Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πολλὴν [179]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πολλὴν


000-00-00 Serial Number=0940161705
Commentaria in Isaiam Ante [Go Back]  
 [00653]  «Ἀναμιμνῄσκεσθε τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων, τοῦτο μὲν ὀνειδισμοῖς τε καὶ θλίψεσι θεατρι ζόμενοι, τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες.
 [01035]  Τὰ αὐτὰ διαφόρως λέγει ὅτι καὶ τὰ ἄγαν ἠροτριωμένα καὶ πολλῆς ἐπιμελείας ἀξιούμενα ὄρη, ἔνθα πάλαι φόβος οὐκ ἦν, καὶ αὐτὰ διὰ τὴν πολλὴν ἐρημίαν νομὴ βουκολίων καὶ ποιμνίων γενήσεται.
 [01380]  Τὴν πολλὴν ἐρημίαν διὰ τούτων δεδήλωκεν.
 [01783]  οὔτε γὰρ ἤλπισε τῷ θανάτῳ παραδοθήσεσθαι, ἀλλ' ἐνόμισεν εἶναι διὰ τὴν πολλὴν δυναστείαν θεός.
 [02255]  |126 b| Τὴν πολλὴν τοίνυν τῶν Αἰγυπτίων μεταβολὴν διὰ τούτων ἡ προφητεία δεδήλωκεν.
 [02322]  Ἀκρόασαι ἀκρόασιν πολλὴν [8καὶ] κάλεσον Οὐρίαν εἰς τὴν σκοπιάν·
 [02571]  Τὴν πολλὴν αὐτῆς ἀκολασίαν καὶ ἀκρασίαν ἡ προφητεία διδάσκει·
 [02576]  ὃν γὰρ ὥρισε χρόνον τῇ τῆς Ἱερουσαλὴμ ἐρημίᾳ, καὶ τῇ Τύρῳ διὰ τὴν πολλὴν δέδωκεν ἀγαθότητα, διδάσκων ὡς οὐκ Ἰουδαίων μόνον ἀλλὰ καὶ τῶν ἐθνῶν ἐστι θεός·
 [02582]  ∆ηλοῖ δὲ ὁ λόγος τὴν πολλὴν ἐπὶ τὰ κρείττω τῆς Τύρου μεταβολήν·
 [03307]  Τούτων δὲ ἀναίδειαν κατηγορεῖ καὶ διδάσκει ὡς πολλὴν δεξάμενοι διδα σκαλ ίαν οὐκ ἐνετράπησαν, μετὰ δὲ τὰς συμφορὰς τὴν ὠφέλειαν ἐδέξαντο·
 [03355]  Τὴν πολλὴν αὐτῶν πονηρίαν ὁ προφητικὸς αἰνιττόμενος λόγος οὐ κτήνεσιν ἀλλ' ἰοβόλοις ἀπεικάζει θηρίοις·
 [03550]  Ἔδειξε διὰ μὲν τοῦ ὑπερασπιεῖ τὴν πατρικὴν φιλοστοργίαν, διὰ δὲ τοῦ ἐξιλάσεται τὴν πολλὴν φιλανθρωπίαν, διὰ δὲ τοῦ περιποιήςεται τὴν κηδεμονίαν, διὰ δὲ τοῦ ὑπερβήσεται τὴν κατὰ τῶν πολεμίων νίκην, διὰ δὲ τοῦ σώσει τὴν ἄρρητον δύναμιν.
 [03698]  Τὴν πολλὴν εὐκολίαν τοῦ ἀποστολικοῦ κηρύγματος ἔδειξεν.
 [03944]  Εἶτα διδάσκει καὶ τῶν β ασιλέων καὶ τῶν ἀρχόντων τὸν ὄλεθρον καὶ ὅτι ἀκάνθινα ξύλα αἱ πόλεις βλαστήσουσι διὰ τὴν πολλὴν τῶν οἰκητόρων.
 [03948]  ∆ιὰ πάντων τῶν εἰρημένων τὴν πολλὴν ἐρημίαν δεδήλωκεν.
 [04048]  Ἐπαρκέσαι μὲν γάρ φησιν οὐ δύνανται δι' ἀσθένειαν, λυμαίνονται δὲ καὶ τοῖς φεύγουσι διὰ πολλὴν πονηρίαν.
 [04119]  ἐπαμῦναι γὰρ αὐτῷ τὸν θεὸν ἱκετεύει οὐ διὰ τὴν εὐσέβειαν, ἧς πολλὴν ἐποιεῖτο φροντίδα, ἀλλὰ διὰ τὴν τοῦ ἀλάστορος ἐκείνου μανικὴν βλασφημίαν.
 [04380]  ἀγαθὸς γὰρ ὢν καὶ ἀγαθότητος ἄβυσσος καὶ σφόδρα ἐλάττονα τῆς ἁμαρτίας τιμωρίαν ἐπάγων τὴν σμικρὰν τιμωρίαν διὰ πολλὴν φιλανθρωπίαν διπλασίονα τῆς ἁμαρτίας καλεῖ.
 [05080]  Καὶ διὰ τούτων τὴν πολλὴν αὐτῶν ἀναισθησίαν διδάσκει, ὅτι ὁρῶντες τὸ ἀκερδὲς προσκυνοῦσιν ὡς εὐεργέτας.
 [05502]  Ἐντεῦθεν γὰρ αὐτῶν τὴν πολλὴν ἀπήνειαν ἔδειξεν.
 [06727]  Τὴν πολλὴν αὐτῶν ἀσέβειαν καὶ διὰ τούτων διδάσκει·
 [06744]  Ὡς ἐπὶ γυναικὸς ἀκολάστου καὶ ταῦτα εἴρηκε τὴν πολλὴν αὐτῆς διδάσκων ἀσέβειαν.
 [07481]  Τὴν πολλὴν τοίνυν τῆς διαβάσεως διὰ τούτων δεδήλωκεν εὐκολίαν, ὑποδείκνυσι δὲ καὶ τῶν γεγενημένων τὸ αἴ τιον·
 [07561]  τῆς γὰρ σῆς γυμνωθέντες ἐπιμελείας διὰ τὴν πολλὴν παρανομίαν ἐξεδόθημεν τῇ δουλείᾳ.
 [07606]  Εἶτα καὶ τὴν πολλὴν αὐτῶν ἀσέβειαν καὶ παραν ομίαν γυμνοῖ·
000-00-00 Serial Number=0966117084
De providentia orationes decem Ante [Go Back]  
 [00503]  Ἐπειδὴ γὰρ τοὺς κάτωθεν ἅπαντας ἀναπεμπομένους ἀτμοὺς ὡς ὑπερκειμένη [83.605] τοῦ σώματος ὑποδέχεται, ἡ δὲ τούτων πλημμύρα πολλὴν ἂν εἰργάσατο τῷ κυριωτάτῳ μορίῳ, φημὶ δὴ τῷ ἐγκεφάλῳ, τὴν λώβην, οὐδὲ τούτου κατημέλησεν ὁ τῶν ὅλων Ποιητὴς, ἀλλὰ πόρους τινὰς ἐν αὐτοῖς ἐργασάμενος, καὶ σπογγοειδεῖς καὶ σηραγγοειδεῖς πεποιηκὼς, τὰ ὑγρὰ καὶ τὰ παχέα τῶν περιττωμάτων ἐπὶ τὴν ὑπερῷαν καὶ τοὺς μυκτῆρας ὡδήγησε, καὶ δύο τούτοις ἐκκρίσεων ἀπένειμε μόρια, ἵνα συντό μως τὸ βλαβερὸν ἐκφορῆται·
 [00680]  Ἐπειδὴ δέ τινες πολλὴν ἀναλγη σίαν νοσοῦντες, τῶν θείων οὐκ ἐπαισθάνονται δω ρεῶν, ἀλλὰ τοῖς θεοσδότοις ἀγαθοῖς ἐντρυφῶντες, ἀχαρίστους κατὰ τοῦ πεποιηκότος φωνὰς ἐρυγγά νουσιν, ἀναγκαίως ὁ λόγος, καὶ τὴν κτίσιν σὺν τά χει πολλῷ περινοστήσας, καὶ τὴν φύσιν τὴν ἀνθρω πείαν εἰς μέσον παραγαγὼν, ὑπέδειξεν ἐν ἑκάστῳ μορίῳ, καὶ τῆς κτίσεως, καὶ τῆς ἡμετέρας φύσεως, τοῦ Θεοῦ τὴν πρόνοιαν ἐναργῶς μάλα προφαινομένην.
 [00786]  Ὅσοι δὲ τὴν καλὴν ταύτην δουλείαν ἠγάπησαν, καὶ τῷ δεσποτικῷ θερμῶς καὶ γενναίως ἐτρώθησαν ἔρωτι, πολλὴν καὶ ἀπὸ τῶν ἀλόγων εἵλκυσαν τὴν ὠφέλειαν.
 [00884]  Ἀλλὰ καὶ τού των ἁπάντων ἀπολαύοντες, λυττῶσι καὶ μεμήνασι, καὶ τὴν πολλὴν ἐπιμέλειαν ἀμέλειαν ὀνομάζουσι, καὶ τὸν πλοῦτον ἡμῖν καὶ τὴν πενίαν εἰς μέσον προβάλ λονται, καὶ τῆς ἀνωμαλίας τοῦ βίου κατηγοροῦσι.
 [01054]  Ἄλλως τε δὲ καὶ πολλὴν ἂν χώραν ἀπολογίας ἔλα βον οἱ τῆς κακίας ἐργάται, εἰ κατὰ τὸν παρόντα βίον μόνοις τοῖς δικαίοις τὸν πλοῦτον ἀπένειμεν ὁ κριτής.
 [01063]  Ἐπειδὴ γὰρ πολλὴν εἶδε περὶ τοὺς πλουτοῦντας τὴν θεραπείαν, ὑγείαν συνεκλήρωσε τῇ πενίᾳ.
 [01139]  Ἐπειδὴ δὲ πολλὴν ἐν τοῖς μετὰ ταῦτα τὴν ἀκοσμίαν εἶδεν ἐκ τῆς ἀναρχίας γεγενημένην, καὶ πᾶσαν ἀδεῶς παρανομίαν ἐκτελουμένην, εἰς ἄρχοντας καὶ ἀρχομένους διεῖλε τῶν ἀνθρώπων τὸ γένος, ἵνα τῶν ἀρχόντων τὸ δέος σμικρύνῃ τῶν ἁμαρ τημάτων τὸ πλῆθος.
 [01238]  Ἀλλὰ καὶ τοῦτον τὸν ὕθλον, καὶ τὴν πολλὴν ἀδολεσχίαν, ἡ ἀργία γεγέννηκεν.
 [01264]  ἵνα τῶν νόμων ὁ φόβος, καὶ τῶν ἀρχόντων τὸ δέος, τὴν πολλὴν τῆς κακίας καταπαύσῃ φοράν.
 [01521]  Σεδεκίας τις ἔσχατος ἐγένετο βασιλεὺς τῶν Ἰουδαίων, πολλὴν καὶ αὐτὸς νοσήσας ἀσέβειαν, καὶ τῶν θείων χρησμῶν ἐπαΐειν οὐκ ἀνεχόμενος.
 [01528]  Εὔδηλον τοίνυν ἐκ τῶν εἰρημένων, ὡς οὐ λυμαί νονται μόνον τοῖς ἀγαθοῖς οἰκέταις οἱ πονηροὶ δεσπό ται, ἀλλὰ καὶ πολλὴν ἐξ ἐκείνων ὠφέλειαν καρποῦν ται.
 [01892]  ∆ιαφορὰν δὲ πολλὴν ἔχει τὸ χαίρειν πρὸς τὸ φέρειν.
 [01898]  Καὶ οὐκ εἶπε, Φέρω, ἢ Καρτερῶ, ἀλλ' «Εὐδοκῶ,» ὅπερ πολλὴν σημαίνει τῆς ἡδονῆς τὴν ἐπίτασιν.
 [01947]  Οὕτω τοιγαροῦν γεννηθεὶς ὁ ∆εσπότης Χριστὸς, ἕλκει μὲν μητρῴαν θηλὴν παραπλησίως ἡμῖν, τίθε ται δὲ ἐπὶ φάτνης τῆς τῶν ἀλόγων τραπέζης, καὶ τῆς τῶν ἀνθρώπων ἀλογίας κατηγορῶν, καὶ τὴν οἰ κείαν φιλανθρωπίαν παραδηλῶν, ὅτι τροφεὺς ὑπάρ χων ὡς Θεὸς, καὶ τροφὴ γίνεται κατὰ τὸ ἀνθρώπειον τῶν ἀνθρώπων, τῶν τὴν πολλὴν ἀλογίαν νενοση κότων.
 [02155]  Ἐπειδὴ γὰρ εἰς πολλὴν ἀσέβειαν ἐξωκείλαντα τὸν λαὸν, δορυάλωτον ἔπεμψεν εἰς Βαβυλῶνα, καὶ τὰ ἱερὰ σκεύη λάφυρα τῶν πολεμίων ἐγένετο, ὁ μὲν Ναβου χοδονόσορ, ἅτε δὴ θεῖα, τῆς κοινῆς αὐτὰ πόῤῥω πε ποίηκε χρήσεως, εἰς δὲ τοὺς νεὼς τῶν νομιζο μένων ὑπ' αὐτῶν θεῶν εἰσκεκόμικεν.
000-00-00 Serial Number=0684332490
De sancta trinitate Ante [Go Back]  
 [00304]  εἰ ἐμὲ οἴδατε, καὶ τὸν Πατέρα ᾔδειτε ἄν·» βαβαὶ πόση τῶν αἱρετικῶν ἡ παραπληξία! πόσην νοσοῦσιν ἐμ βροντησίαν οἱ τῆς Ἀρείου καὶ Εὐνομίου βλασφημίας κληρονόμοι! πρὸς τῇ παραπληξίᾳ, πολλὴν ἔστιν ἰδεῖν ἐν αὐτοῖς ἐπανθοῦσαν ἀναισχυντίαν·
000-00-00 Serial Number=0328941643
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00026]  Ἐγὼ διηνεκῶς τῶν ἐκεῖθεν ἀφικνουμένων διατελῶ πυνθανό μενος, πῶς ἡ σὴ διάκειται μεγαλοπρέπεια κατά τε ψυχὴν κατά τε τὸ σωμάτιον, ἧς πολλὴν ἔχω τὴν φροντίδα, καὶ σφό δρα πολλήν.
 [00048]  Μεμάθηκα γὰρ κἀγὼ, ὡς ὁ θεοσεβέστατος πρεσβύ τερος Εὐστάθιος εὐλαβείᾳ κοσμεῖται καὶ τῆς τοῦ δεσπότου Θεοῦ θεραπείας πολλὴν ποιεῖται φροντίδα.
 [00150]  Τὸν μὲν λαμπρότατον καὶ πιστότατον τριβοῦνον Ναυ κρατιανὸν ἀγαπῶμεν καὶ διὰ τὴν τῶν ἠθῶν αὐτοῦ καλοκἀγαθίαν καὶ τὴν πολλὴν ἡμερότητα.
 [00258]  καὶ γὰρ τὰ ὦτα διαλεγομένῳ σοι πολλάκις ὑπέσχον, καὶ νῦν ἐν τοῖς γράμ μασιν ὃν ᾔδειν ἐθεασάμην, καὶ χάριν πολλὴν ὡμολόγησα τῷ αἰδεσιμωτάτῳ Φασγανίῳ, τοιαύτην μοι λόγων εὐωχίαν κομίσαν τι, καὶ εὐγνώμων περὶ τήνδε τὴν εὐεργεσίαν γεγένημαι.
 [00376]  Καὶ νῦν δέ, ὡς ἔγνων, πολλὴν ἡ σὴ μεγαλοφυΐα σπουδὴν συνεισήνεγκεν, ὥστε αὐτὸν μὴ τῶν ἀγομένων καὶ φερομένων ὑπὸ τῶν καλῶν ἡγεμόνων εἶναι, ἀλλὰ τῶν γεραιρομένων καὶ τιμῆς ἀξιουμένων.
 [00534]  Αἰτεῖσθαι δὲ καὶ αἰτεῖν τὰ μὴ πολλὴν ἐργαζόμενα βούλομαι λώβην.
000-00-00 Serial Number=0434848070
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00200]  μείζονα γὰρ ἔχομεν κηδεμόνα, ὃς καὶ τοῖς ἄλλοις νομοθετεῖ ὀρφανῶν καὶ χηρῶν πολλὴν ποιεῖσθαι φροντίδα·
 [02111]  Ἐπειδὴ τοίνυν καὶ ἐν τοῖς ὀρθοῖς διαπρέπετε δόγμασι, καὶ τῷ ἀξι επαίνῳ λάμπετε βίῳ, καὶ πολλὴν ἐντεῦθεν πρὸς τὸν Θεὸν ἔχετε παρρησίαν, ἐπαμύνατέ μοι ταῖς προσευχαῖς, ἵνα ἀντισχεῖν δυνηθῶ, κατὰ τὴν ἀποστολικὴν φωνήν, πρὸς τὰς μεθοδείας τῆς πλάνης, καὶ διαφύγω τὰς τοῦ ἀλάστορος πάγας, καὶ μετὰ σμικρᾶς παρρησίας ἐν τῇ τῆς ἐπιφανείας ἡμέρᾳ παραστῶ τῷ δικαίῳ Κριτῇ.
000-00-00 Serial Number=0685427129
Eranistes Ante [Go Back]  
 [00993]  πολλὴν δὲ εἶδον ἐν τοῖς λόγοις διαίρεσιν.
 [00998]  {ΕΡΑΝ.} Τοῦτο μὲν δράσαι δειμαίνω, τὴν δὲ πολλὴν διαίρεσιν οὐ προσίεμαι.
 [02216]  Οὐκ ἀρχὴν ὁ θεὸς λόγος ἐκ τῆς παρθένου εἰληφώς, ἀλλὰ συναΐδιος τῷ ἑαυτοῦ πατρὶ ὑπάρχων, τὴν τῆς φύσεως τῆς ἡμετέρας ἀπαρχὴν ἑαυτῷ διὰ πολλὴν ἀγαθότητα ἑνῶσαι κατηξίωσεν, οὐ κρα θείς, ἀλλ' ἐν ἑκατέραις ταῖς οὐσίαις εἷς καὶ ὁ αὐτὸς φανείς, κατὰ τὸ γεγραμμένον·
 [02603]  {ΕΡΑΝ.} Οὐκ ᾤμην αὐτοὺς διαιρεῖν τὰς φύσεις μετὰ τὴν ἕνωσιν, πολλὴν δὲ εὗρον διαιρέσεως ἀμετρίαν.
 [03645]  Πρῶτον μὲν πολλὴν αὐτῷ περιάπτουσιν ἀδυναμίαν, ὅτι μὴ οἷός τε ἐγένετο τὴν τῶν πολεμίων ὁρμὴν ἐπισχεῖν.
 [03936]  πολλὴν μέντοι διαίρεσιν ἐν τοῖς λόγοις ἐθεασάμην.
000-00-00 Serial Number=0166294932
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00182]  ἀντὶ τοῦ, Καθειμένοι πρότερον διὰ τὴν πολλὴν ἀκολα σίαν καὶ ἀκρασίαν, καὶ τὴν περὶ τὰ εἴδωλα μανίαν, ἐπιμελείας παρ' ἐμοῦ τυχόντες ἀνωρθώθησαν, καὶ οἱονεὶ παρθένων ἐγένοντο.
 [00347]  Νύμφην δὲ προσαγορεύει τοὺς ἐν ἐκείνοις τοῖς ᾄσμασι τῆς αἰχμαλωσίας ἀπαλλαγέντας, καὶ τῆς ἐλευθερίας τετυχηκότας, καὶ προσοικειωθέντας τῷ βασιλεῖ, καὶ ἄληστον τῶν εὐεργεσιῶν τὴν μνήμην ἐσχηκότας, καὶ πολλὴν περὶ αὐτὸν εὔνοιαν καὶ στορ γὴν ἐπιδεικνυμένους, καὶ διηνεκῶς αὐτῷ ἑπομένους·
 [02458]  Τὴν γὰρ ἀκολα σίαν αὐτῆς θριαμβεύων, καὶ τὴν πολλὴν αὐτῆς δημο σιεύων ἀσέβειαν, ὡς καὶ ἐν τῷ πρώτῳ λόγῳ διεξελη λύθαμεν, τῷ προφήτῃ φησί·
 [02604]  Ἠνέσχου δὲ, διὰ πολλὴν φιλανθρωπίαν, καὶ αὐτὸς τὴν ἐμὴν φύσιν ἀναλαβὼν, τοὺς αὐτούς μοι θηλάσαι μαστοὺς, ἵνα καὶ ἐν τούτῳ τὴν ἀδελφότητα δείξῃς.
000-00-00 Serial Number=0213376582
Graecarum affectionum curatio Ante [Go Back]  
 [00284]  Χρυσὸν οἱ διζήμενοι γῆν πολλὴν ὀρύσσουσι καὶ εὑρίσκουσιν ὀλίγον.
 [00547]  Ἀλλ' ὅ γε ἐν τούτοις ἀκριβῶς οὕτω θεολογήσας, ἐν ἄλλοις, ἢ τοὺς πολ λοὺς ὀρρωδήσας ἢ τῷ ὄντι γε ἀγνοήσας, πολλῶν ἐποιήσατο μνήμην θεῶν καὶ πολλὴν ἐνεργάζεται τοῖς ἐντυγχάνουσι λώβην.
 [01217]  Καὶ ἄλλα δὲ πολλὰ τοιαῦτα διέξ εισι, τὴν πολλὴν ἐκείνων ἀδολεσχίαν ἐλέγχων.
 [01223]  μάλα γὰρ ἐκεῖνος καὶ τὴν πολλὴν αὐτῶν ἄγνοιαν καὶ ἣν πρὸς ἀλλήλους ἐσχήκασιν ἐκωμῴδησε διαμάχην.
 [01437]  ἵνα δὲ τὴν πολλὴν αὐτῶν καταμάθωμεν ἔριν, φέρε πάλιν ἐπι δείξωμεν, τίνα περὶ ψυχῆς οἱ πολυθρύλητοι τῶν φιλοσόφων ἐδό ξασαν, καὶ ὅπως αὐτοὺς ἡ κενὴ δόξα, κατὰ τὸν Τίμαιον, ἔριδι ξυνέηκε μάχεσθαι.
000-00-00 Serial Number=0040576458
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00716]  καὶ τούτων δὲ ἕκαστον ἐπιδιορθώσεις τῶν οἰκείων ποιή σασθαι, ὥστε πολλὴν εἶναι τῶν ἀντιγράφων διαφω νίαν.
000-00-00 Serial Number=0341142356
Historia ecclesiastica Ante [Go Back]  
 [00611]  Κατὰ τὴν ἐπώνυμον ἡμῖν πόλιν, τῆς τοῦ σωτῆρος θεοῦ συν αιρομένης προνοίας, μέγιστον πλῆθος ἀνθρώπων τῇ ἁγιωτάτῃ ἐκ κλησίᾳ ἀνατέθεικεν ἑαυτό, ὡς πάντων ἐκεῖσε πολλὴν λαβόντων αὔξησιν σφόδρα ἄξιον καταφαίνεσθαι καὶ ἐκκλησίας ἐν αὐτῇ κατα σκευασθῆναι πλείους.
 [01546]  καὶ εἰ μὲν τὰ ἄλλα μὴ πολλὴν ἐδήλου τὴν τῆς ψυχῆς πονηρίαν, εἶπεν ἄν τις αὐτὸν ταῦτα μηχανᾶσθαι τῆς τοῦ λαοῦ προμηθούμενον ὁμονοίας·
 [02474]  τὸ δὲ μετὰ τοῦτο πολλὴν τῆς ψυχῆς μαλακίαν καὶ τῆς ἀληθείας προδοσίαν δηλοῖ.
 [02805]  κατ' ἐκεῖνον γὰρ τὸν καιρὸν ἐν μὲν τοῖς ἐκκλησιαστικοῖς οὐκ ἐδημηγόρει συλλόγοις, τοῖς δὲ τοῦτο δρῶσι πολλὴν παρεῖχεν ἀφθονίαν ἐνθυμημάτων τε καὶ γραφικῶν νοημάτων.
000-00-00 Serial Number=0030448079
Historia religiosa Ante [Go Back]  
 [00243]  τούτου τοιγαροῦν τοῦ πάθους περὶ τόδε τὸ ὄψον γεγενημένου πολλὴν γὰρ πανταχόθεν τὸ ἄντρον εἰσεδέχετο τὴν νοτίδα , ἱκέτευον τὸν Πρεσβύτην οἱ θιασῶται οἰκίσκον τινὰ βραχὺν σφίσιν ἐπιτρέψαι δείμασθαι τοῖς τοῦδε τοῦ ὄψου ἀποχρῶντα ἀγγείοις.
 [00572]  Μιγνύναι δὲ οὕτως εἰώθει πᾶσαν τοῦ μηνὸς τὴν τροφὴν ὡς εὐρωτιᾶν καὶ πολλὴν ἐκπέμπειν τὴν δυσωδίαν.
 [00781]  [6.4] Ἐκ τῶν τοιούτων δὲ θαυμάτων ὁ θεῖος ἐκεῖνος ἄνθρωπος ἐπίσημος γεγονὼς καὶ πολλοὺς τῶν γειτονευόντων βαρβάρων ἐπισπασάμενος οἰκοῦσι δὲ τὴν ἔρημον ἐκείνην οἱ τὸν Ἰσμαὴλ σεμνυνόμενοι πρόγονον , ἡσυχίας ἐρῶν, καταλιπεῖν ἠναγκάσθη τὸ σπήλαιον καὶ πολλὴν ἀνύσας ὁδὸν ὄρος καταλαμβάνει τὸ καλούμενον Ἀμανόν, καὶ τοῦτο πολλῆς πάλαι γέμον πολυθέου μανίας τοῖς πολλοῖς καὶ παντοδαποῖς ἐγεώργησε θαύμασι καὶ τὴν νῦν ἐν αὐτῷ πολιτευομένην εὐσέβειαν κατεφύτευσεν.
 [01655]  Τότε τὴν πολλὴν τοῦ ἀνδρὸς καρτερίαν ἐθεασάμην.
 [01924]  πολλὴν δὲ κἀντεῦθεν πάλιν ὠφέλειαν τρυγήσας καὶ τὸν ὕπαιθρον βίον ζηλώσας κορυφὴν ἑτέραν κατέλαβε κώμης τινὸς ὑπερκειμένην ἣν ὀνομάζουσι Τάργαλλαν.
 [02134]  Ἐγὼ δὲ ἀπεμνημόνευσα τὴν πολλὴν κἀντεῦθεν τοῦ ἀνδρὸς καρτερίαν ἐπιδεικνύς·
 [02204]  Καὶ γὰρ τὸν γενόμενον αὐχμὸν καὶ τὴν πολλὴν ἐκείνου τοῦ ἔτους ἀκαρπίαν καὶ τὸν ἀκολουθήσαντα λιμὸν ὁμοῦ καὶ λοιμὸν πρὸ δύο προεῖπεν ἐνιαυτῶν, ῥάβδον εἰρηκὼς τεθεᾶσθαι τοῖς ἀνθρώποις ἐπιφερομένην καὶ τὰς δι' αὐτῆς προμη νύουσαν μάστιγας.
 [02302]  Ἐθεράπευον δὲ ἀεὶ τοὺς ἀλιτηρίους ἐκείνους, ὡς ἔφασαν, τὴν πολλὴν αὐτῶν ὠμότητα θεραπείᾳ πραΰνειν πειρώμενοι.
000-00-00 Serial Number=0377020657
Interpretatio in Danielem Ante [Go Back]  
 [00084]  Ἀλλ' ὁ τῶν ὅλων Θεὸς, ὁ ταῦτα παθεῖν Ἰουδαίους διὰ τὴν πολλὴν αὐτῶν συγχωρήσας παρανομίαν, οὔτε κολάζων παντελῶς αὐτοὺς τῆς οἰκείας κηδεμονίας ἐγύμνωσεν·
 [00087]  ἵν' ἔχοντες τῆς νομικῆς πολιτείας ἀκριβεῖς διδασκάλους, μὴ πολλὴν ἐκ τῆς τῶν βαρβάρων ἐπιμιξίας δέξωνται λώβην, ἀλλ' ἔχω σιν ἀρχέτυπα τῆς προγονικῆς αὐτοὺς ἀρετῆς καὶ φιλοσοφίας ἀναμιμνήσκοντα.
 [00114]  οὗτος δὲ τοῦ θείου Πνεύ ματος ἠξιωμένος, καὶ ἔγνω σαφῶς, καὶ τοὺς ἄλλους διδάσκει, ὅτι τοῦ Θεοῦ τῶν ὅλων συγχωρήσαντος, διά τε τὴν τοῦ λαοῦ καὶ τοῦ βασιλέως παρανομίαν, καὶ τὴν πολλὴν ἀσέβειαν, καὶ ἡ πόλις ἑάλω, καὶ τῶν ἱερῶν σκευῶν ἔνια ὑπὸ τὴν τῶν πολεμίων ἐξουσίαν ἐγένετο.
 [00146]  Ἐπειδὴ δὲ Βαλτάζαρ ὁ βασιλεὺς χρήσασθαι τούτοις ἐτόλμησεν ἑστιώμενος, ἐκολάσθη μὲν παραυτίκα καὶ τὴν ἀξίαν ἔτισε δίκην, ἐδίδαξε δὲ ἅπαντας διὰ τῆς τιμωρίας, πόση τοῦ Θεοῦ ἡ δύναμις τῶν σκευῶν ἐκείνων, καὶ ὅτι οὐκ ἄκων ἀπεστερήθη τῶν ἑαυτοῦ, ἀλλ' ἑκὼν αὐτὰ προὔ δωκε διὰ τὴν πολλὴν τοῦ λαοῦ παρανομίαν.
 [00150]  Ἵνα δὲ μὴ μέγα φρονήσαντες οἱ ἀλλόφυλοι, ὡς αὐτοὶ περιγενόμενοι τοῦ Θεοῦ (ἐνόμιζον γὰρ τὴν κιβωτὸν αὐτὸν εἶναι τὸν τῶν Ἰουδαίων Θεὸν, τεκμηρίῳ χρώμενοι τῇ τῶν οἰ κείων εἰδώλων κατασκευῇ), καὶ ἵνα μὴ πολλὴν ἐν [81.1273] τεῦθεν ἐπισπάσωνται βλάβην, ὡς αἰχμάλωτον λα βόντες τὸν τῶν Ἰουδαίων Θεὸν, καὶ οἷόν τι ἀριστεῖον τοῖς οἰκείοις ἀνατεθεικότες θεοῖς·
 [00314]  Ἐὰν δὲ τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ γνωρίσητέ μοι, δόματα καὶ δω ρεὰς, καὶ τιμὴν πολλὴν λήψεσθε παρ' ἐμοῦ·
 [00901]  θεῖος δὲ ἄγγελος ἐσκεδάννυ τὴν φλόγα, καὶ τὸ μέσον τῆς καμίνου τῶν ἀνθράκων ἐγύμνου, καὶ αὖράν τινα ψυχράν τε καὶ μετρίως ὑγρὰν, καὶ πολλὴν τοῖς ἁγίοις ἡδονὴν πραγματευομένην, ὠδίνειν τὸ πῦρ παρεσκεύαζε, καὶ ταύτην τοῖς τῶν ἁγίων ἐπαφιέναι σώμασιν.
 [01089]  Ἐπάξω δὲ, διὰ τὴν πολλὴν αὐτοῦ ἀσέβειαν, καὶ παρανομίαν, καὶ τάς τε πόλεις αὐτῶν διὰ τούτων καθελῶ, καὶ τὰ ἐν ταῖς πόλεσι σκῦλα τούτων γενέ σθαι παρασκευάσω.
 [02225]  Τούτων ἀκούσας, φησὶν, ἐγὼ ∆ανιὴλ δέους ἐνεπλή σθην πολλοῦ, ὡς μήτε τοὺς λογισμοὺς ἡσυχάζειν ἐν ἐμοὶ, ἀλλὰ κυκᾶσθαι, καὶ διηνεκῶς ταράττεσθαι, καὶ τὴν μορφήν μου πολλὴν ἀλλοίωσιν ἐντεῦθεν δέ ξασθαι.
 [02274]  Τὴν Περσικὴν βασιλείαν κριῷ ἐοικυῖαν ὁρᾷ, ἅτε δὴ πλούτῳ κομῶσαν, καὶ πολλὴν περιουσίας ἔχουσαν ἀφθονίαν.
 [02557]  Εἶτα δεικνὺς τὴν διηνεκῶς εἰς αὐτοὺς γινομένην τοῦ Θεοῦ κηδεμονίαν, καὶ τὴν πολλὴν τοῦ λαοῦ ἀναλγησίαν, ἐπήγαγε·
 [02566]  ἡμεῖς δὲ διὰ τὴν πολλὴν ἡμῶν παρανομίαν ἐν αἰσχύνῃ γενόμενοι, τῆς ἰδίας ἀγνωμοσύνης κατ ηγοροῦμεν.
 [03030]  Τοῦτο τοίνυν τὸ μυστήριον ἀγνοοῦντες, καὶ τὴν πολλὴν τοῦ Θεοῦ περὶ τὸν Ἰσραὴλ πρόνοιαν ὁρῶντες οἱ τῶν ἄλλων ἐθνῶν τὴν ἐπιμέλειαν πεπιστευμένοι, ἐδυσχέ ραινον θεώμενοι μάλιστα μετὰ νόμον, καὶ προφήτας, καὶ τοσαύτην διδασκαλίαν τε καὶ κηδεμονίαν, χεῖρον τῶν ὑπ' αὐτῶν ποιμαινομένων διακειμένους, καὶ πλείοσιν ἐμπεφυρμένους κακοῖς.
 [03078]  Οὐδεὶς γὰρ τῶν ἐπουρανίων δυνάμεων βού λεταί τινος ἀγαθοῦ τὸν ὑμέτερον τυχεῖν λαὸν, διὰ τὴν πολλὴν δηλονότι παρανομίαν, ἢ μόνος Μιχαὴλ, ὃς τὴν ὑμετέραν ἐνεχειρίσθη κηδεμονίαν.
 [03140]  Καὶ ἐνίσχυσεν ὁ βασιλεὺς τοῦ Νότου, καὶ ἀπὸ τῶν ἀρχόντων αὐτοῦ εἷς ἐνισχύσει ἐπ' αὐτὸν, καὶ κυριεύσει κυρείαν πολλὴν ἐκτὸς ἐξουσίας αὑ τοῦ.
 [03144]  Καὶ κυριεύσει κυρείαν πολλὴν ἐκτὸς ἐξουσίας αὑτοῦ, τουτέστι, κρατήσει ἐθνῶν πολλῶν ἔξω τῆς ἀφ ωρισμένης αὐτῷ ἐξουσίας ὄντων.
 [03181]  Μετ' οὐ πολὺ δὲ τὸν Σκοπᾶν ὁ Ἀντίοχος νικᾷ συμβαλὼν αὐτῷ πρὸς ταῖς πηγαῖς τοῦ Ἰορδάνου, καὶ πολλὴν αὐτοῦ τὴν στρατείαν διέφθειρεν·
000-00-00 Serial Number=0531333685
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00056]  Ἀλλὰ καὶ τούτου πάλιν παραβάντος τοὺς ὅρκους, καὶ μήτε τὸν δασμὸν ἀποδοῦναι θελήσαντος, μήτε τὴν [81.813] εὔνοιαν φυλάξαντος, ἀλλ' Αἰγυπτίοις προσπεφευ γότος, πολλὴν ἀγείρας στρατείαν ἀφίκετο, καὶ αὔτανδρον τὴν πόλιν λαβὼν, τά τε βασίλεια, καὶ τὸν θεῖον νεὼν, καὶ πᾶσαν λαμπρὰν ἐνέπρησεν οἰκίαν·
 [01321]  διδάσκεται δὲ, ὡς οὗτοι μὲν τοῖς πολεμίοις παραδοθήσονται διὰ τὴν πολλὴν πονηρίαν·
 [01644]  Καὶ ὁ ∆ανιὴλ ὡσαύτως, κατὰ τὸν τῆς αἰχμαλωσίας γενόμενος καιρὸν, τοὺς μὲν ἄλλους διὰ τὴν πολλὴν ἀσέβειαν οὐκ ἠλευθέρωσε τῶν ἐπενεχθέν των κακῶν·
 [01659]  Ταύτας, φησὶ, τὰς τιμωρίας ἐπαγαγὼν τῷ Ἰσραὴλ, κατα λιμπάνω ἀνασωζομένους ἐξ αὐτῶν υἱοὺς καὶ θυγα τέρας, ἵνα μάθωσιν ἅπαντες τὴν πολλὴν αὐτῶν ἀσέβειαν, καὶ τὰ πονηρὰ ἐπιτηδεύματα, καὶ γνῶσι τῆς τιμωρίας τὸ δίκαιον.
 [02128]  πλήρη δὲ αὐτὸν ὀνύχων ἐκάλεσεν, ὡς πολλὴν στρατείαν ἔχοντα, ἱππικήν τε καὶ πεζικὴν, ψιλήν τε καὶ ὁπλιτικήν.
 [02182]  Οὐδὲ γὰρ πολλὴν, φησὶν, ὁ Αἰγύπτιος πέμψει αὐτῷ στρατείαν, καὶ αὐτὴ δὲ αὕτη οὐ μόνον αὐτὸν οὐδὲν ὀνήσει, ἀλλὰ καὶ ἐκ ῥιζῶν ἀνα σπάσει.
 [02776]  ὁρῶντες γὰρ ἅπαντες καὶ τὰς ἐμὰς εὐεργεσίας, καὶ τὴν ὑμετέραν εὐγνωμοσύνην, πολλὴν ὠφέλειαν καρπώσονται, τῶν μὲν καλουμένων αὐτῶν θεῶν βλέποντες τὴν ἀσθένειαν, τὴν δὲ ἐμὴν διὰ τῆς περὶ ὑμᾶς εὐεργεσίας δύναμιν θεωροῦντες.
 [02810]  καὶ πρὸς τούτοις διὰ τὸ μὴ κατὰ τάξιν πε φυτεῦσθαι τὰ ἐν τῷ δρυμῷ ξύλα, ἀλλὰ πολλὴν εἶναι ἐν τούτοις ἀταξίαν·
 [03129]  Ἔοικε, φησὶν, ὁ λαὸς οὗτος, ὦ προφῆτα, ἀργύρῳ κιβδήλῳ, καὶ πολλὴν ἐπιμιξίαν ἔχοντι χαλκοῦ, καὶ σιδήρου, καὶ κασσιτέρου, καὶ μολύβδου.
 [03336]  Τὴν δὲ πολλὴν αὐτῶν ἀθεΐαν τε καὶ πολυθεΐαν αἰ δοίοις ἵππων καὶ ὄνων ἀπείκασεν·
 [03736]  τοσαύτη δὲ καταλήψεται ἐρημία, ὡς ἐν σοὶ τοὺς ἁλιέας ξηραίνειν τὰς βραχείσας σα γήνας, καὶ ἅπερ ποιεῖν εἰώθασιν ἐν ταῖς λείαις πέ τραις, ταῖς τῇ θαλάττῃ πλησιαζούσαις, τοῦτο ἐν σοὶ διὰ τὴν πολλὴν ἐρημίαν ποιήσουσι.
 [04038]  καὶ ὁ ὁρώμενος τῶν Τυρίων ἄρχων, τοῦτον νοσήσας τὸν τῦφον, καὶ εἰς τὴν πολλὴν ἀφορῶν εὐημερίαν, ὑπέλαβεν εἶναι Θεός.
 [04334]  τὸ δὲ Ἀνατελεῖ κέρας ἐκ τῆς μεταφορᾶς τῶν μόσχων τέθεικεν, οἳ ἀσθενεῖς [81.1112] μὲν εἰσὶν πρὸ τῆς τῶν κεράτων ἐκφύσεως, μετὰ δὲ τὴν τούτων αὔξησιν πολλὴν προσλαμβάνουσι δύναμιν.
 [04483]  Παντα χοῦ γὰρ, φησὶν, ἐκτείνας τὰς ῥίζας, καὶ πολλὴν ἀρ δείαν δεξάμενος, τοὺς κλάδους τούτους ἐξέθρεψε.
 [04584]  Ὁ γὰρ Βαλτάσαρ, σπέρμα ὢν καὶ υἱὸς τοῦ Ναβουχοδονόσορ, οὐκ εἰάθη διὰ τὴν πολλὴν ἀσέ βειαν εἰς γῆρας ἐλάσαι, ἀλλὰ μεσοῦντος ἤδη τοῦ τοῖς ἀνθρώποις ὡρισμένου χρόνου παρεδόθη σφαγῇ.
 [05664]  καὶ καθάπερ ἡ ἐκ τῆς Αἰγύπτου ἔξοδος πολλὴν αὐτῷ παρέσχε τὴν περιφάνειαν, οὕτως ἡ ἀπὸ Βαβυλῶνος ἐπάνοδος λαμπροὺς αὐτοὺς καὶ περιβλέπτους ἐποίησεν·
 [06011]  πολλὴν γὰρ αὐτῶν καὶ μετὰ τὴν ἐπάνοδον ἀσέβειαν καὶ ὁ Ἔσδρας κατηγορεῖ, καὶ τῶν Μακκαβαίων ἡ ἱστορία·
000-00-00 Serial Number=0173802316
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00438]  μετὰ γὰρ τὴν πολλὴν παρανομίαν μόνην ἐπιζητεῖ μεταμέλειαν·
 [01586]  Οὕτω φθερῶ τὴν ὕβριν Ἰούδα, καὶ τὴν ὕβριν Ἰερουσαλὴμ, τὴν πολλὴν ταύτην ὕβριν.
 [03623]  καὶ τὴν πολλὴν αὐτῶν ἐλέγχων ἀσθένειαν, διδάσκει, ὡς καὶ λίαν ὀλίγων ἐπελθόντων πολεμίων οὐκ ἠδυνήθησαν ἀντισχεῖν.
000-00-00 Serial Number=0867673278
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00063]  ἔστι δὲ καὶ ἐπὶ τῶν αὐλῶν πολλὴν τοιαύτην ἰδεῖν διαφοράν.
 [00459]  Ἐπειδὴ γὰρ ὁ νυκτερινὸς καιρὸς τῶν ἔξω θεν θορύβων ἀπηλλαγμένος πολλὴν παρέχει τοῖς λογισμοῖς ἡσυχίαν·
 [00578]  Οἱ κεκλεισμένοι τάφοι κεκρυμμένην ἔχουσι τὴν δυσ οσμίαν, οἱ δὲ ἀνεῳγμένοι πολλὴν ἀποπέμπουσι τὴν δυσωδίαν·
 [00986]  Πένητα γὰρ τῶν ἀνθρώπων τὴν φύσιν ἀποκαλεῖ, διὰ τὴν πολλὴν τῆς παρανομίας πτω χείαν.
 [01882]  ἐπειδὴ γὰρ πολλὴν ἔδειξε περὶ αὐτὸν τοῦ Θεοῦ γεγενημένην κηδεμονίαν, δείκνυσι ταύτης τὸ δίκαιον, προτρέ πων εἰς ἀρετὴν τοὺς ἀκούοντας, καὶ διδάσκων ὡς οὐχ οἷόν τε ταύτης ἡμᾶς τυχεῖν, μὴ γνησίαν εὔνοιαν περὶ τὸν Θεὸν κτησαμένους·
 [02776]  [Ἁρμόζει δὲ μάλιστα ὁ προκείμενος ψαλ μὸς τοῖς ἐξ ἐθνῶν κεκλημένοις, καὶ πολλὴν ἀκολου θίαν ἔχει πρὸς τὸν πρὸ αὐτοῦ.] Πρὸς σὲ, Κύριε, ἦρα τὴν ψυχήν μου.
 [02825]  ἵνα μὴ ἐφόδιον ἀγνοίας ἡ ἁπλό της γενομένη, πολλὴν τὴν βλάβην ἐργάσηται·
 [03505]  Καὶ ἐντεῦθεν μανθάνομεν, ὡς πολλὴν διαφορὰν ἁμαρτία πρὸς ἀσέβειαν ἔχει.
 [03751]  Οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὑτοῦ.
 [04026]  Ἐκκλησίαν γὰρ πολλὴν, καὶ παμπληθῆ λαὸν τὰς κατὰ τὴν οἰκουμένην Ἐκκλησίας καλεῖ.
 [04465]  Εἴρηκε δὲ τοῦτον τὸν ψαλ μὸν ὁ μέγας ∆αβὶδ, ὑπὸ τοῦ Ἀβεσσαλὼμ διωκόμε νος, καὶ ὑπὸ τοῦ Σεμεεὶ λοιδορούμενος, καὶ πρὸς τὸν προτεταγμένον πολλὴν ἔχει τὴν συμφωνίαν.
 [04485]  Καὶ ταῦτα δὲ πολλὴν ἔχει πρὸς τὴν ἱστορίαν συγγένειαν.
 [04610]  πηλός δὲ ἰλύος, ἡ ἁμαρτία, ὡς δυσοσμίαν ἀφιεῖσα πολλὴν, καὶ τὸν εὐθυτενῆ τῶν ἀνθρώπων ἐπέχου σα δρόμον.
 [05002]  Ἀπέδου τὸν λαόν σου οὐχ ὑπάρξεως, καὶ οὐ πολλὴν ἐποίησας τὴν τιμὴν αὐτῶν.
 [05066]  διὰ δὲ τούτων τὴν πολλὴν ση μαίνει ταπείνωσιν, καὶ τῶν πολεμίων τὸ κράτος.
 [05255]  Τὰ μετὰ πολλὴν χρόνου περίο δον ἔνθεν ἐσόμενα προαγορεύων προφητικὸς λόγος, πάλιν εἰς τὸ τέλος ἐπέγραψε τὸν ψαλμὸν, ἀναμεῖναι τῆς προφητείας τὸ τέλος παρεγγυῶν.
000-00-00 Serial Number=0109729826
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00594]  ἀλλ' ἔτι δέομαι ῥυμμάτων, πολλὴν τῆς ἁμαρτίας εἰσδεξάμενος δυσοσμίαν.
 [00703]  Πάσης, φησὶ, θυμηδίας ἀπήλαυον, ἡνίκα πολλὴν εἶχον πρὸς σὲ, ∆έσποτα, παῤῥησίαν·
 [00993]  Ἔδει γὰρ καὶ ἐν τούτῳ δειχθῆ ναι τὴν φύσιν τὴν δεχομένην τὸ πάθος, [καὶ τὴν πολλὴν μακροθυμίαν ἣν ἔσχε παρὰ τὸ ἡμέτερον γέ νος ὁ φιλάνθρωπος·
 [01060]  [Οὐ γὰρ μόνον τὸν Πατέρα, φησὶ, παρακαλεῖν μεμάθηκα, ἀλλὰ γὰρ καὶ τὸν μονογενῆ αὐτοῦ Υἱὸν, τὸν διὰ πολλὴν φιλανθρωπίαν, μικρὸν ὕστερον ἐξ ἐμοῦ τὴν κατὰ σάρκα οἰκονομίαν μέλλοντα καταδέχεσθαι.
 [01462]  αὐτός γε οὗτος ὁ ἐκ ∆αβὶδ διὰ πολλὴν φιλανθρωπίαν σαρκωθείς.] Ὡς ἐν τύπῳ δὲ καὶ ὁ μακάριος ταῦτα λέγει ∆αβίδ·
 [01799]  ἀλλὰ τῷ ἐξ ἐκείνου κατὰ σάρκα διὰ πολλὴν φιλανθρωπίαν γενομένῳ, ὡς οἶδεν αὐτός.
 [02592]  Καλεῖ δὲ στρατιὰν πολλὴν, τοὺς πεπιστευκότας·
 [02647]  Πῖον δὲ αὐτὸ καὶ τετυρωμένον καλεῖ, ὡς πολλὴν τροφὴν ταῖς ἐν αὐτῷ νεμομέναις ἀγέλαις παρέχον, καὶ πολλὴν ὑπὸ τῆς θείας χάριτος δεξάμενον τὴν πιό τητα.
 [03222]  Ἀλλὰ [80.1421] μετ' ἐκείνην τὴν περιφάνειαν, πολλὴν ἐδεξάμην τὴν μεταβολήν·
 [03436]  Εἰ δὲ καί τινες τῶν πεπιστευκότων κατὰ τοὺς εὐαγγελικοὺς οὐ πολιτεύονται νόμους, ἀλλ' οὖν εἰσι μυριάδες ἀριθ μοῦ κρείττους, καὶ ἐν στρατιώταις, καὶ ἐν ἰδιώ ταις, καὶ ἐν ἀστοῖς, καὶ ἐν χωριτικοῖς, ἀρετῆς πολλὴν φροντίδα ποιούμενοι.
 [03581]  Λέγει δὲ ὅτι πολλὴν καὶ ὁ Θεὸς τοῦ Ἰσραὴλ ποιεῖται κηδε μονίαν.
 [04363]  Ἐπειδὴ γὰρ πεῖραν πολλὴν λαβόντες τῆς θείας δυνάμεως, οὐκ ἐπίστευσαν δύνασθαι τὸν Θεὸν χορηγῆσαι τὴν τροφὴν, καὶ τὴν παιδείαν ἐπήγαγε, διδάσκων ὡς ἀμφότερα ποιεῖν ἱκανὸς, καὶ τὰ ἀγαθὰ παρέχειν, καὶ τὰς τιμωρίας ἐπάγειν.
 [04636]  Τοῦτο γὰρ μάλιστα τὴν πολλὴν αὐτῶν δείκνυ σιν ἀρετήν·
 [05185]  Αὔξουσι γὰρ ὁσημέραι τὴν ἰσχὺν, καὶ τῇ προσθήκῃ τῆς ἀρετῆς πολλὴν ἐπικτῶνται ῥώμην.
 [05205]  πολλὴν ἐντεῦθεν τὴν ὠφέλειαν καρπούμενος.
000-00-00 Serial Number=0850051880
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00558]  Εὐθὺς μὲν γὰρ Ἰουδαῖοι τῆς θείας ἐπιμελείας ἀξιωθέντες, καὶ ἤνθησαν καὶ ἐβλάστησαν, καὶ πολλὴν ἐκτήσαντο περιφάνειαν.
 [00754]  πολλὴν δὲ καὶ ἐκ τῆς τῶν Ἀσσυ ρίων ἀπωλείας ἐκτήσατο περιφάνειαν·
 [01527]  Καί τοι, φησὶ, πολλὴν εἶχον πρὸς τὸν Θεὸν παῤ ῥησίαν.
 [01641]  Οὐ μόνον δὲ φίλων καὶ συμβούλων, ἀλλὰ καὶ τῶν διακόνων πολλὴν ἐποιούμην φροντίδα.
 [02144]  Ἕκαστον τῶν εἰρημένων λο γισάμενος ὁ Προφήτης, καὶ τὴν πολλὴν τοῦ Θεοῦ κηδεμονίαν καταμαθὼν, ἐν μέσῳ τῆς διηγήσεως τὸν ὕμνον ἀνέπεμψε·
 [02526]  Λόγῳ γὰρ τῆς θαλάσσης τὸν πυθμένα γυμνώσας, τὴν πολλὴν ἐκείνην ἄβυσ σον ἱππήλατον αὐτοῖς ἀπέφηνεν ἔρημον.
 [02699]  Ἔχει δὲ πολλὴν πρὸς τοὺς προτεταγμένους ἀκολουθίαν.
 [02928]  πολλὴν δ' ἔχει τὴν συγγένειαν πρός τε τὸν νὰʹ καὶ πρὸς τὸν νθʹ ψαλμόν.
 [05783]  Ἁρμοδία γὰρ εἰς ὑμνῳδίαν ἡ νὺξ, πολλὴν παρέχουσα τὴν ἡσυχίαν, καὶ τῶν πολλῶν θορύβων ἀπηλλαγμένη.
 [06311]  βδελύττομαι δὲ πάλιν αὐτοὺς διὰ τὴν πολλὴν πονηρίαν.
 [06741]  ∆ιὰ γὰρ πολλὴν τὴν εὐθηνίαν, καὶ τῶν ἀγαθῶν τὴν [80.1965] ἀφθονίαν, ἐν τρυφῇ καὶ γέλωτι διατελοῦσι, τῶν πο νηρῶν οὐ δεχόμενοι πεῖραν.
000-00-00 Serial Number=0917110622
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00754]  Καὶ τούτων μὲν, φησὶ, τῶν παρανόμων θυσιαστηρίων πολλὴν ἐποιήσαντο φροντίδα·
 [01870]  Ἀπειλεῖ δὲ καὶ τῇ Μωὰβ τὸ πολεμικὸν ἐκεῖνο πῦρ, καὶ λέγει σὺν τῷ λαῷ καὶ τοὺς ἄρχοντας παρα δώσειν ὀλέθρῳ, ἐπειδὴ πρὸς ταῖς πολλαῖς αὐτῶν ἀσε βείαις πολλὴν κατὰ τοῦ Ἰδουμαίων βασιλέως ἔδειξαν θηριωδίαν.
 [01975]  Ἐκεῖνοι δὲ μόνοι τὸν ἀνδραποδισμὸν διαφεύξονται, οἳ διὰ τὴν πολλὴν εὐτέλειαν ἢ ἀσθένειαν παρ' ἐκείνων περιοφθή σονται.
 [02235]  καὶ ἰδοὺ ἐκάλεσε τὴν δίκην ἐν πυρὶ Κύριος ὁ Θεὸς, καὶ κατέφαγε τὴν ἄβυσσον τὴν πολλὴν, καὶ κατέφαγε τὴν μερίδα.
 [02238]  ἄβυσσον δὲ πολλὴν, τὰ μυρία ἔθνη τὰ ὑπ' ἐκείνων δουλωθέντα·
 [02586]  Τοῦτον ἐκέλευσεν ὁ τῶν ὅλων Θεὸς εἰς Νινευῒ τὴν πόλιν ἀφικέσθαι, καὶ τὴν ἐσο μένην αὐτοῖς διὰ τὴν πολλὴν παρανομίαν προαγγεῖλαι πανωλεθρίαν.
 [02588]  Τουτέστιν, εἰς πολλὴν ἐξώκειλαν πονηρίαν, ὥστε ὑπερβῆναι τῆς μακροθυ μίας τοὺς ὅρους.
 [02763]  Ταῦτα ἐπιστάμενος (ἑώρων γάρ σε πολλὴν καὶ περὶ τὸν Ἰσραὴλ μακροθυμίαν [81.1737] ἐπιδεικνύμενον·
 [04635]  Ὥσπερ γὰρ ὑμεῖς τῆς ἐμῆς ἀμελεῖτε θεραπείας, καὶ τῶν οἰκιῶν δὲ τῶν ὑμετέρων πολλὴν ποιεῖσθε κηδεμονίαν·
 [04700]  ἀλλ' ὅμως διὰ τὴν πολλὴν ὑμῶν ἀναλγησίαν οὐδὲ τῆς παιδείας ᾐσθά νεσθε.
 [05223]  ἀλλ' ὅμως ἐκ γειτόνων οἰκοῦν τες πολλὴν παρὰ τῶν προφητῶν καὶ τῶν ἄλλων εὐσεβῶν ὠφέλειαν ἐδέξαντο·
 [06022]  Οὕτω δείξας ἣν ἔσχε περὶ αὐτοὺς ἀγάπην, τὴν πολλὴν αὐτῶν ἀγνω μοσύνην ἐλέγχει.
000-00-00 Serial Number=0789359689
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00186]  Τῆς θείας διδασκούσης γραφῆς, ὡς ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, εἶτα μετὰ τὴν τοῦ φωτὸς δημιουργίαν ἐν τῇ δευτέρᾳ λε γούσης ἡμέρᾳ τὸ στερέωμα γεγενῆσθαι, πολλὴν ἡ ἐρώτησις τῶν πυν θανομένων ἐμφαίνει τὴν ἄνοιαν.
 [00297]  ἐπεὶ καὶ τὸ σῶμα τὸ ἀνθρώπινον πολλὴν ἔχει καὶ ὥραν καὶ ἁρμονίαν καὶ τῶν μωρίων τὴν χρείαν·
 [00546]  ὁ δὲ ἄνθρωπος πολλὴν ἐντεῦθεν ὠφέλειαν καρποῦται.
 [03794]  δυσχεραίνοντες οὖν τὴν πολλὴν αὐτῶν ἀκρασίαν, ἀμφιβόλοις
 [04224]  οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύ ναμιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ.
 [05136]  τὴν πολλὴν [298] αὐτῶν ἀφροσύνην διὰ τῆς εἰκόνος ἤλεγξεν.
 [05231]  ὥσπερ γὰρ ὀσροη νοὶ καὶ σύροι καὶ εὐφρατήσιοι καὶ παλαιστῖνοι καὶ φοίνικες τῇ σύρων χρῶνται φωνῇ, πολλὴν δὲ ὅμως ἡ διάλεξις ἔχει διαφοράν, οὕτως ἑβραῖοι μὲν ἦσαν αἱ δυοκαίδεκα φυλαί, εἶχον δέ τινα ὡς εἰκὸς ἰδιώματα, ὥσπερ ἀμέλει καὶ αὕτη.
 [05308]  ΞΞV Τὰ ἑξῆς πολλὴν ἔχει ἀμφιβολίαν·
000-00-00 Serial Number=0139836609
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [01337]  Οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ.
 [04357]  Τούτων δὲ πάντων ὁ ἀξιάγαστος ἀρχιερεὺς αἰτιώτατος, ὃς διὰ τὴν εὐσέβειαν, καὶ τὴν πολλὴν ἀρετὴν, ἐβίω μὲν ἔτη τριάκοντα καὶ ἑκατὸν, θήκης δὲ ἠξιώθη βασιλικῆς.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»