Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πολλὰς [177]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πολλὰς


000-00-00 Serial Number=0955605567
Ad eos qui in Euphratesia et Osrhoena regione Ante [Go Back]  
 [00147]  Ἐπείνησεν, ἀλλὰ καὶ πολλὰς χιλιάδας ἐκ πέντε ἄρτων ἐκόρεσε·
 [00228]  Ὅτι ἐμερίσθημεν εἰς γλώσσας πολλὰς οἱ πρώην ὁμοφρονοῦντές τε καὶ ὁμοφωνοῦντες.
000-00-00 Serial Number=0379807472
Commentaria in Isaiam Ante [Go Back]  
 [00333]  Τῇ δὲ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν ἐπιφανείᾳ συνήκμασεν ἡ τῶν Ῥωμαίων ἀρχή, αὕτη δὲ τὰς πολλὰς καταλύσασα βασιλείας τὸ κατὰ πάντων ἀνεδήσατο κράτος, ὑπ' ἐκείνην δὲ τὰ ἔθνη τελοῦντα οὐκέτι τοῖς πολεμικοῖς ὀργάνοις κέχρηνται κατ' ἀλλήλων, τῶν δὲ ἀπὸ γεωργίας ἅπαντες ἀπολαύουσιν ἀγαθῶν.
 [01213]  Τὴν δὲ τούτων δυναστείαν κατέλυσε δι' ὀλίγων τινῶν καὶ τούτων γυμνῶν, καθάπερ πάλαι διὰ τοῦ Γεδεὼν καὶ τῶν τριακοσίων λαμπαδηφόρων τὰς πολλὰς τοῦ Μαδιὰμ κατηκόντισε χιλιάδας.
 [01472]  καὶ γὰρ πολλὰς τῶν ὑποκειμένων ἐπολιόρκησε πόλεις.
 [01579]  Πεπιστεύκασι δὲ ὅμως μυριάδες πολλαί, καὶ τρισχίλιοι καὶ πεντακισχίλιοι κατὰ ταὐτὸν ὑπ' αὐτῶν ἐζωγρήθησαν, καὶ ὁ θειότατος δὲ Ἰάκωβος τῷ θεσπεσίῳ Παύλῳ πολλὰς Ἰουδαίων πεπιστευκότων ὑπέδειξε μυριάδας.
 [01869]  Τούτου χάριν εὐχείρωτος πᾶσι τοῖς πλησιοχώροις ἐγένετο, καὶ οὐ μόνον αὐτὸν αἱ δέκα φυλαὶ μετὰ τῶν Σύρων κατεπολέμησαν, ἀλλὰ καὶ Ἀλλόφυλοι πρὸς τοῖς ἄλλοις πολλὰς αὐτοῦ πόλεις καὶ κώμας διήρπασαν.
 [01986]  μετὰ γὰρ τὰς πολλὰς ἑκατόμβας καὶ χιλιόμβας τῆς παρ' αὐτῶν συμμαχίας οὐ τεύξῃ.
 [02061]  Προειρήκαμεν δὲ ἤδη ὡς πολλὰς αὐτῶν μυριάδας οὗτοι κατὰ ταὐτὸν γενόμενοι καὶ κατηκόντισαν καὶ αἰχμαλώτους ἀπήγαγον.
 [02190]  Καὶ γὰρ οὗτοι πολλὰς συμφορὰς διὰ τὴν ἀσέβειαν ὑπομείναντες ἀσεβοῦντες ἐπὶ πλεῖστον διέμειναν, οἱ δὲ προειρημένοι ἄρχοντες τῆς ἐξα πάτης αἴτιοι διάφορα αὐτοὺς δυσσεβείας διδάσκοντες δόγματα.
 [02407]  Ὥσπερ γὰρ εἶδον ἀπολλ υμένην τὴν πόλιν, οἱ τῆς στάσεως ἀρχηγοὶ πολλὰς τῶν οἰκιῶν καταλύσαντες τὴν Ἀντωνίαν καὶ τὸν ναὸν ἀσφαλέστερον ῳ
 [03254]  Ταῦτα καὶ κοινὴν ἔχει κατηγορίαν κατὰ τῶν οἰομένων λήσειν τὸν τῶν ὅλων ἔφορον ὀφ θαλμὸν καὶ ἰδίαν γραμματέων καὶ Φαρισαίων, οἳ δόλῳ χρησάμενοι συνεργῷ πολλὰς ἐρωτήσεις τῷ σωτῆρι προσέ φερον πειρώμενοι, ᾗ φησιν ὁ εὐαγγελιστής, παγιδεῦσαι αὐτὸν ἐν λόγῳ, ἀλλὰ καὶ συμβούλιον πολλάκις ἔλαβον, ὅπως αὐτὸν ἀπολέσωσιν.
 [03669]  Ἐπειδὴ δὲ τὰ εἰρημένα ὑπέσχετο, πολλὰς δὲ τῆς ἀληθείας οἱ κήρυκες ὀδύνας ὑπέμενον ἐξελαυνόμενοι καὶ διωκόμενοι καὶ μαστιγούμενοι καὶ μυ ρία θανάτων ὑπομέ νοντες εἴδη, διὰ τῆς προφητικῆς αὐτοῦ γλώττης ὁ δεσπότης ψυχαγωγεῖ·
 [03949]  Οὕτω γάρ φησι στερηθήσεται τῶν ἐνοικούντων, ὡς ἀδεῶς τοὺς ἐχίνους τεκεῖν καὶ τὰ γεννώμενα ἀσφαλείας τυχεῖν καὶ τοὺς εἰς πολλὰς ἰδέας μετασχηματιζομένους δαίμονας σχολῆς ἀπολαύοντας ἀλλή λοις προσδιαλέγεσθαι.
 [04038]  ὁ μὲν γὰρ πολλὰς εἰς βλακείαν καὶ τρυφὴν λοιδορίας ἐδέξ ατο, οὗτος δὲ οὐδὲ τὴν παρ' ἄλλων τολμη θεῖσαν ἀπαθῶς ἤνεγκε βλασφημίαν ἀλλὰ τὴν ἐσθῆτα διέ ρρηξεν.
 [05429]  Ὑμεῖς φησι πολλὰς ἔχετε μετα βολάς, ἐγὼ δὲ ἀναλλοίωτον ἔχω τὴν φύσιν·
 [06112]  [12Ἐγώ] εἰμι ἐγώ εἰμι ὁ παρακαλῶν σε αὐτός, ὁ τὰ πρότερα ἐκεῖνα πεποιηκὼς τὰ παράδοξα, ὁ τὸν Φαραὼ σὺν τῇ στρατιᾷ παραδεδωκὼς τῇ θαλάττῃ, ὁ τὰς πολλὰς τῶν Ἀσσυρίων μυριάδας δι' ἑνὸς ἀγγέλου κατακοντίσας.
 [06303]  τὰ γὰρ μετὰ πολλὰς γενόμενα γενεὰς οὕτω τοῖς ἁγίοις προφήταις προέδειξεν ὡς μὴ λέγειν ἐκείνους·
 [07684]  ὅταν γὰρ ἐπαινέσαι βουληθῶσι, μετὰ τὰς πολλὰς εὐφημίας ἐπιλέγειν εἰώθασιν·
000-00-00 Serial Number=0125695407
De incarnatione domini Ante [Go Back]  
 [00506]  Ἄρτοις ὀλίγοις ἐν ἐρήμῳ πολλὰς ἐκόρεσε χιλιάδας, τοὺς πέντε ἄρτους, ὥσπερ εἰς ἄρουραν σπέρμα, ταῖς χερσὶν ἐμβαλὼν, καὶ τῆς γλώττης τὴν εὐλογίαν οἷόν τι νέφος ἐπαγαγὼν, δασὺ καὶ βαθὺ λήϊον καὶ ἅλω πλήρη τὰς τῶν ἀποστόλων χεῖρας ἀπέφηνεν, ἅλω οὐ πτύου δεομένην καὶ δια κρίσεως, οὐ μύλου καὶ μάκτρας καὶ πυρὸς καὶ κλι [75.1465] βάνου, ἀλλ' αὐτοὺς τοὺς ἄρτους βρύουσάν τε καὶ πηγάζουσαν·
000-00-00 Serial Number=0770050645
De providentia orationes decem Ante [Go Back]  
 [00303]  Ἔστι γὰρ ἰδεῖν μιᾶς ὁλκάδος φορτία πολλὰς κτηνῶν χιλιάδας ἀχθοφορούσας.
 [00395]  Οὕτως ἀκραιφνῶς καθαρὰν τὴν τροφὴν ἐκεί νην γενομένην, καὶ ὁμοιωθεῖσαν τῷ ἥπατι, καὶ εἰς αἵματος μεταβᾶσαν φύσιν, ἡ κοίλη παραλαβοῦσα φλὲψ, χορηγεῖ μὲν τῇ καρδίᾳ τὴν χρείαν, ἄνεισι δὲ ἄνω, καὶ εἰς πολλὰς διασχιζομένη φλέβας, τρέφει μὲν τὸν θώρακα, τρέφει δὲ ὤμους, καὶ χεῖρας, ἀφ ικνεῖται δὲ μέχρις ὀνύχων, περιπλέκεται τῷ τραχήλῳ, καταλαμβάνει τὴν κεφαλὴν, κάτεισιν εἰς γλουτοὺς, καὶ μηροὺς, καὶ γόνατα, καὶ σκέλη, καὶ πόδας, καὶ ἁπαξαπλῶς, ἅπαν τὸ τοῦ σώματος περινοστεῖ μό ριον, καὶ οὐδὲν τῶν ζώντων μελῶν ταύτης ἀποστερεῖ τῆς ἀρδείας.
 [00455]  καὶ ἀναμνήσθητί μοι τῶν κιόνων, τῶν κά τωθεν ἄνω διατετρημένων, καὶ πολλὰς τοιαύτας δια τρήσεις ἐχόντων, καὶ μίαν μέσην μεγίστην, δι' ἧς οἱ τῶν ὑδάτων ὀχετοὶ πλεῖστον μὲν ἀνάγουσιν ὕδωρ, διανέμοντες δὲ τοῦτο, κατιέναι διὰ τῶν ἄλλων παρα κελεύονται, καὶ τὸ μὲν εἰς τὸ νότιον μέρος τῆς πό λεως παραπέμπουσι, τὸ δὲ εἰς τὸ ἑῷον, ἄλλο δὲ εἰς τὸ ἑσπέριον, ἕτερον δὲ εἰς τὸ βόρειον.
 [00652]  Τούτου χάριν ὁ Ποιητὴς, καὶ βοτάνας πολλὰς, οὐκ ἐδωδίμους μόνον, ἀλλὰ καὶ ἀχρήστους εἰς ἐδωδὴν, τῇ γῇ βλαστῆσαι προσέταξεν, ἐπειδήπερ οὐ μόνης τροφῆς, ἀλλὰ καὶ θεραπείας ἐνδεεῖς ἐσμεν οἱ ἄνθρωποι.
 [01590]  Ἐγὼ μὲν οὖν ἐκ τῶν θείων ὑπέδειξα λο γίων, ὡς δυνατὸν πονηρῷ δεσπότῃ δουλεύοντα, καὶ κακίαν φεύγειν, καὶ ἀρετὴν μετελθεῖν, καὶ τοῖς δεσπόταις πολλὰς προφάσεις παρασχεῖν ὠφε λείας.
 [01983]  Καὶ οἶνον μὲν ἐξ ὕδατος κλημάτων δίχα καὶ γῆς δημιουργήσας, ἐκ πέντε δὲ ἄρτων πολλὰς χιλιάδας κορέσας, καὶ λόγῳ χωλοὺς μὲν ἀρτίποδας ἀποφήνας, λεπρῶν δὲ τὴν λέ πραν ἀποξέσας, καὶ χεῖρας ἀργὰς γοργοὺς ἐργασάμε νος, καὶ ὀφθαλμοῖς τὸ βλέπειν ἀφῃρημένοις ὑγειᾶ τὴν αἴσθησιν δωρησάμενος, καὶ τάφους ἀνοίξας, καὶ πεπεδημένον καὶ δυσώδη νεκρὸν τρέχοντα δείξας, φεύγοντα μὲν τοῦ θανάτου τὰς χεῖρας, πρὸς δὲ τὸν καλέσαντα ∆ημιουργὸν ἐπειγόμενον, καὶ μήθ' ὑπὸ τῶν τοῦ θανάτου πυλῶν, μήθ' ὑπὸ τῶν δεσμῶν κατ εχόμενον.
 [02111]  Τίνος χάριν ταῦτα οὐκ ἐξ ἀρχῆς ᾠκονόμησεν ὁ Θεὸς, ἀλλὰ μετὰ πολλὰς ἐτῶν χιλιάδας;
 [02175]  «Ὅτι οὐ μὴ ῥύσηται ὑμᾶς Κύριος ὁ Θεὸς ἐκ χειρός μου, καὶ ποῦ εἰσὶν οἱ θεοὶ τῶν ἐθνῶν;» τὴν οἰκείαν ἀσθένειαν ἐξεπαίδευσε, καὶ μόνον φυγεῖν κατηνάγκα σε, τὰς πολλὰς ἐκείνας χιλιάδας, ἐφ' αἷς ἐφρόνει μεγάλα, ἐν βραχείᾳ καιροῦ ῥοπῇ δι' ἑνὸς ἀγγέλου παραπέμψας θανάτῳ.
000-00-00 Serial Number=0378427804
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00028]  τό τε γὰρ τῆς νεότητος ἄνθος ὑποῤῥεῖ καὶ μαραίνεται, ἥ τε ὥρα πολλὰς ἔχει μεταβολάς, τὰς μὲν ὑπὸ τοῦ χρόνου, τὰς δὲ ὑπὸ παθημάτων ἐργαζομένας.
 [00219]  Ἀπολαυσάτω τοίνυν τῆς Ἀλκινόου φιλοξενίας, ἐπεὶ καὶ οὗτος πολλὰς τρικυμίας διέφυγε.
 [00317]  Σοφὸν ἓν βούλευμα πολλὰς χεῖρας νικᾷ ...
 [00479]  Ἕνα υἱὸν ἔσχεν ὁ μακάριος Ἀβραὰμ ὁ πατριάρχης, καὶ τοῦτον ἐν γήρᾳ, καὶ μετὰ πολλὰς ἐπαγγελίας, πολλῶν ἐτῶν διελθόντων·
000-00-00 Serial Number=0366467714
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00135]  Τούτων ἀκούειν τῶν λόγων καὶ τὴν σὴν ὑπολαμβάνω φιλοθεΐαν, πολλὰς καὶ διαφόρους προσβολὰς σκυθρωπῶν δυναμένην πραγμάτων ἐνεγκεῖν·
 [00287]  καὶ τὰ πανταχοῦ γῆς καὶ θαλάττης καθ' ἑκάστην ἡμέραν γινόμενα ἢ γὰρ ἄνδρες πρότεροι τοῦ βίου τὸ τέρμα καταλαμβάνουσιν, ἢ γυναῖκες τοῦτο πάσχουσι πρότεραι , πολλὰς ἐντεῦθεν ἀφορμὰς εἰς ψυχαγωγίαν εὑ ρίσκω·
 [00341]  Καὶ μέντοι καὶ ὁ τούτου πρεσβύτερος συγγραφεύς, τὸν Ὀλόρον λέγω, πολλὰς μὲν καὶ ἄλλας ἀξιεπαίνους ἔγραψε γνώμας·
 [00345]  Καὶ γὰρ οἱ τὴν μυθολογίαν τῆς ἀληθείας προτετιμηκότες, πολλὰς ταῖς μυθο λογίαις ὀνησιφόρους παραινέσεις ἀνέμιξαν·
 [01042]  Ἐγὼ γὰρ ἄλλας μὲν ἁμαρτίας ἐμαυτῷ πολλὰς σύνοιδα, οὐ μὴν ἢ εἰς τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ἢ εἰς τὴν κοινὴν εὐταξίαν οἶδά τι πλημμελήσας.
 [01150]  Εἶτα δὲ πολλὰς ἐλπίζω τῶν ὑπ' ἐμοῦ πλημ μεληθέντων ἐξαλειφθῆναι κηλίδας διὰ τὴν τυρευθεῖσαν καθ' ἡμῶν ἀδικιὰν ὑπὸ τῶν τῆς ἀληθείας ἐχθρῶν.
 [01177]  Καίτοι ἐκεῖνοι μὲν τρεῖς εἰσιν ἢ τέσσαρες ἢ πέντε καὶ δέκα, ἐγὼ δὲ πολλὰς ἔχω μυριάδας ἀνθρώπων τῇ τῆς διδασκα λίας ὀρθότητι μαρτυρούσας.
 [01302]  Ὁ μὲν τῆς φιλαδελφίας ἀπῄτει νόμος πολλὰς ἡμᾶς ἐν τῷ παρόντι καιρῷ δέξασθαι παρὰ τῆς σῆς φιλοθεΐας ἐπιστολάς.
 [01345]  Ἐπειδὴ δὲ διηνεκῶς ἐν ταῖς Ἐκκλησίαις διαλεγόμεθα, πολλὰς διὰ τὴν θείαν χάριν ἔχομεν μυριά δας τῇ τῶν δογμάτων ὀρθότητι μαρτυρούσας.
 [01360]  Εἰδότες γὰρ ὡς πολλὰς ἕξομεν μυριάδας, τοῖς ἀποστολικοῖς ἡμῶν δόγμασι μαρτυρούσας, ἐρήμην ἐποιήσαντο τὴν γραφήν.
 [01495]  καὶ νῦν δὲ ὡσαύτως διὰ τῶν θεοφιλεσ τάτων ἐπισκόπων τοῦτο ποιῶ καὶ αὐτοὺς μάρτυρας ἔχων τῆς τῶν δογμάτων ὀρθότητος καὶ ἑτέρας πολλὰς μυριάδας ἀνθρώ πων, οἳ τῶν ἡμετέρων ἐν ταῖς κατὰ τὴν ἑῴαν ἐκκλησίαις ἐπαίουσι λόγων·
 [01772]  Μετὰ γὰρ ἓξ καὶ εἴκοσιν ἔτη τῆς ἐπισκοπῆς, μετὰ τοὺς πολλοὺς καὶ μυρίους πόνους, μετὰ τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας, μετὰ τὸ προσενέγκαι τῷ Σωτῆρι τῶν ὅλων πολλὰς αἱρετικῶν μυριάδας τῆς προτέρας πλάνης ἀπηλλαγμένας, ἐγύμνωσαν μὲν ἱερωσύνης, ἐξελαύ νουσι δὲ καὶ πόλεως, οὐδὲ τὸ γῆρας αἰδεσθέντες, οὐδὲ τὴν πολίαν τὴν ἐν εὐσεβείᾳ τραφεῖσαν.
000-00-00 Serial Number=0650333822
Eranistes Ante [Go Back]  
 [00416]  Καὶ ἑτέρας δὲ πολλὰς τοιαύτας παρηγάγομεν μαρτυρίας.
 [00518]  Ἥ τε γὰρ φύσις ὀλιγόβιος, καὶ ἡ βασιλεία κἂν τῇ ζωῇ πολλὰς ἔχει καὶ ἀντιστρόφους μεταβολάς.
 [01828]  {ΟΡΘ.} Καὶ μὴν μετὰ πολλὰς τῆς ἑνώσεως γενεὰς τούτοις ἔναγχος ἐχρήσω τοῖς λόγοις.
 [02492]  καὶ πολλὰς ἡμῖν καὶ ἐναργεῖς ἀποδείξεις παρέχει τῆς τε σωματικῆς αὑτοῦ ἐπιφοιτήσεως, καὶ τῆς διὰ σώματος ἐνεργούσης θεότητος.
 [03407]  {ΟΡΘ.} Ὁ Αἰθίοψ εὐνοῦχος οὐ πολλὰς ἀνέγνω γραφάς, ἀλλὰ μίαν εὑρὼν προφητικὴν μαρτυρίαν δι' ἐκείνης ἐποδηγήθη πρὸς σωτηρίαν.
 [03442]  {ΟΡΘ.} Ὁπηνίκα τὸ πανάγιον τοῖς ἀποστόλοις ἐπεφοίτησε πνεῦμα, καὶ τὸ παράδοξον θέαμά τε καὶ ἄκουσμα πολλὰς ἀνθρώπων παρὰ τὸ δωμάτιον ἐκεῖνο μυριάδας συνήθροισε, τίνα τῶν ἀποστόλων ὁ πρῶτος τηνικαῦτα δημηγορῶν περὶ τῆς δεσποτικῆς εἴρηκεν ἀναστάσεως.
 [03601]  Ἀλλ' οὔτε τὸ διάφορον τῶν καιρῶν, οὔτε τὸ ἑτερόγλωττον τῶν φωνῶν τὴν συμφωνίαν ἐπή μανεν, ἀλλ' ἐοίκασι λύρᾳ πολλὰς μὲν ἐχούσῃ καὶ διαφόρους χορδάς, μίαν δὲ ἠχὴν παναρμόνιον ἀφιείσῃ.
000-00-00 Serial Number=0992277980
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00516]  Καὶ ἐν αὐτοῖς δὲ τούτοις τοῖς τάγμασι πολλὰς ἔστιν εὑρεῖν τὰς διαφοράς·
 [02109]  Ἀλλὰ καὶ πολλὰς δὲ αὐτὰς πάλιν ὁ μακάριος Παῦλος καλεῖ·
 [02558]  καὶ πολλὰς ἔχων παλλακίδας, καὶ βασιλίδας, καὶ νεάνιδας, πάντων προτίθησί με·
000-00-00 Serial Number=0573318064
Graecarum affectionum curatio Ante [Go Back]  
 [00043]  Οὐδεὶς γὰρ φιλόπονος γεωργὸς τὰς μὲν πολλὰς ἀκάνθας ἐκτέ [1.7] μνει, τὰς δὲ ὀλίγας ἐᾷ, ἀλλὰ κἂν δύο εὕρῃ, κἂν μίαν, πρόρρι ζον ἀνασπᾷ καὶ καθαρὸν ἀποφαίνει τὸ λήϊον.
 [00146]  ἧς πολλὰς ἀτραποὺς βάρβαροι μὲν ἐξεῦρον, Ἕλληνες δὲ ἀπεπλανήθησαν·
 [00383]  Καὶ ὥσπερ οἱ τὰ σώματα θεραπεύοντες ἐκ τῶν ἰοβόλων θηρίων ὀνησιφόρα κατασκευάζουσι φάρμακα, καὶ τῶν ἐχιδνῶν τὰ μὲν ἀποβάλλοντες, τὰ δὲ ἕψοντες, πολλὰς διὰ τού των ἐξελαύνουσι νόσους, οὕτως καὶ ἡμεῖς, τὰ τῶν ὑμετέρων ποιητῶν καὶ ξυγγραφέων καὶ φιλοσόφων πονήματα μεταχειρισά μενοι, τὰ μὲν ὡς δηλητήρια καταλείπομεν, τὰ δὲ τῇ τῆς διδα σκαλίας ἐπιστήμῃ διασκευάσαντες, ἀλεξιφάρμακον ὑμῖν θεραπείαν προσφέρομεν·
 [00621]  Ἐπειδὴ γὰρ καὶ διαπλάττων τὸν ἄνθρωπον ἔφη ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν, εἰκότως ἄρα καὶ μερίζων εἰς πολλὰς τὴν μίαν φωνὴν ξυνεργοὺς λαμβάνει τὸν [2.67] Υἱὸν καὶ τὸ πανάγιον Πνεῦμα.
 [00912]  Ἐγὼ δὲ τὴν Ἀφροδίτην κἂν κατατοξεύσαιμι, εἰ λάβοιμι, ὅτι πολλὰς ἡμῶν καλὰς κἀγαθὰς γυναῖκας διέφθειρεν.
 [01115]  Ἐπειδὴ δὲ καὶ τῆς ὁρατῆς πέρι κτίσεως οὔτε ἀληθῆ οὔτε μὴν ξυνῳδά γε ἀλλήλοις ἐδόξασαν, ἀλλ' εἰς πολλὰς καθάπερ ἐν νυκτομαχίᾳ διεκρίθησαν μοίρας, ἀλλήλοις ὡς πολεμίοις ἀνέδην κεχρημένοι, προύργου οἶμαι καὶ τὰς τούτων ἐν μέσῳ προθεῖναι δόξας καὶ τῆς θείας γραφῆς παραθεῖναι τὰ δόγματα καὶ δεῖξαί γε ἄντικρυς, ὡς λογισμοὶ ἀνθρώπων δειλοί, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν, ᾗ σοφός τις ἡμέτερος εἴρηκεν.
 [01655]  πολλὰς [5.59] γάρ τοι καὶ παρὰ τούτων ἔμαθον ἐπιστήμας.
 [01714]  καὶ τὰς πολλὰς τῶν ὑμετέρων βίβλων ἀριθμήσαντες μυριάδας, τὴν τῶν λόγων ἀσθένειαν καταμάθετε.
 [01733]  καὶ αὖ πάλιν τῶν μορίων ἁπάντων τὴν χρείαν, καὶ τῶν φαινομένων καὶ τῶν κεκρυμμένων, καὶ τὴν μνήμην πάμπολλα καὶ διάφορα δεχομένην καὶ μὴ ξυγχέουσαν, ἀλλ' ἀκήρατα ταῦτα διατηροῦσαν καὶ προφέρουσαν, ὁποῖά περ ἐδέξατο πάλαι καὶ πρόπαλαι, καὶ τὰς πολλὰς ἐπιστήμας οὐ λυμαινομένας ἀλλήλαις, ἀλλ' ἑκάστην εἰς [5.82] καιρὸν δεικνυμένην.
 [01904]  Ὅταν οὖν ἴδωμεν παμ πόνηρον ἄνθρωπον πλούτῳ περιρεόμενον, μὴ τρισόλβιον ὀνομά ζωμεν, ἀλλὰ δείλαιον, ὅτι τοῦ παρανόμως βιοῦν ἔχει πολλὰς ἀφορμάς·
 [02044]  καὶ αἱ μὲν πρόδηλοι παρ' αὐτῶν ὠφέλειαι, τὰς δὲ οὐ φανερὰς ἀνεῦρε πολλὰς ὁ χρόνος, ὥστε μηδὲν αὐτῶν μάτην μηδὲ ἀνθρώποις εἶναι.
 [02594]  Καὶ οὐ μόνον Ῥωμαίους καὶ τοὺς ὑπὸ τούτοις τελοῦντας, ἀλλὰ καὶ τὰ Σκυθικὰ καὶ τὰ Σαυροματικὰ ἔθνη καὶ Ἰνδοὺς καὶ Αἰθίοπας καὶ Πέρσας καὶ Σῆρας καὶ Ὑρκανοὺς καὶ Βακτριανοὺς καὶ Βρεττανοὺς καὶ Κίμβρους καὶ Γερμανοὺς καὶ ἁπαξαπλῶς πᾶν ἔθνος καὶ γένος ἀνθρώπων δέξασθαι τοῦ σταυρωθέντος τοὺς νόμους ἀνέπει σαν, οὐχ ὅπλοις χρησάμενοι καὶ πολλαῖς μυριάσι λογάδων οὐδὲ τῇ τῆς Περσικῆς ὠμότητος χρώμενοι βίᾳ, ἀλλὰ πείθοντες καὶ [9.16] δεικνύντες ὀνησιφόρους τοὺς νόμους, καὶ οὐδὲ δίχα κινδύνων τοῦτο ποιοῦντες, ἀλλὰ πολλὰς μὲν κατὰ πόλιν ὑπομένοντες πα ροινίας, πολλὰς δὲ καὶ παρὰ τῶν τυχόντων δεχόμενοι μάστιγας καὶ στρεβλούμενοι καὶ καθειργνύμενοι καὶ πᾶσαν ἰδέαν κολαστη ρίων δεχόμενοι.
 [02685]  Οὐ γάρ που μόνον εἰς ἀναίδειαν ἐπαιδοτριβοῦντο γυμνούμεναι καὶ γυμνοὺς ἄνδρας θεώμεναι, ἀλλὰ καὶ πολλὰς ἀλλήλοις ἀφορμὰς προὐξένουν ἀκο λασίας.
 [02809]  ἡμεῖς δὲ δείκνυμεν ὑπὲρ τῶν ἁλιευτικῶν καὶ σκυτοτομικῶν νόμων πολλὰς καὶ ἀνδρῶν καὶ γυναικῶν ἀνασχομένας ἀποθανεῖν μυριάδας·
 [03370]  Οἳ δ' ἂν δόξωσιν [11.22] ἀνηκέστως ἔχειν διὰ τὰ μεγέθη τῶν ἁμαρτημάτων, ἢ ἱεροσυλίας πολλὰς καὶ μεγάλας ἢ φόνους πολλοὺς καὶ ἀδίκους καὶ παρανό μους ἐξειργασμένοι ἢ ἄλλα, ὅσα τυγχάνει τοιαῦτα ὄντα, τούτους δὲ ἡ προσήκουσα μοῖρα ῥίπτει εἰς τὸν Τάρταρον, ὅθεν οὔποτ' ἐκβαίνουσιν.
 [04029]  [12.95] Ταύτην ὑμῖν, ὦ ἄνδρες, δευτέραν καὶ δεκάτην διάλεξιν προσ ενήνοχα, καὶ ἐπέδειξα, τίνα μὲν περὶ Θεοῦ καὶ ὕλης καὶ κτίσεως, καὶ μέντοι καὶ ἀρετῆς καὶ κακίας τοῖς τῶν Ἑλλήνων ἔδοξε φιλοσόφοις, καὶ τίνα ἡμᾶς οἱ θεῖοι ἐξεπαίδευσαν λόγοι, καὶ ὡς ἔσβεσται μὲν τὰ ἐκείνων ἅπαντα καὶ παραδέδοται τῷ ζόφῳ τῆς λήθης, ἀνθεῖ δὲ ταῦτα καὶ τέθηλε καὶ πολλὰς ἔχει καθ' ἑκάστην καὶ πόλιν καὶ χώραν ἀκροατῶν μυριάδας καὶ διδασκάλους, τὴν μὲν Πλατωνικὴν εὐέπειαν οὐκ ἔχοντας, τὴν δὲ τῆς ἀληθείας ἰατρείαν προσφέροντας·
000-00-00 Serial Number=0447080135
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00647]  Κἀν τῇ δευτέρᾳ δὲ πολλὰς τῶν μετ' αὐτοὺς ἐσομένων ἀνθρώπων κατηγορίας προειπὼν, καὶ ταῦτα προστέθεικεν·
 [00880]  Χειμῶνος δὲ σφοδροτάτου ταῖς Ἐκκλησίαις προσπεσόντος, συνέβη τινὰς τῶν εὐσε βείᾳ συντεθραμμένων, μετὰ πολλὰς αἰκίας ἀπ αυδῆσαι, καὶ τοῖς τῆς ἀρνήσεως καταχρήσασθαι ῥήμα σιν.
 [00909]  Κατὰ ταυτησὶ τῆς αἱρέσεως πολλὰς μὲν ἐπιστο λὰς ὁ Κορνήλιος ἔγραψε, πολλὰς δὲ ∆ιονύσιος ὁ τῆς Ἀλεξανδρέων ἐπίσκοπος, καὶ ἕτεροι δὲ πολ λοὶ τῶν τηνικάδε ἐπισκόπων, δι' ὧν κατάδηλος εὐθὺς ἐγένετο πᾶσιν ἡ τοῦ Ναυάτου ὠμότης.
 [01236]  Τῶν γὰρ ἀποστολικῶν διδαγμάτων, καὶ παντὸς ἁγίου μνήμην τῆς ἑαυτοῦ διανοίας ὑπερορίσας, ἐν τῇ τῶν ὀρθοδόξων Ἐκκλησίᾳ πολλὰς τοιαύτας ἐξεβόησε φωνάς·
 [01729]  Ἀλλὰ γὰρ περιττὸν περὶ τούτου μηκύνειν, καὶ πολλὰς παράγειν μαρτυρίας ἐκ τῆς θείας Γραφῆς, καὶ τῶν παρ' Ἕλλησιν ἐν φιλοσοφίᾳ διαπρεψάντων τὸν Θεὸν εἶναι φησάντων ∆ημιουργόν.
 [02736]  Εἰς πολλὰς γὰρ ὁ γεγαμηκὼς περισπᾶται φροντίδας, οὐ μόνον γυναικὸς, ἀλλὰ καὶ παίδων, καὶ οἰκετῶν, καὶ θεραπαινίδων ἐπιμελούμενος·
 [02785]  Ὅτι γὰρ οὐχ ἡδυπαθείᾳ δουλεύοντες τῆς τῶν πλειόνων γυναικῶν ὁμιλίας ἠνεί χοντο, μαρτυρεῖ μὲν Ἀβραὰμ ὁ πατριάρχης μετὰ τὰς πολλὰς τῆς Σάῤῥας παρακλήσεις τῇ Ἄγαρ ὡμι ληκὼς, εἶτα μετὰ τὸν τόκον οὐκ ἔτι ταύτῃ πελάσας.
000-00-00 Serial Number=0662646949
Historia ecclesiastica Ante [Go Back]  
 [00493]  τοὺς δὲ συνελη λυθότας (ὀκτωκαίδεκα δὲ ἦσαν καὶ τριακόσιοι) πολλοῖς μὲν ἐφιλο φρονήσατο καὶ λόγοις καὶ δώροις, πολλὰς δὲ στιβάδας εὐτρεπισθῆναι κελεύσας κατὰ ταὐτὸν εἱστίασεν ἅπαντας, τοὺς μὲν ἀξιωτέρους ὁμο τραπέζους λαβών, τοὺς δὲ ἄλλους διελὼν εἰς τὰς ἄλλας.
 [00839]  κατηγόρους γὰρ πάλιν ἐκ τῆς αὐτῆς συμμορίας μισθωσάμενοι προσάγουσι βασιλεῖ, βοῶντας ἀνο σιουργίας ἀρρήτους τετολμηκέναι πολλὰς τὸν τῆς ἀρετῆς ἀθλητήν.
 [01523]  ὡς γὰρ ἐκεῖνοι καταλείψαντες τὴν μόνην πηγὴν τοῦ ζῶντος ὕδατος ὤρυξαν ἑαυτοῖς λάκκους οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν (γέγραπται δὲ τοῦτο παρὰ τῷ προφήτῃ Ἱερεμίᾳ), οὕτως οὗτοι μαχόμενοι πρὸς τὴν οἰκουμενικὴν σύνοδον ὤρυξαν ἑαυτοῖς συνόδους πολλὰς καὶ πᾶσαι κεναὶ παρ' αὐ τοῖς ὡς δράγμα μὴ ἔχον ἰσχὺν ἐφάνησαν.
 [01710]  ἑβδομήκοντα δὲ προσεδρεύσας ἡμέρας, καὶ πολλὰς μὲν ἑλεπόλεις τῷ τείχει προσενεγκών, πολλὰ δὲ ἕτερα μηχανήματα περιστήσας, καὶ χαρακώματα καὶ τάφρους ὀρύξας, ἑλεῖν τὴν πόλιν οὐκ ἴσχυσεν.
 [01733]  Εὐδοξίου δὲ μετὰ Λεόν τιον ἐκεῖνον τὸν θρόνον ἁρπάσαντος, εἶτα ἐξελαθέντος καὶ μετὰ πολλὰς συνόδους τὴν Κωνσταντινούπολιν παρανόμως κατεσχηκότος, ἡ Ἀντιοχέων ἐκκλησία ποιμένος ἐστέρητο.
 [01939]  καὶ πολλὰς μὲν καὶ ἄλλας ἀφῆκαν φωνάς, ἀντιβολοῦντες τὸν προστάτην τῆς ἀσεβείας ἐξελάσαι τὸν Ἀθανάσιον, προσέθεσαν δὲ καὶ ταύτην·
 [02071]  τούτων ἀκούσαντες τῶν ἑστιωμένων οἱ πλείους ἀνωλόλυξάν τε καὶ ὠλοφύραντο, καὶ πολλὰς τῶν κεφαλῶν ἀποτίλαντες τρίχας ἐξανέ στησάν τε τοῦ συμποσίου καὶ διὰ τῆς ἀγορᾶς θέοντες Χριστιανοί τε εἶναι ἐβόων καὶ βασιλικοῖς παρακεκροῦσθαι τεχνάσμασι καὶ παλινῳ δίαν ᾄδειν καὶ τὴν ἐξ ἀγνοίας συμβᾶσαν ἧτταν ἀναπαλαίειν.
 [02111]  ἐπειδὴ δὲ καὶ γύψου καὶ τιτάνου πολλὰς μεδίμνων συνήθροισαν μυριάδας, ἐξαπίνης ἄνεμοι βίαιοι πνεύσαντες καὶ στρόβιλοι καὶ καταιγίδες καὶ λαίλαπες πάσας ἀθρόως ἐσκέδασαν.
 [02193]  Ἐν Ἀντιοχείᾳ δὲ πολλὰς μὲν κιβωτοὺς ἐν τοῖς βασιλείοις κεφαλῶν πεπληρωμένας εὑρῆσθαί φασι, πολλὰ δὲ φρέατα σωμάτων ἀνάπλεα νεκρῶν.
 [02469]  Ἐγὼ δὲ τῆς ἱστορίας τὰ λοιπὰ διηγήσομαι καὶ τῆς καταιγίδος, ἣ τὰς πολλὰς κατὰ τῶν ἐκκλησιῶν τρικυμίας ἐκίνησε, τὴν ἀρχὴν [232] ἐπιδείξω.
 [02490]  Οὗτος γὰρ πολλὰς τῶν ἐκκλησιῶν ἐρήμους εἶναι ποιμένων μαθών, στρατιωτικὸν ἀμπεχόμενος σχῆμα καὶ τιάρᾳ καλύπτων τὴν κεφαλήν, καὶ τὴν Συρίαν περιῄει καὶ τὴν Φοινίκην καὶ τὴν Παλαι στίνην, πρεσβυτέρους χειροτονῶν καὶ διακόνους καὶ τὰ ἄλλα τάγματα τῆς ἐκκλησίας ἀναπληρῶν·
 [02842]  ἐπειδὴ γὰρ οἱ τῷ ψεύδει συντε θραμμένοι καὶ τὰς συκοφαντίας μάλα ῥᾳδίως ὑφαίνοντες, οἱ τὰ Ἀρείου λέγω φρονοῦντες, τὸν μέγαν ἄνδρα ἐκεῖνον ἰσχυρίζοντο τῆς σφετέρας εἶναι συμμορίας, ἀπέστειλαν οἱ τῆς ἀληθείας φωστῆρες, Φλαβιανὸς καὶ ∆ιόδωρος καὶ Ἀφραάτης, ἄνδρα ἀρετῆς ἀθλητήν, Ἀκάκιόν φημι τὸν χρόνῳ ὕστερον μάλα σοφῶς τὴν Βεροιαίων ἐκκλησίαν ἰθύναντα, πρὸς τὸν πανεύφημον ἄνδρα ἐκεῖνον, ἀντιβολοῦντες πολλὰς ἀνθρώ πων μυριάδας οἰκτεῖραι, καὶ τῶν μὲν ἐναντίων τὴν ψευδολογίαν ἐλέγξαι, τὰ δὲ τῆς ἀληθείας βεβαιῶσαι κηρύγματα.
 [02904]  αὐτὸς γὰρ κατὰ σοῦ τοὺς βαρβάρους κεκίνηκεν, ἐπειδὴ καὶ σὺ κατ' αὐτοῦ πολλὰς γλώττας εἰς βλασφημίαν παρέθηξας καὶ τοὺς ἐκεῖνον ὑμνοῦντας τῶν θείων οἴκων ἐξήλασας.
 [03087]  πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί ποιοῦσι , καὶ τὸν ὁμόδουλον Στέφανον μετὰ τὰς πολλὰς τῶν λίθων νιφάδας βοήσαντα·
 [03113]  ὀλίγων δὲ ἄγαν διελθουσῶν ἡμερῶν, ἐπανῆλθον μὲν τῶν πεπραγμένων οἱ ἔφοροι, καὶ κατηκοντίσθαι τὰς πολλὰς τῶν βαρβάρων ἔφησαν μυριάδας.
 [03397]  [316] Οἱ δὲ τὴν ὑπώρειαν οἰκοῦντες τῆς ἀρετῆς ἀθληταὶ (πολλοὶ δὲ ἦσαν τηνικαῦτα καὶ ἄριστοι) πολλὰς καὶ παραινέσεις καὶ παρακλή σεις τοῖς ἀνδράσιν ἐκείνοις προσήνεγκαν.
 [03411]  πρὸς δὲ τούτοις λογισάσθω κἀκεῖνο, ὡς ἡμῖν μὲν ῥᾴδιον ἀντὶ τῆς μιᾶς εἰκό νος πολλὰς δημιουργῆσαι χαλκᾶς, αὐτῷ δὲ πάμπαν ἀδύνατον μίαν γοῦν τῶν ἀναιρεθέντων δημιουργῆσαι τρίχα.
 [03676]  πλείους [341] γὰρ ἢ τριάκοντα ἡμέρας πανσυδὶ Γοροράνου τὴν προειρημένην κυ κλώσαντος πόλιν, καὶ πολλὰς μὲν ἑλεπόλεις προσενεγκόντος, μηχαναῖς δὲ χρησαμένου μυρίαις, καὶ πύργους ἔξωθεν ὑψηλοὺς ἀντεγείραντος, μόνος ἀντέσχεν ὁ θεῖος ἀρχιερεὺς (Εὐνόμιος δὲ τούτῳ ὄνομα ἦν) καὶ τῶν προσφερομένων μηχανῶν τὴν ῥύμην διέλυσε.
000-00-00 Serial Number=0442887425
Historia religiosa Ante [Go Back]  
 [00155]  τοῦ δὲ καὶ τὸ τούτων ὕπουλον εἰδότος καὶ τὴν ἐκείνου πονηρίαν ὑφορωμένου καὶ τούτου χάριν οὐ δεχομένου τὴν αἴτησιν, ἄλλοι τινὲς τῶν ἁπλότητι συνεζηκότων πολλὰς τῆς φιλανθρωπίας διεξῄεσαν εὐφημίας, ταύτῃ χαίρειν λέγοντες καὶ τὸν τῶν ὅλων θεόν.
 [00188]  Ὁ δὲ ἐπείθετο καὶ ἀνῄει καί, τὰς πολλὰς αὐτῶν θεασάμενος μυριάδας, σκνιφῶν αὐτοῖς καὶ κωνώπων ἐπιπέμψαι νέφος ἱκέτευσε τὸν θεόν.
 [00297]  Καθάπερ γὰρ ἐκεῖνος πάλαι ποτὲ τῇ ῥάβδῳ τὴν πέτραν ἐκείνην τὴν ἄγονον πλήξας κατέκλυσε ποταμιαίων ὑδάτων γοναῖς ὡς ἂν τὰς πολλὰς ἐκείνας χιλιάδας διψώσας κορέσειεν, οὕτως οὗτος ὁ θεῖος ἀνήρ, τὴν ξηροτάτην ἐκείνην ψάμμον καταρδεύσας τοῖς δάκρυσι, πηγαίων ναμάτων εἵλκυσε ῥεύματα, οὐχ ἵνα πολλῶν μυριάδων, ἀλλ' ἵνα ἑνὸς μειρακίου θεραπεύσῃ τὸ δίψος.
 [01185]  Καὶ τοῖς πρὸς αὐτὸν ἀφικνουμένοις τῇ πραείᾳ καὶ γλυκείᾳ κεχρημένος φωνῇ, πολλὰς μὲν περὶ φιλαδελφίας, πολλὰς δὲ περὶ ὁμονοίας τε καὶ εἰρήνης προσέφερε παραινέσεις·
 [01229]  Ὅτε γὰρ τῶν Ἰσαύρων ὁ λόχος νύκτωρ κατέλαβε τὴν ἀκρόπολιν, εἶτα μετὰ τὴν ἕω μέχρις αὐτῆς τῆς ὑπωρείας κατέδραμον, πολλοὺς μὲν ἄνδρας, πολλὰς δὲ γυναῖκας τὸν ἀσκητικὸν μετιούσας βίον ἀπηνῶς κατηκόντισαν.
 [01385]  πολλὰς διετέλεσα νύκτας τοῦτο μόνον τὸν θεὸν ἱκετεύων ὥστε σου τοὺς γονέας τοῦτο γενέσθαι ὃ μετὰ τὴν σὴν γέννησιν ὠνομάσθησαν.
 [01614]  Καὶ τοῦτό μοι σαφῶς αὐτὸς κατεμή νυσεν ἄφθορον αὐτῷ διαμεῖναι τὸ σῶμα διδάξας καὶ οἷον ἀπὸ τῆς μητρῴας ἐξεληλύθει μήτρας, καὶ ταῦτα πολλὰς μὲν μαρτύρων πανηγύρεις ἐπιτελέσας ἡνίκα νέος ἐτύγχανεν, εὐφωνίᾳ δὲ καταθέλξας τοὺς δήμους·
 [01658]  Ἐγὼ δὲ τοῦτο γινώσκων πολλὰς μὲν τοῖς συνελθοῦσι παραινέσεις προσήνεγκα, πολλὰς δὲ καὶ ἀπειλάς, ἀπιέναι κελεύων·
 [01754]  Μαρκίων ὁ βδελυρὸς πολλὰς ἀσεβείας ἀκάνθας εἰς τὴν χώραν τῆς Κύρρου κατέσπειρε πόλεως.
 [01912]  καὶ τὴν ἡμετέραν ἀσθένειαν ταῖς τούτου προσευχαῖς ὑπερείσειεν ὅπως ἀναρρωσθέντες τὰς πολλὰς ἡμῶν ἀναπαλαίσωμεν ἥττας καὶ μετὰ νίκης τὸν βίον ἐξέλθωμεν.
 [02019]  συνῆν δὲ τούτοις καὶ τῆς Ἀντιοχέων τις χώρας, κώμας πολλὰς ποιμαίνειν τεταγμένος·
 [02110]  Καὶ πείθει τὸν θαυμάσιον Βάσσον, ὃς τηνικαῦτα πολλὰς περιώδευε κώμας τοῖς κατὰ κώμην ἱερεῦσιν ἐπιστατῶν, μηδὲν μὲν ἔνδον καταλιπεῖν, πηλῷ δὲ καταχρῖσαι τὴν θύραν.
 [02160]  Τοὺς γὰρ Ἰσμαηλίτας, πολλὰς μυριάδας τῷ ζόφῳ τῆς ἀσεβείας δουλευούσας ἡ ἐπὶ τοῦ κίονος ἐφώτισε στάσις.
 [02218]  Καὶ οἱ περὶ βασιλέα δὲ ἅπαντες ὑπὸ τῆς φήμης βαλλόμενοι καὶ πολλὰς παρὰ τῶν μάγων κατ' αὐτοῦ συκοφαντίας δεχόμενοι καὶ ἀκριβῶς ἐπυνθάνοντο καὶ διδασκόμενοι θεῖον ἄνδρα ὠνόμαζον.
 [02268]  [27.1] Καὶ ὁ κοινὸς τῶν ἀνθρώπων ἀλάστωρ πολλὰς τῆς κακίας ἐξεῦρεν ὁδοὺς πανωλεθρίᾳ φιλονεικῶν παραδοῦναι πᾶσαν τῶν ἀνθρώπων τὴν φύσιν, καὶ τῆς εὐσεβείας οἱ τρόφιμοι τῆς εἰς οὐρανὸν ἀνόδου πολλὰς καὶ διαφόρους ἐμηχανήσαντο κλίμακας.
000-00-00 Serial Number=0008843243
Interpretatio in Danielem Ante [Go Back]  
 [02474]  Ἐπειδὴ δὲ πολύς ἐστιν ἐν τῷ μέσῳ χρόνος, [81.1453] Καὶ σὺ σφράγισον, φησὶ, τὴν ὅρασιν, ὅτι εἰς ἡμέρας πολλὰς ἔσται.
 [03197]  Τοῦ γὰρ βασιλέως τοῦ Νότου ἀντιπαραταττομένου μετὰ πλή θους πολλοῦ, περιγενήσεται, φησὶν, ὁ Ἀντίοχος, καὶ λήψεται τὸν ὄχλον ὑποχείριον, καὶ ὡς νενικηκὼς ὑπερηφανίᾳ χρήσεται, καὶ πολλὰς κατακοντίσει μυριάδας.
 [03247]  Ἐπιστρέψει τὸ πρόσωπον αὑτοῦ εἰς τὰς νή σους, καὶ συλλήψεται πολλὰς, καὶ καταπαύσει ἄρ χοντας ὀνειδισμοῦ αὑτοῦ·
000-00-00 Serial Number=0028444052
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00694]  Ἀνάγκη γὰρ ἦν, ἅτε δὴ αἰχμαλώ τους, καὶ ἀλλοφύλοις ἔθνεσιν ἐπιμιγνυμένους, οὐ κατὰ νόμον πολιτεύεσθαι, ἀλλὰ πολλὰς ἐκ τῆς ἐπι μιξίας ἀφορμὰς εἰς παρανομίαν λαμβάνειν.
 [01125]  καίτοι τῶν Ἀσσυρίων τὰς πολλὰς μυ ριάδας εἷς ἄγγελος κατηκόντισε, καὶ τῶν Αἰγυπτίων τὰ πρωτότοκα εἷς ἀνελεῖν προσετάχθη·
 [03037]  καλεῖ δὲ αὐτὴν πόλιν αἱμάτων, ὡς πολλὰς ἀδίκως ἐργασαμένην σφα γάς·
 [03523]  Καὶ πληθυνῶ τὰ ξύλα, ἀντὶ τοῦ, πολλὰς ἀφορμὰς παρέξω, καὶ ὕλας τῷ πυρὶ τῶν κακῶν, ἵνα τοῦτο μὲν ἀνακαύσω, τὰ δὲ ἑψόμενα κρέα, τουτέστι, τοὺς ἐν τῇ πόλει ἀνθρώ πους, κατατακῆναι παρασκευάσω·
 [05698]  Καὶ γὰρ τοῦ Σενναχηρεὶμ ἐν τῇ Ἰουδαίᾳ τὰς πολλὰς ἐκείνας ἀπωλέσαντος χιλιάδας, ἐπέγνω τὰ ἔθνη διὰ τοῦ θαύματος τὸν τῶν ἁπάντων Θεόν.
000-00-00 Serial Number=0504736841
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00923]  Ἀντὶ τοῦ, Οὐ κάμνῃς περινοστῶν πόλεις πολλὰς καὶ ἀγρούς·
 [02614]  Οἱ προφῆται οἱ πρότεροί μου, καὶ οἱ πρότεροι ὑμῶν ἀπὸ αἰῶνος, καὶ προεφήτευσαν ἐπὶ γαίας πολλὰς, καὶ ἐπὶ βασιλείας μεγάλας, εἰς πόλεμον, καὶ εἰς κακὰ, καὶ εἰς θάνατον.
 [03020]  Ταύτην δέδωκε τῷ Βα ροὺχ, τὸν Θεὸν εἰρηκὼς προστεταχέναι ἐν ἀγγείῳ τοῦτο τεθεῖναι ὀστρακίνῳ, ὥστε εἰς πολλὰς διαρκέσαι ἡμέρας.
 [03158]  ὅπως ζήσητε ἡμέρας πολλὰς ἐπὶ τῆς γῆς, ἐφ' ἧς ὑμεῖς διατρίβετε ἐπ' αὐτῆς.
000-00-00 Serial Number=0408072829
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00292]  Τοὺς γὰρ ἐξ Ἰουδαίων πεπιστευκότας, οὐ τοὺς δώδεκα μόνον ἀποστόλους, ἀλλὰ καὶ τοὺς ἑβδομήκοντα μαθητὰς, καὶ τοὺς ἑκατὸν εἴκοσιν, ὧν συνηγμένων ὁ μακά ριος ἐδημηγόρησε Πέτρος, καὶ τοὺς πεντακοσίους, οἷς μετὰ τὴν ἀνάστασιν ὤφθη κατὰ ταὐτὸν κατὰ [80.881] τὴν τοῦ θεσπεσίου Παύλου φωνὴν, καὶ τοὺς τρισχι λίους, καὶ τοὺς πεντακισχιλίους οὓς ὁ τῶν ἀποστό λων κορυφαῖος δημηγορῶν ἐσαγήνευσε, καὶ τὰς πολλὰς μυριάδας, περὶ ὧν ὁ μέγας Ἰάκωβος ἔφη, Θεωρεῖς, ἀδελφὲ, πόσαι μυριάδες εἰσὶ τῶν πεπι στευκότων Ἰουδαίων·
 [00381]  Ἀρκεῖς γὰρ καὶ παρὼν τὰς πολλὰς μυριάδας διασκεδάσαι.
 [01351]  Ἐπεστράτευσε Σενναχηρεὶμ τῶν Ἀσσυρίων ὁ βασιλεὺς τῇ Ἰουδαίᾳ ποτὲ, καὶ πολλὰς πόλεις εἷλε, τὰς μὲν ὁμολογίᾳ, τὰς δὲ πολιορκίᾳ.
 [01668]  κίνησον πολλὰς γλώττας εἰς ὑμνῳδίαν.
 [02773]  Ἐγὼ δὲ ἡγοῦμαι τοῦτον εἰρῆσθαι τὸν ψαλμὸν ὑπὸ τοῦ μακαρίου ∆αβὶδ, ἡνίκα πολλὰς ἔσχε πολεμίων ἐπαναστάσεις.
 [03196]  ἅτε δὴ ἕνα προσκυνοῦντα Θεὸν, καὶ διὰ τούτου καταλύσαντα τῶν ἐπελθόντων δυσμενῶν τὰς πολλὰς μυριάδας.
 [03850]  Ὁ γὰρ πλοῦτος πολλὰς ἔχει μεταβο λάς·
 [04373]  Τὸ γὰρ, Ἐπ εστήριξας ἐπ' ἐμὲ τὴν χεῖρά σου, ἐκ μεταφορᾶς τέθεικε τῶν αἰκιζομένων, καὶ πολλὰς ἐπιφερόντων πληγάς.
 [04446]  Ἐκεῖνοι δὲ πολλὰς πολλάκις παρ' ἐμοῦ εὐεργεσίας δεξάμε νοι, τοῖς ἐναντίοις ἀμείβονται, καὶ μείζονά μου προσεκτήσαντο ῥώμην.
 [04946]  Ματταθίας γὰρ ὁ μακάριος καὶ τρισ μακάριστος, καὶ τοῦτο πολλάκις ζήλῳ θείῳ μετὰ τῶν παίδων χρησάμενος, καὶ τὰς πολλὰς τῶν Μα κεδόνων μυριάδας, καὶ τῶν ἐλεφάντων τὸ πλῆθος ἀσθενὲς ἡγησάμενος, ὡς τῆς θείας ἔρημον προ μηθείας, μετὰ ὀλίγων κατὰ τούτων στρατεύσας ἐνί κησε·
000-00-00 Serial Number=0888921797
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00177]  Ὥσπερ ἑκάστη πόλις πολλὰς ἔνδοθεν οἰκίας ἔχει διῃρημένας, μία δὲ ὅμως ὀνομάζεται πόλις·
 [01221]  Ἁρμόττει δὲ καὶ ἡμῖν, πολλὰς μὲν ὑπομένουσι παρὰ ἀνθρώπων, καὶ παρὰ δαιμόνων, ἐπιβουλὰς, διὰ δὲ τῆς θείας κηδε μονίας, τὴν ἐκεῖθεν φυομένην διαφεύγουσι λώβην.
 [03326]  Ὅσας ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακάς·
 [03862]  [Λέγει δὲ καὶ τὸν διάβολον, ὃν ἐπέδησε καὶ κατήργησεν ὁ νομοθέτης παρασχεδὸν τῷ ἑκουσίῳ θανάτῳ.] ∆ιὸ καὶ πολλὰς αὐτὸν ἔφησεν ἔχειν κεφαλάς.
 [03875]  ἀλλὰ τοῦτο διαι ρεθὲν πολλὰς ἐποίησεν αὔλακας, ὥστε ῥᾳδίως τὰς πολ λὰς ἐκείνας μυριάδας ἀπολαῦσαι τοῦ νάματος.
 [03944]  ἐκεῖνοι δὲ πολλὰς ἐτόλμησαν κατὰ σοῦ βλασφημίας [οἱ μὲν σταυρώσαντες, οἱ δὲ καὶ μετὰ τὸν σταυρὸν καὶ τὸ βάπτισμα ἀθετήσαντες].
 [05137]  Πολλὰ γὰρ ἔσεσθαι προλέγει σκηνώματα, καὶ πολλὰς ὀνομάζει ληνοὺς, καὶ θυσια στηρίων ὡσαύτως μνημονεύει πολλῶν.
 [05206]  Ἃ γὰρ ἐν μιᾷ τις ἡμέρᾳ δρέψαιτο ἐντεῦθεν, οὐκ ἂν ἑτέρωθεν συναγάγοι πολλὰς ἀναλώσας ἡμερῶν χιλιάδας.
000-00-00 Serial Number=0311304092
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00096]  Ἐκ μετα φορᾶς τῶν ναυαγούντων, καὶ πολλὰς μὲν κυμάτων προσβολὰς, πολλὰς δὲ ἀνέμων ἐμβολὰς δεχομένων.
 [03637]  Μὴ εἰς ἡμᾶς ἀπίδῃς, ὦ ∆έσποτα, μηδὲ διὰ τὰς πολλὰς ἡμῶν πλημμελείας παρίδῃς·
 [05502]  Ἀλη θέστερον μέντοι ταῦτα τῷ νέῳ ἁρμόττει λαῷ, πολλὰς μὲν δεξαμένῳ προσβολὰς πολεμίων, πάντων δὲ περι γενομένῳ, καὶ τοὺς πολεμίους προσκυνητὰς ἀποφή ναντι.
000-00-00 Serial Number=0136869609
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00053]  Μετὰ τοῦτον Θεγλαθφαλασὰρ πολλὰς τῶν πόλεων ἀναστάτους πεποιηκὼς, τοὺς μὲν ἀνεῖλε τῶν ἐνοικούντων, τοὺς δὲ δορυαλώτους ἀπήγαγε.
 [00291]  ∆ιότι, φησὶν, ἡμέρας πολλὰς καθήσονται οἱ υἱοὶ Ἰσραὴλ οὐκ ὄντος βασιλέως, οὐδὲ ὄντος ἄρ χοντος, οὐδὲ οὔσης θυσίας, οὐδὲ ὄντος θυσιαστη ρίου, οὐδὲ ἱερατείας, οὐδὲ δήλων.
 [02437]  ταύτας ἐν ταῖς τῶν πολεμίων ἐφόδοις κατα λαμβάνοντες, πολλὰς πολλάκις διέφυγον προσβολάς.
 [02447]  διὸ τοὺς μείζους τῶν βοτρύων συλλέ γοντες, πολλὰς ἐν πολλοῖς κλήμασι καταλείπουσι ῥᾶ γας.
 [02562]  Καὶ τῶν Ἀσσυρίων δὲ τὰς πολλὰς ἐκείνας χιλιάδας πρὸ τῶν τῆς Ἱερουσαλὴμ περιβόλων κατακοντίσας, καὶ μετ' ὀλίγων φυγεῖν τὸν Σενναχη ρεὶμ ἀναγκάσας, δήλην αὑτοῦ πεποίηκε πᾶσιν ἀν θρώποις τὴν δύναμιν.
 [03483]  Ἀσσυρίους δὲ θηριωδῶς τούτοις προσενεχθέντας, καὶ ὠμότητι χρησαμένους, πολλὰς δι' ἑτέρων πάλιν εἰσεπράξατο δίκας.
 [03486]  Ὡς ἂν δὲ μὴ νομίσῃ ἐν οἰκείᾳ δυνάμει τοῦτο κατορθωκέναι, πασῶν τῶν ἄλλων περιγενο μένους πόλεων, παρ' αὐτοὺς τῆς Ἱερουσαλὴμ τοὺς περιβόλους τὰς πολλὰς κατηκόντισε μυριάδας.
 [03605]  παντελῆ γὰρ ὑπέμεινε τὸν ὄλεθρον ὁ τὰς πολλὰς καθ' ὑμῶν ποιησάμενος στρατείας, καὶ οὐκέτι οἱονεὶ ἀναλῶσαι καὶ δαπανῆσαι ὑμᾶς ἐπι χειρήσει.
 [03746]  καὶ Ἀλέξανδρος δὲ μετὰ πολλὰς γενεὰς ὑπὸ τὴν Μακεδονικὴν αὐτὴν ἐποίησε βασιλείαν.
 [05469]  Ὁρμήσαντα γὰρ τῆς Σιὼν τὰ τέκνα ἐπὶ τὰ τῶν Ἑλλήνων, ἐτρέψαντό τε τὰς πολλὰς τῶν Μακεδόνων μυριάδας, καὶ τρόπαιον ἐγείραντες ἐπανῆλθον νικη φόροι, καὶ τὸ καταλυθὲν θυσιαστήριον ἤγειραν.
000-00-00 Serial Number=0319535851
Libellus contra Nestorium ad Sporacium Ante [Go Back]  
 [00028]  Τῶν γὰρ ἀπο στολικῶν διδαγμάτων, καὶ παντὸς ἁγίου μνήμην τῆς ἑαυτοῦ διανοίας ὑπερορίσας, ἐν τῇ τῶν ὀρθοδόξων Ἐκκλησίᾳ πολλὰς τοιαύτας ἐξεβόησε φωνάς·
000-00-00 Serial Number=0980948746
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00603]  κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν;
 [02222]  φασὶ γὰρ περὶ αὐτοῦ ἄνδρα καὶ γυναῖκα αὐτὸν γεγονέναι καὶ ἀμφοτέρων ἔχειν τὰς πλά σεις, καὶ πολλὰς μάχας τῶν ἐθνῶν διαλύσαντα*.
000-00-00 Serial Number=0805975199
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00214]  ΞΙΙ Τί δή ποτε μίαν εἰπὼν τὴν τῶν ὑδάτων συναγωγήν, πολλὰς μετὰ ταῦτα δηλοῖ;
 [00331]  καὶ ἐνταῦθα τοίνυν, ἐπειδὴ τὸ λογικὸν διέπλαττε ζῷον, ὃ μετὰ πολλὰς ἀνακαινίζειν ἤμελλε γενεάς, ταῖς τῆς ἁγίας τριάδος ἐπικλήσεσι τελεσιουργῶν τὸ πανάγιον βάπτισμα, μέλλων δημιουργεῖν τὴν ἐκεῖνα παραληψομένην τὰ μυστήρια φύσιν, αἰνιγματωδῶς καὶ τὸ ταὐτὸν τῆς οὐσίας καὶ τὸν τῶν προσώπων παρε δήλωσεν ἀριθμόν·
 [00779]  ὁ δὲ Θεὸς οὕτως [49] ὁρᾷ τὰ μετὰ πολλὰς ἐσόμενα γενεάς, ὡς ἤδη γεγενημένα·
 [03140]  ἀντὶ τοῦ, ὥσπερ ἐκείνους διὰ τὰς πολλὰς αὐτῶν παρανομίας πανωλεθρίᾳ παρα δούς, ὑμῖν τὴν γῆν παραδέδωκα, οὕτως ὑμᾶς τὰ ὅμοια δράσαντας τι μωρήσομαι.
 [04158]  ἐπειδὴ γὰρ ὁ τῆς ἀσεβείας διδάσκαλος διὰ γαστριμαργίας καὶ φιληδονίας ἐξανδραποδίζων τῶν ἀνθρώπων τὸ γένος, ταῖς τῶν δαιμόνων ἑορταῖς πολλὰς ἀνέμιξε παιγ νίας, ἐκείνης τὸν Ἰσραὴλ ἀπαλλάττων τῆς πλάνης ὁ εὐμήχανος Κύριος καὶ τὰ περὶ τῶν ἑορτῶν ἐνομοθέτησε, καὶ τὰς θυσίας συνεχώρησε, καὶ τῶν μουσικῶν ὀργάνων ἠνέσχετο, καὶ εὐωχεῖσθαι προσέταξε ταῖς τοιαύ ταις ψυχαγωγίαις τὴν τῶν εἰδώλων ἐκκόπτων ἀσέβειαν.
 [04493]  εἰς θεραπείαν δὲ αὐτῶν καὶ τὸν ἕτε ρον Ἰάκωβον Ἡρώδης ἀπετυμπάνισε καὶ πολλὰς δὲ ἄλλας μιαιφονίας ἐτόλμησαν·
 [04760]  εἰκὸς οὖν ἦν, τοὺς ἐν ἐρήμῳ το σοῦτον διάγοντας χρόνον μὴ ἔχειν πολλὰς ἐκ σιδήρου κατασκευασμένας μαχαίρας.
 [05266]  πολλοί, γάρ φησιν, ἐλεύσονται ἐν ἐκεί νῃ τῇ ἡμέρᾳ, καὶ ἐροῦσί μοι, Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν καὶ τῷ σῷ ὀνό ματι δυνάμεις πολλὰς ἐποιήσαμεν;
 [05290]  Ὄρος ἐστὶ παρ' αὐτοῖς πολλὰς ἀλώπεκας τρέφον·
 [05354]  παιδεῦσαι δὲ αὐ τοὺς βουληθεὶς ὁ Θεός, ὡς τὰ ὅμοια δρῶντας, καὶ ἐν ἄλλοις μὲν τὸ κακὸν θεωροῦντας, ἐν ἑαυτοῖς δὲ τοῦτο ποιεῖν οὐκ ἐθέλοντας, καὶ ἅπαξ καὶ δὶς συνεχώρησεν ἡττηθῆναι, καὶ πολλὰς αὐτῶν χιλιάδας ἀναιρεθῆναι.
000-00-00 Serial Number=0590600431
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [02589]  Σουσακεὶμ γὰρ τῶν Αἰγυπτίων ὁ βασιλεὺς πολλὰς μὲν τῶν Ἰουδαίων εἷλε πόλεις, ὡς ἡ τῶν Παραλειπομένων ἐδίδαξε βί βλος·
 [02747]  Ἐγένετο γὰρ, φησὶ, μεθ' ἡμέρας πολλὰς, καὶ ῥῆμα Κυρίου ἐγένετο πρὸς Ἠλίαν ἐν τῷ ἐνιαυτῷ τῷ τρίτῳ, λέγον·
 [02854]  Αὐτίκα γοῦν τῶν Σύρων πολλὰς κατ' αὐτοῦ μυριάδας συνειληχότων, καὶ βρενθυομένων, καὶ λεγόντων, Εἰ ἐκποιήσει ὁ χοῦς Σαμαρείας ταῖς δραξὶ παντὶ τῷ λαῷ τοῖς πεζοῖς μου;
 [03004]  Οἶκος ἦν ὥρᾳ θέρους ἐπιτήδειος, πολλὰς ἔχων φωταγωγοὺς δικτυοειδῶς κατεσκευασμένας, ἃς δια τρήτους ὀνομάζουσιν οἱ πολλοί.
 [03958]  Καὶ αὐτὸς δὲ ὁ προ φήτης ∆αβὶδ μετὰ πολλὰς ἔφη γενεάς·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»