Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πλεῖστον [165]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πλεῖστον


000-00-00 Serial Number=0416000605
Commentaria in Isaiam Ante [Go Back]  
 [00051]  Οὐρανὸν δὲ καὶ γῆν εἰς μαρτυρίαν οὐχ ὡς ἐμψύχους καλεῖ ἀλλ' ὡς πᾶσαν τὴν ὁρωμένην περι έχοντας κτίσιν καὶ ἐπὶ πλεῖστον διαρκοῦντας.
 [00596]  ∆ιδάσκει δὲ καὶ τῶν ἱερῶν εὐαγ γελίων ἡ ἱστορία ὡς ἐπὶ πλεῖστον ἔκραζον ποτὲ μὲν λέγοντες·
 [01021]  [22καὶ] ἔσται ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα φάγεται βούτυρον, ὅτι βούτυρον καὶ μέλι φάγεται πᾶς ὁ καταλειφθεὶς ἐπὶ τῆς γῆς.
 [01199]  [2<Τὸ>] πλεῖστον τοῦ λαοῦ ὃ κατήγαγες ἐν εὐφροσύνῃ σου εὐφρανθήσεται ἐνώπιόν σου ὡς οἱ εὐφραινόμενοι ἐν ἀμήτῳ καὶ ὃν τρόπον οἱ διαιρούμενοι σκῦλα.
 [02013]  βασιλεύεται, ἔρημος δὲ ἐπὶ πλεῖστον ἐγένετο·
 [02190]  Καὶ γὰρ οὗτοι πολλὰς συμφορὰς διὰ τὴν ἀσέβειαν ὑπομείναντες ἀσεβοῦντες ἐπὶ πλεῖστον διέμειναν, οἱ δὲ προειρημένοι ἄρχοντες τῆς ἐξα πάτης αἴτιοι διάφορα αὐτοὺς δυσσεβείας διδάσκοντες δόγματα.
 [02689]  Πολλῆς γάρ φησι καὶ ἐπὶ πλεῖστον μακροθυμίας ἀπέλαυσαν.
 [03928]  Ἔδειξε τὰ μὲν αὐτοῖς παντε λῶς καὶ εἰς τὸν αἰῶνα ἠρημωμένα, τὰ δὲ ἐπὶ πλεῖστον ἀοίκητα μένοντα.
 [04216]  ἐπὶ πλεῖστον αὐτῶν φυλάξω τὸ γένος.
 [04632]  Ὀλίγον τοῦ Ἰσραὴλ ἐπίστευσε μέρος, τὸ δέ γε πλεῖστον ἠπίστησεν.
 [07324]  καὶ ἐπὶ πλεῖστον δὲ ἐγκατελείφθησαν χρόνον οὔτε προφήτην οὔτε νομοθέτην θεῖον δεχόμενοι.
 [07634]  Εἶτα διδάσκει, τίνος χάριν οὕτως α ὐτῶν παρανομούντων ἐπὶ πλεῖστον ἠνέσχετο χρόνον·
000-00-00 Serial Number=0207789838
De providentia orationes decem Ante [Go Back]  
 [00124]  Πλείων γὰρ ἐξαίφνης ὁ πόνος γιγνόμενος, λωβᾶται λίαν τοῖς ἀργοῖς ἐπὶ πλεῖστον διαμείνασι σώμασι.
 [00455]  καὶ ἀναμνήσθητί μοι τῶν κιόνων, τῶν κά τωθεν ἄνω διατετρημένων, καὶ πολλὰς τοιαύτας δια τρήσεις ἐχόντων, καὶ μίαν μέσην μεγίστην, δι' ἧς οἱ τῶν ὑδάτων ὀχετοὶ πλεῖστον μὲν ἀνάγουσιν ὕδωρ, διανέμοντες δὲ τοῦτο, κατιέναι διὰ τῶν ἄλλων παρα κελεύονται, καὶ τὸ μὲν εἰς τὸ νότιον μέρος τῆς πό λεως παραπέμπουσι, τὸ δὲ εἰς τὸ ἑῷον, ἄλλο δὲ εἰς τὸ ἑσπέριον, ἕτερον δὲ εἰς τὸ βόρειον.
 [00909]  Πῶς γὰρ ἄν τις κατορθώσειε σωφροσύνην διηνεκῶς γαστρι ζόμενος, καὶ συμποσίοις προστετηκὼς, καὶ συσσίτια κατασκευάζων, καὶ στιβάσι καὶ τραπέζαις ἐνασχολού μενος, καὶ σιτοποιοὺς, καὶ ὀψοποιοὺς, καὶ ποπάνων δημιουργοὺς, καὶ οἴνους ἀνθοσμίας, καὶ φιάλας, καὶ κύλικας, καὶ ἐκπωμάτων εἴδη παντοδαπὰ, καὶ ὄψων ποικιλίαν ἐν τῇ διανοίᾳ περιφέρων, καὶ χανδὸν τὸν ἄκρατον πίνων, καὶ πέρα τοῦ μέτρου τὴν γαστέρα φορτίζων, καὶ τοῦ μὲν λογικοῦ τὸν σπινθῆρα κατασβεννὺς, αὔξων δὲ τῇ ὕλῃ τῶν παθῶν τὴν πυ ρὰν, καὶ τὴν μὲν ἀκόλαστον ἡδονὴν ἐπὶ πλεῖστον ἐξάπτων, τὸν δὲ θυμὸν κατὰ τῶν διακονούντων εἰς ἀκμὴν παραθήγων, καὶ δοῦλον τῶν παθῶν τὸν ἡγε μόνα ποιῶν, καὶ τῆς γαστρὸς ὑπηρέτην τὸν ∆εσπότην ἐργαζόμενος, καὶ εἰς ἀνδραποδώδεις κατασύρων ἐπι θυμίας τὸν τοῦ ζώου τὴν ἡγεμονίαν παρὰ τοῦ πε ποιηκότος δεξάμενον, καὶ αἰχμάλωτον παραδιδοὺς τοῖς ὑπηκόοις τὸν ἄρχοντα, καὶ κατασύρεσθαι τὸν ἡνίοχον παρὰ τῶν ἵππων παρασκευάζων, καὶ τὸν κυβερνήτην τῶν οἰάκων οὐκ ἔτι ἔχεσθαι, καὶ ἅπαν τὸ σκάφος ἰθύνειν, ἀλλὰ ταῖς τῶν παθῶν τρικυμίαις ἐνδιδόναι βαπτιζούσαις τὸ σκάφος, καὶ αὐτὸ ὑποβρύ χιον ἐργαζομέναις;
 [01196]  Ἔστι δὲ ὅτε κέρας ἑκάτε ρον ἐπὶ πλεῖστον ἐκτείναντες, κυκλοῦσι μὲν τοὺς πολεμίους, οὐδὲ φυγεῖν ἐπιτρέποντες, ἀλλὰ πάντοθεν ὁμοίως ἀφιέντες τὰ βέλη, καὶ ἄρδην ἅπαντας ἀναι ροῦντες.
000-00-00 Serial Number=0201745868
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00052]  Καὶ εἴη ταῖς τῶν ἁγίων εὐχαῖς ἐπὶ πλεῖστον ὑμᾶς ἀρετῆς ἀφικέσθαι, καὶ εἰς τὸ ἀκρό τατον ἀναβῆναι τῶν ἀγαθῶν, ἵνα τοῖς ὑμετέροις κατορθώμασιν ἅπαντες οἱ τὰ θεῖα φρονοῦντες ὡραΐζωνται.
 [00109]  τὸ δὲ πλεῖστον τοῦ γένους τὴν ἀκοσμίαν ἠγά πησεν, οὐχ ἥκιστα δὲ ὁ παρὼν καιρὸς φορὰν ἤνεγκε πονηρῶν ἀνθρώπων, πᾶν εἶδος κακίας ἀδεῶς μετιόντων, καὶ οὔτε αἰδώς, οὔτε τῶν νόμων τὸ δέος, οὔθ' ἡ τῶν μελλόντων ἐλπὶς ἱκανὰ κωλῦσαι τῆς κακίας τὴν ῥύμην, καὶ οὐδὲ συσκιάζουσι νῦν ὡς πάλαι τὰ πλημμελούμενα, ἀλλ' ἀναιδείᾳ τὴν ἀδικίαν ὁπλίζουσι καὶ παῤῥησίαν τὴν ἀναισχυντίαν προσαγορεύουσι.
 [00149]  Οὗ δὴ χάριν τὸν τῶν ὅλων Θεὸν ἱκετεύομεν ἐπὶ πλεῖστον ὑμῶν τὴν ἁγιωσύνην ταῦτα κινεῖν τὰ πηδάλια, ἵν' ἐξ οὐρίων τὸ σκάφος τῆς Ἐκκλησίας ὁδεύῃ.
000-00-00 Serial Number=0299406588
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [01171]  Ὅταν γάρ τις ὑπὸ γλώττης ἀχαλι νώτου ψευδηγορίαις βληθεὶς τὰς ὀξείας δέξηται τῆς ἀθυμίας ἀκίδας, ἀναμιμνῄσκεται τῆς κατὰ τὸν ἀξιάγαστον Ἰωσὴφ ἱστορίας καὶ ὁρῶν τῆς σωφροσύνης τὸ ἄγαλμα καὶ τῆς παντο δαπῆς ἀρετῆς τὸν διδάσκαλον συκοφαντίας γραφὴν ὑπομεί ναντα καὶ ὡς γάμον ἀλλότριον διορύξαντα καθειρχθέντα καὶ πεδηθέντα καὶ πλεῖστον ὅσον ἐν εἱρκτῇ διατρίψαντα χρόνον, τῷ τούτου τοῦ διηγήματος φαρμάκῳ θεραπεύει τὴν ἀλγηδόνα.
 [02248]  ὑπήκουον δὲ οἱ ταὐτὰ ἡμῖν φρονοῦντες, καὶ τῶν δογμάτων κοινωνοῦντες, καὶ τὰ ἡμέτερα ἐπὶ πλεῖστον θαυμάσαντες.
000-00-00 Serial Number=0205338001
Eranistes Ante [Go Back]  
 [00704]  Ἀκούσατε τοίνυν Φλαβιανοῦ, ὃς τῆς Ἀντιοχέων ἐκκλησίας ἐπὶ πλεῖστον σοφῶς ἐκίνησε τὰ πηδάλια, καὶ τοῦ ἀρειανικοῦ κλύδωνος κρείττους ἀπέφηνεν ἃς ἐκυβέρνησεν ἐκκλη σίας, τὸ εὐαγγελικὸν ῥητὸν ἑρμηνεύοντος.
 [01261]  νῦν δὲ τῆς οἰκουμένης τὸ πλεῖστον ἐπίστευσεν.
 [01609]  πρὸ τῆς ἑνώσεως ἢ μετὰ πλεῖστον τῆς ἑνώσεως χρόνον;
 [03252]  πλεῖστον δὲ ὅσον θεοῦ καὶ ἀνθρώ πων τὸ μέσον·
000-00-00 Serial Number=0578303039
Graecarum affectionum curatio Ante [Go Back]  
 [00063]  ᾤκησε δ' ἐπὶ πλεῖστον τὴν Αἴγυπτον, ἐζήλωσαν δὲ τοὺς Ἑβραίους [1.16] Αἰγύπτιοι.
 [00152]  καὶ μέντοι καὶ Αἰγύπτιοι πλεῖστον ὅσον τῆς τούτων μετοικίας ἀπώναντο, συχνὸν γὰρ [1.45] ᾤκησαν χρόνον Ἑβραῖοι τὴν Αἴγυπτον·
 [00285]  Εἰ [1.89] δὲ ἐκεῖνοι ὀλίγων ἕνεκα ψηγμάτων πλεῖστον ὅσον ὑπομένουσι πό νον, καὶ μέντοι καὶ κίνδυνον, τίς οὕτως ἐστὶ τῶν θείων ἀνέρα στος, ὡς τὴν περὶ τῆς ἀληθείας διαδρᾶναι διδασκαλίαν, μυριο πλάσιον ἔχουσαν κέρδος;
 [00359]  Τὸν μέλλοντα γάρ φησι μακάριον καὶ εὐδαί μονα ἔσεσθαι τῆς ἀληθείας εὐθὺς ἐξ ἀρχῆς εἶναι μέτοχον χρή, [1.118] ἵν' ὡς ἐπὶ πλεῖστον χρόνον ἀληθὴς ὢν διαβιῷ.
 [00592]  Ἐν Αἰγύπτῳ γὰρ αὐτοὺς πλεῖστον διατρίψαντας χρόνον καὶ τὴν πολύθεον τῶν Αἰγυπτίων μεμαθηκότας θρησκείαν, ὁ πάν σοφος Κύριος οὐκ ἐναργῶς ἄγαν τὰ περὶ τῆς Τριάδος ἐξεπαί δευσε δόγματα, ἵνα μὴ πρόφασιν πολυθεΐας λάβωσιν, εἰς τὸν τῶν Αἰγυπτίων ἐπιρρέποντες πλάνον·
 [01181]  ὁ δὲ Πλάτων τὸ μὲν πλεῖστον ἔχειν ἐκ τοῦ πυρός, μετέχειν δὲ καὶ τῶν ἄλλων σωμάτων·
 [02128]  τούτοις ἑκατόμβας καὶ χιλιόμβας κατέθυον καὶ ποίμνια κατέσφαζον καὶ βουκόλια καὶ λιβανωτὸν προσέφερον καὶ οἶνον ἔσπενδον ὅτι μάλιστα πλεῖστον καὶ ἕτερα [7.14] ἄττα, ἅπερ οἱ τούτων ἱεροφάνται προσέταττον.
 [02139]  Ἐν γὰρ δὴ τῇ Αἰγύπτῳ πλεῖστον ὅσον τὸν Ἰσραὴλ διατρίψαντα χρόνον καὶ τὰ πονηρὰ τῶν ἐγχωρίων εἰσδεξάμενον ἔθη καὶ θύειν εἰδώλοις καὶ δαίμοσι παρ' ἐκείνων μεμαθηκότα καὶ παίζειν καὶ χορεύειν καὶ ὀργάνοις μουσικοῖς ἐπιτέρπεσθαι, τούτων ἐν ἕξει γενόμενον ἐλευθερῶσαι θελήσας, θύειν μὲν ξυνεχώρησεν, ἀλλ' οὐ πάντα θύειν, οὐδέ γε τοῖς ψευ δωνύμοις Αἰγυπτίων θεοῖς, ἀλλ' αὐτῷ μόνῳ τοὺς Αἰγυπτίων προσφέρειν θεούς·
 [02555]  οἱ δὲ τοῦτον ὠνούμενοι, χρυσίον διδόντες ὅτι μάλιστα [9.3] πλεῖστον, χαίρειν ἐῶσι τὸ ὄστρεον.
 [02881]  Οὐ γὰρ τὸ μηδέποτε τοῦ προκειμένου τυγχάνειν, ἀλλὰ τὸ μὴ πάντοτε μηδ' ὡς ἐπὶ πλεῖστον μηδ' ὡς ἐξ ἐπιστήμης, ὅταν τις καί ποτε τυγχάνῃ, τύχης ἔργον καλεῖν προειλήφαμεν οἱ διειληφότες τὰς ὑφ' ἕκαστον ὄνομα τεταγμένας ἐναργεῖς ἐννοίας ἑαυτῶν.
 [03280]  Οὗτος τῇ μητρὶ φιλοσο φούσῃ ξυνών, φιλοσοφίας ὡς πλεῖστον μετείληχεν.
 [03633]  καὶ οὐ μόνον τοῖς ζῶσι παμπόλλην ἔδωκε περιφάνειαν, ἀλλὰ καὶ τοῖς ἄριστα τετελευτηκόσι πλεῖστον ξυνε κλήρωσε σέβας, ἵνα δι' ὧν οὐχ ὑπέσχετο μέν, ἔδωκε δέ, πιστεύ [11.80] σωμεν οἷς ὑπέσχετο.
000-00-00 Serial Number=0124630094
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00105]  Ἀλλ' οὗτοι πάντες, σμικράς τινας ἐναλλαγὰς τῆς δυσσεβοῦς ἐπινενοηκότες αἱρέσεως, οὐκ ἐπὶ πλεῖστον διήρκεσαν, ἀλλὰ λήθῃ παντελεῖ παρεδόθησαν.
 [00514]  Ὁ δὲ Μάνης Πέρσης μὲν ἦν, ὥς φασι, τὸ γένος, τῆς δὲ δουλείας ἐπὶ πλεῖστον εἵλκυσε τὸν ζυγὸν, Σκυθιανὸς δὲ δουλεύων προσηγορεύετο·
 [00652]  Ἀλλ' οὐ προκόψουσιν ἐπὶ πλεῖστον·
 [00683]  Οὗτος ἐν Αἰγύπτῳ πλεῖστον διατρί ψας χρόνον, καὶ τὰς φιλοσόφους παιδευθεὶς ἐπιστή μας, ὕστερον εἰς τὴν Ἀσίαν ἀφίκετο, καὶ τοὺς οἰ κείους μαθητὰς ἐκ τῆς οἰκείας προσηγορίας ὠνόμα σεν.
 [01076]  Καὶ τὸ μὲν πλεῖστον τῆς οἰκουμένης τῆς τούτων λύμης ἀπήλλακται, ὀλίγαι δὲ καὶ ἄγαν εὐαρίθμητοι πόλεις ἔχουσιν ἐκ τού των τινὰς, καὶ αὐτοὺς πειρωμένους λανθάνειν.
 [01111]  Ἐπὶ πλεῖστον δὲ ταύτης τῆς χλιδῆς ἀπολαύσαν τες, ἀναγκάζουσιν ἐν ταῖς ὁδοῖς, οὓς ἂν εὕρωσιν, τὰς διὰ τοῦ ξίφους αὐτοῖς ἐπενεγκεῖν θανατηφόρους πληγάς.
 [01189]  Οὕτως ἐξαπατηθέντες οἱ τρισάθλιοι ἔργον μὲν οὐδὲν μετίασι (πνευματικοὺς γὰρ ἑαυτοὺς ὀνομάζουσι), τῇ δὲ εὐχῇ δῆθεν ἐσχολα κότες, τῆς ἡμέρας τὸ πλεῖστον καθεύδουσιν.
 [02518]  Ὀφθαλμοὶ μὲν γὰρ τὰ τῆς κατανύξεως προχέουσι δάκρυα, αἱ δὲ ἀκοαὶ τὰ θεῖα λόγια διαπορ θμεύουσι τῇ ψυχῇ, ἡ δὲ γλῶττα καὶ ὑμνεῖ τὸν εὐερ γέτην καὶ διηνεκῶς προσφέρει τὴν προσευχὴν, αἱ δὲ χεῖρες ὑπουργοῦσι τῇ θεραπείᾳ τῶν δεομένων, καὶ [83.520] οἱ πόδες νῦν μὲν εἰς εὐκτηρίους θέουσιν οἴκους, νῦν δὲ στάσιν ἐν προσευχαῖς, καὶ πλεῖστον ὅσον ὑπομέ νουσι πόνον.
000-00-00 Serial Number=0677482426
Historia ecclesiastica Ante [Go Back]  
 [00076]  Ζωγράφοι μὲν σανίσι καὶ τοίχοις τὰς παλαιὰς ἐγγράφοντες ἱστο ρίας τέρψιν μὲν τοῖς ὁρῶσι προσφέρουσι, τῶν δὲ γεγενημένων τὴν μνήμην ἐπὶ πλεῖστον ἀνθοῦσαν φυλάττουσι·
 [00375]  τῆς δὲ συνόδου τὸ μὲν πλεῖστον τοῖς λεγομένοις ἐπείθετο καὶ τήν τε πρὸς ἀλλήλους ὁμόνοιαν τήν τε τῶν δογμάτων ὑγείαν ἠσπάζετο·
 [00475]  ἐκεῖθεν τοίνυν κἀν τούτῳ τῷ μέρει τὴν ἀλήθειαν οὐχ ὁρῶσιν, ὡς ἀεὶ κατὰ τὸ πλεῖστον αὐτοὺς πλανωμένους ἀντὶ τῆς προσηκούσης ἐπανορθώσεως ἐν τῷ αὐτῷ ἔτει δεύτερον τὸ Πάσχα ἐπιτελεῖν.
 [00807]  Τούτου τοῦ καταλόγου τῶν ἀνθρώπων, λέγω δὴ τῶν χριστιανῶν (ὑπὲρ γὰρ τούτων ὁ πᾶς μοι λόγος), πῶς οἴει με ἥδεσθαι ἀκούοντα, ὅταν καὶ τῆς Περσίδος τὰ κράτιστα ἐπὶ πλεῖστον ὥσπερ ἔστι μοι βουλομένῳ κοσμῆται.
 [00866]  τοῦτον οἱ τῆς ἐκείνου συμμορίας κατακρύψαντες λαθεῖν ἐπὶ πλεῖστον ἠξίωσαν.
 [00868]  ἀλλ' ὁ πάντα ἐφορῶν ὀφθαλμὸς οὐκ εἴασεν ἐπὶ πλεῖστον λαθεῖν τὸν Ἀρσένιον.
 [01289]  ὁ δὲ θεῖος Ἀθανάσιος οὐδὲν χωρίον ὀχυρὸν ἐνόμιζεν εἰς ἀσφάλειαν, τοῦ βασιλέως ἢ ζῶντα ἀχθῆναι προστεταχότος ἢ τε θνεῶτος κομισθῆναί οἱ τὴν κεφαλὴν καὶ μισθὸν τῷ τοῦτο δρῶντι ὑπισχνουμένου ὅτι μάλιστα πλεῖστον.
 [01450]  ὡς γὰρ ἐπὶ πλεῖστον διασκοποῦντες εὑρήκαμεν, ἄριστον ἐφάνη τὴν πίστιν τὴν ἔκπαλαι διαμένουσαν, ἣν καὶ οἱ προφῆται καὶ τὰ εὐαγγέλια καὶ οἱ ἀπόστολοι διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν ἐκήρυξαν, τοῦ καὶ τῆς σῆς βασιλείας φρουροῦ καὶ τῆς σῆς ῥώσεως προστάτου, ἵνα ταύτην κατέχοντες φυλάξωμεν καὶ φυλάττοντες μέχρι τέλους διατη ρήσωμεν.
 [01562]  τούτου δὴ χάριν ὁ μὲν κλῆρος πλείους εἶχε τοὺς τῆς αἱρετικῆς λύμης μετειληχότας, τοῦ δὲ λαοῦ τὸ πλεῖστον τῶν ὀρθῶν ὑπερεμάχει δογμάτων.
 [01747]  μετὰ δὲ τοῦτον Ἀκάκιος ὁ Καισαρείας μέσην τινὰ διδασκαλίαν προσήνεγκε, πλεῖστον μὲν ὅσον τῆς ἐκείνων βλασφημίας ἀφεστηκυῖαν, οὐκ ἀκραιφνῆ δὲ καὶ ἀκέραιον τὸν ἀποστολικὸν χαρακτῆρα φυλάττουσαν·
 [01853]  Παραλαβὼν δὲ ὅμως τὴν δυναστείαν ἐπὶ πλεῖστον ἔκρυψε τὴν ἀσέβειαν·
 [01886]  τότε δὴ τὴν διάστασιν ὁ Λουκίφερ αὐξήσας πλεῖστον ἐν Ἀντιοχείᾳ διέτριψε χρόνον.
 [01890]  Λουκιφεριανοὶ γὰρ ἐπὶ πλεῖστον ὠνομάζοντο χρόνον.
 [02088]  Ἰωάννης γάρ, ὁ τῶν ἐν Ἀντιοχείᾳ πρεσβυτέρων ἐπὶ πλεῖστον ἡγησάμενος χρόνον καὶ πολλάκις μὲν τῆς ἀποστολικῆς προεδρίας τὰς ψήφους δεξάμενος, ἀεὶ δὲ τήνδε τὴν ἡγε μονίαν φυγών, ἐξ ἐκείνης τῆς θαυμασίας ἀρούρας ἐβλάστησεν.
 [02789]  Ἐν Ἀντιοχείᾳ δὲ ὁ Βάλης χρόνον διατρίψας ὅτι μάλιστα πλεῖστον, ἅπασι μὲν ἄδειαν ἐδεδώκει καὶ Ἕλλησι καὶ Ἰουδαίοις καὶ τοῖς ἄλλοις ὅσοι τὸ Χριστιανῶν ὄνομα περικείμενοι τἀναντία ταῖς εὐαγγελικαῖς διδασκαλίαις κηρύττουσι.
 [02892]  Ἐπειδὴ δὲ τὸν Βόσπορον διαβὰς εἰς τὴν Θρᾴκην ἀφίκετο, πρῶ τον μὲν ἐν Κωνσταντινουπόλει πλεῖστον διέτριψε χρόνον δειμαίνων τὸν πόλεμον·
 [03017]  Ὅπως μὲν ἐπὶ πλεῖστον φέρει τοὺς κατ' αὐτοῦ λυττῶντας ὁ δεσπότης θεὸς καὶ ὅπως κολάζει τοὺς οὐκ εἰς δέον τῇ μακροθυμίᾳ χρωμένους, τοιαῦτα καὶ δεδρακὼς καὶ πεπονθὼς ὁ Βάλης ἐδίδαξεν ἀκριβῶς.
 [03193]  Ὅτι τῇ ἀποστολικῇ καθέδρᾳ τὴν ὀφειλομένην αἰδῶ ἡ ἀγάπη ὑμῶν ἀπονέμει, ἑαυτοῖς τὸ πλεῖστον παρέχεσθε, υἱοὶ τιμιώτατοι.
 [03447]  ἔδαφος τὸ μέτωπον θεὶς τὸν φιλάνθρωπον ἠντιβόλει δεσπότην μὴ ἐπὶ πλεῖστον ἐνδοῦναι τῇ τυραννίδι τοῦ δαί μονος, ἀλλὰ καὶ τὴν ἀσθένειαν τὴν ἐκείνου γυμνῶσαι καὶ τὴν οἰκείαν δύναμιν ἐπιδεῖξαι, ἵνα μὴ πρόφασις ἐντεῦθεν τοῖς ἀπίστοις μείζονος γένηται βλάβης.
 [03476]  ἀλλὰ τὸν πολλοῖς λαμπρυνόμενον πόνοις καὶ ἐπὶ πλεῖστον ὑπὲρ τῶν προβάτων προκινδυνεύσαντα, προσήκει γενέσθαι ποιμένα.
 [03642]  ἐν ἀσκητικῇ γὰρ παλαίστρᾳ τὸν πρὸ τῆς ἐπισκοπῆς διατελέσας χρόνον καὶ γυμνασάμενος ἐπὶ πλεῖστον, ὤφθη γενναῖος ἀγωνιστὴς καὶ λόγῳ παιδεύων καὶ βεβαιῶν τῷ βίῳ τὸν λόγον.
000-00-00 Serial Number=0880924940
Historia religiosa Ante [Go Back]  
 [00016]  Οὐ μόνον δὲ τούτους, ἀλλὰ καὶ γυναικώδεις ἄνδρας καὶ θηλυδρίας καὶ ἀμφιβόλους εἴτε ἄνδρες εἶεν εἴτε γυναῖκες, οἱ τῆς τούτων θεωρίας φιλοθεάμονες ταῖς σανίσιν ἐγγράφουσιν, ἐπὶ πλεῖστον αὐτῶν τὴν μνήμην διαρκέσαι φιλονεικοῦντες, καίτοι τῆς μνήμης λώβην ταῖς ψυχαῖς, οὐκ ὄνησιν ἐμποιούσης·
 [00178]  Ὡς δὲ ἄπρακτα ἅπαντα ἐγίνετο τῇ τοῦ θεσπεσίου ἀνδρὸς διαλυόμενα προσευχῇ, τέλος τοῦ παραρρέοντος ποταμοῦ τὸ ῥεῦμα τῇ πολυχειρίᾳ κωλύσας καὶ τῇ ἀποτειχίσει κεκω λυμένον τοῦ ποταμοῦ ὅτι πλεῖστον συναθροίσας, ἐπαφῆκεν ἀθρόον κατὰ τοῦ τείχους, οἷόν τινι μηχανήματι τούτῳ σφοδροτάτῳ χρησάμενος.
 [00277]  Ὁ δὲ Πρεσβύτης, κρύπτειν μὲν ἐπὶ πολὺ πειρώμενος, ἀνιᾶν δὲ τὸν ἐραστὴν ἐπὶ πλεῖστον οὐκ ἀνεχό μενος·
 [00325]  ἐμακρο θύμησε γὰρ ἐπὶ πλεῖστον τῷ δυσσεβεῖ·
 [00663]  Ἐπειδὴ γὰρ ὁ θεῖος Εὐσέβιος, τὴν ἐντεῦθεν ἐκδημίαν ποιούμενος, αὐτὸν τοῦ ποιμνίου παρηγγύησε προστατεύειν, καὶ παραι τούμενος τὴν κηδεμονίαν τοὺς τῆς ἐπιμελείας ἐκείνης ἐφιεμένους οὐκ ἔπειθεν, εἰς ἑτέραν ᾤχετο ποίμνην, νέμεσθαι μᾶλλον ἢ νέμειν αἱρούμενος καὶ χρόνον πλεῖστον ἐπιζήσας, οὕτω τόνδε τὸν βίον κατέλυσεν.
 [00738]  Ὁ δὲ Ἀφθόνιος ἐπὶ πλεῖστον διέμεινε τῆς ἀγέλης ἐπιμελούμενος καὶ κατὰ τοὺς κειμένους νόμους ἰθύνων.
 [00762]  Οὗτος γὰρ πλεῖστον ὅτι μάλιστα διετέλεσε χρόνον τὸν ἐρημικὸν ἀσπαζόμενος βίον καὶ ἔν τινι βραχεῖ διαιτώμενος ἄντρῳ·
 [00892]  Εἰκότως, ἔφη, ὦ πάτερ, οὐδὲ γὰρ ὅσιον τὸν μὲν ἐπὶ πλεῖστον τεθεραπευκότα χρόνον ὡς οὐκ ἐπιτήδειον ἀποπέμψασθαι, τὸν δὲ οὐδέπω πεῖραν τῶν οἰκείων δεδωκότα τρόπων διὰ μόνην εἰσδέξασθαι τὴν πατρίδα.
 [01020]  Ἐν τούτῳ καθειργμένος ὅτι πλεῖστον διετέλεσε χρόνον ὕδατι μὲν ψυχρῷ χρώμενος, ἄρτον δὲ μόνον σιτούμενος καὶ τοῦτον οὐ καθ' ἑκάστην ἡμέραν, ἀλλὰ μίαν μὲν ἄσιτος διαμένων, τῇ δὲ ὑστεραίᾳ τούτων αὐτῶν μεταλαγχάνων.
 [01140]  [10.5] Τοῦτον ᾐδέσθησαν καὶ πολέμιοι θρασεῖς καὶ ἀνήμεροι οἱ τῆς ἕω τὸ πλεῖστον ληϊσάμενοί τε καὶ ἐξανδραποδισάμενοι.
 [01187]  Τίς γὰρ οὐκ ἂν ὑπερηγάσθη πρεσβύτην θεώμενος τὸ σῶμα τετρυχωμένον καὶ κόμης πολλῆς ἀνεχόμενον καὶ σίδηρον ὅτι πλεῖστον φέρειν αἱρούμενον καὶ τῷ ἐκ τριχῶν ἐσθήματι κεχρημένον καὶ τροφῆς ἀπολαύοντα κωλῦσαι μόνον ἀπο χρώσης τὸν ἐκ λιμοῦ θάνατον;
 [01196]  Οὗτος γὰρ πλοῦτον ὅτι μάλιστα πλεῖστον ἐν τῇ πατρίδι καταλιπών αὕτη δὲ ἦν ὁ Πόντος , ἀπέλαυσε μέν, ὡς ἔλεγε, τῶν Βασιλείου τοῦ μεγάλου ναμάτων γειτονεύοντος καὶ τὴν Καππαδοκῶν ἄρδοντος χώραν, τῆς δὲ ἀρδείας ἀξίους ἀπέδωκε τοὺς καρπούς.
 [01251]  Ταύτην δὲ αὐτῷ τὴν τάξιν τετήρηκα καὶ μετὰ πολλοὺς αὐτοῦ τὸ διήγημα τέθηκα οὐκ ἐπειδὴ δεύτερος τῶν ἄλλων τὴν ἀρετήν τοῖς γὰρ ἄκροις καὶ πρώτοις ἐφάμιλλος ἦν , ἀλλ' ὅτι χρόνον βεβιωκὼς ὅτι μάλιστα πλεῖστον, μετ' ἐκείνους ὧν ἐμνήσθην τοῦ βίου τὸ πέρας ἐδέξατο.
 [01259]  καὶ ταύτην αὐτῷ τὴν τροφὴν ἡ μήτηρ ἡ ἐμὴ γενομένη συνήθης ἐπὶ πλεῖστον ἐχορήγησε χρόνον.
 [01333]  Παραπαίουσα δὲ ἐπὶ πλεῖστον διετέλεσε χρόνον·
 [01407]  Φασὶ δὲ αὐτὸν μήτε τὸν χιτῶνα μήτε τὴν σισύραν ἐπὶ πλεῖστον ἀμεῖψαι, ἀλλὰ τοῖς ἐν αὐτοῖς γιγνομένοις ῥήγμασιν ἕτερα ῥάκια συρράπτοντα τοῦτον αὐτὸν τὸν τρόπον θεραπεύειν τὸ γῆρας.
 [01438]  τῆς δὲ χειρὸς ἐπὶ πλεῖστον ἀκινήτου μενούσης καὶ ἀφιέναι τὸν λίθον οὐ δυναμένης ἕως ὁ θεῖος ἐκεῖνος ἀνὴρ τὸ ὕδωρ ἀρυσάμενος ἐπανῆκεν, αἴσθησιν τῆς ἀγνοίας ἐδέξατο καὶ μετὰ τὴν ἕω καταλαμ βάνει τὸ τῆς ἀρετῆς φροντιστήριον καὶ διηγεῖται τὸ γεγονὸς καὶ συγγνώμην αἰτεῖ καὶ λαμβάνει τῆς πλημμελείας τὴν ἄφεσιν οὐ φωνῆς φθεγξαμένης ἀκούσας, ἀλλὰ διὰ τῶν τῆς χειρὸς κινημάτων καταμαθὼν τὴν εὐμένειαν.
 [01452]  εἰ μὲν γὰρ ἔμελλον ἐπὶ πλεῖστον βιώσεσθαι, πάμπαν ἔφυγον ἂν τὸ βαρὺ τοῦτο καὶ φοβερὸν τῆς ἱερωσύνης φορτίον, τῆς παρα καταθήκης ὀρρωδῶν τὰς εὐθύνας.
 [01493]  Τοσαύτῃ γὰρ αὐτόν φασιν οἱ συγγεγονότες ἀγρυπνίᾳ καὶ στάσει καὶ νηστείᾳ καταδαμάσαι τὸ σῶμα ὡς ἀκίνητον ἐπὶ πλεῖστον διαμεῖναι χρόνον, ἥκιστα βαδίζειν δυνάμενον.
 [01579]  καὶ ἀπιέναι βουλόμενον ἐπὶ πλεῖστον κατεῖχε περὶ τῶν οὐρανίων πραγμάτων διαλεγόμενος.
 [01592]  καὶ τοῦτον τὸν τρόπον οὐκ ὀλίγον ἀλλ' ὅτι μάλιστα πλεῖστον διετέλεσε χρόνον.
 [01615]  ψάλλων γὰρ ἐπὶ πλεῖστον διετέλεσε χρόνον, ὥρᾳ τε σώματος λάμπων.
 [01789]  ἠνία γάρ με κομιδῇ ἡ τοῦ βδελυροῦ Μαρκίωνος ἐπὶ πλεῖστον διακρατήσασα πλάνη.
 [01921]  Καὶ πρῶτον μὲν τῆς γλώττης εἰδὼς τὸ εὐόλισθον, μειράκιον ὢν ἔτι σιγὴν ἐνομοθέτησε ταύτῃ καὶ πλεῖστον ὅτι μάλιστα διετέλεσε χρόνον μηδὲν πρὸς μηδένα φθεγγόμενος.
 [02234]  [26.23] Φασὶ δὲ ἀπὸ τῆς στάσεως καὶ χειρώνειον ἕλκος ἐν θατέρῳ γενέσθαι ποδὶ καὶ διηνεκῶς πλεῖστον ἐκεῖθεν ἰχῶρα ἐκκρίνεσθαι.
000-00-00 Serial Number=0372098863
Interpretatio in Danielem Ante [Go Back]  
 [01842]  Βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆθι, Τὴν συνήθη [81.1408] πρόσρησιν τῶν οἰκείων λόγων προτάττει, ἀντὶ τοῦ Γένοιτό σοι ἐπὶ πλεῖστον ζῇν.
 [02235]  Εἰ δὲ καὶ ἰσχύν τινα ἔλαβον οἱ μακάριοι Μακκαβαῖοι, ἀλλ' οὐκ ἐπὶ πλεῖστον.
000-00-00 Serial Number=0531572700
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00913]  ὕβριν δὲ τὴν κατὰ τοῦ Θεοῦ ἀσέβειαν προσηγόρευ σεν, ᾗ ἐπὶ πλεῖστον χρώμενοι διετέλεσαν τῆς θείας καταφρονοῦντες μακροθυμίας·
 [02127]  Τὸν Ναβουχοδο νόσορ διὰ τούτων ᾐνίξατο, μέγαν μὲν ὀνομάσας διὰ τὸ πολυθρύλλητον γενέσθαι, μεγαλοπτέρυγον δὲ, ὡς ἐπὶ πλεῖστον τὴν ἡγεμονίαν ἐκτείναντα, μακρὸν δὲ τῇ ἐκτάσει, ὡς μεγαλόφρονα καὶ ἀλαζόνα·
 [03028]  Τὴν Μήδων καὶ Περσῶν ἐπανάστασιν κατὰ τῆς Βαβυλῶνος διὰ τούτων ᾐνίξατο, οἳ πᾶν εἶδος μηχανημάτων τοῖς περιβόλοις πολιορκοῦντες προσήνεγκαν, καὶ νύκτωρ ἐν ἑορτῇ εἴσω τοῦ ἄστεως γεγονότες, ἅπασαν μὲν ἐχειρώσαντο τὴν πόλιν, ἐν έπρησαν δὲ τὸ πλεῖστον, αἱμάτων δὲ καὶ τὰς οἰκίας καὶ τὰς ἀγυιὰς ἁπάσας ἐπλήρωσαν.
 [05298]  Οὐ γὰρ ἐπὶ πλεῖστον, φησὶν, ἡ ἐρημία μενεῖ, ἀλλ' ἐλέγξω τῶν γειτνιαζόντων ὑμῖν ἐθνῶν τὰ ὀνείδη, καὶ τὴν καθ' ὑμῶν αὐτῶν καταπαύσω θρασύτητα, καὶ οὐκέτι τὰς ὑμετέρας διηγήσονται συμφορὰς, τὰ ὑμέτερα θρυλλοῦντες κακά.
 [05667]  Ἐνθυμείσθω δὲ ὡς καὶ ἐν τοῖς ἡμετέροις χρόνοις πᾶσαν τὴν Ἕω τοῦτο τὸ ἔθνος κατέλαβε, καὶ πλεῖστον πλῆθος ἐξανδραποδίσαν ἀπῆλθε.
000-00-00 Serial Number=0341664374
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00111]  Ὁ δὲ, μα κροθυμήσας ἐπὶ πλεῖστον, τῆς οἰκείας αὐτοὺς ἐγύ μνωσε χάριτος.
 [01344]  ἀλλὰ διαῤῥήδην ἡμᾶς διδάσκει, πῶς ὁ ∆εσπότης Θεὸς κατέχει τοὺς οἴακας τοῦ παντὸς κόσμου, καὶ σοφῶς κυβερνᾷ, καὶ χορηγεῖ τὰ ἀγαθὰ, καὶ παιδεύει δικαίως, ὅταν ἐπὶ πλεῖστον μακροθυμήσας ἐπιμείναντας τῇ πονηρίᾳ θεάσηται.
 [01768]  καὶ μέντοι καὶ Σαμουὴλ ταυτὸ τοῦτο δέδρακεν, καὶ πλεῖστον ὑετὸν ἐν ὥρᾳ θέρους κατ ήγαγεν.
 [03455]  Ἴδιον τῶν ἀγανα κτούντων βλοσυρὸν μὲν βλέπειν, ἀτενὲς δὲ ἔχειν τὸ ὄμμα, καὶ ἐπὶ πλεῖστον ἐπὶ τοὺς παροξύνοντας ἀποβλέπειν.
 [04211]  οὔτε γὰρ ᾠκοδομήθη, ἀλλ' ἐστέρηται τῶν περιβόλων μέχρι καὶ τήμερον, καὶ ἐπὶ πλεῖστον ἀοίκητος ἔμεινε·
 [05145]  Εἶτα διδάσκει, ὡς οὐκ ἐπὶ πλεῖστον κέχρηται ταῖς παιδείαις ὁ ∆εσπότης, φιλάνθρωπος ὢν, ἀλλὰ μετὰ τὴν παιδείαν ἐπάγει τὸν ἔλεον.
000-00-00 Serial Number=0483349800
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00773]  Ἔχει δὲ καὶ φιλανθρωπίαν, δι' ἣν ἐπὶ πλεῖστον φέρει τῶν ἀνθρώπων τὰ πλημμελήματα.
 [00947]  Οὐ γὰρ ἠνέσχου, φησὶν, ἐπὶ πλεῖστον περιϊδεῖν τῶν ἀνθρώπων τὴν φύσιν ὑπὸ τοῦ πικροῦ τυράννου δουλουμένην κακῶς, ἀλλ' οἷόν τις δικαστὴς, ἐπὶ θρόνου τινὸς ὑψηλοῦ καὶ φοβεροῦ βήματος καθίσας, τοιαύτην αὐτῷ τιμωρίαν ἐπ ήνεγκας, ὥστε λήθῃ παντελεῖ τούτου παραδοθῆναι τὴν μνήμην.
 [04415]  μᾶλλον δὲ τὸ πλεῖστον τοῦ Ἰσραὴλ, καὶ αὕτη δὲ ἡ τοῦ Ἰούδα φυλὴ σὺν τῷ Ἀβεσσαλὼμ ἐστρατεύσατο.
 [05186]  Ταῦτα δὲ οὐδαμῶς Ἰουδαίοις ἁρμόττει ἐπ' εὐσεβείᾳ προγόνων σεμνυνομένοις, δι' οὓς καὶ ἐπὶ πλεῖστον τῆς θείας κηδεμονίας ἀπ έλαυσαν.
000-00-00 Serial Number=0029912174
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [01713]  Οὕτως Ἰεβουσαῖοι τὴν Ἱερουσαλὴμ ᾤκησαν ἐπὶ πλεῖστον·
 [01794]  Οὕτως ἱκετεύσαντες, καὶ τὰς αἰτήσεις δεξάμενοι, καὶ χάριν ὑπὲρ τούτων ὁμολογήσαντες, ἀντιβολοῦ σι τὸν Θεὸν, τὸν δοθέντα αὐτοῖς ἐπὶ πλεῖστον δια φυλάξαι βασιλέα.
 [02251]  ἐν πολλῇ γὰρ διήγαγον ἐπὶ πλεῖστον πενίᾳ, ὡς ὁ Ἔσδρας ἐδίδαξεν·
 [03185]  μηδὲ ἐπὶ πλεῖστον ἐπονείδιστος γένωμαι.
 [03201]  [Ὁ μὲν πρῶτος λαὸς] Νεότητα καλεῖ τὸν ἐπὶ τοῦ μεγάλου Μωσέως χρόνον, ὅτε καὶ τῆς ἐλευθερίας ἀπήλαυσαν, ἐπὶ πλεῖστον Αἰγυπτίοις δεδουλευκότες χρόνον.
 [04811]  Ὁ Βαβυλώνιος γὰρ καὶ τὸν νεὼν ἐνέπρησε, καὶ τῆς πόλεως τὸ πλεῖστον πυρὶ παραδέδωκεν·
000-00-00 Serial Number=0412869096
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00553]  Ἐπὶ πλεῖστον δὲ αὐτοὺς, φησὶ, ταύτῃ τῇ ταλαιπω ρίᾳ συνέζευξας·
 [00554]  σημαίνει δὲ κατὰ ταυτὸν, καὶ τὴν μετὰ τὸ πάθος τοῦ Σωτῆρος ἡμῶν Ἰουδαίων ἀπο βολὴν, καὶ τῆς θείας κηδεμονίας τὴν στέρησιν, οὐκ ἐπ' ὀλίγον χρόνον, ἀλλ' ἐπὶ πλεῖστον ἐσομένην.
 [00588]  Τὸ δὲ κοινὸν, καὶ ὡς ἐπὶ πλεῖστον κρατοῦν, ἐνταῦθα διδάσκει.
 [00608]  Μὴ ἐπὶ πλεῖστον, ∆έσποτα, παρίδῃς ὀδυνωμένους, ἀλλὰ δέξαι τὴν ἱκε τείαν, καὶ φιλανθρωπίας τοὺς σοὺς ἀξίωσον δούλους.
 [00840]  ∆ιαρκεῖ δὲ ἀμφότερα καὶ ἐπὶ πλεῖστον διαμένοντα χρόνον, χρόνου δὲ καὶ εἰς αὔξησιν δεῖται.
 [00866]  Ἐπὶ πλεῖστον γὰρ χρόνον οἱ πλείους αὐτὸν ἀγνοήσαντες, τὴν τῷ Θεῷ προσήκουσαν θε ραπείαν τοῖς εἰδώλοις προσήνεγκαν·
 [00909]  Καθάπερ τῶν μεγά λων ποταμῶν εἰς τὸ πέλαγος εἰσβαλλόντων, καὶ τὴν κατὰ τῆς ψάμμου τῶν κυμάτων προσβολὴν ἐπε χόντων, ἐπὶ πλεῖστον κυρτοῦται τὰ κύματα τῇ μάχῃ τῶν ποταμίων ῥευμάτων·
 [01090]  Οὗτος θεασάμενος τοῦ λαοῦ τὸ πλεῖστον τὴν τῶν εἰδώλων ἀσπασάμενον θεραπείαν, προσέταξε μὲν ἅπαντας κατασφαγῆναι τῶν εἰδώλων τοὺς ἱερέας, τοὺς δὲ τούτων βωμοὺς ἐκ βάθρων ἀνασπασθῆναι·
 [01904]  Οὐκ ἠνέσχετο ταῖς ἡμετέραις ἁμαρ τίαις μετρῆσαι τὴν τιμωρίαν, οὐδὲ ἐπὶ πλεῖστον καθ' ἡμῶν ἐκτεῖναι τὴν ἀγανάκτησιν.
 [02470]  ∆ιδάσκει δὲ καὶ τὰς πρὸς τὸν Ἀβραὰμ ἐπαγγελίας ποιούμενος, τί δήποτε μὴ εὐθὺς αὐτῷ δίδωσι τῆς γῆς ἐκείνης τὴν δεσποτείαν, ἀλλὰ παροι κεῖν ἐπὶ πλεῖστον ἐᾷ.
 [02631]  Εἰ γὰρ ὁ νομοθέτης τῆς ἐπηγγελμένης οὐκ ἀπήλαυσε γῆς, συνιδεῖν ἐντεῦθεν ῥᾴδιον, ὡς οὐδὲ αὐτοὶ ταύτης ἀπολαύσωσιν ἐπὶ πλεῖστον τῆς προμηθείας.
 [02704]  μᾶλλον ἡμῖν ἢ ἐκείνοις ἁρμόττει τῆς προφητείας τὸ πλεῖστον.
 [03129]  Τὸ γὰρ ἔλαιον ἐπὶ πλεῖστον ἐπιμένει τῷ σώματι.
 [03378]  Ἀμμανῖται, καὶ Μωαβῖται, καὶ Ἰδουμαῖοι, πλῆθος ὅτι μάλιστα πλεῖστον συναγαγόν τες, ἐπεστράτευσαν πάλαι ποτὲ τῇ Ἰούδα φυλῇ.
 [04011]  Εἰ γὰρ τῶν διαιρεθεισῶν πάλαι φυλῶν ἡγεμόνευσε Ζοροβάβελ, ἀλλ' οὐκ ἐπὶ πλεῖστον διήρκεσεν.
 [04824]  Ὁ πάντα σταθμῷ καὶ μέτρῳ πρυτανεύων Θεὸς φέρει μὲν ἐπὶ πλεῖστον τῶν ἀν θρώπων τὰς ἁμαρτίας·
 [05960]  Πολὺ γὰρ τὸ μέγεθος, καὶ τὸ κάλλος, καὶ ἡ ἐπὶ τὸ πλεῖστον διαμονή.
 [07144]  Τῷ στερεώματι διεχώρισεν ὁ Θεὸς τῶν ὑδάτων τὴν φύσιν, τῇ ἀῤῥήτῳ σοφίᾳ τὴν ἐπὶ πλεῖστον αὐτοῖς διανομίαν μηχανώ μενος.
000-00-00 Serial Number=0383566201
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00052]  εἶτα Φουὰ ὁ τῶν Ἀσσυρίων τηνι κάδε τὰ σκῆπτρα κατέχων, φόρον ὅτι πλεῖστον εἰσ έπραξε.
 [00585]  Ἐπὶ πλεῖστον, φησὶ, μακροθυμή σας, καὶ ὥσπερ ὁρᾷν οὐ δοκῶν τὰ τολμώμενα, νῦν σαφῶς αὐτὰ θεωρῶ, τιμωρίαν αὐτοῖς ἐπαγαγεῖν δοκι μάσας.
 [01046]  Πατέρα μιμεῖται καὶ μητέρα ὑπὸ τῆς φύσεως διαταραττομένους, καὶ ἐπὶ πλεῖστον ἀποστρέφεσθαι τὰ τέκνα μὴ δυναμέ νους.
 [01058]  Οὐ γὰρ ἀνθρώπῳ, φησὶ, παραπλησίως ὀργίζομαι, οὐδὲ ἐπὶ πλεῖστον μνησικακεῖν ἀνέχομαι·
 [01197]  Ὁ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐ μόνον κτίζων, ἀλλὰ καὶ τὸ ἐπιμένειν αὐτοῖς ἐπὶ πλεῖστον δωρούμενος·
 [01445]  Τὰ δὲ τοῦ σίτου, φησὶ, δοχεῖα εὐρῶτα ὑπέμεινεν, ὡς πλεῖστον χρόνον μὴ δεξάμενα σῖτον.
 [01810]  Λέγει τοίνυν, ὅτι Πολλὰ πολλάκις τῆς ∆αμασκοῦ πεπλημμεληκυίας ἐπὶ πλεῖστον ἀνασχό μενος, νῦν οὐκέτι μακροθυμήσω, οὐδὲ ἀποστραφή σομαι, ὥστε αὐτῶν μὴ ἰδεῖν τὰς ἀῤῥήτους παρανο μίας·
 [01834]  Καὶ περὶ τῆς Γάζης δὲ λέγει, ὅτι Καὶ τρὶς, καὶ τετράκις μακροθυμήσας, ἐπὶ πλεῖστον αὐτῶν οὐκ ἀνέξομαι παρανομούντων.
 [01878]  Τούτων δὲ τολμωμένων ἐπὶ πλεῖστον μὲν ἠνεσχόμην, οὐκέτι δὲ χρήσομαι τῇ συνήθει μακροθυμίᾳ.
 [02229]  Ὥσπερ γὰρ, φη σὶν, ὁ Γὼγ, ὁ τῶν Σκυθικῶν ἐθνῶν βασιλεὺς, κατὰ τῆς Ἱερουσαλὴμ πλῆθος ὅτι πλεῖστον ἀθροίσει·
 [02389]  καὶ ἐπὶ πλεῖστον δὲ τὴν δεδομένην αὐτοῖς οἰκήσουσι πατρίδα.
 [02880]  μέχρι δὲ τῶν τῆς Ἱερουσαλὴμ πυλῶν μετὰ Ῥαψάκου πέμψας τῆς στρατιᾶς τὸ πλεῖστον, τῇ πείρᾳ μεμάθηκεν, ὡς οὐδενὸς περιέσται μὴ βουλομένου Θεοῦ.
 [03154]  ἐπὶ πλεῖστον δὲ οἰκῆσαι τὴν Βαβυλῶνα, μετὰ χρόνον τῆς ἐλευθερίας τυχεῖν, καὶ εἰς τὴν ἐνεγκοῦσαν ἐπανελθεῖν.
 [03512]  ἀλλὰ φέ [81.1792] ρων ἐπὶ πλεῖστον τὰς τῶν ἀνθρώπων παρανομίας, οἶδε καὶ τιμωρίαν τοῖς μὴ μεταμελουμένοις ἐπάγειν.
 [03982]  καὶ ὥσπερ ἐξ ὕπνου διαναστάν τες οἱ τῆς σῆς ἐπὶ πλεῖστον ἀνασχόμενοι τυραννίδος, τὸν σὸν τυρεύσουσιν ὄλεθρον, καὶ δώσεις δίκας τῶν μυρίων σφαγῶν, καὶ τῆς πολλῆς δυσσεβείας, καὶ τῆς εἰς τὰς πόλεις παρανομίας, ἃς τῶν οἰκητόρων ἐρήμους ἀπέφηνας.
 [04893]  Ὅρα γὰρ, φησὶ, μὴ σμικρύνῃς τὰ τῆς πό λεως μέτρα, ἀλλὰ παρ' ἐμοῦ τοῦ σοῦ καὶ ταύτης ∆εσπότου μανθάνων, ὡς πλεῖστον ὅσον αὐτὴν πλῆ θος καὶ ἀνθρώπων καὶ τετραπόδων οἰκήσει, διάγρα ψον ἀναλογοῦν τῷ πλήθει τῶν οἰκητόρων τὸ μέγεθος.
 [05029]  ∆ιακοσμήσας τὸν ἱερέα, καὶ τὸ μὲν πένθιμον ἀποδύσας σχῆμα, τὴν δὲ ἱερατικὴν ἐνδύσας στολὴν, καὶ τὸ πρακτέον ὑποδείξας, καὶ τὸ διαρκὲς ἐπὶ πλεῖστον τοῖς ἐγγόνοις ἐπαγγειλάμενος, εἰ τοὺς θείους νόμους φυλάξοιεν, ἐπὶ τὸ βασιλικὸν μετα βαίνει γένος, καὶ τὸν Ζοροβάβελ ἔκγονον ὄντα τοῦ Ἰεχονίου, ἀπὸ δὲ τοῦ ∆αβὶδ τὸ γένος κατάγοντα, οὕτω περιφανῆ καὶ περίβλεπτον ὑπισχνεῖται ποιή σειν, ὡς τῷ λαμπροτάτῳ τῆς ἀνατολῆς φωτὶ παρα βάλλεσθαι.
 [05224]  ὅθεν θυσίας ἐξέπεμψαν τῷ Θεῷ, καὶ μαθεῖν παρὰ τῶν ἱερέων καὶ παρὰ τῶν προφητῶν ἐπόθησαν, εἰ τὸν προσήκοντα κόσμον ὁ θεῖος ἀπέλαβεν οἶκος, ἢ δεῖ, φησὶ, διὰ νηστείας πάλιν ἐξιλεώσασθαι τὸν Θεὸν, ὅπερ ἐπὶ πλεῖστον δρῶντες διετελέσαμεν.
 [05946]  οἱ δὲ ὑπὸ τοῦ Θεοῦ στρατηγούμενοι Ἰουδαῖοι θεαταὶ μόνον τοῦ θανάτου γενόμενοι, τὸν ἐκείνων σκυλεύσουσι πλοῦτον, χρυ σὸν ὅτι πλεῖστον, καὶ ἄργυρον, καὶ ἐσθῆτα πολύ τιμον κομιζόμενοι·
 [06199]  Θνητὴν γὰρ ἔχοντες φύσιν, διὰ τῶν τικτομένων ἐπὶ πλεῖστον τὴν ὑμετέραν διασώζετε μνήμην·
000-00-00 Serial Number=0550271273
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00017]  ἐπειδὴ τοίνυν αἰγύπτιοι τὴν ὁρωμένην κτίσιν ἐθεοποίουν, τούτοις δὲ συνδιάγων ἐπὶ πλεῖστον ὁ Ἰσραὴλ ταύτης τῆς δυσσεβείας μετέλαχεν, ἀναγκαίως τὰ περὶ τῆς κτίσεως αὐτοῖς προσφέρει μαθήματα, καὶ διδάσκει διαρρήδην ὅτι καὶ ἀρχὴν ἔσχε τοῦ εἶναι, καὶ ὅτι ποιητὴν ἔχει τὸν τῶν ὅλων Θεόν.
 [04467]  Καὶ ἐξ ἰουδαίων πολλαὶ μυριάδες ἐπίστευσαν τῷ δεσπότῃ Χριστῷ, καὶ τὸ πλεῖστον τῶν κατὰ τὴν οἰκουμένην ἐθνῶν·
 [05095]  οἱ δέ γε μετ' ἐκεῖνον καὶ πόλεις ὀχυρὰς ἐσχηκότες, καὶ πλοῦτον ὅτι μάλιστα πλεῖστον ἐκ τῶν λαφύρων κτησάμενοι καὶ πα νοπλίας ἔχοντες καὶ τείχη καὶ περιβόλους περιγενέσθαι τῶν ὑπολειφθέντων οὐκ ἴσχυσαν διὰ τὴν οἰκείαν ἀσέβειαν.
000-00-00 Serial Number=0501266897
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00014]  Οἱ τοίνυν τῶν Βασιλειῶν τὴν βίβλον συγγεγραφότες, ἐξ ἐκείνων τῶν βιβλίων τὰς ἀφορ μὰς εἰληφότες, μετὰ πλεῖστον συνέγραψαν χρόνον.
 [00355]  Ταύτῃ δὲ οὐκ ἐπὶ πλεῖστον ἐχρήσατο.
 [01504]  Ὁ δὲ βασιλεὺς ἐπὶ πλεῖστον ἐθρήνησεν ἀμ φοτέρους, καὶ τὸν ἀνῃρηκότα, καὶ τὸν ἀναιρεθέντα.
 [02406]  Ἐντεῦθεν δὲ λέγει τοὺς ἐπαναστάντας πολε μίους τῷ Σολομῶντι, ὅτι ἕως μὲν τῆς θείας ἀπήλαυε προμηθείας, ἐν εἰρήνῃ καὶ γαλήνῃ διῆγε, πάντας ἔχων ὑποκειμένους, καὶ δασμὸν κομίζοντας ὅτι μάλι στα πλεῖστον.
 [02625]  καὶ ἄλλον πλεῖστον καὶ ἄρ γυρον καὶ χρυσὸν, ἐπίσημόν τε καὶ ἄσημον, καὶ σκεύη ἱερὰ καὶ πολύτιμα·
 [02988]  Τρωθεὶς γὰρ ὁ Ἀχαὰβ ἐπὶ πλεῖστον ἑστὼς ἐπὶ τοῦ ἅρματος διετέλεσεν, ἵνα μὴ τροπὴν ἐργάζηται τῇ φυγῇ·
 [03134]  Καὶ γὰρ ὁ μέγας Ἠλίας τὸ βραχύτατον ἄλευρόν τε καὶ ἔλαιον ἐπὶ πλεῖστον ἐξαρκέσαι πεποίηκε·
 [03709]  ἔπειτα τῶν θείων λογίων ἀκούσας, τῶν ἐν τῷ ∆ευτερονομίῳ κειμένων, καὶ τὴν ἐσθῆτα διέῤῥηξε, καὶ ἐπὶ πλεῖστον ἐθρήνησε, καὶ μαθεῖν τὸ πρακτέον περὶ τοῦ Θεοῦ τῶν ὅλων ἐζή τησεν.
 [04182]  ἐκ τῶν βασιλικῶν θησαυ ρῶν, καὶ μέντοι καὶ τῶν θείων, χρυσὸν αὐτῷ πέμψας ὅτι μάλιστα πλεῖστον.
 [04517]  Τοῦτο καὶ ἡ ἱστορία διδάσκει, ὅτι τὸ πλεῖστον τοῦ λαοῦ, ἀπὸ Ἐφραῒμ, καὶ Μανασσῆ, καὶ Ἰσάχαρ, καὶ Ζαβουλὼν, οὐχ ἡγιάσθησαν, ἀλλ' ἔφαγον τὸ Φασὲκ τοῦτο παρὰ τὴν θείαν Γραφήν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»