Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πλήθη [19]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πλήθη


000-00-00 Serial Number=0188568473
Commentaria in Isaiam Ante [Go Back]  
 [02161]  Ἐξαπατῶντες γὰρ τὰ πλήθη καὶ οἱονεὶ σαγηνεύοντες, εἰς ἑαυτοὺς τὸν ἐκείνων μετέφερον πλο ῦτον .
 [04187]  Ὕδατα δὲ τὰ πλήθη καλεῖ, γέφυραν δὲ τήν τε ῥώμην καὶ τὰς ἐπινοίας καὶ τὰς τῆς νίκης μεθόδους καὶ ὅτι οἷόν τινι γεφύρᾳ τοῖς προκατειλημμένοις κατὰ τῶν ὑπολοίπων ἐκέχρ η το.
 [05186]  Ἄβυσσον ἐνταῦθα τὴν Βαβυλῶνα ὠνόμασε, ποταμοὺς δὲ |156 a| αὐτῆς τῶν οἰκητόρων τὰ πλήθη, οὓς δίκην ποταμῶν ὑποδεχομένη τῆς θαλάττης ἐμιμεῖτο τὰ κύματα.
 [07129]  Εἰ δέ τις ἀκριβῶς νοῆσαι βούλεται τὸ χωρίον, ἐν ταῖς δημοτελέσιν ἑορταῖς, ἢ ταῖς δεσποτικαῖς ἢ ταῖς τῶν ἁγίων μαρτύρων, θεασάσθω τὰ πλήθη συρρέοντα καὶ τὰς μὲν τὰς θυγατέρας ἢ ταῖς ἀγκάλαις φερούσας ἢ ταῖς χερσὶ ποδηγούσας τοὺς δὲ μετὰ τῶν υἱέων βαδίζοντας, καὶ ὄψεται ἀληθῶς πνευμα τικὰς περιστερὰς μετὰ τῶν νεοττῶν πετομένας καὶ πρὸς τὴν νέαν παραγινομένας Σιών.
000-00-00 Serial Number=0728098929
Graecarum affectionum curatio Ante [Go Back]  
 [00137]  Γῆς δὲ ὅταν μυρία πλέθρα ἢ εἴ τι πλέον ἀκούσῃ ὥς τις ἄρα κεκτημένος θαυμαστὰ πλήθη κέκτηται, πάντα σμικρὰ δοκεῖ ἀκούειν εἰς ἅπασαν εἰωθὼς τὴν γῆν βλέ [1.39] πειν.
 [03789]  Γῆς δὲ ὅταν μυρία πλέθρα ἢ εἴ τι πλέον ἀκούσῃ ὥς τις ἄρα κεκτημένος θαυ μαστὰ πλήθη κέκτηται, πάνυ σμικρὰ δοκεῖ ἀκούειν εἰς ἅπασαν εἰωθὼς τὴν γῆν βλέπειν.
000-00-00 Serial Number=0251780510
Historia ecclesiastica Ante [Go Back]  
 [02538]  ἐπειδὴ δὲ ἔγνω μυρία πάντοθεν πρὸς αὐτὸν συρρέοντα πλήθη (ἀποστολικῆς γὰρ χάριτος ἀνάπλεως ὢν λόγῳ τὰς νόσους ἐξήλαυνεν), εἰς Ὀξύρυγχον αὐτὸν τὴν Αἰγυπτίαν ἐξέπεμψε πόλιν.
 [02675]  Ὁ τοῦ ἔθνους ἡγεμονεύων Παλλάδιος, ἐθνικὸς ὢν τὴν αἵρεσιν καὶ τῶν εἰδώλων ἀεὶ προκυλινδούμενος, κατὰ Χριστοῦ στρατεύεσθαι πολλάκις μελετήσας, τὰ προειρημένα συναθροίσας πλήθη, ὁρμᾷ κατὰ τῆς ἐκκλησίας ὡς ὑποτάξαι βαρβάρους ἐπειγόμενος.
 [02679]  ἐν γὰρ τῇ καλουμένῃ ἐκκλησίᾳ Θεωνᾶ ἐπεισελθόντα τὰ [250] πλήθη ἀντὶ ῥημάτων σεμνῶν εἰδώλων εὐφημίας ἐπήφιον, ἀντὶ θείων γραφῶν ἀναγνώσεως κρότους χειρῶν ἀσέμνους καὶ κεκλασμένας μετ' αἰσχρότητος φωνάς, κατὰ τῶν τοῦ Χριστοῦ παρθένων ὕβρεις, ἃς ἡ γλῶττα προφέρειν οὐκ ἀνέχεται·
 [02696]  Τούτων δὲ οὕτως ἐχόντων κἀμοῦ τῆς ἐκκλησίας ὑπαναχωρήσαν τος (πῶς γὰρ οὐχί, ὅπου στρατιωτῶν ἔφοδοι, ὅπου δῆμος πρὸς ἀτα ξίαν ἀργυρώνητος, ὅπου φιλοτιμίαι χρημάτων καὶ ἐθνικῶν πλήθη μετὰ μεγίστων ὑποσχέσεων;) ἡμέτερος δῆθεν ἀποστέλλεται διάδοχος, χρυσίῳ τὴν ἐπισκοπὴν ὡς ἀξίωμα κοσμικὸν ἡγησάμενος, Λούκιός τις, λύκου τὴν πονηρίαν καὶ τὰς πράξεις ἔχειν ἐσπουδακώς, οὐκ ἐπισκόπων ὀρθοδόξων συνόδῳ, οὐ ψήφῳ κληρικῶν ἀληθινῶν, οὐκ αἰτήσει λαῶν, ὡς οἱ τῆς ἐκκλησίας διαγορεύουσι θεσμοί.
 [02697]  τῷ δὴ τοιούτῳ συνῆσαν (ἁπλῇ γὰρ εἰσόδῳ τῆς πόλεως ἐπιβαίνειν οὐκ ἠδύ νατο) οὐκ ἐπισκόπων τινές, οὐ πρεσβυτέρων, οὐ διακόνων, οὐ λαῶν πλήθη, οὐ προῆγον τοῦτον μονάζοντες ὕμνους ἐκ γραφῶν ἀναμέλ ποντες, ἀλλ' Εὐζώϊος ἦν, ὁ πρώην μὲν σὺν Ἀρείῳ καθαιρεθείς, διά κονος ὢν τῆς καθ' ἡμᾶς Ἀλεξανδρείας, ἐν τῇ κατὰ Νίκαιαν ἁγίᾳ καὶ μεγάλῃ συνόδῳ, ἄρτι δὲ προστασίᾳ τὴν Ἀντιοχέων λυμαινόμενος, καὶ ὁ τῶν κομητατησίων δὲ λαργιτιόνων κόμης, στρατιωτῶν ἐπαγό μενος ἄμετρον πληθύν, ὁ ἐν πάσῃ ἀσεβείᾳ ἀεὶ γνωριζόμενος Μάγνος τοὔνομα·
 [02708]  Αὐτίκα ῥοπῆς οὐδεμιᾶς παρελθούσης ὁ προειρημένος Μάγνος, ὁ τῆς ἀσεβείας αὐτοῦ κοινωνὸς ἀδιαίρετος καὶ δορυφόρος πικρὸς καὶ σατράπης ὠμότατος, συναθροίσας καὶ τὰ ὑπὸ τὴν ἑαυτοῦ φροντίδα ἐπανακείμενα πλήθη, πρεσβυτέρους καὶ διακόνους τὸν ἀριθμὸν ἐν νεακαίδεκα συλλαβόμενος, ὧν τινες τὸ ὀγδοηκοστὸν ὑπερβεβήκασιν ἔτος, ὡς ἁλόντας ἐπὶ μυσαρῷ τινι καὶ νόμῳ Ῥωμαίων ἐχθρῷ, δη [254] μόσιον ὁρίσας κριτήριον, κατηνάγκαζεν, οὐκ εἰδὼς τοὺς ὑπὲρ τῆς ἀρετῆς Χριστιανῶν νόμους, τὴν πατρῴαν παρὰ τῶν ἀποστόλων διὰ τῶν πατέρων ἀποδοθεῖσαν ἡμῖν προδιδόναι πίστιν, ἡδόμενον ἐπὶ τούτῳ καὶ τὸν φιλανθρωπότατον Αὔγουστον Οὐάλεντα διισχυρι ζόμενος·
 [02726]  Ἀποκακήσας τοιγαροῦν ταῖς τῶν βασάνων δι' ἐπινοίας χαλεπῆς προσβολαῖς, ἁπάντων τῶν λαῶν ὀδυρομένων ποικίλως διὰ πολλὰ τῷ θρήνῳ, ὁ πικρὸς καὶ πάσης ἀποδέων φιλανθρωπίας, τὰ συνήθη πάλιν πρὸς ἀταξίαν συναθροίσας πλήθη, ἐπὶ κρίσιν αὐτούς, μᾶλλον δὲ ἕωλον κατάκρισιν, καλεῖ πρὸς τῷ τῆς θαλάσσης λιμένι, πολυωνήτων συνήθως κατ' αὐτῶν ἐπαφιεμένων τῶν βοῶν παρὰ τῶν εἰδωλολατρῶν καὶ τῶν Ἰουδαίων.
000-00-00 Serial Number=0941416919
Historia religiosa Ante [Go Back]  
 [01253]  Ἐποίει δὲ τοῦτο οὐ τὰ χωρία δυσχεραίνων, ἀλλὰ τῶν ὡς αὐτὸν συνιόντων καὶ πάντοθεν συνθεόντων ἀποδιδράσκων τὰ πλήθη.
000-00-00 Serial Number=0027964234
Interpretatio in Ezechielem Ante [Go Back]  
 [03460]  Ἀνάγαγε ἐπ' αὐτὰς πλήθη, καὶ δὸς ἐν αὐταῖς ταραχὴν καὶ διαρπαγήν.
000-00-00 Serial Number=0489452660
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [06988]  Ὁ ἀριθμῶν πλήθη ἄστρων, καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν.
000-00-00 Serial Number=0379096270
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [01648]  Ἐπειδὴ γὰρ περιφανεῖς λίαν καὶ περίβλεπτοι μετὰ τὴν ἐπάνοδον ἐγεγόνεισαν, τοῦ τηνικάδε τῆς οἰκουμένης κρατοῦντος (Κύρος δὲ ἦν ὁ πρῶτος Περσῶν βασιλεύσας), μετὰ δώρων αὐτοὺς καὶ τιμῆς ἁπάσης προπέμψαντος, καὶ τὸν θεῖον νεὼν οἰκοδομηθῆναι παρεγγυήσαντος, φθόνῳ βαλλόμενοι πλήθη μυρία πανταχόθεν συνήθροισαν, αὔτανδρον λαβεῖν τὴν πόλιν ἐλπίσαντες.
000-00-00 Serial Number=0575338781
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00768]  Λ Τί δήποτε τῷ κατακλυσμῷ τὰ τῶν ἀνθρώπων πλήθη διέφθειρεν;
 [00985]  ἐπειδὴ γὰρ ἑώρα πλήθη μυρία τὴν Παλαιστίνην οἰκοῦντα, μαθεῖν ἠβουλήθη τίνι τρόπῳ παραλήψεται τῆς γῆς ἐκείνης τὴν δεσποτείαν πολέμου νόμῳ δίχα πολέ μου ζώντων ἐκείνων, ἀναιρουμένων, ἐξελαυνομένων.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»