρχιδιάκονος μὴ χρῆ ναι λέγειν τὸν Χριστόν, ἀλλὰ τὸν Μονογενῆ δοξάζειν.
000-00-00 Serial Number=0447846770
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [01473]  τοῖς μὲν γὰρ ἀρχομένοις τὸ βασι λεύεσθαι πρέπει, τοῖς δὲ τετελειωμένοις νυμφοστο λεῖσθαι.
000-00-00 Serial Number=0279365599
Graecarum affectionum curatio Ante [Go Back]  
 [00518]  Λέγομεν γὰρ δή, ὡς ἦν ἔστι τε καὶ ἔσται, τῇ δὲ τὸ ἔστι μόνον κατὰ τὸν ἀληθῆ λόγον προσήκει, τὸ δὲ ἦν καὶ τὸ ἔσται περὶ τὴν ἐν χρόνῳ γένεσιν οὖσαν πρέπει λέγεσθαι·
 [03181]  πρέπει δὲ αὐτῷ τὴν ὑπὲρ τῶν ἀνθρώπων δικαιο σύνην παραγενομένῳ πληρῶσαι καὶ δεῖξαι τὴν ἐπαινουμένην
 [03972]  Πορνεία δὲ καὶ ἀκαθαρσία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις.
000-00-00 Serial Number=0610675812
Haereticarum fabularum compendium Ante [Go Back]  
 [03053]  ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ παναγίῳ Πνεύματι δόξα πρέπει, τιμὴ, καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0826645076
Historia ecclesiastica Ante [Go Back]  
 [00130]  ἡμεῖς μὲν οὖν ἃ καὶ τῷ βίῳ αὐτῶν καὶ τῇ ἀνοσίῳ ἐπιχειρήσει πρέπει διὰ τὸ λανθάνειν βραδέως ἐπιστή σαντες, παμψηφὶ τῆς προσκυνούσης Χριστοῦ τὴν θεότητα ἐκκλησίας ἐξηλάσαμεν.
 [00487]  οὐδὲ γὰρ πρέπει ἐν τοσαύτῃ ἁγιότητι εἶναί τινα διαφοράν, καὶ κάλλιον ἕπε σθαι τῇ γνώμῃ ταύτῃ ἐν ᾗ οὐδεμία ἔσται ἀλλοτρίας πλάνης καὶ ἁμαρτήματος ἐπιμιξία.
 [00693]  νῦν ὑμέτερόν ἐστιν πρὸς τὸν θεὸν ἐκείνῃ τῇ πίστει βλέπειν ἣ πάντοτε καὶ γεγενῆσθαι συνέστηκε καὶ εἶναι πρέπει, καὶ διαπράξασθαι οὕτως [ὡς] ἐπισκόπους ἁγνούς τε καὶ ὀρθοδόξους καὶ φιλανθρώπους ἔχοντες χαίρομεν.
000-00-00 Serial Number=0486537576
Interpretatio in Ezechielem Ante [Go Back]  
 [01003]  ᾧ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [01386]  Αὐτῷ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [01698]  Ἐπειδὴ τοίνυν ὅσα προεγράφη, εἰς ἡμετέραν ὠφέλειαν προεγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν Γραφῶν τὴν ἐλπίδα ἔχωμεν, μὴ γενώμεθα ξύλα, καὶ χόρτος, [81.929] καὶ καλάμη, ἅπερ ἐστὶ τροφὴ τοῦ πυρὸς, ἀλλὰ χρυσὸς καὶ λίθοι τίμιοι, ὕλη τοῦ βασιλικοῦ διαδή ματος, ἵνα Χριστῷ συμβασιλεύσωμεν, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα πρέπει, σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [02116]  Οὕτω γὰρ δυνησόμεθα πόῤῥω μὲν τῶν τῆς ἁμαρτίας γενέσθαι μηχανημάτων, τῷ δὲ Θεῷ προσεδρεύειν, καὶ τῆς παρ' αὐτοῦ χάριτος ἀπολαύειν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυ ρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα πρέπει, σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [02445]  ἧς τύχοιμεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα πρέπει, σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [04760]  Οὕτω γὰρ τῆς μὲν τοῦ ἐναντίου κοινωνίας ἀλλότριοι γενησόμεθα, τὸν δὲ ἡμέτερον καὶ ∆εσπότην καὶ εὐερ γέτην ἔνοικον ληψόμεθα, ᾧ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [05865]  αὐτῷ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0770959198
Interpretatio in Jeremiam Ante [Go Back]  
 [01100]  μεθ' οὗ τῷ Πατρὶ δόξα πρέπει, καὶ τὸ κράτος, σὺν τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [03211]  Ἡμεῖς δὲ, παρα καλῶ, καὶ τὰς θείας δείσωμεν ἀπειλὰς, καὶ ταῖς ἀγαθαῖς πιστεύσωμεν ὑποσχέσεσιν, καὶ ἀξίως περι πατήσωμεν τῆς κλήσεως, ἧς ἐκλήθημεν, ἵνα καὶ τῶν ἀπειλῶν τὴν πεῖραν ἐκφύγωμεν, καὶ ὑπισχνουμένων ἀπολαύσωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα πρέπει, σὺν τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [03521]  ᾧ πρέπει δόξα καὶ μεγαλοπρέπεια, σὺν τῷ μονογενεῖ αὐτοῦ Υἱῷ, καὶ τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [04077]  ἵνα καὶ σὺν παῤῥησίᾳ τῷ ∆εσποτικῷ βήματι παραστῶμεν, χάριτι καὶ φιλ ανθρωπίᾳ τοῦ δικαίου κριτοῦ, μεθ' οὗ τῷ Πατρὶ, σὺν τῷ παναγίῳ Πνεύματι, δόξα πρέπει καὶ μεγα λοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [05305]  ἵν' ὑπὸ ταύτης ἐρειδόμενοι τὸ λειπόμενον τῆς ζωῆς ἐξανύσωμεν, ἔργοις καὶ λόγοις καὶ λογισμοῖς τὸν Θεὸν καὶ Σωτῆρα καὶ Κύριον ἡμῶν θεραπεύοντες, μεθ' οὗ τῷ Πατρὶ, σὺν τῷ παναγίῳ Πνεύματι, δόξα πρέπει, καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0562896967
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [03663]  καὶ ὁ Σύμ μαχος ὁμοίως ἡρμήνευσεν, Τοῖς εὐθέσι πρέπει αἴνεσις.
 [04636]  Τῆς γὰρ ἡμετέρας φύσεώς ἐστιν ἀπαρχὴ, καὶ πρώτῳ πρέπει τὰ ἡμέτερα λέγειν, καὶ ἐν αὐτῷ προτυποῦν ἃ παρ' ἡμῶν προσ ήκει γενέσθαι.
000-00-00 Serial Number=0938975751
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [01375]  ἀνισότητος ζυγῷ γλώττῃ μεμηνυίῃ τὴν ἀζυγώτατον, ὡς οἴονται, διατέμνοντες τῆς ἀχράντου θεότητα Τριά δος, καὶ τὴν ἐν οὐσίᾳ μιᾷ, ἐν βασιλείᾳ, ἐν κυριό τητι, ἐν θεότητι, ἐν δυνάμει, ἐν δημιουργίᾳ, καὶ ὅσα πρέπει τῇ αὐτῆς μακαριότητι.
 [02117]  Σοὶ πρέπει ὕμνος, ὁ Θεὸς, ἐν Σιὼν, καί σοι ἀποδοθήσεται εὐχὴ ἐν Ἱερουσαλήμ.
000-00-00 Serial Number=0492563128
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00929]  Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.
 [07329]  Ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ δόξα πρέπει, σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας.
000-00-00 Serial Number=0973829806
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [01343]  ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ, καὶ προσκύνησις, σὺν τῷ μονογενεῖ αὐ τοῦ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [04214]  ἐγὼ δὲ τοὺς ἐντυγχάνοντας παρακαλῶ, τὴν ἐκ τῶν ἡρμηνευμένων ὠφέλειαν συλλέξαι, καὶ ὑπὸ τῆς θείας βοηθουμένους δυνάμεως τὸν δρόμον τελέσαι, καὶ τῶν νικηφόρων ἐπιθυμῆσαι στεφάνων, ὧν χορηγὸς ὁ ∆εσπότης Χριστὸς, ᾧ πρέπει δόξα πᾶσα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [06407]  Ὁ δὲ τῶν ἀγαθῶν δοτὴρ, ἡ τῆς σοφίας πηγὴ, δοίη καὶ τῷ συγγεγραφότι, καὶ τοῖς ἐντευξομένοις, σύνεσιν ἐν πᾶσιν, ἵνα ἀπερισπάστως αὐτῷ δουλεύοντες, δοξάσωμεν αὐτὸν ἐν τῷ σώματι καὶ ἐν τῷ πνεύματι ἡμῶν, ὅτι αὐτῷ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»