Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πλείους [69]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πλείους


000-00-00 Serial Number=0525183856
Commentaria in Isaiam Ante [Go Back]  
 [02405]  Καὶ εἶδον ὅτι πλείους εἰσὶ καὶ ἀπέστρεψαν τὸ ὕδωρ τῆς ἀρχαίας κολυμβήθρας εἰς τὴν πόλιν [10καὶ] τοὺς οἴκους Ἱερουσαλὴμ ἠρίθμησαν καὶ καθεῖλον τοὺς οἴκους εἰς ὀχύρωμα τείχους τῇ πόλει.
 [04056]  Καὶ γὰρ οἱ πλείους ἀδεῶς θύειν ἐβούλοντο καὶ τὴν γνώμην ἐγύμνωσαν ἐπί τε τοῦ Ἄχαζ καὶ τοῦ Μανασσῆ καὶ τῶν ἄλλων τῶν κατ' ἐκείνους προελομένων τὴν πλάνην.
000-00-00 Serial Number=0241507173
De providentia orationes decem Ante [Go Back]  
 [00121]  Τοῦ μὲν γὰρ χειμῶνος λήγοντος, καὶ τοῦ ἔαρος ὑπολάμποντος, ἡνίκα πλείους τῶν ἀνθρώπων οἱ περὶ τὴν ἐργασίαν πόνοι, ὁδοιπορίαι τε καὶ ἐκδημίαι, καὶ ἀπὸ λιμένων ἀναγωγαὶ, καὶ θάλαττα ἐστορεσμένη, καὶ τῆς χειμερινῆς ἀπηλλαγ μένη τραχύτητος, καὶ ἡ γῆ τοῖς ληΐοις κομῶσα τὸν γηπόνον εἰς ἐπιμέλειαν καλεῖ, καὶ τὰ φυτὰ τὸν φυ τουργὸν εἰς τομὴν καὶ κάθαρσιν καὶ ἀρδείαν, καὶ
 [00990]  πλείους γὰρ ταύτης οἱ τρόφιμοι, καὶ τὰς αἰσθήσεις ἐῤῥωμενεστέρας ἔχοντες, καὶ τῶν περιττῶν φορτίων ἀπηλλαγμένας.
 [01051]  Τί δήποτε τῶν εὐπόρων οἱ πλείους ἀδικίᾳ συζῶσι;
 [01227]  Ἐπειδὴ γὰρ ἡ τῆς ἁμαρτίας ἀνάγκη εἰς ἡγεμονίαν καὶ δουλείαν τῶν ἀνθρώπων τὴν φύσιν διένειμε, τῇ μὲν μετὰ τῆς ἡγεμονίας καὶ τὰς φροντίδας συνέζευξε, καὶ ἀγρυπνίας συνεκλή ρωσε, καὶ νόσους πλείους ἀπένειμε·
000-00-00 Serial Number=0954292595
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00231]  Εἰ πλείους εἶχον υἱεῖς, πλείους ἂν ὑμῖν ἐξέπεμψα φοιτη τάς.
000-00-00 Serial Number=0668170214
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00306]  ∆ιά τοι τοῦτο καὶ πλείους ἡμῖν συνδιήγαγεν ἡμέρας, ὄνησιν ἐντεῦθέν τινα δρέψασθαι προσδοκήσας.
 [00533]  Ἤλπισα δὲ καὶ συντεύξεσθαί σου τῇ μεγαλοπρεπείᾳ, ἡνίκα πλείους ἐν Ἱεραπόλει διαγαγεῖν ἠναγ κάσθην ἡμέρας·
 [00927]  Εἰ γὰρ ἐν δυοκαίδεκα ἀποστόλοις εἷς εὑρέθη προδότης, εὔδηλον ὅτι ἐν πολλαπλα σίοις ἀνθρώποις πλείους εὕροι τις ἂν τῆς τελειότητος ἀπο δέοντας.
 [01731]  Ἓξ γὰρ καὶ εἴκοσι ἔτη τὴν ἐγχειρισθεῖ σάν μοι παρὰ τοῦ Θεοῦ τῶν ὅλων Ἐκκλησίαν ἰθύνας διὰ τὰς ὑμετέρας εὐχάς, οὐκ ἐπὶ τοῦ μακαριωτάτου Θεοδότου τοῦ τῆς Ἀνατολῆς προέδρου, οὐκ ἐπὶ τῶν μετ' ἐκεῖνον, τῶν τὸν Ἀντιοχέων διαδεξαμένων θρόνον, τὴν τυχοῦσαν μέμψιν ὑπέμεινα, ἀλλὰ τῆς θείας μοι χάριτος συνεργησάσης, πλείους μὲν ἢ χιλίας ψυχὰς ἠλευθέρωσα τῆς Μαρκίωνος νόσου, πολλοὺς δὲ ἄλλους ἐκ τῆς Ἀρείου καὶ Εὐνομίου συμμορίας προσήγαγον τῷ ∆εσπότῃ Χριστῷ·
 [02206]  Ἡμεῖς δὲ καὶ πλείους ἔχομεν εἰς παραψυχὴν ἀφορμάς.
 [02555]  Ἐγὼ δὲ θρηνῶ καὶ ὀδύρομαι, ὅτι ἃς πρώην τοῖς τὴν Μαρ κίωνος λύμην εἰσδεξαμένοις προσέφερον ἀποδείξεις καὶ πλείους ἢ μυρίους διὰ τῆς θείας χάριτος πείσας προσήγαγον τῷ παναγίῳ βαπτίσματι , ταύτας νῦν τοῖς νομισθεῖσιν ὁμο πίστοις ἡ ἐπισκήψασα νόσος προσφέρειν καταναγκάζει.
 [02563]  καὶ οἱ τούτων ἔτι πρεσβύτεροι, Ἰγνάτιος καὶ Πολύκαρπος, καὶ Εἰρηναῖος, καὶ Ἰουστῖνος, καὶ Ἱππόλυτος, ὧν οἱ πλείους οὐκ ἀρχιερέων προλάμπουσι μόνον, ἀλλὰ καὶ τὸν τῶν μαρτύρων διακοσμοῦσι χορόν.
000-00-00 Serial Number=0657335699
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [02211]  καὶ ἐπειδὴ πλείους οἱ τοιοῦτοι τῶν τε βασιλίδων, καὶ παλλακί δων, φησί·
000-00-00 Serial Number=0234944224
Graecarum affectionum curatio Ante [Go Back]  
 [00303]  καὶ πολλῆς οὔσης ἐν τῷ μέτρῳ διαφωνίας, καὶ τῶν μὲν τετρακοσίας καὶ ἑβδομήκοντα σταδίων μυριάδας εἶναι λεγόντων, τῶν δὲ ἐλάττους, τῶν δὲ πολλῷ πλείους, ὅμως πείθονται οἱ φοι τηταὶ τοῖς διδασκάλοις καὶ τοῖς παρ' αὐτῶν λεγομένοις πι [1.97] στεύουσιν.
 [01079]  Μίαν ἢ πλείους;
 [01087]  Εἶτα ἐρόμενος, εἰ μίαν ἢ πλείους χρὴ λέγειν, ἀπεκρίνατο, ὡς οὐ δεῖ λέγειν τῶν δύο ἐλάττους·
 [01195]  καὶ τετρακοσίας ἀριθμοῦσι καὶ μέντοι καὶ πλείους σταδίων μυριάδας, τὰς μὲν ἀπὸ γῆς μέχρι σελήνης, τὰς δὲ ἐκεῖθεν μέχρις ἡλίου·
 [02026]  οὐδὲ ὑγιαίνειν μὴ ὑγείας ἐπιμελουμένους, οὐδ' ἀγανακτεῖν δέ, εἰ τοῖς φαύλοις πλείους γίνοιντο οἱ καρποί, ἢ ὅλως αὐτοῖς γεωργοῦσιν ἢ ἄμεινον.
 [02631]  ἀλλ' ὥσπερ τῶν δρυτόμων τὰ δένδρα τεμνόντων, πολλῷ πλείους τῶν τεμνομένων ἐκ τῶν ῥιζῶν παραφυάδες βλαστάνουσιν, οὕτω δὴ τηνικαῦτα τῶν εὐσεβῶν ἀναιρουμένων, πολλαπλάσιοι τῇ τῶν εὐαγγελίων διδασκαλίᾳ προσῄεσαν, καὶ τὸ αἷμα τῶν ἐκτμηθέντων ἀρδεία τοῖς νεοφύτοις ἐγίνετο.
000-00-00 Serial Number=0054303706
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00007]  Εἰδέναι δὲ χρὴ τὴν φιλόθεον ὑμῶν ψυχὴν, ὡς τῶν παλαιῶν αἱρέσεων αἱ πλείους διὰ τὴν θείαν χάριν ἀπέσβησαν, καὶ ἐγένοντο, προφητικῶς εἰπεῖν, ὡσεὶ χόρτος δω μάτων, ὃς πρὸ τοῦ ἐξανθῆσαι ἐξηράνθη.
 [00434]  Εὗρον δὲ κἀγὼ πλείους ἢ διακοσίας βίβλους τοιαύτας ἐν ταῖς παρ' ἡμῖν ἐκκλησίαις τετιμημένας, καὶ πάσας συναγαγὼν ἀπεθέμην, καὶ τὰ τῶν τεττάρων εὐαγγελιστῶν ἀντεισήγαγον Εὐαγγέλια.
 [00965]  Ὅτι μὲν τῶν δυσωνύμων αἱρέσεων αἱ πλείους τοῖς ἀρχεγόνοις Βαλεντίνου θεοῖς τῷ Βυθῷ καὶ τῇ Σιγῇ παρεδόθησαν, ἐν τοῖς ἤδη γραφεῖσι βιβλίοις δε δήλωται.
 [02783]  ∆ιὰ γὰρ δὴ τοῦτο καὶ πλείους ἔχειν γυναῖκας τοὺς παλαιοὺς οὐκ ἐκώλυσεν, ἵνα αὐξηθῇ τῶν ἀνθρώπων τὸ γένος.
000-00-00 Serial Number=0377170086
Historia ecclesiastica Ante [Go Back]  
 [00611]  Κατὰ τὴν ἐπώνυμον ἡμῖν πόλιν, τῆς τοῦ σωτῆρος θεοῦ συν αιρομένης προνοίας, μέγιστον πλῆθος ἀνθρώπων τῇ ἁγιωτάτῃ ἐκ κλησίᾳ ἀνατέθεικεν ἑαυτό, ὡς πάντων ἐκεῖσε πολλὴν λαβόντων αὔξησιν σφόδρα ἄξιον καταφαίνεσθαι καὶ ἐκκλησίας ἐν αὐτῇ κατα σκευασθῆναι πλείους.
 [00841]  πείθουσι δὴ οὖν τὸν βασιλέα σύνοδον ἐν Καισαρείᾳ τῆς Παλαιστίνης ἀθροῖσαι, ἔνθα δὴ πλείους ἦσαν οἱ δυσμενεῖς, κἀκεῖσε κριθῆναι κελεῦσαι τὸν Ἀθανάσιον.
 [01282]  ἐφυγάδευσαν δὲ ἐπισκόπους πλείους ἢ τριάκοντα.
 [01562]  τούτου δὴ χάριν ὁ μὲν κλῆρος πλείους εἶχε τοὺς τῆς αἱρετικῆς λύμης μετειληχότας, τοῦ δὲ λαοῦ τὸ πλεῖστον τῶν ὀρθῶν ὑπερεμάχει δογμάτων.
 [02071]  τούτων ἀκούσαντες τῶν ἑστιωμένων οἱ πλείους ἀνωλόλυξάν τε καὶ ὠλοφύραντο, καὶ πολλὰς τῶν κεφαλῶν ἀποτίλαντες τρίχας ἐξανέ στησάν τε τοῦ συμποσίου καὶ διὰ τῆς ἀγορᾶς θέοντες Χριστιανοί τε εἶναι ἐβόων καὶ βασιλικοῖς παρακεκροῦσθαι τεχνάσμασι καὶ παλινῳ δίαν ᾄδειν καὶ τὴν ἐξ ἀγνοίας συμβᾶσαν ἧτταν ἀναπαλαίειν.
 [02740]  οἱ πλείους γὰρ ἦσαν μονάζοντες, ἐρημίαν οἰκοῦντες δι' ἄσκη σιν·
 [03676]  πλείους [341] γὰρ ἢ τριάκοντα ἡμέρας πανσυδὶ Γοροράνου τὴν προειρημένην κυ κλώσαντος πόλιν, καὶ πολλὰς μὲν ἑλεπόλεις προσενεγκόντος, μηχαναῖς δὲ χρησαμένου μυρίαις, καὶ πύργους ἔξωθεν ὑψηλοὺς ἀντεγείραντος, μόνος ἀντέσχεν ὁ θεῖος ἀρχιερεὺς (Εὐνόμιος δὲ τούτῳ ὄνομα ἦν) καὶ τῶν προσφερομένων μηχανῶν τὴν ῥύμην διέλυσε.
000-00-00 Serial Number=0753236473
Historia religiosa Ante [Go Back]  
 [00147]  ἀλλ' οἱ πλείους μὲν ἄσμενοι τοῦτο ἐποίουν, ἑπτὰ δέ τινες τῆς Ἀρείου βλασφημίας συνήγοροι τῇ μὲν γλώττῃ καὶ τῇ χειρὶ συνωμολόγησαν, ἀντιφθεγγο μένην δὲ τῇ γλώττῃ τὴν γνώμην ἐπέκτηντο κατὰ τὴν προφητείαν τὴν λέγουσαν·
 [00159]  Καὶ ἐπειδὴ ἀπήντησεν ἡ κυρία, καθ' ἣν ἤλπιζον οἱ πλείους τὸν ἀλιτήριον εἰσδεχθήσεσθαι, καὶ τῆς θείας λειτουργίας ἔφθασεν ὁ καιρός, καὶ προσέμενον ἅπαντες ἰδεῖν τὸν ἀντίθεον ἐλεούμενον, τηνικαῦτα γίνεται θεῖον ὄντως καὶ παράδοξον θαῦμα·
 [00430]  Ἐν τούτοις μέχρι καὶ τήμερον πλείους ἢ τετρακόσιοι διάγουσιν ἄνδρες, ἀρετῆς ἀθληταὶ καὶ εὐσεβείας ἐρασταὶ καὶ τὸν οὐρανὸν τοῖς πόνοις ὠνούμενοι.
 [00747]  Καὶ ταύτην δὲ τὴν κηδεμονίαν ἀναδεξάμενος οὐδὲν ἧττον τῆς ἀγέλης ἐκείνης ἐπεμελεῖτο, ἐκεῖ τὰς πλείους διατρίβων ἡμέρας, καὶ νῦν μὲν τῶν ζυγομαχούντων τὰς ἔριδας διαλύων, νῦν δὲ ὑφ' ὁτουοῦν ἀδικουμένων ποιούμε νος πρόνοιαν, ἄλλοτε δὲ τοῖς θιασώταις τὴν θείαν προσφέρων παραίνεσιν.
 [00947]  Ἐκ τούτου πλείους εἰσέθεον τὰς πυέλους ἁπάσας διερευνώμενοι καὶ τὸ τελευταῖον εἰς ἐκείνην ἀφικόμενοι ὁρῶσιν αὐτὸν ἐρριμμένον καὶ τῆς ζωῆς ἐστερη μένον.
 [01850]  Ἐμοῦ δὲ ταῦτα λογιζομένου, θόρυβός τις πλήθους ἠκούετο προσπελάζοντος καί τινες ἐβόων ἡγούμενοι ῥαβδοφόροι, συρίττοντες καὶ ἀπελαύνοντες ἐκ τοῦ μέσου τοὺς πλείους καὶ εὐτρεπῆ ποιοῦντες τῷ ἡγουμένῳ τὴν πάροδον.
 [02096]  Ὡς δὲ πλείους ἢ δέκα ἡμέρας τοῦτον διετέλεσε τὸν τρόπον καὶ τὸ ἕλκος χαλεπώτερον γιγνόμενον αἵματος ἠφίει σταγόνας, ἤρετό τις αὐτὸν θεασάμενος τίς ἡ αἰτία τοῦ αἵματος.
 [02120]  Τοῦτον μέχρι καὶ τήμερον τὸν νόμον οἱ θιασῶται φυλάττουσι καὶ πλείους γενόμενοι τὰς δοθείσας οὐ παρέβησαν ἐντολάς.
 [02132]  Ἐπειδὴ δὲ καὶ δέρμα τῷ σκέλει προσήρμοστο, ὡς ἂν μὴ λωβηθείη ὑπὸ τοῦ σιδήρου τὸ σῶμα, καὶ ἔδει καὶ τοῦτο συνερραμμένον γὰρ ἦν διαρραγῆναι, πλείους ἢ εἴκοσι μεγίστους κόρεις ἔφασαν ἐν ἐκείνῳ κατιδεῖν ἐμφωλεύοντας.
 [02307]  Ἐκ τούτων πλείους ἢ πεντακοσίας ἐξαπιναίως ἀνασπασθῆναί φασι.
 [02384]  Πολλαὶ γὰρ καὶ ἄλλαι, αἳ μὲν τὸν μοναδικὸν ἠσπάσαντο βίον, αἳ δὲ τὴν μετὰ πλειόνων ἠγάπησαν πολιτείαν ὡς καὶ πεντήκοντα καὶ διακοσίας καὶ πλείους καὶ ἐλάττους κατὰ ταὐτὸν βιοτεύειν, μιᾶς ἀνεχομένας τροφῆς, ἐπὶ ψιάθων μόνον καθεύδειν αἱρουμένας καὶ τὰς μὲν χεῖρας ἀπονεμούσας ἐρίῳ, ὕμνοις δὲ τὴν γλῶτταν ἀφιερούσας.
 [02455]  καὶ μείζους γὰρ καὶ πλείους οἱ ταύτης τῶν ἐν ἡμέρᾳ γιγνομένων ἱδρώτων.
000-00-00 Serial Number=0528540730
Interpretatio in Danielem Ante [Go Back]  
 [02912]  τοῦ γὰρ βασιλέως ἐπιτρέψαντος ἅπασι τοῖς ἐθέλουσι τὴν ἐλευθερίαν καὶ τὴν ἐπάνοδον, οἱ μὲν πλείους οἰκίας ἐν Βαβυλῶνι δειμάμενοι, καὶ τούτων τῷ δεσμῷ κατεχόμενοι, τῆς ἐπανόδου καταφρονήσαντες, τὴν ξένην τῆς οἰκείας προείλοντο·
000-00-00 Serial Number=0679617703
Interpretatio in Ezechielem Ante [Go Back]  
 [04864]  Εἷς ἦν Ἀβραὰμ, καὶ κατέσχε τὴν γῆν, καὶ ἡμεῖς πλείους ἐσμὲν, ἡμῖν δέδοται ἡ γῆ εἰς κατάσχεσιν.
 [04868]  ὢν Ἀβραὰμ τήνδε κατέσχε τὴν γῆν, πολλῷ μᾶλλον ἡμεῖς πλείους ὄντες ταύτης ἐσόμεθα κύριοι.
 [05834]  οἱ δὲ τοῖς θείοις νό μοις ἀντιτείνειν εἰωθότες, ἐπανελθεῖν οὐκ ἠθέλησαν, ἀλλ' οἱ πλείους τῆς πατρῴας γῆς τὴν ξένην προείλοντο.
000-00-00 Serial Number=0232917547
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00046]  τοῦ ∆αβὶδ δὲ οἱ πλείους τῶν συγγραφέων τού τους ἔφασαν εἶναι.
 [01036]  ∆ιὰ γάρ τοι τῆς ἐκείνων σφαγῆς ἐβε βαιώθη τῆς εὐσεβείας τὸ κήρυγμα, καὶ πλείους ὧν ἐθήρευσαν ζῶντες ἀποθανόντες ἐζώγρησαν·
000-00-00 Serial Number=0240925729
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00403]  Αἰτία δὲ τούτων ἡ κτηνώδης ζωὴ, ἢν τῶν ἀνθρώπων οἱ πλείους προείλοντο, τὴν παρὰ τοῦ Θεοῦ δεδομένην ἀποβεβληκότες τιμήν.
 [02015]  Αἰνίττεται δὲ τὸ πρόχειρον νόημα, ὡς τῶν ἐν τῷ πολέμῳ πεσόντων οἱ πλείους οὐδὲ ταφῆς ἀξιωθήσονται, ἀλλὰ προκείσονται τοῖς θηρίοις βορά.
000-00-00 Serial Number=0150678039
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00866]  Ἐπὶ πλεῖστον γὰρ χρόνον οἱ πλείους αὐτὸν ἀγνοήσαντες, τὴν τῷ Θεῷ προσήκουσαν θε ραπείαν τοῖς εἰδώλοις προσήνεγκαν·
 [02390]  Ὅσῳγάρ, φησὶν, ἐκάκουν αὐτοὺς οἱ Αἰγύπτιοι, τοσούτῳ πλείους ἐγένοντο, καὶ ἐπλήθυνεν αὐτοὺς ἡ γῆ.
 [05274]  Λέγουσι δὲ ταῦτα τῶν προφητῶν οἱ πλείους, καὶ Ἰωὴλ, καὶ Ἰεζεκιὴλ, καὶ Μιχαίας, καὶ Ζαχαρίας, καὶ ἕτεροι πρὸς τούτοις πολλοί.
 [05353]  Ἅπαντας μὲν ὁ Κύρος βασιλεύσας ἐπανελθεῖν Ἰουδαίους προσέταξε, μοχθηρὰν δὲ οἱ πλείους ἔχοντες γνώμην, καὶ εἰς ἅπαντα τοῖς θείοις ἀντιτείνοντες νόμοις, ἐπανελθεῖν οὐκ ἠθέλησαν.
000-00-00 Serial Number=0807590544
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [02803]  σκόπησον τοίνυν, εἰ δίκαιον, σὲ μὲν ὑπὲρ τῆς κολοκύνθης ἀλγεῖν, ἧς οὐ γεγένησαι γεωργὸς (οὔτε γὰρ ἐφύτευσας, οὔτε ἤρδευσας, ἀλλ' ὑπὸ τὴν ἕω γενομένη, σκώληκος τῇ ὑστεραίᾳ καὶ ἡλίου γεγένηται παρανάλωμα), ἐμὲ δὲ ἀφειδῶς τοσαύτῃ χρήσασθαι πόλει, ὑπ' ἐμοῦ τὸ εἶναι λαβούσῃ, ἐν ᾗ κατοικοῦσι πλείους ἢ δώδεκα μυριάδες ἀνθρώπων, οἵτινες οὐκ ἔγνωσαν δεξιὰν αὑτῶν, ἢ ἀριστερὰν αὑτῶν, καὶ κτήνη πολλά.
 [04732]  Σφόδρα πάλαι προμηθούμενος Ἰουδαίων ὁ τῶν ὅλων Θεὸς, οὐχ ἕνα προφήτην αὐτοῖς, ἀλλὰ καὶ δύο καὶ τρεῖς, πολλάκις δὲ καὶ πλείους ἐφίστη, τά τε προσ ήκοντα παιδεύοντας, καὶ τὰ ἔσεσθαι μέλλοντα προ θεσπίζοντας.
000-00-00 Serial Number=0115844727
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00205]  καὶ ὁ πλείους πειρώμενος ἀριθμεῖν μύθοις ἕπεται, τῆς τοῦ θείου πνεύματος διδασκαλίας καταφρονῶν.
 [01557]  καὶ μέντοι κἂν τῇ ἐρήμῳ διαριθμηθέντες πλείους ὤφθησαν τῶν ἄλλων φυλῶν.
 [01702]  καθότι δὲ αὐτοὺς ἐταπείνουν, τοσοῦτον πλείους ἐγίνοντο καὶ ἴσχυον σφόδρα σφόδρα .
 [02395]  ἐπειδὴ γὰρ ἐν τῷ ὄρει τοῦ μεγάλου Μωϋσέως πλείους διατρίψαντος ἡμέρας, πρὸς τὸν Ἀαρὼν ἔφασαν·
 [03368]  ἐπειδὴ δὲ πλείους ὤφθησαν τῶν λευϊτῶν τῶν ἄλλων φυλῶν οἱ πρωτότοκοι, προσέταξεν ἕκαστον τῶν μετὰ τὸν ἴσον ἀριθμὸν πέντε δοῦναι σίκλους τοῖς ἱερεῦσιν·
 [04083]  οὐ γὰρ διὰ τὸ πλείους εἶναι, φησί, τῶν ἐθνῶν προέκρινεν ὑμᾶς ὁ Θεός, ἀλλὰ διὰ τὴν τῶν προγόνων εὐσέβειαν καὶ τὴν γεγενημέ νην πρὸς ἐκείνους ὑπόσχεσιν .
 [04380]  ΞΞΞVΙ Τί δήποτε πλείους τῶν εὐλογιῶν αἱ ἀραί;
000-00-00 Serial Number=0041607082
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00927]  Ἀλλ' ὑποπτεύουσι πλείους ἐν τῷ μεταξὺ διεληλυθέναι ἡμέρας·
 [02770]  Ὅθεν αὐτοὺς ἀνήγαγεν εἰς τὸν Κάρμη λον, ἔνθα τὰς πλείους ἐποιεῖτο διατριβάς.
 [04530]  μὴ φοβηθῆτε, μηδὲ πτοηθῆτε ἀπὸ προσώπου τοῦ βασιλέως Ἀσσυρίων, καὶ ἀπὸ προσώπου παντὸς ἔθνους τοῦ μετ' αὐτοῦ, ὅτι μεθ' ἡμῶν πλείους ὑπὲρ τοὺς μετ' αὐτοῦ.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»