Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πολιτεύεσθαι [23]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πολιτεύεσθαι


000-00-00 Serial Number=0219666779
Commentaria in Isaiam Ante [Go Back]  
 [01133]  Τοὺς τῇ χάριτι προσεληλυθότας διὰ τούτων δεδήλωκεν οἷόν τινας σφραγῖδας ἐπιτιθέντας τῷ νόμῳ καὶ πολιτεύεσθαι κατὰ τοῦτον οὐ βουλομένους.
000-00-00 Serial Number=0818336725
Graecarum affectionum curatio Ante [Go Back]  
 [02563]  Εὑρήσει γὰρ τοὺς μὲν οὐδὲ τοὺς ὁμόρους πείσαντας κατὰ τοὺς σφῶν πολιτεύεσθαι νόμους, τοὺς δὲ Γαλιλαίους οὐ μόνον Ῥωμαίους πεπεικότας καὶ Ἕλληνας, ἀλλὰ καὶ πάντα τῶν βαρβάρων τὰ φῦλα τὴν εὐαγγελικὴν νομοθεσίαν ἀσπάσασθαι.
 [02564]  [9.7] Καὶ Μίνως μέν, ὃς αὐχεῖ κατὰ τὸν μῦθον πατέρα τὸν ∆ία, καὶ παρὰ τὸ ἐκείνου γε ἄντρον, ὡς μυθολογοῦσι, φοιτήσας τὰς τῶν νόμων ἔλαβεν ἀφορμάς, Κρητῶν μὲν νομοθέτης ἐγένετο, οὐκ ἔπεισε δὲ οὔτε Σικελιώτας οὔτε Καρχηδονίους οὔτε μὴν τοὺς Ἕλληνας κατὰ τοὺς αὐτοῦ πολιτεύεσθαι νόμους, ἀλλὰ μόνην τὴν νῆσον ἐκείνην, ἧς ἐβασίλευε, στέρξαι τοὺς νόμους ἠνάγκασε, καὶ οὐδὲ τούτους τὸν ἀεὶ χρόνον·
 [02607]  ταξε πολιτεύεσθαι.
 [02653]  καὶ κατὰ μὲν τοὺς Ῥωμαίων πολιτεύεσθαι νόμους οὔτε Αὔγουστος αὐτοὺς κατηνάγκασεν οὔτε Τραϊανός, ὁ τὴν ἐκείνων καταλύσας ἀρχήν, τὰ δὲ Πέτρου καὶ Παύλου καὶ Ἰωάννου καὶ Ματθαίου καὶ Λουκᾶ καὶ Μάρκου ξυγγράμματα ὡς οὐρανόθεν κομισθέντα γεραίρουσι, καὶ οἱ ἰθαγενεῖς τοῖς τῶν ξένων καὶ ἐπηλύδων ὑπετάγησαν νόμοις.
 [02658]  [9.37] Καὶ οὗτοι μὲν καὶ τὰ βάρβαρα ἔθνη κατὰ τοὺς σφῶν ἔπεισαν πολιτεύεσθαι νόμους·
 [03661]  Χρὴ δὲ οὐ μόνον εἰδέναι, [12.6] τί προσήκει περὶ τοῦ θείου δοξάζειν, ἀλλὰ καὶ κατὰ τοὺς ἐκείνου πολιτεύεσθαι νόμους.
000-00-00 Serial Number=0367968976
Historia ecclesiastica Ante [Go Back]  
 [03565]  Ὁ δὲ μέγας Ἰωάννης τοὺς τῆς ἐκκλησίας δεξάμενος οἴακας τάς τε παρά τινων γιγνομένας ἀδικίας σὺν παρρησίᾳ διήλεγχε, καὶ βασιλεῖ καὶ βασιλίδι παρῄνει τὰ πρόσφορα, καὶ τοὺς ἱερέας ἠξίου κατὰ τοὺς κειμένους πολιτεύεσθαι νόμους, τοὺς δὲ τούτους παραβαίνειν τολ μῶντας ἐπιβαίνειν τῶν ἀνακτόρων ἐκώλυεν, οὐ χρῆναι λέγων τῆς μὲν τῶν ἱερέων ἀπολαύειν τιμῆς, τὴν δὲ τῶν ἀληθινῶν ἱερέων μὴ ζηλοῦν βιοτήν.
000-00-00 Serial Number=0619645953
Historia religiosa Ante [Go Back]  
 [00724]  Ἐδέξατο τὴν παραίνεσιν ὁ σοφώτατος καὶ συναγείρας ἅπαντας καὶ τοὺς μικροὺς ἐκείνους καταλύσας οἰκίσκους, ἕνα δὲ τοῖς συνει λεγμένοις δειμάμενος κοινῇ τε πολιτεύεσθαι καὶ παραθήγειν ἀλλήλους ἐκέλευσε καὶ τοῦτον μὲν τὴν ἐκείνου μιμεῖσθαι πρᾳότητα, ἐκεῖνον δὲ τῷ τούτου ζήλῳ κεραννύναι τὸ πρᾷον καὶ ἄλλον ἀγρυπνίας μεταδιδόντα τοῦ τῆς νηστείας μεταλαμ βάνειν μαθήματος.
000-00-00 Serial Number=0350393832
Interpretatio in Danielem Ante [Go Back]  
 [03372]  Μετ' οὐ πολὺν δὲ χρόνον ἀπέστειλεν ὁ βασι λεὺς γέροντα Ἀθηναῖον, ἀναγκάζειν τοὺς Ἰουδαίους μεταβαίνειν ἀπὸ τῶν πατρίων νόμων, καὶ τοῖς τοῦ Θεοῦ νόμοις μὴ πολιτεύεσθαι, μολῦναι δὲ καὶ τὸν ἐν Ἱερουσαλὴμ νεὼν, καὶ προσονομάσαι ∆ιὸς Ὀλυμπίου.
000-00-00 Serial Number=0138313770
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00694]  Ἀνάγκη γὰρ ἦν, ἅτε δὴ αἰχμαλώ τους, καὶ ἀλλοφύλοις ἔθνεσιν ἐπιμιγνυμένους, οὐ κατὰ νόμον πολιτεύεσθαι, ἀλλὰ πολλὰς ἐκ τῆς ἐπι μιξίας ἀφορμὰς εἰς παρανομίαν λαμβάνειν.
000-00-00 Serial Number=0521563232
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [01447]  Ἐπειδὴ καὶ τοῖς τὴν Ἱερουσαλὴμ οἰκοῦσι προεθέσπισε τὴν σωτηρίαν ὁ πρὸ τούτου ψαλμὸς, καὶ τοῖς δορυαλώτοις ἤδη γε γενημένοις προηγόρευσε τὴν ἀνάκλησιν, εἰκότως ἐν τῷδε τῷ ψαλμῷ παραίνεσιν εἰσφέρει, καὶ ὑπο τίθεται βίον καθ' ὃν προσῆκον ἦν πολιτεύεσθαι τοὺς ὑπὸ Θεῷ τεταγμένους, καὶ τοσαύτης ῥοπῆς ἀπο λαύοντας, καὶ σχηματίζει τὸν λόγον εἰς ἐρώτησιν καὶ ἀπόκρισιν·
 [04649]  Προσελθών σοι, φησὶ, πᾶσαν ἔχω σπουδὴν τὰς σὰς πληροῦν ἐντολὰς, καὶ κατὰ τὸ σὸν πολιτεύεσθαι θέλημα.
000-00-00 Serial Number=0068287015
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00977]  Οἱ ἐξ ἐθνῶν προσεληλυθότες, καὶ κατὰ τοὺς σοὺς νόμους ποθήσαντες πολιτεύεσθαι, τὴν ἄδικον παρ' αὐτῶν σφαγὴν ὑπομένουσι·
 [01295]  ∆ικαιοσύνην γὰρ τοὺς ἀνθρώπους ἐπαίδευσε, καὶ τοὺς ἀδιακρίτως ἅπαντα δρῶντας, μετὰ κρίσεως ὀρθῆς ἐδίδαξε πολιτεύεσθαι·
 [04328]  Κατὰ τοὺς σοὺς δός μοι πολιτεύεσθαι νόμους.
 [05315]  Τὸν κατοικοῦντα τὴν [80.1888] Ἱερουσαλὴμ κατὰ τοὺς νόμους τῆς Ἱερουσαλὴμ πο-λιτεύεσθαι δεῖ.
000-00-00 Serial Number=0526199162
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00813]  ∆ουλεύειν γὰρ ἠναγκα σμένοι καὶ κατ' ἄλλους πολιτεύεσθαι νόμους, οὐ δυνήσεσθε κατὰ τὴν Μωσέως νομοθεσίαν τὰς ∆ε σποτικὰς πανηγύρεις ἐπιτελεῖν.
 [01184]  Εἰληφὼς γὰρ παρ' ἐμοῦ δικαιώματα καὶ νόμους, καθ' οὓς προσῆκεν αὐτὸν πολιτεύεσθαι, τὰς τῶν εἰ δώλων παρανομίας ἀντ' ἐκείνων ἠγάπησεν·
 [05970]  Παράσχοι δὲ τῶν ὅλων ὁ Κύριος τήνδε τὴν φωνὴν ἐπαληθεῦσαι καὶ νῦν, καὶ μηδένα ἐν ἡμῖν Χαναναῖον ὀφθῆναι, ἀλλὰ πάντας κατὰ τοὺς εὐαγγελικοὺς πολιτεύεσθαι νόμους, καὶ τὴν μακα ρίαν περιμένειν ἐλπίδα, καὶ τὴν ἐπιφάνειαν τοῦ με γάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0295712233
Quaestiones in Octateuchum Ante [Go Back]  
 [02737]  καὶ τοὺς παρθενίαν ἀσπαζομένους κατὰ τοὺς ταύτης πολιτεύεσθαι νόμους·
 [03966]  Ἐξαγαγὼν ἐξ Αἰγύπτου τὸν λαὸν ὁ δεσπότης Θεὸς ἔδωκεν ἐν τῷ Σινᾷ ὄρει τὸν νόμον, καθ' ὃν ἐχρῆν αὐτοὺς πολιτεύεσθαι.
000-00-00 Serial Number=0244924486
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [03457]  Τέθεικε, φησὶ, καὶ ὅρους καὶ νόμους, καὶ τῷ βασιλεῖ καὶ τῷ λαῷ, ὥστε μόνῳ τῷ Κυρίῳ δουλεύειν, καὶ κατὰ τοὺς αὐτοῦ πολιτεύεσθαι νόμους.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»