Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πλάνης [118]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πλάνης


000-00-00 Serial Number=0830254674
Commentaria in Isaiam Ante [Go Back]  
 [00158]  Ἐκείνης τοίνυν αὐτοὺς ἀπαλλάξαι τῆς πλάνης βουληθεὶς ὁ θεὸς καὶ θυσιῶν καὶ μουσικῶν ὀργάνων ἠνείχετο, τὴν ἐκείνων ὑπερείδων ἀσθένειαν καὶ τὴν μειρακιώδη γνώμην ψυχαγωγῶν.
 [00391]  Θρηνῆσαι δὲ ἄξιον τὴν τῆς πλάνης ὑπερβολήν, ὅτι καὶ τῶν εὐτελῶν |101 a| νυκτερίδων εἰκόνας ἄνθρωποι τεκτηνάμενοι θεοὺς τὰς εἰκόνας ὠνόμαζον.
 [01456]  Συνήφθησαν δὲ τῇ Ἱερουσαλὴμ καὶ ἐκ τῶν δέκα φυλῶν ὅσοι τὸν Σαλμα νάσαρ καὶ τὸν Σεναχηρὶμ διαφυγεῖν ἠδυνήθησαν, καὶ τῆς πλάνης ἀπαλλαγέντες τῇ τοῦ Ἐζεκίου ἠκολούθησαν εὐσεβείᾳ.
 [01605]  Καὶ τὸν ποταμὸν δὲ ὡσαύτως ἀντὶ τῆς πλάνης τέθεικεν.
 [02150]  ὃ δὲ πρότερον ἔπινον, τουτέστι τῆς πολυθέου πλάνης τὰ νάματα, ἄποτον ἔσται.
 [02160]  Οὗτοι γὰρ παυσαμένης τῆς πλάνης ἔστενον καὶ ὠλοφύροντο τὰς τῆς εὐπορίας οὐκ ἔχοντες ἀφορμάς.
 [02189]  Τὴν ὑπερβολὴν δὲ τῆς πλάνης δηλῶν ἀπείκασεν αὐτοὺς ἀκρατεῖ ἀνθρώπῳ πίνοντι κατὰ ταὐτὸν καὶ ἐμοῦντι, ὃν οὐδὲ ὁ ἐμετὸς τοῦ πίνειν ἀφίστησιν.
 [02206]  Οἶμαι τοίνυν τὸν προ φήτην προλέγειν ὡς τῆς πλάνης ἀπαλλαγέντες οἱ Αἰγύπτιοι καὶ τὸ ἀποστολικὸν δεξάμενοι κήρυγμα φοβηθήσονται τὴν Ἰουδαίαν γῆν ὡς ἐν αὐτῇ καὶ γεννηθέντος τοῦ τῆς οἰκουμένης σωτῆρος καὶ τὸ σωτήριον ὑπομείναντο ς πάθος καὶ μέντοι καὶ ὡς ἁγιασθεῖσαν καὶ τῷ σταυρῷ καὶ τῷ τάφῳ καὶ τῷ τῆς ἀντι........
 [02693]  Ἐπειδὴ γὰρ πᾶσαν τὴν κτίσιν ἐθεοποίησαν, ἀπὸ τῶν λαμπροτάτων μορίων τῆς κτίσεως ὑπέδειξε τὴν παντελῆ τῆς πλάνης κατάλυσιν.
 [02783]  διὰ τούτων τοίνυν τῆς τῶν εἰδώλων πλάνης τὴν παῦλαν δεδήλωκεν·
 [02786]  Τὸν τῆς πλάνης τοίνυν ἔφη δι δάσ καλον καταπατηθήσεσθαι κατὰ τὴν τοῦ κυρίου φωνήν·
 [02791]  οὕτω τοίνυν καὶ ὁ τῆς πλάνης διδάσκαλος καὶ οἱ τὴν ἐκείνου δεξάμενοι διδασκαλίαν ἐν τῷ μέλλοντι βίῳ τῇ τιμωρίᾳ παραδοθέντες οὐκέτι μὲν ἄλλως τὴν ἀπάτην ἀγρεύουσι, τὸν δὲ οἰκεῖον θρηνοῦσιν ὄλεθρον.
 [02794]  Ἐταπείνωσεν αὐτ ῶν τὴν φύσιν ἀποστήσας τοῦ ποιητοῦ καὶ τῆς πλάνης τὰς ἀτραποὺς ὑποδείξας.
 [02988]  Ἀλλ' ἐκεῖνος ἐν τῇ Ἱερουσαλὴμ τοῦτο δέδρακε μόνῃ, ὁ δέ γε δεσπότης Χριστὸς τὴν οἰκουμένην τῆς τῶν εἰδώλων ἠλευθέρωσε πλάνης.
 [03308]  καὶ γὰρ μετὰ τὴν ἀπὸ τῆς Βα βυλῶνος ἐπάνοδον ἀπέστησαν τῆς περὶ τὰ εἴδωλα πλάνης.
 [03748]  ∆ιέφθειρεν ὁ δεσπότης Χριστὸς διὰ τῶν τῆς εὐσεβείας κηρύκων καὶ αὐτὰς τῆς τῶν εἰδώλων πλάνης τὰς ἀτραπούς·
 [03774]  γὰρ ὑπὸ τῶν πλείστων ἀγνοούμενος διὰ τῶν εὐαγγελικῶν θαυμάτων γνωσθήσομαι, καὶ τῆς πλάνης ἀπαλλαγέντες οἱ ἄνθρωποι ἐπιγνώσονταί με τῶν ὅλων τὸν ποιητήν.
 [04774]  Τυφλοὺς ἐνταῦθα τοὺς τὸ ὀπτικὸν τῆς διανοίας κακῶς διακειμένους καλεῖ, τοὺς δὲ αὐτοὺς καὶ ταῖς τῆς ἁμαρτίας πεπεδημένους σειραῖς καὶ τῷ σκότει τῆς πλάνης κατεχομένους.
 [04809]  ∆ιὰ τούτων πάντων τὴν παῦλαν τῆς πλάνης ἐδήλωσεν·
 [04989]  Σειρῆνες δὲ καὶ θυγατέρες στρουθῶν, οἱ τοῖς κεκαλλιεπη μένοις λόγοις καταθέλγοντες τοὺς ἀνθρώπους ῥήτορες καὶ φιλόσοφοι, τῆς πλάνης ἀπαλλαττόμενοι καὶ μεταμανθάνοντες τὴν ἀλήθειαν ἐμὲ τὸν
 [05113]  ∆ιὰ τοῦτο δώσω τὸ πνεῦμά μου ἐπ ὶ τὸ σπ έρμα σου, ἵνα ἐκ τῆς πλάνης ἐλευθερωθῶσιν·
 [05358]  Μαγγα νείαις γάρ τ ισιν οἱ ἐκείνων κεχρημένοι θεραπευταὶ καὶ τὸν ζόφον ἐπίκουρον τῆς πλάνης λαμβάνοντες ἐξ ἀδύτων τιν ῶν καὶ σκοτεινῶν χωρίων ἐλάλουν ὅπερ ἐβούλοντο καὶ τοὺς ἀκούοντας ἐφενάκιζον, τὰ εἴδωλα ταύ την ἀφιέναι λέγοντες τὴν φωνήν.
 [05781]  Ἰουδαίους γὰρ ἐκεῖνος ἐκ Βαβυλῶνος ἐπανήγαγεν, οὐ τὰ ἔθνη τῆς πλάνης ἀπήλλαξεν οὐδὲ τὴν καινὴν τοῖς ἔθνεσι προσενήνοχε διαθήκην.
 [05841]  Προλέγει τοίνυν καὶ τῆς τῶν εἰδώλων θεραπείας τὴν παῦλαν καὶ τὴν τῆς πλάνης ἀπαλλαγήν.
 [05908]  οὗτος γὰρ ἡμᾶς τῆς σωτηρίας ἠξίωσεν, οὗτος ἡμᾶς τῆς προτέρας ἠλευθέρωσε πλάνης, οὗτος ἡμῖν καὶ τὴν τῶν οὐραν ῶν ὑπέσχετο βασιλείαν, ἧς ἡμᾶς ἀπολαῦσαι γένοιτο αὐτοῦ χάριτι τοῦ σεσωκότος, ᾧ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων·
 [06342]  Ἀλλ' ὅμως, εἰ καὶ διάφοροι τῆς πλάνης οἱ τρόποι, πάντες ὁμοίως τὸν ὄντα θεὸν κατα λελοιπότες ἐῴκειμεν πλανωμένοις προβάτοις καὶ προκειμένοις λύκοις.
 [06759]  Ἐπὶ πολύ φησιν ἐπλανήθης καὶ παῦλαν τῆς πλάνης λαβεῖν οὐκ ἠθέλησας.
 [06911]  Ὁ γὰρ τῆς πλάνης τὰς ἀτραποὺς ἀποφράττων καὶ τὰς τοιαύτας ἀποτειχίζων διακοπὰς καὶ πάντοθεν ἑαυτὸν τειχίζων καὶ περιφράττων εἰκότως οἰκοδόμος φραγμῶν ὀνομάζεται.
 [07186]  τῆς γὰρ τῶν εἰδώλων ἀπήλλακται πλάνης, τὸν δὲ τῶν ὅλων θεὸν διηνεκῶς ἀνυμνεῖ, προμηθοῦνται δὲ τῶν ἀδικουμένων οἱ ταύτης ἡγεμόνες ὡς οἷόν τε.
 [07704]  παυσαμένης γὰρ τῆς πλάνης ὤφθη τὸ ποίη μα ποίημα καὶ ὁ ποιητὴς ποιητής.
000-00-00 Serial Number=0635803998
De incarnatione domini Ante [Go Back]  
 [00633]  δι' οὗ τὰς ψυχὰς φωτιζόμεθα, δι' οὗ τὴν οἰκονομίαν διδασκόμεθα, δι' οὗ τὴν θεολογίαν παιδευόμεθα, δι' οὗ τῆς ἀλογίας ἀπαλλαττόμεθα, δι' οὗ τῆς πλάνης ἠλευθερώθημεν, καὶ τὴν ἀλήθειαν ἔγνωμεν.
000-00-00 Serial Number=0780374289
De providentia orationes decem Ante [Go Back]  
 [00027]  Ἡ μὲν γὰρ ποιητικὴ φάλαγξ, εἰς πολλὰ τὸ Θεῖον τῷ λόγῳ καταμερί σασα, καὶ τὸ ψεῦδος τῷ τερπνῷ τοῦ μυθώδους κε ράσασα, καὶ οἷόν τινα κυκεῶνα κατασκευάσασα, τῆς πολυθέου πλάνης τὴν μέθην τοῖς ἀνθρώποις προσήνεγκεν.
 [00029]  καὶ κόμῃ κεφαλῆς τὴν φιλοσοφίαν ὁριζομένη, τῆς ποιητικῆς θεολογίας τὸ καταγέλαστον ὁρῶσα, ἑτέ ρας πλάνης ἐπενόησεν ἀτραποὺς, εἰς αὐτὸ τὸ ποιητικὸν
 [00309]  Σὺ δὲ τῆς πο λυθέου πλάνης ἀπηλλαγμένος καὶ πάντα τὰ ὁρώμενα ὁμολογῶν εἶναι ποιήματα, καὶ τὸν τούτων Ποιητὴν προσκυνῶν, ἐκβάλλεις αὐτὸν ὧν ἐποίησε, καὶ πόῤῥω που καθίζεις τῆς κτίσεως, καὶ τὸν τοσοῦτον κόσμον ἀκυβέρνητον εἶναι λέγεις, καὶ οἷόν τι σκάφος ἀνερ μάτιστον ὡς ἔτυχε φέρεσθαι.
 [01576]  ∆υνατὸν γὰρ τούτων ἕκαστον ἐκ τῆς ἱστορίας κατα μαθεῖν, καὶ γνῶναι σαφῶς, ὡς δυνατὸν πονηροῖς δεσπόταις δουλεύοντας μηδεμίαν ἐκεῖθεν ἐκμάξασθαι πονηρίαν, ἀλλὰ τὴν ἄκραν τῆς ἀρετῆς καταλαβεῖν κορυφὴν, καὶ τούτους τῆς πλάνης ἐλευθεροῦν, καὶ πρὸς τὴν ἀλήθειαν ποδηγεῖν, καὶ πολλοῖς ἑτέροις προκεῖσθαι σωτηρίας ἀρχέτυπον.
000-00-00 Serial Number=0350508630
De sancta trinitate Ante [Go Back]  
 [00005]  ἐπειδὴ δὲ πολλοὶ πληγέντες τύφῳ, καὶ δόξης κενῆς ἐρασθέντες, καὶ ἑαυτοὺς ἀγνοήσαν τες, τὰ τῆς πεπλανημένης αὐτῶν ἐννοίας κυήματα, τῆς θεοπνεύστου διδασκαλίας προυτίμησαν, καὶ τῆς εὐθείας εἰς τὴν ἄνω πόλιν ἀγούσης ὁδοῦ παρατρα πέντες, εἰς πολυσχεδεῖς καὶ θανατηφόρους ἐχώρησαν ἀτραποὺς, πάντες μὲν ὁμοίως πλανώμενοι, οὐ τὴν αὐτὴν δὲ τῆς πλάνης ὁμοίως μετιόντες ὁδὸν, ἀλλὰ δια φόρως τῇ τῶν λογισμῶν ἀκολουθοῦντες ἀπάτῃ, ἡγοῦ μαι πρέπειν τοῖς τὴν βασιλικὴν καὶ τετριμμένην ὑπὸ τῶν εὐσεβῶν ὁδεύουσιν, ἐλεεῖν τε τοὺς πλανωμένους, καὶ τὴν ἀπάτην γυμνοῦν, καὶ τὴν εὐσέβειαν ὑποδει κνύναι, καὶ ποδηγεῖν τοὺς ἑπομένους, καὶ τῆς ἑκα τέρωσε παρατροπῆς ἀπείργειν, ἕως ἂν τὴν βασιλίδα πόλιν καταλάβωσι.
000-00-00 Serial Number=0566069961
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00971]  Οὕτω καὶ τοῖς τῶν εἰδωλοθύτων μεταλαμβάνουσι, καὶ ἐπε τίμησεν δεόντως, καὶ παρῄνεσεν προσηκόντως, καὶ τῆς χαλε πῆς ἠλευθέρωσε πλάνης.
 [01734]  ἀλλὰ πάσης αἱρετικῆς ἠλευθέρωται πλάνης τὸ ἡμέτερον ποίμνιον.
 [01772]  Μετὰ γὰρ ἓξ καὶ εἴκοσιν ἔτη τῆς ἐπισκοπῆς, μετὰ τοὺς πολλοὺς καὶ μυρίους πόνους, μετὰ τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας, μετὰ τὸ προσενέγκαι τῷ Σωτῆρι τῶν ὅλων πολλὰς αἱρετικῶν μυριάδας τῆς προτέρας πλάνης ἀπηλλαγμένας, ἐγύμνωσαν μὲν ἱερωσύνης, ἐξελαύ νουσι δὲ καὶ πόλεως, οὐδὲ τὸ γῆρας αἰδεσθέντες, οὐδὲ τὴν πολίαν τὴν ἐν εὐσεβείᾳ τραφεῖσαν.
 [02111]  Ἐπειδὴ τοίνυν καὶ ἐν τοῖς ὀρθοῖς διαπρέπετε δόγμασι, καὶ τῷ ἀξι επαίνῳ λάμπετε βίῳ, καὶ πολλὴν ἐντεῦθεν πρὸς τὸν Θεὸν ἔχετε παρρησίαν, ἐπαμύνατέ μοι ταῖς προσευχαῖς, ἵνα ἀντισχεῖν δυνηθῶ, κατὰ τὴν ἀποστολικὴν φωνήν, πρὸς τὰς μεθοδείας τῆς πλάνης, καὶ διαφύγω τὰς τοῦ ἀλάστορος πάγας, καὶ μετὰ σμικρᾶς παρρησίας ἐν τῇ τῆς ἐπιφανείας ἡμέρᾳ παραστῶ τῷ δικαίῳ Κριτῇ.
000-00-00 Serial Number=0328992903
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [02497]  τούς τε γὰρ ἐξ Ἰουδαίων, τούς τε ἐξ ἐθνῶν ἐλευθερώσας, καὶ τῆς πλάνης ἀπαλλάξας, καὶ τὸν τύραννον κατα λύσας, ὑφ' ἑαυτὸν ποιήσεται.
000-00-00 Serial Number=0248903275
Graecarum affectionum curatio Ante [Go Back]  
 [01012]  Αἰσχυνόμενοι γὰρ σωφρονοῦσαν τὴν οἰκουμένην καὶ τῆς προτέρας πλάνης ἀπηλλαγμένην, μύθους εἶναι ψευδεῖς λέγουσι τὰ παρὰ τῶν ποιητῶν περὶ τῶν θεῶν εἰρημένα καὶ οὐκ ἐρυθριῶσιν, ὑφ' ὧν δρῶσι, κατηγορούμενοι.
 [01672]  ἡμεῖς δὲ αὐτῶν τὴν ἐμπληξίαν ὀλοφυρόμεθα, ὅτι δὴ ὁρῶντες βαρβαροφώνους ἀνθρώπους τὴν Ἑλληνικὴν εὐγλωττίαν νενικηκότας, καὶ τοὺς κεκομψευμένους μύθους παν τελῶς ἐξεληλαμένους, καὶ τοὺς ἁλιευτικοὺς σολοικισμοὺς τοὺς Ἀττικοὺς καταλελυκότας ξυλλογισμούς, οὐκ ἐρυθριῶσιν οὐδ' ἐγκαλύπτονται, ἀλλ' ἀνέδην ὑπερμαχοῦσι τῆς πλάνης, καὶ ταῦτα ὀλίγοι ὄντες καὶ ἀριθμηθῆναι ῥᾳδίως δυνάμενοι καὶ οὐδὲ τῆς Ἑλληνικῆς εὐστομίας μετέχοντες, ἀλλὰ τοσαῦτα, ὡς ἔπος εἰπεῖν, βαρβαρίζοντες ὅσα φθέγγονται, παίδευσιν δὲ ἄκραν καὶ λαμπρότητα λόγων ὑπολαμβάνοντες, εἰ ὀμνύντες εἴποιεν Μὰ τοὺς θεούς καὶ Μὰ τὸν ἥλιον, καὶ τοιούτους τινὰς τοῖς [5.65] λόγοις ἐπιπλάττοιεν ὅρκους.
000-00-00 Serial Number=0550634563
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00069]  Ὁ δὲ παμπόνηρος δαίμων, ὁ τῶν ἀνθρώπων ἀλάστωρ, τούτους ἰδὼν τῆς πολυθέου πλάνης τὰς ἀκάνθας προῤῥίζους ἀνασπῶντας, καὶ ἑαυτὸν τῶν ὑπηκόων γυμνούμενον, μηχανοῤῥάφος ὣν καὶ πονηρίας τεχνίτης, ἑτέρας ἐξεῦρεν ἐπιβου λῶν ἐπινοίας.
 [00708]  Τούτῳ πολλάκις ὁ τῶν ψυχῶν ἰατρὸς παρῄνεσεν ἀπαλλαγῆναι τῆς πλάνης, οὐχ ὑπὲρ τούτων λέγων αὐτὸν, ἀλλ' ὑπὲρ τῶν εὐαγγελικῶν ἠθληκέναι δογ μάτων.
 [01652]  ∆ιὸ δὴ καὶ ὁ Μονογενὴς ἐνην θρώπησεν, ὥστε ταύτης ἀπαλλάξαι τῆς πλάνης τοὺς ἀνθρώπους, καὶ διδάξαι Θεοῦ καὶ κτίσεως τὸ διάφο ρον.
 [01972]  Καὶ ταῦτά φημι, οὐχ ὑπὲρ τῆς πολυθέου πλάνης τῶν καλουμένων φιλοσόφων ἀπολογούμενος, ἀλλὰ δεικνὺς τοὺς ἐπὶ τῇ Χριστοῦ προσηγορίᾳ σεμνυνομένους, οὐ μόνων τῶν φιλοσόφων, ἀλλὰ καὶ τῶν δαιμόνων δυσ σεβεστέρους.
 [02612]  Καὶ Θεσσαλονικέας δὲ θαυμάζει, ὅτι τῆς τῶν εἰδώλων πλάνης ἀπαλλαγέντες εἵλοντο δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ, καὶ ἀνα μένειν τὸν Υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ νεκρῶν, Ἰησοῦν τὸν ῥυόμενον ἡμᾶς ἀπὸ τῆς ὀργῆς τῆς ἐρχομένης.
 [02635]  καὶ διὰ τοῦτο πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει, ἵνα κριθῶσι πάντες οἱ μὴ πιστεύ σαντες τῇ ἀληθείᾳ, ἀλλ' εὐδοκήσαντες τῇ ἀδι κίᾳ εἰς ἔλεγχον.
 [02687]  Καὶ διὰ τοῦτο πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης, εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει·
 [03033]  Τὸ δὲ Πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ἐσχάτοις καιροῖς ἀποπλανηθῶσί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνης, καὶ διδασκαλίαις δαιμόνων, ἐν ὑποκρίσει ψευ-δολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν, κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν μετ' εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν·
000-00-00 Serial Number=0398553491
Historia ecclesiastica Ante [Go Back]  
 [00487]  οὐδὲ γὰρ πρέπει ἐν τοσαύτῃ ἁγιότητι εἶναί τινα διαφοράν, καὶ κάλλιον ἕπε σθαι τῇ γνώμῃ ταύτῃ ἐν ᾗ οὐδεμία ἔσται ἀλλοτρίας πλάνης καὶ ἁμαρτήματος ἐπιμιξία.
 [01511]  πιστεύομεν δὲ οὐκ εἰς μακρὰν τοὺς ἄλλα νοσοῦντας αὐτῇ τῇ ἐπιχειρήσει ἀπὸ τῆς ἡμετέρας κοινωνίας χωρισθήσεσθαι [150] καὶ περιαιρεθήσεσθαι ἀπ' αὐτῶν τὸ τοῦ ἐπισκόπου ὄνομα, ὥστε τοὺς λαοὺς τῆς πλάνης αὐτῶν ἐλευθερωθέντας ἀναπνεῦσαι.
 [01512]  οὐδενὶ γὰρ τρόπῳ διορθοῦσθαι δυνήσονται τὴν πλάνην τῶν ὄχλων, ὁπότε αὐτοὶ ὑπὸ τῆς πλάνης κατέχονται.
 [02282]  Πόθεν οἱ Γότθοι τῆς Ἀρειανικῆς μετέλαχον πλάνης.
 [02433]  ἐκ γὰρ τῆς τοῦ Μάνεντος πλάνης ἐρανισάμενος, οὔτε τοῦ πυρὸς οὔτε τοῦ σκό τους ἔφη εἶναι δημιουργὸν τὸν τῶν ὅλων θεόν.
 [03417]  Ὁ δὲ πιστότατος βασιλεὺς κατὰ τῆς Ἑλληνικῆς πλάνης μετέθηκε τὴν σπουδὴν καὶ νόμους ἔγραψε τὰ τῶν εἰδώλων τεμένη καταλυ θῆναι κελεύων.
 [03458]  οὗτος τὴν Ἀλεξάνδρου πόλιν τῆς εἰδωλικῆς ἠλευθέρωσε πλάνης.
000-00-00 Serial Number=0782958329
Historia religiosa Ante [Go Back]  
 [00334]  [2.15] Ἐπειδὴ δὲ καὶ Οὐάλης, ὁ μετ' ἐκεῖνον τῆς ῥωμαϊκῆς ἡγεμονίας τὰς ἡνίας δεξάμενος, τῶν εὐαγγελικῶν δογμάτων προέμενος τὴν ἀλήθειαν, τῆς Ἀρείου πλάνης τὴν ἀπάτην ἐδέξατο, τηνικαῦτα μείζων ἡ ζάλη κατὰ τῆς ἐκκλησίας ἠγείρετο, τῶν μὲν κυβερνητῶν πανταχόθεν ἐλαυνομένων, καταποντιστῶν δέ τινων καὶ πολεμίων ἀντεισαγομένων.
 [01638]  Ὁ μὲν γὰρ καὶ περίβολον εἶχε τῆς παλαιᾶς πλάνης τὸ τέμενος καὶ σκηνὴν ἐκ δέρρεων τριχίνων ἐπήξατο καὶ ταύτῃ χρώμενος τὰς τοῦ ὑετοῦ καὶ νιφετοῦ διέφυγε προσβολάς·
000-00-00 Serial Number=0282758951
Interpretatio in Danielem Ante [Go Back]  
 [02201]  Ἀνθ' ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτοὺς, καὶ διὰ τοῦτο πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης, εἰς τὸ πιστεῦσαι αὐτοὺς, τῷ ψεύδει, ἵνα κριθῶσι πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλ' εὐδοκή σαντες τῇ ἀδικίᾳ.
000-00-00 Serial Number=0511811674
Interpretatio in Ezechielem Ante [Go Back]  
 [03744]  Ἀπὸ γὰρ τῆς προτέρας δεισιδαιμονίας καὶ τῆς περὶ τὰ εἴδωλα πλάνης, πρὸς τὸν Θεὸν ἐπιστρέψασα, τὸ τῆς θεογνωσίας ἐδέξατο φῶς ιεʹ, ιὰʹ.
000-00-00 Serial Number=0576789737
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00178]  τὸ τοὺς ποδηγοὺς ἀρχηγοὺς γενέσθαι τῆς πλάνης.
 [00334]  Ἐγὼ δὲ καὶ τοὺς αἰτίους τῆς πλάνης σφαγῇ παραδέδωκα.
 [00447]  Ἔδειξε τῆς πλάνης τὸ ἀκερδές·
 [00474]  ἀπέστησαν δὲ τῆς προτέρας πλάνης οἱ ταύτῃ δουλεύσαντες, καὶ τὸν τῶν ἁπάντων προσκυνοῦσι Θεὸν, καὶ ὡς εἰς θρόνον θεῖον τὴν Ἱερουσαλὴμ συντρέχουσιν ἅπαντες.
 [01186]  [81.564] Θυρίδας καλεῖ τῆς πλάνης τὰς ἐπινοίας·
 [01273]  Προλέγει δὲ καὶ τῆς πλάνης τὴν παῦλαν·
 [01318]  καὶ οὗτοι γὰρ κἀκεῖνοι τῆς πλάνης ἐγένοντο πρόξενοι.
 [01322]  καὶ λέγει, τὴν τῶν ποιμένων ἀφροσύνην αἰτίαν γενέσθαι τῆς τῶν προ βάτων πλάνης.
 [01910]  Ἀναμιμνήσκει δὲ αὐτοὺς καὶ τῶν ἀλ σῶν, καὶ τῶν βωμῶν, καὶ τῆς ἐν αὐτοῖς γενομένης πλάνης, καὶ ἀπειλεῖ πάντα τὸν πλοῦτον αὐτῶν σὺν τοῖς εἰδώλοις παραδώσειν τοῖς πολεμίοις.
 [02254]  Ἁμαρτανούσῃ γὰρ συνεβούλευον ἀπαλλαγῆναι τῆς πλάνης, καὶ τὴν εἰσήγησιν οὐκ ἐδέχου.
 [03058]  Καὶ δώσω αὐτοῖς καρδίαν ἑτέραν, καὶ ὁδὸν ἑτέραν, ὥστε φοβεῖσθαί με πάσας τὰς ἡμέρας, οὕτω νοητέον, ὅτι διὰ τῆς παιδείας, καὶ διὰ τῆς μετὰ ταῦτα ἐλευθερίας, γνώσονταί με μόνον ὄντα Θεὸν, καὶ τῆς προτέρας ἀπαλλαγήσονται πλάνης.
 [03477]  Ὁ μέντοι προφήτης πρὸς ἅπαντας ἀπεκρίνατο, ὅτι Ταύτης ἕνεκα τῆς δεισιδαιμονίας, καὶ τῆς περὶ τὰ εἴδωλα πλάνης, τὰς παντοδαπὰς ὑμῖν ὁ ∆εσπότης Θεὸς ἐπήγαγε τιμωρίας.
 [04173]  Προλέγει δὲ καὶ τὴν ἐπὶ τὰ κρείττω μετα βολὴν, καὶ τὴν τῆς προτέρας πλάνης ἀπαλλαγήν.
 [04373]  Προλέγει δὲ ὁ προφητικὸς λόγος καὶ τῆς πλάνης τὴν παῦλαν·
000-00-00 Serial Number=0312946856
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00559]  Εἴτε γὰρ ἡ ἡμετέρα ὁδὸς κατευθυνθείη ἐνώπιον τοῦ Θεοῦ, πλάνης οὐ ληψόμεθα πεῖραν·
 [00950]  ἐκείνων δὲ δεξαμένων, καὶ τῆς πλάνης ἀπαλλαγέντων, ἀπώλετο ὁ ἀσεβὴς, τοὺς ἀπατωμέ νους καὶ προσκυνοῦντας οὐκ ἔχων.
 [02654]  Τούτων δέ μοι, φησὶ, μεταδέδωκε, πρότερόν με τῆς πλάνης ἐλευθερώσας, καὶ τὴν εὐθεῖαν ὁδὸν παρασκευάσας ὁδεύειν.
 [03253]  Ὁ δὲ πεπιστευκὼς λαὸς, καὶ τῆς πλάνης ἐκείνης ἀπαλλαγεὶς, καὶ ἀγαπητὸς τούτου χάριν καλούμενος, ἀήττητος ἔσται καὶ ἄμαχος, ἅτε δὴ τῆς πολυθεΐας ἀπηλλαγμένος, καὶ τὴν μίαν πρεσβεύων Θεότητα.
 [03664]  Τοῖς τὸν Θεὸν ἐπεγνωκόσι, καὶ πλάνης ἀπηλλαγμένοις, ἁρμόττει τὸν Θεὸν διηνεκῶς ἀν υμνεῖν.
 [04601]  Τῆς γὰρ πλάνης ἐλευθερώσας, τὴν εὐθεῖαν ὑπ έδειξε τῆς ἀληθείας ὁδόν.
 [04656]  ἀλη θῶς δὲ τοῖς τῆς σωτηρίας ἀξιωθεῖσιν ἔθνεσι, καὶ τῆς πλάνης ἀπαλλαγεῖσιν.
000-00-00 Serial Number=0748701572
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [02134]  μικρὸν δὲ ὕστερον πᾶσα τῶν ἀνθρώπων ἡ φύσις, τῆς πολυθέου πλάνης ἀπαλλα γεῖσα, πρὸς σὲ τὸν ἀληθινὸν δραμεῖται Θεόν.
 [02205]  Τῆς γὰρ προτέρας αὐτὴν πλάνης ἐλευθερώσας [καὶ ἐν τοῖς εὐσεβέσι δόγμασι βεβαιώσας], τοὺς τῆς ἀρε τῆς παρασκευάσεις τελεσφορῆσαι καρπούς·
 [05122]  καὶ τῆς μὲν τῶν εἰδώλων πλάνης ἀπαλλαγῆναι, μαθεῖν δὲ τῇ πείρᾳ, ὡς αὐτός ἐστι μόνος καὶ Θεὸς καὶ ∆εσπότης, ἐν ὑψηλοῖς κατοικῶν, καὶ τὰ ταπεινὰ ἐφορῶν, καὶ πᾶσαν κυβερνῶν καὶ πρυτανεύων τὴν κτίσιν, [ἧς τὴν σωτηρίαν ἐπραγματεύσατο ὁ ἐκ Θεοῦ Θεὸς, ὁ μονογενὴς Υἱὸς μετὰ τὴν ἀκατάληπτον αὐτοῦ ἐνανθρώπησιν.]
 [05421]  Προθεσπίσας τοῖς ἔθνεσι τὴν ἐσομένην τῆς πλάνης ἀπαλλαγὴν, ἱκε [80.1560] τεύει καὶ αὐτὸς ταύτης ἀπολαῦσαι τῆς ποδηγίας, καὶ ἐν τῇ τῆς ἀληθείας ὁδῷ τὴν πορείαν ποιήσασθαι.
000-00-00 Serial Number=0196259201
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00817]  ἅτε δὴ τῆς πολυ θέου πλάνης ἀπηλλαγμένοι, καὶ σὲ τὸν ὄντως ὄντα προσκυνοῦντες Θεὸν, [τὸ κέρας τοῦ σταυροῦ ὅπλον κατὰ παθῶν καὶ δαιμόνων δεξάμενοι.] Τὸν γὰρ μο νόκερων πάλιν ἐνταῦθα παρήγαγεν, ἵνα διὰ τοῦ ἑνὸς κέρατος τὸν ἕνα παραδηλώσῃ Θεόν.
 [00883]  Ἑδραίαν, φησὶ, τὴν οἰκουμένην ἀπέφηνε, καὶ στεῤῥὰν, τὸ βέβαιον τῆς θείας γνώσεως ἔχουσαν, καὶ τῆς τοῦ ψεύδους πλάνης ἀπηλλαγμένην.
 [01394]  Τῆς γὰρ τῶν εἰδώλων αὐτοὺς πλάνης ἐλευθερώσας, καὶ τῆς αὐτοῦ βασιλείας τὸ ὑψηλὸν ὑποδείξας, τῆς σωτηρίας μετέδωκε.
 [02756]  θαυμασιωτέρα δὲ καὶ ἀξιαγαστοτέρα τῆς οἰκουμένης ἡ σωτηρία, καὶ ἡ ἐπὶ τὸ κρεῖττον μεταβολὴ, καὶ τῆς πλάνης ἡ παῦλα, καὶ τῆς ἀληθείας ἡ γνῶσις.
 [03395]  Κατ' ἐκεῖνον γὰρ τὸν καιρὸν τῆς τῶν εἰδώλων πλάνης ὁ λαὸς ἠλευθέρωτο, τοῦ βασιλέως ἅπαντας ἐκπαιδεύοντος τὴν εὐσέβειαν.
 [03602]  Ἁρμόττει δὲ καὶ οὗτος ὁ ὕμνος τοῖς ἐξ ἐθνῶν πεπιστευκόσι, καὶ τῆς τῶν εἰδώλων πλάνης ἀπηλλαγμένοις·
 [06609]  καὶ καθάπερ τὸν Θεὸν ὁδηγῆσαι αὐτὸν ἱκέτευσεν, οὕτω καὶ τῆς τοῦ Πνεύ ματος ὁδηγίας ἀπολαῦσαι παρακαλεῖ, ὡς μηδὲν αὐ τῷ φανῆναι πρόσαντες, μηδὲ δυσχερὲς, ἀλλ' εὐθεῖαν τὴν ὁδὸν ὁδεύειν, καὶ λείαν, καὶ πλάνης ἀπηλλα γμένην.
 [07308]  Ταῦτα τοίνυν γίνε σθαι συνεχώρησε, τῆς τῶν εἰδώλων αὐτοὺς πλάνης ἀπαλλάξαι θελήσας.
000-00-00 Serial Number=0526620984
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [01608]  Οὕτω τὰ κατὰ τὴν ἐπάνοδον προαγορεύσας, καὶ τὴν τῆς δουλείας ἀπαλλαγὴν, καὶ τὴν θεόσδοτον ἐλευθερίαν, καὶ τὴν εὐετηρίαν, καὶ τῶν καρπῶν τὴν ἀφθονίαν, καὶ τὴν τῆς πλάνης ἀπαλ λαγὴν, καὶ τῆς θεογνωσίας προειπὼν τὰς ἀκτῖνας, μηνύει καὶ τὰς παντοδαπὰς τοῦ θείου Πνεύματος δωρεὰς, ἃς μετὰ τὴν τοῦ Μονογενοῦς ἐνανθρώπησιν, καὶ τὸ σωτήριον πάθος, καὶ τὴν ἀνάστασιν, καὶ τὴν εἰς οὐρανοὺς ἀνάβασιν, τοῖς ἱεροῖς ἐχορήγησεν ἀπο στόλοις ὁ τῶν ὅλων Θεὸς, καὶ δι' ἐκείνων ἅπασι τοῖς κατὰ τὴν οἰκουμένην πεπιστευκόσι.
 [03266]  Μετὰ γὰρ τὴν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐνανθρώ πησιν, ὁρῶντες Ἰουδαῖοι τῶν ἐθνῶν τὴν εὐσέβειαν, καὶ τὴν τῆς πλάνης ἀπαλλαγὴν, ἄκοντες καὶ αὐτοὶ τῆς τῶν εἰδώλων ἀπηλλάγησαν θεραπείας.
 [03268]  Προθεσπίζει τοίνυν αὐτοῖς, ὡς καὶ τῶν πόλεων τῶν οἰκείων ἐξελαθήσονται, καὶ εἰς τὰ ἔθνη διασπαρέντες, τῆς περὶ τὰ εἴδωλα πλάνης ἀπαλλα γήσονται.
 [04250]  ἀπαλλαγὴν γὰρ ὑπισχνεῖται τῆς πλάνης, καὶ λήθην οὐ μόνον τῆς τῶν εἰδώλων θεραπείας, ἀλλὰ καὶ αὐτῆς αὐτῶν τῆς προσηγορίας.
 [04570]  οἱ γὰρ πάλαι τῷ διαβόλῳ δουλεύοντες, τῆς πικρᾶς ἐκείνης αἰχμαλω σίας ἀπαλλαγέντες, καὶ τῆς πολυθέου πλάνης ἐπιλα θόμενοι, προσῳκειώθημεν τῷ Θεῷ, ὀνομαστοὶ, κατὰ τὴν προφητείαν, παρ' Ἕλλησι καὶ βαρβάροις γενό μενοι·
 [05381]  Προλέγει τοίνυν ὅτι καὶ αὗται αἱ πάλαι δυσσεβοῦσαι πόλεις, Ἁδρὰχ, καὶ ∆αμασκὸς, καὶ Ἠμὰθ, θυσίας προσοίσουσι τῷ Θεῷ, τῆς προτέρας πλάνης ἀπαλλαγεῖσαι.
 [05678]  Ἀνθ' ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο, εἰς τὸ σωθῆναι αὐτοὺς, πέμ ψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης, εἰς τὸ πιστεῦ σαι αὐτοὺς τῷ ψεύδει, ἵνα κριθῶσι πάντες οἱ μὴ πι στεύσαντες τῇ ἀληθείᾳ, ἀλλ' εὐδοκήσαντες τῇ ἀδικίᾳ.
 [05811]  Οὐ μόνον δὲ τῶν εἰδώλων, φησὶ, κατασβέσω τὸ ψεῦδος, ἀλλὰ καὶ τοὺς μαντείαις χρωμένους, καὶ ὑπὸ τοῦ πονηροῦ πνεύματος ἐνεργουμένους, ταύτης ἐλευθε ρώσω τῆς πλάνης.
000-00-00 Serial Number=0703931630
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00559]  ὑπάρχουσιν ἥσσονες, τίς ἡ ἀπόδειξις τοῦ μὴ κατὰ πτωχείαν δυ νάμεως τοῦ ταύτην ἀντ' ἐκείνης ἑλομένου λατρείαν τὴν πλάνην μένειν ἀνεκρίζωτον, πῶς δὲ οὐκ ἀνωφελὴς ἡ ἐκείνης κατάλυσις, πλάνης ἑτέρας κατεχούσης τὸν κόσμον;
 [00562]  νῦν δὲ ταύτην ἀντ' ἐκείνης εἰσαγαγών, πρῶτον μὲν κηρυττομένην λόγοις θείαις δυνάμεσι μαρτυρουμένοις ἀνεῖλεν ἰουδαϊσμόν τε καὶ ἑλληνισμόν, ὕστερον δὲ ἔργοις θείαις ὡσαύτως δυνάμεσι γινομένοις πάσης τῆς ἐν ἀνθρώποις [30] τε καὶ δαίμοσι πλάνης ποιεῖ τὴν ἐκρίζωσιν, σὺν ταύτῃ δὲ καὶ πάντων τῶν ἐν τῷ κόσμῳ κακῶν.
 [00728]  ἐν ὑστέροις καιροῖς ἀφίστανταί τινες τῆς πίστεως καὶ προ σέχουσι πνεύμασι πλάνης καὶ διδασκαλίαις δαιμονίων.
 [00770]  τῶν γὰρ Αἰγυπτίων τότε ἡ σοφία τὰ τῆς πλάνης ὑπῆρχε διδάσκουσα διδάγματα.
 [01327]  ὅτι γὰρ πρὸ τῆς πλάνης ἐκράτει ἡ ἀλή θεια, μαρτυροῦσιν αἱ θεῖαι γραφαί, τὸν Ἀδὰμ καὶ πολλοὺς ἐφε ξῆς μετ' αὐτὸν δηλοῦσαι οὐκ εἰδώλοις ἀλλὰ τῷ θεῷ λατρεύσαντας, κἄν τινες αὐτῶν ἐν ἀτόποις ἐξητάσθησαν πράξεσιν.
 [01376]  Εἰ πάντων τῶν βασιλέων Ἰσραὴλ καὶ Ἰούδατὸν περὶ τὴν εὐσέβειαν ζῆλον ὁ Ἰωσίας θερμότερον ἐπεδείξατο, τὰς στήλας τῶν εἰδώλων συντρίψας καὶ τοὺς ναοὺς αὐτῶν καὶ βω [85] μοὺς καταστρέψας καὶ σὺν τοῖς εἰδωλικοῖς θυσιαστηρίοις τῶν Ἑλλήνων τὰ ὀστέα τεφρώσας καὶ τὰ ἄλση τῆς πλάνης ἄρδην ἐκκόψας καὶ τοὺς ἐν τοῖς ὑψηλοῖς θυμιῶντας τοῦ ταῦτα ἐκτελεῖν ἀποστήσας καὶ τὴν θείαν ἀνυψώσας λατρείαν καὶ λαμπρῶς τὰς τοῦ νόμου ἑορτάς, ὡς μαρτυρεῖ ἡ γραφή, τὸν λαὸν ἐπιτελέσαι ποιήσας, καὶ ξίφει μὲν ἑλληνικῷ τὴν ζωὴν ἐκεῖνος ἀπέθετο βιαίως, οἱ δὲ τούτου παῖδες αἰχμάλωτοι εἰς Βαβυλῶνα ἀνηνέχθησαν καὶ πρὸς δουλείαν ἐξεδόθησαν πολυχρόνιον Ἕλλησιν, πῶς ἐπὶ τούτοις οὐκ ἂν εἴποιεν ἀληθεύοντες Ἕλληνες, ὅτι, ἀνθ' ὧν εἰς τὰ σεβά σματα αὐτῶν ἐπλημμέλησεν, ἡ οὕτως αὐτῷ πικρὰ συνήντησεν ἔκβασις;
 [01604]  Εἰ πρὸς σύστασιν τοῦ ἀληθῆ εἶναι τὴν παρὰ τῶν ὀρθοδόξων γενομένην λατρείαν τὴν τῶν θαυμάτων χάριν ἐν ταῖς αὐτῶν ἐκκλησίαις κατ' ἀρχὰς ὁ δεσπότης δεδώρηται Χριστός, διατί, ἡνίκα αἱρετικοὶ ἐν αὐταῖς λατρεύσαντες ἀπ' αὐτῶν τῶν ὀρθοδόξων ἀπέστησαν, οὐ συναπέστη τοῖς ὀρθοδόξοις ἀπὸ τῶν ἐκκλησιῶν καὶ τὰ θεῖα χαρίσματα, ἀλλ' ἡ μὲν τῆς πλάνης λα τρεία ταῖς ἐκκλησίαις ἐπεισέφρησε, τὰ δὲ πρὸς τὴν αὔξησιν τῆς ὀρθοδοξίας ὑπὸ τοῦ θεοῦ δωρηθέντα καὶ ἐπὶ τῶν αἱρετικῶν τὴν αὐτὴν ἐν ταῖς ἐκκλησίαις εἶχεν ἐνέργειαν;
 [01950]  ἀπώλεια δὲ τῶν δαιμόνων ἐστὶ τὸ πάσης μὲν τῆς ἐκ πλάνης ἀνθρώπων προγεγονυίας αὐτοῖς ἀποστερεῖσθαι θεολογίας τε καὶ τιμῆς, ἐν τοῖς διηνεκέσι δὲ βασάνοις ζῆν ὀδυνηρῶς.
 [01985]  εἰ δὲ τὸ δεσπόζειν ὀφεῖλον ὑπὸ τῆς πλάνης δεσπόζεται, πῶς τὴν δουλείαν τῶν Ἰουδαίων τῇ εἰς Χριστὸν ἀπειθείᾳ ἐπιγράφομεν, καὶ αὐτῶν σὺν τοῖς ἀληθινοῖς χριστιανοῖς τοῖς ψευδωνύμοις Χρι στιανοῖς δεδουλευκότων πολλάκις;
000-00-00 Serial Number=0104311705
Quaestiones in Octateuchum Ante [Go Back]  
 [04157]  ταῦτα δὲ ὁ πάνσοφος νενομοθέτηκε Κύριος, τῆς τῶν ψευ δωνύμων αὐτοὺς θεῶν πλάνης ἐλευθερῶν.
 [04158]  ἐπειδὴ γὰρ ὁ τῆς ἀσεβείας διδάσκαλος διὰ γαστριμαργίας καὶ φιληδονίας ἐξανδραποδίζων τῶν ἀνθρώπων τὸ γένος, ταῖς τῶν δαιμόνων ἑορταῖς πολλὰς ἀνέμιξε παιγ νίας, ἐκείνης τὸν Ἰσραὴλ ἀπαλλάττων τῆς πλάνης ὁ εὐμήχανος Κύριος καὶ τὰ περὶ τῶν ἑορτῶν ἐνομοθέτησε, καὶ τὰς θυσίας συνεχώρησε, καὶ τῶν μουσικῶν ὀργάνων ἠνέσχετο, καὶ εὐωχεῖσθαι προσέταξε ταῖς τοιαύ ταις ψυχαγωγίαις τὴν τῶν εἰδώλων ἐκκόπτων ἀσέβειαν.
 [05034]  ἵνα πολε μούμενοι καὶ δουλεύειν ἀναγκαζόμενοι, αἰσθάνωνται μὲν τῆς ἀπὸ τῆς πλάνης γεγενημένης βλάβης, προστεθῶσι δὲ τῷ σεσωκότι Θεῷ καὶ τῆς παρ' αὐτοῦ ῥοπῆς ἀπολαύωσι.
 [05175]  [300] Μετατιθεὶς αὐτοὺς ἐκ τῆς πλάνης πρὸς τὴν ἀλήθειαν.
 [05325]  λαβὼν γὰρ τῆς ἀπάτης τὰ ὄργανα, τοῖς ἐκ τῆς ∆ὰν φυλῆς ἠκολούθησε, καὶ τῆς περὶ τὰ εἴδωλα πλάνης ἐγένετο πρόξενος.
000-00-00 Serial Number=0793735445
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [03539]  Ἐγὼ δὲ οἶμαι τὸ μέ χρις ἡμῶν φθάσαν τῆς πλάνης εἶδος τὸν λόγον αἰ νίττεσθαι.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»