Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ποιούμενος [61]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ποιούμενος


000-00-00 Serial Number=0606121838
De incarnatione domini Ante [Go Back]  
 [00068]  σοφῶς δὲ αὐτὸ καὶ δια φόρως ἐτέλεσεν, ἰατρεύων, ἐπιτιμῶν, ἐγκαλῶν, εἰσ ηγούμενος τὸ δέον, συμβουλεύων, ἀπειλῶν, ἐπάγων τὴν ἀπειλὴν, κολάζων τοὺς πονηροὺς, στεφανῶν τοὺς ἀγαθοὺς, καὶ τὸν μὲν ἀνακηρύττων, τὸν δὲ μετα τιθεὶς, τὸν δὲ ξύλῳ μετὰ τοῦ γένους διασώζων, καὶ σπινθῆρα τῇ φύσει διατηρῶν, ἐπικλύζων τὴν γῆν, διαφθείρων ὕδατι τοὺς ἐργάτας τῆς πονηρίας, αὔξων αὖθις τὸ ἀνθρώπινον γένος, μερικαῖς τιμωρίαις κοι νὰς ἰατρείας ποιούμενος, πόλεις ἀσεβείαις συζώσας πυρὶ καταφλέγων οὐρανίῳ, τὸν σὺν αὐτοῖς μὲν οἰ κοῦντα, τῆς δ' ἀσεβείας οὐ κοινωνοῦντα, τῆς τιμω ρίας ἐλευθερῶν, εὐετηρίαις δωρούμενος, ἐν καιρῷ ὑετὸν χαριζόμενος, αὔξων ἀῤῥήτως τὰ παρὰ τῶν ἀνθρώπων καταβαλλόμενα σπέρματα, καρπῶν ἀφθο νίας βρύειν τὰ δένδρα κελεύων, λιμῷ παιδεύων τοὺς οὐδὲν ἐκ τῆς εὐθηνίας ὠφεληθέντας, νόσους ἐπάγων, καὶ πάλιν ταύτας ἐλαύνων, χαλασφενδονῶν τὰς τῆς ζωῆς ἀφορμὰς, νέφεσιν ἀκρίδος τὸν ἥλιον κρύπτων καὶ τοὺς καρποὺς διαφθείρων·
000-00-00 Serial Number=0912389517
De providentia orationes decem Ante [Go Back]  
 [00435]  Ἵνα γὰρ μὴ δυσχεραίνῃς ἐπὶ γυμνῶν τῶν ἄρθρων καθήμενος, ἀλλ' ἐπ' ἐδάφους καὶ λίθου τὴν καθέδραν ποιούμενος ἄλυπος διαμένῃς, οἷόν τινά σοι στρωμνὴν αὐ τοφυῆ τὸ τῶν γλουτῶν περιτέθεικε σῶμα·
 [01347]  ∆ίκαιος μὲν γὰρ, φησὶν, ὑπάρχεις, πλείονα τῶν εὐσεβῶν ποιούμενος ἐπιμέλειαν, καὶ τὸν σὸν μὲν εὔνουν οἰκέτην, ἐμὸν δὲ χρηστὸν δεσπότην, πάσης ἀξιῶν θεραπείας.
000-00-00 Serial Number=0825556695
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00592]  ὃς τὴν ἡσυχίαν περὶ πλείστου ποιούμενος, ἐπιστέλλειν μὲν οὐκ ἀνέχεται, εὔχεται δὲ ταύτης ἀπολαῦσαι τῆς φιλανθρωπίας τὴν πόλιν, ἣν καὶ γειτονεύων λαμπρύνει καὶ ταῖς εὐχαῖς περιφράττει.
 [01583]  Ἔγραψα δὲ οὐκ ἄλλοις προσφέρων διδασκαλίαν, ἀλλὰ πρὸς τὴν γεγενημέ νην συκοφαντίαν ἀπολογίαν ποιούμενος καὶ τὸ ἐμαυτοῦ φρό νημα τοῖς ἀγνοοῦσι τοῦτο δεικνύς.
 [02155]  τὴν δὲ δευτέραν, ὁ τὴν τοῦ πέλας θεραπείαν περὶ πλείστου ποιούμενος, καὶ μὴ μόνον ἐν ταῖς εὐπραξίαις, ἀλλὰ κἀν ταῖς δοκούσαις δυσημερίαις διατηρῶν τῆς φιλίας τοὺς ὅρους.
000-00-00 Serial Number=0527644515
Eranistes Ante [Go Back]  
 [03632]  Ἀπαρχὴν τοῦτον εἰπὼν ἐπεμαρτύρησε τῷ ὑφ' ἡμῶν εἰρημένῳ, ὡς ἐκ τοῦ αὐτοῦ φυράματος σάρκα λαβὼν ὁ σωτήρ, ἤγειρε ταύτην, ἀπαρχὴν ποιούμενος τῆς τῶν δικαίων σαρκός, ἵν' οἱ πάντες ἐπ' ἐλπίδι τοῦ ἐγηγερμένου προσδόκιμον τὴν ἀνάστασιν ἕξομεν πιστεύοντες εἰς αὐτόν.
000-00-00 Serial Number=0284112990
Graecarum affectionum curatio Ante [Go Back]  
 [00317]  μανθάνει δὲ τούτων ἕκαστον ὁ φοιτῶν, πᾶν γε τὸ κελευόμενον δρῶν καὶ νόμους τοῦ διδασκάλου τοὺς λόγους ποιούμενος καὶ πιστεύων γε δι' ἐκείνου [1.102] κατορθώσειν τὴν τέχνην.
 [00911]  Αὐτίκα τοίνυν Ἀντισθένης, ὁ Σωκράτους ἑταῖρος καὶ ∆ιογέ νους διδάσκαλος, τὴν σωφροσύνην περὶ πλείστου ποιούμενος καὶ τὴν ἡδονὴν μυσαττόμενος, τοιάδε περὶ τῆς Ἀφροδίτης λέγεται φάναι·
 [02063]  Ὥσπερ γὰρ οὐρανόθεν διαλεχθῆναι τοῖς ἀνθρώποις δυνάμενος καὶ τοὺς ῥᾳστώνῃ ξυ ζῶντας δεδίξασθαι, τοῦτο μὲν οὐ πεποίηκεν, εἰδὼς οὐ χωροῦσαν τοῦτο τῶν ἀνθρώπων τὴν φύσιν, ἀλλ' ὀλιγάκις μὲν ἐπεφάνη, ξυμμέτρους τοῖς ὁρῶσι τὰς ἐπιφανείας ποιούμενος, ἀεὶ δὲ δι' ἀνθρώπων ἀνθρώποις καὶ νομοθετῶν καὶ παραινῶν διετέλεσεν, ὑπουργοῖς τῶν λόγων καὶ διακόνοις χρώμενος τοῖς προφήταις, Οὕτω δὴ ὕστερον πᾶσιν ἀνθρώποις προσενεγκεῖν ἐθελήσας τὰ σωτήρια φάρμακα, οὐκ ἀγγέλοις ὑπηρέταις οὐδ' ἀρχαγγέλοις ἐχρήσατο οὐδ' οὐρανόθεν γεγωνοτάτην καὶ πᾶσιν ἀνθρώποις ξύμμετρον ἀφῆκε φωνήν, ἀλλ' ἐν μήτρᾳ παρθενικῇ τὴν ἀνθρω πείαν ἑαυτῷ περιπήξας σκηνήν, προῆλθεν ἐκεῖθεν ἄνθρωπος ὁρώμενος καὶ Θεὸς προσκυνούμενος, ἐκ μὲν τῆς τοῦ Πατρὸς οὐσίας πρὸ τῶν αἰώνων γεγεννημένος, ἐκ δὲ τῆς παρθένου λαβὼν [6.80] τὸ φαινόμενον, πρόσφατος ὁ αὐτὸς καὶ αἰώνιος.
 [03207]  καὶ μέντοι καὶ πρὸς τὸν πατριάρχην Ἁβραὰμ τὰς ξυνθήκας ποιούμενος, διὰ τοῦ σπέρματος αὐτοῦ δώσειν τοῖς ἔθνεσι τὴν εὐλογίαν ὑπέσχετο·
000-00-00 Serial Number=0864011765
Historia ecclesiastica Ante [Go Back]  
 [00556]  πλείστων δῆτα ὑφ' ἑκατέρου τάγματος προτεινο μένων πολλῆς τε ἀμφιλογίας τὰ πρῶτα συνισταμένης, ἀνεξικάκως ἐπηκροᾶτο ὁ βασιλεὺς τῶν πάντων σχολῇ τε εὐτόνῳ τὰς προτάσεις ὑπεδέχετο, ἐν μέρει τε ἀντιλαμβανόμενος τῶν παρ' ἑκάστου τάγματος λεγομένων, ἠρέμα συνῆγε τοὺς φιλονείκως ἐνισταμένους, πράως τε ποιούμενος τὰς πρὸς ἕκαστον ὁμιλίας ἑλληνίζων τε τῇ φωνῇ, ὅτι μηδὲ ταύτης ἀμαθῶς εἶχε, γλυκερός τις ἦν καὶ ἡδύς, τοὺς μὲν συμ πείθων, τοὺς δὲ καταδυσωπῶν τῷ λόγῳ, τοὺς δ' εὖ λέγοντας ἐπαι νῶν, πάντας δὲ εἰς ὁμόνοιαν ἐλαύνων, ἕως ὅτε ὁμογνώμονας καὶ [55] ὁμοδόξους αὐτοὺς ἐπὶ τοῖς ἀμφισβητουμένοις ἅπασι κατεστήσατο, ὡς ὁμόφωνον μὲν κρατῆσαι τὴν πίστιν, τῆς δὲ σωτηρίου ἑορτῆς τὸν αὐτὸν παρὰ τοῖς πᾶσιν ὁμολογηθῆναι καιρόν.
 [00799]  οὕτω καὶ βασιλείαν δικαίαν περὶ πολλοῦ ποιούμενος ταῖς παρ' ἑαυτοῦ ἐπικουρίαις κρα τύνει, σύνεσίν τε βασιλικὴν τῷ γαληναίῳ τῆς εἰρήνης διαφυλάττει.
 [01367]  ἀλλὰ καὶ ἐγὼ ἀξιῶ πρότερον οἰκουμενικὴν ὑπο γραφὴν προχειρίσαι βεβαιοῦσαν τὴν πίστιν τὴν κατὰ Νίκαιαν ἐκ τεθεῖσαν, ἵν' οὕτως ἀνακληθέντων τῶν ἀδελφῶν ἡμῶν ἀπὸ τοῦ ἐξορισμοῦ καὶ ἀποκατασταθέντων τοῖς ἰδίοις τόποις, εἰ ὀφθείησαν οἱ νῦν θορύβους ἐγγεννῶντες ταῖς ἐκκλησίαις συγκατατιθέμενοι τῇ ἀποστολικῇ πίστει, τότε ἐπὶ τὴν Ἀλεξανδρέων οἱ πάντες ἀπαντή σαντες, ἔνθα ὁ ἐγκαλούμενος καὶ οἱ ἐγκαλοῦντές εἰσι καὶ ὁ ἀντι ποιούμενος αὐτῶν, ἐξετάσαντες τὰ περὶ αὐτῶν συμπεριενεχθῶμεν.
 [02187]  διὰ ταύτης ὁ μάταιος τὴν πορείαν ποιούμενος (τὴν γὰρ Ἔδεσαν ὡς εὐσεβείᾳ κοσμουμένην εὐώνυμον καταλελοίπει), εἰς τὸν παρὰ τῶν δυσσεβῶν τιμώμενον σηκὸν εἰσελθὼν καί τινα ἐν τούτῳ σὺν τοῖς κοινωνοῖς τοῦ μύσους ἐπιτελέσας, κλεῖθρα καὶ σήμαντρα ταῖς θύραις ἐπέθηκε καί τινας ταύταις προσεδρεύειν προσέταξε στρατιώ τας, μηδένα εἴσω τῶν θυρῶν γενέσθαι μέχρι τῆς ἐπανόδου κελεύσας.
000-00-00 Serial Number=0263902843
Historia religiosa Ante [Go Back]  
 [00063]  Ἀφηγηματικῶς δὲ ὁ λόγος προβήσεται, οὐ νόμοις ἐγκωμίων χρώμενος, ἀλλ' ὀλίγων τινῶν ἀτεχνῶς ποιούμενος τὴν διήγησιν.
 [00305]  ∆ύο δὲ μεδίμνους συλλέγων, ὡς διὰ παντὸς τοῦ ἔτους ἀποχρῶντας τῷ γέροντι, τοῖς οἰκείοις ὤμοις ἐπετίθει τὸ τοιοῦτον φορτίον, κτῆνος ἑαυτὸν τοῦ διδασκάλου καὶ καλῶν καὶ ποιούμενος.
 [00388]  ∆ιὰ δὲ τῆς Κύρρου τὴν πορείαν ποιούμενος πόλις δὲ αὕτη δύο σταθμοὺς Ἀντιοχείας ἀπέχουσα , κατήχθη μὲν εἰς τὸν τοῦ νικηφόρου μάρτυρος ∆ιονυσίου σηκόν.
 [00577]  Ἔλεγε τοίνυν ὁ τὰς ἀποκρίσεις ποιούμενος ὡς οὐκ εἴη ἔθος τὸν προστατεύοντα γυναιξὶ διαλέγεσθαι.
 [00663]  Ἐπειδὴ γὰρ ὁ θεῖος Εὐσέβιος, τὴν ἐντεῦθεν ἐκδημίαν ποιούμενος, αὐτὸν τοῦ ποιμνίου παρηγγύησε προστατεύειν, καὶ παραι τούμενος τὴν κηδεμονίαν τοὺς τῆς ἐπιμελείας ἐκείνης ἐφιεμένους οὐκ ἔπειθεν, εἰς ἑτέραν ᾤχετο ποίμνην, νέμεσθαι μᾶλλον ἢ νέμειν αἱρούμενος καὶ χρόνον πλεῖστον ἐπιζήσας, οὕτω τόνδε τὸν βίον κατέλυσεν.
 [00877]  καὶ παρὰ τὴν αὔλειον θύραν τὰς συνουσίας ποιούμενος, αὐτὸς ἀνεῴγνυ τοῖς εἰσιοῦσι καὶ ἀπιόντας προὔπεμπεν.
 [01070]  Ὡς δὲ σιγῶν ἐκεῖνος εἱστήκει τὴν ἀπόκρισιν μὴ ποιούμενος, τὰ γόνατα κλίνας προσηύχετο καὶ τὸν θεὸν ἠντιβόλει δεῖξαι τῷ ἀλιτηρίῳ τῶν οἰκείων θεραπόντων τὴν δύναμιν.
 [01214]  Ἐγὼ δὲ εἱπόμην, αὐτὸν εἶναι τοπάσας, τεκμήριον ποιούμενος τῶν λόγων τὸ μέτριον.
 [01254]  Πέντε δὲ καὶ τετταράκοντα ἔτη τοῦτον διάγων διετέλεσε τὸν τρόπον, οὐ σκηνῇ χρώμενος, οὐ καλύβῃ, ἀλλ' ἐν ὀρύγματι βαθεῖ τὴν στάσιν ποιούμενος, ὅθεν καὶ Γουββᾶν αὐτόν τινες ἐπωνόμαζον ἀπὸ δὲ τῆς σύρας εἰς τὴν ἑλλάδα φωνὴν τοῦτο μεταφερόμενον λάκκον σημαίνει τὸ ὄνομα.
 [02051]  Εἷς δὲ τούτων ἐστὶ καὶ ὁ θειότατος Ἰάκωβος ἐν οἰκίσκῳ τινὶ καθειργμένος παρὰ κώμῃ Νιμουζᾶν καλουμένῃ, ὃς καὶ παρ' αὐτὸ ὢν τοῦ βίου τὸ τέρμα ἐτῶν γάρ ἐστι πλειόνων ἢ ἐνενήκοντα , μόνος καθεῖρκται, διά τινος βραχέος ὀρύγματος ἑλικοειδῶς ὀρωρυγμένου τὰς ἀποκρίσεις ποιούμενος μέν, οὐχ ὁρώμενος δὲ καὶ οὔτε πυρὶ χρώμενος οὔτε λυχνιαίου φωτὸς ἀπολαύων.
 [02251]  καὶ δὶς ἑκάστης ἡμέρας τὰς παραι νέσεις ποιούμενος ἐπικλύζει τῶν ἀκουόντων τὰς ἀκοὰς ἐπιχαρίτως μάλα διαλεγόμενος, καὶ τὰ τοῦ θείου πνεύματος προσφέρων παιδεύματα καὶ ἀνανεύειν εἰς οὐρανὸν καὶ πέτεσθαι παρεγγυῶν καὶ τῆς γῆς ἀπαλλάττεσθαι καὶ τὴν προσδοκωμένην φαντάζεσθαι βασιλείαν καὶ τῆς γεέννης δεδιέναι τὴν ἀπειλὴν καὶ καταφρονεῖν τῶν γηΐνων καὶ προσμένειν τὰ μέλλοντα.
000-00-00 Serial Number=0582967401
Interpretatio in Danielem Ante [Go Back]  
 [00091]  Ταύτην τῶν Ἰουδαίων ποιούμενος πρόνοιαν, καὶ τοὺς περὶ τὸν μακάριον ∆ανιὴλ ᾠκονόμησε σὺν αὐτοῖς τὴν Βαβυλῶνα καταλαβεῖν, ὃς ὡς νέος ὢν [81.1268] καὶ τῇ ὥρᾳ λάμπων, σὺν τοῖς φιλοθέοις ἐκείνοις μειρακίοις ἐν τοῖς βασιλείοις ἀνατραφεὶς, καὶ παιδό θεν τὴν θείαν χάριν ἐσχηκὼς ἐπανθοῦσαν, σοφίας παντοδαπῆς καὶ συνέσεως ἔμπλεως γεγονὼς, πολ λὴν μὲν ἐκτήσατο παρὰ τῷ κρατοῦντι τὴν παῤῥη σίαν, τὸν δὲ τῆς εὐσεβείας κηρύξας λόγον, ὠφελείας κἀκείνῳ γεγένηται πρόξενος·
 [00375]  ∆ιὰ πάντων τὴν οἰκείαν εὐγνωμοσύνην δείκνυσι, καὶ πλέκει τὸν ὕμνον οὐχ ἁπλῶς, ἀλλὰ τῆς πλοκῆς ὕλην ποιούμενος τοῦ ἐνυπνίου τὴν εὕρεσιν.
 [00386]  καὶ γὰρ καὶ τὴν αἴτησιν ποιούμενος, κοινω νοὺς ἔλαβε τοὺς ὁμοτρόπους τῆς προσευχῆς, καὶ τὸν ὕμνον ὑφαίνων ὑπὲρ ὧν ἔλαβε, πάλιν αὐτῶν ἐμνη μόνευσεν.
 [02909]  ὅ τε γὰρ βασιλεὺς ἥμερός τε καὶ φιλάνθρωπος, καὶ τὰ θεῖα τιμῶν, καὶ τοῦ ∆ανιὴλ τὴν φιλίαν περὶ πολλοῦ ποιούμενος, καὶ ὅλος ὁ λαὸς εἰρήνης πολλῆς διὰ τὴν τοῦ βασιλέως ἀπήλαυεν ἠπιότητα·
000-00-00 Serial Number=0257060349
Interpretatio in Ezechielem Ante [Go Back]  
 [01425]  Ἀλλ' ὅμως καὶ οὕτω ποιούμενος τὴν φυγὴν, καὶ πάντα μηχανώμενος ὥστε λαθεῖν, συλληφθήσεται παρὰ τῶν πολεμίων.
 [01599]  τούτου χάριν, ὁ τῶν ὅλων Θεὸς διὰ τοῦ προφήτου φησὶν, ὅτι Πᾶς ἄνθρωπος ἐκ τοῦ οἴκου Ἰσραὴλ, ταῖς μὲν θείαις ἀντιλέγων διδασκαλίαις, μόνοις δὲ τοῖς οἰκείοις πειθόμενος λογισμοῖς, καὶ τῆς ἠπειλημένης τοῖς παρανόμοις καταφρονῶν τι μωρίας, κἂν πρὸς ψευδοπροφήτην ἀπέλθῃ, τὰ μὲν οἰκεῖα βουλήματα πληρῶσαι θέλων, ἀπόπειραν δὲ ποιούμενος, εἰ συμβαίνουσι τοῖς οἰκείοις λογισμοῖς αἱ προῤῥήσεις, ἐγὼ, φησὶν, ἀποκριθήσομαι αὐτῷ.
 [02207]  Τὰς γὰρ συνθήκας πρὸς τὸν Σεδεκίαν ποιούμενος ὅρκους αὐτὸν φρικωδεστάτους ἀπῄτησε, μὴ παραβῆναι τὰ συγκείμενα·
 [03134]  ταύτην γὰρ τῶν Ἰουδαίων τὴν κατηγορίαν ποιούμενος ἔφη καὶ αὐτός·
000-00-00 Serial Number=0778421640
Interpretatio in Jeremiam Ante [Go Back]  
 [03142]  Ἀμέλει καὶ ὁ τῶν ὅλων Θεὸς πρὸς τὸν Ἀβραὰμ τὰς συνθήκας ποιούμενος, κριὸν τριετῆ, καὶ μόσχον, καὶ τράγον, ὁμοχρόνους διχοτομηθῆναι κελεύσας, καὶ τὰ τμήματα ἀντιπρόσωπα τεθεῖναι ἀλλήλοις, κλίβανον καπνιζόμενον, καὶ λαμπάδας πυρὸς, ἀνὰ μέσον τῶν διχοτομημάτων πεποίηκε διελθεῖν, κατὰ τὸ κρατοῦν ἔθος τὰς πρὸς αὐτὸν συν θήκας ποιούμενος·
000-00-00 Serial Number=0270917356
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00923]  Ὁ δὲ προφήτης πνευματικοῖς ὀφθαλμοῖς τὰ ἐσόμενα προ ϊδὼν, οὐκ ἐξομολογεῖται μόνον ἐν ὅλῃ καρδίᾳ, ἀλλὰ καὶ διηγεῖται αὐτοῦ πάντα τὰ θαυμάσια, κοινωνοὺς τοὺς ἀκούοντας τῆς ὑμνῳδίας ποιούμενος, καὶ βου λόμενος μόνον τὸν εὐεργέτην ὑμνεῖν·
 [01222]  σὺ δὲ ὁ δίκαιος κριτὴς ἐγκαθήμενος τοῖς οὐρα νίοις θώκοις, καὶ τὴν οἰκείαν ἐπιφάνειαν ἐν τῷ ναῷ τῷ ἐπὶ γῆς ποιούμενος, ἐποπτεύεις μὲν τὴν οἰκουμένην ἅπασαν, ἀρκεῖ δέ σοι μόνον τῶν ὀμμά των τὰ βλέφαρα, τὰ ἀνθρώπεια πάντα καταμαθεῖν.
 [02207]  καὶ τῶν προεπταισμένων παρὰ σοῦ λαβὼν τὴν συγγνώμην, αἰώνιόν σοι προσενέγκω τὴν ὑμνῳδίαν, τῶν σῶν λογίων διηνεκῆ τὴν μελέτην ποιούμενος.
 [02800]  καὶ τὴν ἐμὴν δὲ μνήμην ποιούμενος, ∆έσποτα, φιλοικτιρμόνως ποίησαι, μὴ δικαίως.
 [03743]  Ταῦτα καὶ ἐν τῷ τρίτῳ καὶ δεκάτῳ ἔφη ψαλμῷ, τὴν αὐτὴν ποιούμενος πρόῤ ῥησιν.
 [04093]  Τηνικαῦτα τοίνυν τὸν ψαλμὸν τοῦτον ὁ μακάριος ἔφη ∆αβὶδ, κατ ηγορίαν ποιούμενος τῶν πονηρίᾳ συζώντων, καὶ τὴν διὰ πάντων διήκουσαν τοῦ Θεοῦ προμήθειαν ἀνακη ρύττων·
 [04286]  Οὕτω γὰρ κἂν ὀλισθήσῃ ποτὲ ὁ τήνδε τὴν πορείαν ποιούμενος, τῆς θείας ἀντιλήψεως τεύξεται.
000-00-00 Serial Number=0561191440
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [03356]  ἀπολαύσας δὲ τούτου, γεγηθὼς καὶ γαννύμενος χορεύσω, τὰς σὰς εὐερ γεσίας ὑμνῶν, καὶ τοῦ σοῦ νόμου διηνεκῆ τὴν με λέτην ποιούμενος.
 [04169]  Πάντα γάρ σου τὰ ἐξ ἀρχῆς εἰς ἡμᾶς γεγενημένα θαυμάσια εἰς μέσον προθήσω, καὶ ἐν αὐτοῖς διηνεκῶς τὴν μελέτην ποιούμενος, τὰς χρηστοτέρας ἐλπίδας οὐκ ἀποῤ ῥίψω.
000-00-00 Serial Number=0574585497
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [01430]  Κινεῖ δὲ τὴν γλῶτταν ὁ νοῦς, οἷόν τις μουσικὸς μετ' ἐπιστήμης ποιούμενος τὴν ταύτης μετάβασιν·
 [02470]  ∆ιδάσκει δὲ καὶ τὰς πρὸς τὸν Ἀβραὰμ ἐπαγγελίας ποιούμενος, τί δήποτε μὴ εὐθὺς αὐτῷ δίδωσι τῆς γῆς ἐκείνης τὴν δεσποτείαν, ἀλλὰ παροι κεῖν ἐπὶ πλεῖστον ἐᾷ.
 [03012]  Ποδηγεῖ δὲ ἡμᾶς ἐπὶ τήνδε τὴν διάνοιαν καὶ ὁ μέγας Πέτρος δημηγορῶν, καὶ τῆς τοῦ Ἰούδα προδοσίας κατηγο ρῶν, καὶ τῆς προφητείας τὴν ἀπόδειξιν ἐντεῦθεν ποιούμενος.
000-00-00 Serial Number=0319254398
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00099]  Ὁ γὰρ τῶν ὅλων Θεὸς, ἐπειδὴ πρὸς ἀνθρώπους ἀναλγησίαν νοσοῦντας τοὺς λόγους ποιούμενος διὰ ῥημάτων οὐκ ἔπειθε, πράγμασί τισιν ἐσκιαγράφει τὰ μέλλοντα, τῷ παραδόξῳ τῶν ὁρωμένων εἰς θεωρίαν τοὺς ἀτε ράμονας ἕλκων·
 [00454]  Ταῦτα γὰρ ἅπαντα διὰ τῶν προφη τῶν αὐτοῖς προμηνύων, καὶ ἀπιστούμενος, μετὰ τὴν πεῖραν πιστευθήσομαι τῶν πραγμάτων, καὶ τῆς παρανομίας τοὺς ἐλέγχους ποιούμενος, δείξω τῆς προφητικῆς προῤῥήσεως τὴν ἀλήθειαν.
 [01774]  ∆ῆλος δέ ἐστιν οὐ περὶ τῆς Ἱερουσαλὴμ μόνης, ἀλλὰ καὶ περὶ τῶν δέκα φυλῶν τὰς προῤῥήσεις ποιούμενος·
 [01921]  Προσήκει, φησὶ, συντόμως ὑμᾶς ἀκούειν τῶν λεγομένων, τῆς εὐεργεσίας μεμνημένους ἐκεί νης, ὅτι πάντων ὢν ποιητὴς καὶ ∆εσπότης, ἐξαίρετόν τινα ποιούμενος ὑμῶν διετέλεσα πρόνοιαν·
 [02550]  Ὥσπερ γὰρ τοῦ Ἰσραὴλ τὴν προσήκουσαν κηδεμονίαν ποιούμενος, οὐ πρὸς ἕκαστον διαλε γόμενος τὸ πρακτέον ἐδείκνυ, ἀλλ' ἕνα τὸν ἄριστον ἐξ ἁπάντων ἐκλεγόμενος, νῦν μὲν Μωσέα τὸν μέγαν, νῦν δὲ Ἰησοῦν τὸν Ναυῆ, ἄλλοτε δὲ τὸν Σαμουὴλ, καὶ ἐν ἑτέρῳ καιρῷ τὸν Ἠλίαν, καὶ δι' ἑκάστου τῶν εἰρημένων, ἢ νόμους τιθεὶς, ἢ θαυμαστὰ δεικνὺς, ἢ παραινέσεις προσφέρων, ἐποδήγει πρὸς σωτηρίαν·
 [03270]  οὐχ ὡς ἔμψυχα καλῶν, οὐδὲ ὡς πρὸς λογικὰ τοὺς λόγους ποιούμενος·
 [03968]  Ἅδῃ γὰρ καὶ θανάτῳ παραπλησίως κόρον λαβεῖν οὐκ ἐθέλει, καὶ πάντας ἀνθρώπους ὑφ' ἑαυτὸν ποιούμενος, οὐκ ἐμ πίπλησι τῆς ἐπιθυμίας τὴν δυναστείαν.
000-00-00 Serial Number=0418194473
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [02062]  Ὁ ἐκ τῆς δημιουργίας τῶν ἐμψύχων λογικῶν τε καὶ ἀλόγων περὶ τοῦ δημιουργοῦ ἀκόλουθον ποιούμενος τὴν ζή τησιν, πρὸς τὴν φύσιν αὐτῶν ὀφείλει ἀποβλέπειν, τὴν κατὰ τὸν τοῦ δημιουργοῦ ὅρον ἄγουσαν τὰ θνητὰ πάντα, ὥσπερ εἰς γένε σιν, οὕτως καὶ εἰς φθοράν τε καὶ ἀπώλειαν.
000-00-00 Serial Number=0060033917
Quaestiones in Octateuchum Ante [Go Back]  
 [01863]  ἐν δέ γε τῷ μέλλοντι τὴν δικαίαν ποιούμενος κρίσιν, τοὺς μὲν ὡς νικηφόρους ἀγωνιστὰς στεφανώσει, τοὺς δὲ κολάσει ὡς τῆς κακίας ἐργάτας γεγενημένους.
 [02150]  ὥσπερ γὰρ τοὺς λευΐτας, ἰσραηλίτας ὄντας, τῶν ἄλλων φυλῶν προτετίμηκε, καὶ εἰς τὴν θείαν ἀφώ ρισε λειτουργίαν, οὐ τῶν ἄλλων ἀμελῶν, ἀλλὰ διὰ τούτων τὴν ἐκείνων ποιούμενος ἐπιμέλειαν·
 [02392]  ἵν' ἐκεῖθεν τὴν οἰκείαν ποιούμενος ἐπιφάνειαν, ἐκπαιδεύῃ τὸν λαὸν τὴν εὐσέβειαν, ὥσπερ γὰρ τὴν ἐπηγ γελμένην αὐτῶν ἀπειληφότων γῆν νεὼν γενέσθαι προσέταξε καὶ τὰς θείας ἐκεῖ γίνεσθαι λειτουργίας ἐνομοθέτησεν, ἵνα μὴ ἀδεῶς τοῦτο δρῶν τες, τῇ τῶν ἀλιτηρίων δαιμόνων περιπέσωσι πλάνῃ, οὕτως ὁδοιποροῦσι [140] καὶ τὴν ἔρημον διαβαίνουσι, σκηνὴν ποιῆσαι προσέταξε, μεταβῆναι καὶ αὐτὴν δυναμένην·
000-00-00 Serial Number=0506036580
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [02276]  Φύσιν γὰρ ἀπε ρίληπτον ἔχων, καὶ μήτε τῷ ὁρωμένῳ, μήτε τῷ ὑπερτέρῳ χειρούμενος οὐρανῷ, χειροποίητον ναὸν σαυτῷ κατεσκεύασας, οὐκ ἐν τούτῳ περιγραφόμενος, ἀλλ' ἐν τούτῳ τὴν οἰκείαν ποιούμενος ἐπιφάνειαν.
 [03565]  Τῶν γὰρ βασιλείων τὴν θύραν ἔνδον ἐν τῷ θείῳ ναῷ μετέθηκε, τὴν δίοδον διὰ τῶν ἱερῶν περιβόλων ποιούμενος.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»