Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πεῖραν [97]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πεῖραν


000-00-00 Serial Number=0618955731
Commentaria in Isaiam Ante [Go Back]  
 [01996]  Ταῦτα τοίνυν εἰδότες ἐξιλεωσώμεθα τὸν κριτὴν τῇ τῶν ἐντολῶν αὐτοῦ φυλακῇ καὶ προφθάσωμεν τὸ πρόςωπον αὐτοῦ ἐν ἐξομολογήσει, ἵνα διαφύγωμεν αὐτῶν τῶν λυπηρῶν τὴν πεῖραν καὶ ὑπ' αὐτοῦ κυβερνώμενοι τόν τε παρόντα ἐξ οὐρίων διαπλεύσωμεν βίον καὶ εἰς τοὺς ἀπηνέμους αὐτοῦ καθορμίσωμεν λιμένας ἀνυμνοῦντες αὐτὸν καὶ τὸν μονογενῆ υἱὸν αὐτοῦ καὶ τὸ πανάγιον πνεῦμα νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [03080]  Ἐπειδὴ γὰρ οὐκ ἐβουλή θησάν τινα ὄνησιν ἀπὸ τῶν θείων λογίων καρπώσασθαι, δρέψονται θλῖψιν ἐπὶ θλῖψιν καὶ κακῶν προσδοκίαν διηνεκῆ καὶ τῶν προσδοκωμένων χαλεπῶν τὴν πεῖραν.
 [04068]  Ἐπὶ τῇ ῥώμῃ θαρρήσαντες δότε τῆς δυνάμεως πεῖραν·
 [05577]  Τὰς ἐπενεχθείσας σοι συμφορὰς προηγόρευσα πρότερον, ἵνα σε φοβήσας ταῖς ἀπειλαῖς εἰς μεταμέλειαν διεγείρω, καὶ μὴ λάβῃς πεῖραν τῶν ἀλγεινῶν·
 [06291]  Τὰ ἔθνη φησὶ μηδὲν περὶ αὐτοῦ παρ' ἡμῶν τῶν προφητῶν προακούσαντα ἐδέξατο προθύμως τὸ κήρυγμα, οὗτοι δὲ καὶ ἀκηκοότες παρ' ἡμῶν πολλάκις καὶ πεῖραν αὐτοῦ τῆς δυνάμεως ἐσχηκότες ἐπέμειναν ἀπιστοῦντες καὶ ἀντιλέγοντες.
 [07887]  Θαρσὶς δὲ καλεῖ τὴν Καρχηδόνα, τὴν τῆς Λιβύης μητρόπολιν, καὶ Φοὺδ αὐτὸ ἅπαν τῶν Λιβύων τὸ ἔθνος, Λοὺδ δὲ Λυδοὺς καὶ Μοσὸχ Καππαδόκας καὶ Θοβὲλ Ἴβηρας, λέγει δὲ καὶ τὴν Ἑλλάδα καὶ τὰς νήσους καὶ διὰ τούτων πάντα τὰ ἔθνη τὰ μήτε ἐγνωκότα τὸν τῶν ὅλων θεὸν μήτε πεῖραν αὐτοῦ τῆς δυνάμεως ἐσχηκότα.
000-00-00 Serial Number=0040208638
De incarnatione domini Ante [Go Back]  
 [00236]  Τῆς μὲν γὰρ ἄνωθεν ἐλθούσης φωνῆς ἤκουσα, φησὶ, τοῦτό σε καλεσάσης, ἀπιστῶ δὲ ἕως ἂν λάβω τὴν πεῖραν δι δάσκαλον.
 [00253]  διὸ δευτέραν αὐτῷ καὶ τρίτην αὖθις πεῖραν προσάγει, πὴ μὲν λέγων, «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν ἄνωθεν κάτω·» πὴ δὲ τὰς βασιλείας τῆς οἰκουμένης ὑποδεικνὺς, καὶ ταύτας ἀντιδώσειν ὑπισχνούμενος, εἰ πρότερον παρ' αὐτοῦ τὴν προσκύ νησιν λάβοι·
 [00444]  Τίς ὁ μαθὼν ἀφ' ὧν ἔπαθε τὴν ὑπακοὴν, καὶ τὴν πεῖραν λαβὼν διδάσκαλον, καὶ ταύ την ἀγνοῶν πρὸ τῆς πείρας;
000-00-00 Serial Number=0255636930
De providentia orationes decem Ante [Go Back]  
 [01388]  Ὡς δὲ κρεῖττον ἐφάνη τῶν δικτύων τὸ θήραμα, καὶ ῥᾳδίως τοὺς παγέντας ὑπερεπήδησε στάλικας, καὶ οὓς πο τνιωμένη προσήνεγκε λόγους ἑταιρικοὺς καὶ ἡδονῇ κεχρωσμένους, ἀπῆλθον ἄπρακτοι καὶ ἀνόνητοι, τηνικαῦτα λοιπὸν τοῖς λόγοις ἐῤῥῶσθαι φράσασα, ἔργῳ προσφέρει τὴν πεῖραν, καὶ σύμμαχον λαβοῦσα τῶν θαλάμων τὴν ἐρημίαν, κατέχει τὸν νέον, δοῦλον αὐτὸν τῶν παθῶν, ἀλλὰ οὐ δεσπότην νομίσασα.
 [01450]  ἐγὼ δὲ τὴν πεῖραν ἔχων διδάσκαλον, καταγε λᾷν ὑμᾶς τούτων παρεγγυῶ·
 [01562]  Οἱ μὲν γὰρ ἐν μέσῳ τῆς πυρᾶς ὄντες, καὶ ἐπ' ἀνθράκων βαδίζοντες, πεῖραν τῆς φλογὸς οὐκ ἐλάμβανον·
000-00-00 Serial Number=0859291017
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00330]  Καὶ γὰρ πεῖραν αὐτοῦ εἰλήφαμεν πλείονα, ἐπειδὴ καὶ τῆς ἡμετέρας πατρίδος κινεῖν τοὺς οἴακας εἴληχε καὶ παρὰ πάντα τὸν τῆς ἀρχῆς χρόνον ἐξ οὐρίων φέρεσθαι τὸ σκάφος σοφῶς κυβερνῶν παρεσ κεύασεν.
 [00343]  Καὶ ἐγὼ μὲν πεῖραν ἔλαβον τοῦ τρόπου, τοῦ δὲ λόγου ἀπέλαυσεν ὁ λεώς.
000-00-00 Serial Number=0236011863
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00143]  μᾶλλον δὲ χάριν ὁμολογήσωμεν, ὅτι φερόμενος ἐξ οὐρίων εἰς τοὺς ἀπηνέμους καθωρμίσθη λιμένας καὶ πεῖραν τῶν πικρῶν οὐκ ἔλαβε ναυαγίων, ὧν ὃδε ὁ βίος μεστός.
 [00315]  Ἡμεῖς δέ, διὰ τὴν θείαν χάριν, καὶ τὴν φήμην ἀσπασίως ἐδεξάμεθα καὶ τὴν πεῖραν ἀσμένως προσμένομεν·
 [00530]  Τούτων διὰ τῆς σῆς λαμπρότητος ἀπολαύσαντες Εὐφρατήσιοι, καὶ τὴν πεῖραν διδάσκαλον ἔχοντες τῶν τῆς προτέρας ἀρχῆς ἀγαθῶν, ἐχόρευσαν ἐπὶ τοῦ παρόντος τὴν σὴν μεμαθηκότες μεγαλοπρέπειαν ἐγχειρισθῆναι τῆς ἀρχῆς τὰ πηδάλια.
 [01825]  Καταβὰς ὄψομαι , διδάσκων ἡμᾶς ἀναμένειν τῶν πραγμάτων τὴν πεῖραν.
000-00-00 Serial Number=0730300009
Eranistes Ante [Go Back]  
 [00573]  Καὶ μάρ τυρα τῆς προρρήσεως ἔχομεν τῶν πραγμάτων τὴν πεῖραν.
 [00817]  Ἀλλὰ μὴν ἡ τοῦ Ἰησοῦ ἑκατέρων πεῖραν ἔσχε.
 [03247]  {ΕΡΑΝ.} Τούτου χάριν ἐνηνθρώπησεν ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ, καὶ πέπονθε, καὶ θανάτου πεῖραν ἔλαβεν, ἵνα καταλύσῃ τὸν θάνατον.
 [03345]  Εἰ γὰρ αἱ τὰ μέγιστα πλημμελήσασαι τοῦ θανάτου τὴν πεῖραν διὰ τὴν φύσιν διέφυγον, πῶς ἂν ἐκείνη, καὶ φύσιν ἀθάνατον ἔχουσα καὶ μηδὲ σμι κρᾶς ἁμαρτίας δεξαμένη κηλῖδα, ἐδέξατο ἂν τοῦ θανάτου τὸ ἄγκι στρον;
 [03872]  ἀλλ' ὢν ὅπερ ἦν, συνεχώρησε τὸ θεῖον σῶμα θανάτου πεῖραν λαβεῖν.
000-00-00 Serial Number=0811583519
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00955]  Γένοιτο καὶ ἡμᾶς πεῖραν μὲν τῆς κολαστικῆς αὐτοῦ δυνάμεως μὴ λαβεῖν, μηδὲ γεύσασθαι τῶν ἠπειλημένων τιμωριῶν, τῶν δὲ ἐπηγγελμένων ἀπολαῦσαι δωρεῶν, χάριτι καὶ φιλ ανθρωπίᾳ τοῦ νυμφίου Χριστοῦ τοῦ Κυρίου ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰ ώνων.
 [02706]  Καὶ [81.208] ἵνα τοὺς ἄλλους ἁγίους ἐπὶ τοῦ παρόντος καταλίπω, ἀπόχρη καὶ μόνος ὁ μακάριος Παῦλος διδάξαι αὐτῆς τὴν ἰσχὺν, ἅτε δὴ πάντων μάλιστα πεῖραν αὐτῆς εἰληφώς.
000-00-00 Serial Number=0562789142
Graecarum affectionum curatio Ante [Go Back]  
 [02326]  [8.19] Καὶ τὸν Ἀσκληπιὸν δέ φησιν Ἀπολλόδωρος κατὰ μέν τινας Ἀρσινόης εἶναι υἱόν, κατὰ δὲ ἄλλους Κορωνίδος, λάθρα μὲν Ἀπόλλωνι ξυνελθεῖν βιασθείσης, κυησάσης δὲ καὶ τεκούσης καὶ ἐκθεμένης τὸ βρέφος, τοῦτο δὲ κυνηγέτας τινὰς εὑρηκότας ὑπὸ κυνὸς τρεφόμενον λαβεῖν καὶ κομίσαι λέγει Χείρωνι τῷ Κεν ταύρῳ, εἶτα ἐκεῖ τραφῆναί τε καὶ ἀσκηθῆναι τὴν ἰατρικὴν ἐπισ τήμην, ἐν Τρίκκῃ δὲ πρῶτον καὶ Ἐπιδαύρῳ δοῦναι πεῖραν τῆς [8.]
000-00-00 Serial Number=0261503816
Haereticarum fabularum compendium Ante [Go Back]  
 [01633]  Καὶ καθάπερ ἐκεῖνος οὐκ ἐδαπανᾶτο καιόμενος, οὕτως αἱ γλῶτται τῶν ἀποστόλων τῆς καυστικῆς ἐνεργείας οὐκ ἐδέχοντο πεῖραν.
000-00-00 Serial Number=0495865166
Historia ecclesiastica Ante [Go Back]  
 [00736]  πεῖραν δὲ τούτων τῷ χρόνῳ λαβὼν ὁ τῆς γῆς ἐκείνης κρατῶν καὶ ἀγχίνους ἰδών, τῆς οἰκίας ἐπι μελεῖσθαι προσέταξεν.
 [00927]  πατρὸς γὰρ ἠπίου πεῖραν εἰλήφεσαν ἅπαντες.
 [01016]  ταύτην ὁ πανεύφημος Κωνσταντῖνος μετὰ τὴν τοῦ δυσ σεβοῦς ἀνδρὸς τελευτὴν παντοδαπῆς κηδεμονίας ἠξίου καὶ τῶν τῆς χηρείας ἀνιαρῶν πεῖραν οὐκ εἴα λαβεῖν, καὶ παρ' αὐτὴν δὲ τὴν τελευτὴν παρῆν αὐτῇ τὴν ἁρμόττουσαν θεραπείαν προσφέρων.
 [02556]  Ἀλλὰ ταῦτα εἰπὼν τὸ μὲν πλῆθος πεῖραν λαβεῖν τῶν προσδοκη θέντων οὐκ εἴασε λυπηρῶν·
 [02649]  Ὀλίγων δὲ διελθουσῶν ἡμερῶν, Εὐζώϊος ἀπὸ Ἀντιοχείας Λού κιον ἄγων ἀφίκετο καὶ τὰς ἐκκλησίας ἐκείνῳ παρέδωκεν, οὗ τῆς δυσσεβείας καὶ παρανομίας καὶ τὰ Σαμόσατα πεῖραν ἔλαβε.
 [02712]  διὸ τοιούτους λογισμοὺς πρὸ ὀφθαλμῶν τιθέμενοι ἥκετε πρόθυμοι, μελλησμὸν ἀποθέμενοι πάντα, τῷ Ἀρείου ὑπογράφοντες δόγματι, ὃ νῦν κηρύττει ὀνομαστὶ λέγων Λούκιος, εὖ εἰδότες ὡς πειθαρχοῦντες χρήματα καὶ πόρους καὶ γέρα παρὰ βα σιλέως ἕξετε, ἀπαναινόμενοι δὲ εἱρκτῆς καὶ στρεβλῶν καὶ βασάνων καὶ μαστίγων καὶ δαμαστηρίων πεῖραν λήψεσθε, χρημάτων ὁμοῦ καὶ κτημάτων στερηθέντες καὶ τῆς πατρίδος μεταναστάντες, εἰς χαλεποὺς οἰκῆσαι τόπους κατακριθήσεσθε.
 [03655]  ἀλλὰ πεῖραν αὐτὸν λαβεῖν τῆς ὀρφανίας οὐκ εἴασεν ὁ τῶν πατέρων καὶ προγόνων θεός·
000-00-00 Serial Number=0238765001
Historia religiosa Ante [Go Back]  
 [00892]  Εἰκότως, ἔφη, ὦ πάτερ, οὐδὲ γὰρ ὅσιον τὸν μὲν ἐπὶ πλεῖστον τεθεραπευκότα χρόνον ὡς οὐκ ἐπιτήδειον ἀποπέμψασθαι, τὸν δὲ οὐδέπω πεῖραν τῶν οἰκείων δεδωκότα τρόπων διὰ μόνην εἰσδέξασθαι τὴν πατρίδα.
 [01027]  πεῖραν γὰρ αὐτοῦ τῆς πνευματικῆς χάριτος ἡ μήτηρ δεξαμένη ἅπαξ με τῆς ἑβδομάδος ἑκάστης τρυγᾶν ἐκείνην τὴν εὐλογίαν ἐκέλευε.
000-00-00 Serial Number=0359613836
Interpretatio in Danielem Ante [Go Back]  
 [00250]  Τὰς δὲ συγκρίσεις οὐχ ἁπλῶς ἐποιήσατο, ἀλλ' ἐρωτήσεις τινὰς προσ αγαγὼν, τὴν πεῖραν ἔλαβε τῆς ἀληθείας διδάσκα λον, καὶ ηὗρεν αὐτοὺς οὐχ ἁπλῶς ὑπερκειμένους, ἀλλὰ δέκα μοίραις ἀμείνους ὑπάρχοντας·
 [00396]  Πάλιν ἐντεῦθεν σαφὲς ἡμῖν γέ γονεν, ὅτι οὐδέπω τῆς τοῦ ∆ανιὴλ ἀρετῆς πεῖραν ὁ βασιλεὺς εἰλήφει.
 [01064]  πολλῶν γὰρ καλουμένων θεῶν τὰ τεμένη καταλύσας, καὶ τὰ ταμεῖα συλήσας, βωμοὺς ἀνασπάσας, καὶ τοὺς ἱερωμένους αὐτῶν κατασφάξας, οὐδεμιᾶς θείας εὐεργεσίας ἐδέξατο πεῖραν·
 [01452]  Λαβὼν γὰρ πεῖραν τῶν λυπηρῶν, εἶτα τούτων ἀπαλλαγεὶς, αἰνῶ καὶ ὑμνῶ τὸν ταῦτά μοι κἀκεῖνα λυσιτελῶς ἐπαγαγόντα, καὶ λίαν σοφῶς·
 [02489]  καὶ ταῦτα εἰδὼς ἀκριβῶς ὡς αὐτὸς πεῖραν τούτων οὐδεμίαν λήψεται, ἀλλὰ τῆς παρούσης ζωῆς οὐκ εἰς μακρὰν ἀπαλλαγήσεται.
000-00-00 Serial Number=0885922313
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00591]  ὥσπερ ἀμέλει καὶ οὗτος ὁ προφήτης, καὶ ἤδη πεῖραν τῆς ὀπτασίας λαβὼν, πίπτει παραυτίκα θεασάμενος, καὶ τῆς ἐγειρούσης χάριτος χρῄζει.
 [00812]  Τὰ αὐτὰ πολλάκις λέγει, δεδίξασθαι βουλόμενος τοὺς ἀκούον τας, ἵνα τῷ φόβῳ τῶν ἀλγεινῶν εἰς εὐσέβειαν μετα βάλῃ, καὶ τῆς ἀπειλῆς μὴ ἐπαγάγῃ τὴν πεῖραν.
 [04053]  Βουλη θεὶς γὰρ ἐγὼ, παραυτίκα σε τούτων ἁπάντων γυ μνώσω, καὶ διδάσκαλόν σοι τῶν πραγμάτων ἐπι στήσω τὴν πεῖραν.
000-00-00 Serial Number=0827931941
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00294]  μετὰ τὴν πεῖραν, φησὶ, τῶν ἀλγεινῶν, τῆς παρανομίας αἴσθησιν ἔλαβε.
 [01674]  ἐπειδὴ δὲ ἀνθρώπους ὄντας καὶ πταίειν εἰκὸς, κεχρῆσθαι προσήκει τοῖς τῆς μεταμελείας φαρμάκοις, καὶ διὰ τούτων τὸν κριτὴν ἱλεοῦσθαι, καὶ τῶν ἠπειλημένων κολάσεων τὴν πεῖραν διαφυγεῖν.
 [02895]  Μετὰ τὴν πεῖραν τῶν κακῶν, εἰς αἴσθησιν ἦλθε τῆς ἁμαρτίας.
 [03211]  Ἡμεῖς δὲ, παρα καλῶ, καὶ τὰς θείας δείσωμεν ἀπειλὰς, καὶ ταῖς ἀγαθαῖς πιστεύσωμεν ὑποσχέσεσιν, καὶ ἀξίως περι πατήσωμεν τῆς κλήσεως, ἧς ἐκλήθημεν, ἵνα καὶ τῶν ἀπειλῶν τὴν πεῖραν ἐκφύγωμεν, καὶ ὑπισχνουμένων ἀπολαύσωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα πρέπει, σὺν τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [03261]  Καὶ γὰρ ὡς προφήτης ᾔδει τὰ γενησόμενα, καὶ τὴν πεῖραν εἶχε διδάσκαλον.
 [03331]  ὁ δὲ διὰ τὴν εὐλάβειαν πεῖραν οὐκ ἔλαβε τῶν κακῶν.
 [03756]  ∆ιὰ τοῦτο, φησὶ, μεμένηκεν ἐν εὐπραξίᾳ, καὶ δυσκληρίας πεῖραν οὐκ ἔλαβεν.
 [04757]  Τρυφεροὺς καλεῖ τοὺς ἐν εὐπορίᾳ καὶ πλούτῳ, ὡς πεῖραν οὐκ ἔχοντας τῶν λυπηρῶν·
000-00-00 Serial Number=0876597881
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00559]  Εἴτε γὰρ ἡ ἡμετέρα ὁδὸς κατευθυνθείη ἐνώπιον τοῦ Θεοῦ, πλάνης οὐ ληψόμεθα πεῖραν·
 [01663]  Οὐ μάτην τοῖσδε λόγοις ἐχρησάμην, ἀλλὰ πεῖραν τῆς σῆς ἔχων φιλανθρωπίας·
 [01733]  ἐγὼ δὲ τοῖς παρὰ τῆς δι καίας σου προνοίας ἀγαθοῖς ἐντρυφήσω, πεῖραν με γίστην τῆς σῆς εὐεργεσίας δεξάμενος.
 [02925]  Ὡς ἁπλότητι γὰρ καὶ ἀκακίᾳ συζῶν, καὶ πεῖραν οὐκ ἔχων τῆς ἁμαρτίας, τῶν ἐπικινδύνων ἀγώνων ἐφίεται.
 [03022]  Τοσαύτην, φησὶ, πεῖραν τῆς ἐπικουρίας λαβὼν, κἂν δὶς τοσοῦτοι, κἂν τρὶς, προσβαλεῖν μοι πειραθῶσι πολέμιοι, κατα θαῤῥῶ τῶν δεινῶν, τῇ ἐλπίδι ταύτῃ καθωπλισμένος.
 [03031]  πεῖραν γὰρ ἔχω τῆς ὠφελείας, ἤδη τὴν ἐκεῖθεν σωτηρίαν δρεψά μενος, καὶ τῶν διωκόντων τὰς χεῖρας διαφυγών·
 [04978]  πεῖραν γὰρ τῆς σῆς δυνάμεως ἔλαβον, διὰ σοῦ τῶν ἐναντίων ἤδη κρατήσας.
000-00-00 Serial Number=0794015586
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [01250]  Τῆς θείας ἐπικου ρίας τὴν πεῖραν ἔχων διδάσκαλον, συνήθως ἀπο λαῦσαι ταύτης ἀντιβολῶ.
 [03575]  Ὁρῶντες δὲ τοὺς Βαβυλωνίους, δυσσεβείᾳ καὶ παρανομίᾳ συζῶντας, ἐν εὐημερίᾳ καὶ εὐκληρίᾳ πολλῇ, σφᾶς δὲ αὐτοὺς ἐν δυσπραξίᾳ καὶ κακοπαθείᾳ, λογισμοὺς περὶ τῆς θείας ἀνεκίνουν προνοίας, ἐνθυμούμενοι καὶ λογιζόμενοι, τί δήποτε παντελῶς δυσσεβοῦντες τῶν μὲν ἀνιαρῶν οὐδεμίαν λαμβάνουσι πεῖραν, εὐποτμίας δὲ ἀπολαύουσι πάσης, ἐξ οὐρίων φερό [80.1444] μενοι.
 [03757]  ∆ι' αὐτῶν γὰρ τῶν πραγμάτων τὴν πεῖραν λαβὼν, ἀχώριστος ἔσομαι τοῦ σεσωκότος Θεοῦ, καὶ τῇ εἰς αὐτὸν ἐλπίδι βεβαιωθήσομαι.
 [04311]  καὶ μετὰ τοσαύτας εὐεργεσίας πεῖραν λαβεῖν ἠβούλοντο τῆς θείας δυνάμεως, καὶ τροφῆς δεηθέντες, οὐ λαβεῖν τὴν χρείαν ἐζήτησαν, ἀλλ' ὡς ἀδυνάτου τοῦ Θεοῦ κατηγόρησαν.
 [04363]  Ἐπειδὴ γὰρ πεῖραν πολλὴν λαβόντες τῆς θείας δυνάμεως, οὐκ ἐπίστευσαν δύνασθαι τὸν Θεὸν χορηγῆσαι τὴν τροφὴν, καὶ τὴν παιδείαν ἐπήγαγε, διδάσκων ὡς ἀμφότερα ποιεῖν ἱκανὸς, καὶ τὰ ἀγαθὰ παρέχειν, καὶ τὰς τιμωρίας ἐπάγειν.
000-00-00 Serial Number=0789015889
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [02445]  Τῶν γὰρ τοῖς Αἰγυπτίοις ἐπαγομένων πληγῶν οὐκ ἐλάμβανον πεῖραν.
 [04287]  Ζητεῖ δὲ τρυγῆσαι τῆς τοσαύτης διαθέσεως καρπὸν, τὸ μηδεμίας πεῖραν αἰσχύνης λαβεῖν.
 [04318]  Σφόδρα τοίνυν ὁ Προφήτης ἁρμοδίως ἀντιβολεῖ ἐπὶ τὰ θεῖα μαρτύρια τὴν καρδίαν κλιθῆναι, καὶ τῆς ἐπὶ τὸ θά τερον τὴν πεῖραν διαφυγεῖν.
 [05183]  Καὶ γὰρ ἡνίκα τῆς Αἰγυπτίων δουλείας ἠλευθερώθησαν, τῇ νεφέλῃ σκιαζόμενοι, τῆς ἡλιακῆς φλογὸς οὐκ ἐλάμβανον πεῖραν.
 [06230]  Ταύτης δὲ τῆς δυνάμεως τὴν πεῖραν ἔλαβε καὶ Ἰωνᾶς ὁ προφήτης.
 [06741]  ∆ιὰ γὰρ πολλὴν τὴν εὐθηνίαν, καὶ τῶν ἀγαθῶν τὴν [80.1965] ἀφθονίαν, ἐν τρυφῇ καὶ γέλωτι διατελοῦσι, τῶν πο νηρῶν οὐ δεχόμενοι πεῖραν.
000-00-00 Serial Number=0749754727
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00034]  διὸ καὶ πεῖραν οὐκ ἔλαβον τῶν ἀπηχῶν ἐκείνων προῤῥήσεων.
 [00058]  Ὁ τοίνυν θεσπέσιος Ὠσηὲ τὸ προφητικὸν δεξάμενος χάρισμα, [81.1553] καὶ πόῤῥωθεν ταῦτα τοῖς πνευματικοῖς θεασάμενος ὀφθαλμοῖς, προλέγειν προστάττεται τῷ λαῷ, ἵνα δείσαντες τὰς προῤῥήσεις, φύγωσι τὰς κολάσεις, καὶ πεῖραν μὴ λάβωσι τῶν κακῶν.
 [00454]  Ταῦτα γὰρ ἅπαντα διὰ τῶν προφη τῶν αὐτοῖς προμηνύων, καὶ ἀπιστούμενος, μετὰ τὴν πεῖραν πιστευθήσομαι τῶν πραγμάτων, καὶ τῆς παρανομίας τοὺς ἐλέγχους ποιούμενος, δείξω τῆς προφητικῆς προῤῥήσεως τὴν ἀλήθειαν.
 [00569]  Ἐπειδὴ, φησὶ, πρὸ τῆς τῶν κακῶν πείρας, οὐκ ἠθέλησας τοὺς τῆς δικαιοσύνης τρυγῆσαι καρποὺς, νῦν μετὰ τὴν πεῖραν, καὶ μετὰ τὴν ἀπὸ τῆς αἰχμαλωσίας ἐπάνοδον, ἐννόμως πολι τεύου, καὶ τοὺς ἐντεῦθεν φυομένους δρέπου καρπούς.
 [01284]  Ἀλλ' ἵνα τούτων μὴ δέξῃ τὴν πεῖραν, βʹ.
 [01364]  Ὑμεῖς, φησὶν, οἱ πολὺν βε βιωκότες χρόνον, οἱ πλείονα πεῖραν, ὡς εἰκὸς, πραγ μάτων δεξάμενοι, πατέρων τε καὶ προγόνων δι ηγουμένων πολλάκις ἀκηκοότες, τῶν τῆς προφητείας [81.1636] κατακούοντες λόγων, σκοπήσατε παρ' ὑμῖν αὐτοῖς, εἴ τι τοιοῦτο γεγένηται πρότερον, ἢ ἐφ' ὑμῶν, ἢ ἐπὶ τῶν ὑμετέρων πατέρων·
 [01366]  Εἶτα ἐπάγει, ὅτι Τούτων πεῖραν λαμβάνοντες, μὴ παράδοτε λήθῃ τὴν μνήμην, ἀλλὰ τοῖς ἀγνοοῦσιν τῶν παίδων τὰ περὶ τούτων προσ φέρετε διηγήματα·
 [01408]  Οὐδὲ γὰρ εἶπεν ἐθρήνησεν, ἀλλὰ θρηνήσει, διδάσκων, ὡς μετὰ τὴν πεῖραν ὀλοφυρό μενοι διατελέσουσι, πικρὸν ποιούμενοι πένθος, οἷον ἂν γένοιτο παρὰ νύμφης νέαν ἀγούσης τὴν ἡλικίαν, καὶ τὸν οἰκεῖον νυμφίον τεθνεῶτα ὁρώσης.
 [01474]  Τοσαύ την δὲ, φησὶν, ἐπάξει λώβην τῇ γῇ, ὡς τὸν θεώμε νον ἀπεικάζειν τὰ μὲν μηδέπω πεῖραν τῶν κακῶν εἰληφότα τῷ τῆς τρυφῆς παραδείσῳ·
 [02364]  ἀλλὰ νῦν μὲν αὐτοὺς εἰς τὴν αἰχμαλω σίαν διασπερῶ, καθάπερ δὲ γεωργὸς ἀποκρινῶ σίτου τὸ ἄχυρον, καὶ φυλάξω μὲν τοὺς σωτηρίας ἀξίους, τοὺς δὲ λοιποὺς παραδώσω σφαγῇ, οἳ πιστεῦσαι τοῖς ἐμοῖς οὐκ ἠβουλήθησαν λόγοις, ἀλλὰ διαφυγεῖν ἤλ πισαν τῶν ἠπειλημένων τὴν πεῖραν.
 [02395]  Ἀπειλεῖ δὲ ἔστιν ὅτε καὶ τὰ χαλεπὰ, καὶ μεταβαλλόμενοι τῷ φόβῳ τῶν ἀπειλῶν οἱ διὰ τὴν σφετέραν παρανομίαν ταύτας δεξάμενοι, πεῖραν τῶν λυπηρῶν οὐ λαμβάνουσι.
 [02397]  Ἡμᾶς δὲ εἴη ταῖς τῶν ἁγίων προφητῶν καὶ ἀποστόλων εὐχαῖς τὸν ἑαυτῶν βίον κατὰ τοὺς θείους νόμους εὐθύνοντας, καὶ τῇ μεταμελείᾳ τὸν τῶν ἁμαρτημάτων ἀποῤῥίπτοντας ῥύπον, πεῖραν μὲν ἀλγεινοῦ μηδενὸς λαβεῖν·
 [03141]  Πόθεν, φησὶ, πεῖραν ἔλαβες τῶν κακῶν;
 [03931]  Ἐξουρίων γὰρ φερόμενος, καὶ ῥᾳδίως σαγηνεύων οὓς βούλεται, καὶ κακοῦ τινος πεῖραν τέως οὐδεμίαν λαβὼν, καὶ κατὰ τῶν ἄλλων ἐθνῶν ἐπιχειρήσει, καὶ οὐ παύσεται τῇ δυνάμει καθάπερ τινὶ κεχρημένος δικτύῳ.
 [05269]  Οὔτε γὰρ εἰκὸς ἦν, τοῖς πικρᾶς δουλείας λαβοῦσι τὴν πεῖραν, καὶ ἔναγχος ταύτης ἀπαλλαγεῖσι, καὶ μηδέπω τὴν πόλιν οἰκοδομήσασι, τοιαῦτα πάλιν ἀπειλῆσαι δεινά.
 [05394]  Ἐπειδὴ σφᾶς αὐτοὺς τῆς θείας κηδεμονίας ἀφώρισαν, πεῖραν τῆς αὐτοῦ δυνάμεως λήψονται.
000-00-00 Serial Number=0467818975
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00467]  οὐδέπω γὰρ πεῖραν εἰληφότες τῆς ἁμαρτίας, εἶτα τοῦ ἀπειρημένου μετειληχότες καρποῦ, ὡς παραβεβηκό τες τὴν ἐντολήν, τὰς τοῦ συνειδότος ἀκίδας ἐδέξαντο.
 [00472]  τὴν δὲ πεῖραν προσέλαβον ὕστερον.
 [00480]  μετὰ δὲ τὴν πεῖραν, τοῖς φύλλοις ἔνια τοῦ σώμα τος συνεκάλυψαν μόρια.
 [00776]  ἄλλως τε ἡ μεταμέ λεια τοῖς μετὰ τὴν πεῖραν μανθάνουσι τῶν πραγμάτων τὴν φύσιν κατάλ ληλος·
 [00996]  κατὰ τί γνώσομαι ὅτι κληρονομήσω αὐ τήν , ἐδιδάχθη ὅσον μὲν παροικήσουσι χρόνον καὶ ὅπως ταλαιπω ρήσουσιν, ὅσης τε ἀξιωθήσονται προμηθείας, τῶν μὲν πολεμήσειν ἐθελόν των αὐτοῖς κολασθησομένων, τούτων δὲ τὰ ἐκείνων καρπωσαμένων καὶ ὅτι τούτων αὐτὸς οὐδεμίαν πεῖραν λαβὼν ἐν εἰρήνῃ καταλύσει τὸν βίον.
 [02165]  ἐπειδὴ γὰρ τὰς μὲν τοῖς αἰγυπτίοις ἐπενεχθείσας ἐθεάσαντο τιμωρίας, αὐτοὶ δὲ πεῖραν τῆς παιδείας οὐκ ἔλαβον, διὰ τούτων δεδίττεται οἷα δὴ παῖδας·
 [03898]  τοσαύτην μέντοι πεῖραν τοῦ Θεοῦ λαβὼν ὁ ψευδό μαντις, ἑτέρας
 [04370]  φάγῃ, γὰρ ἔφη, τὰ ἔγγονα τῆς κοιλίας σου, κρέα υἱῶν σου καὶ θυγατέρων σου, ὅσα ἔδωκέ σοι Κύ ριος ὁ Θεός σου, ἐν τῇ στενοχωρίᾳ σου καὶ ἐν τῇ θλίψει σου ᾗ θλίψει σε ὁ ἐχθρός σου , καὶ τὰ ἄλλα ὅσα μετὰ τὴν πεῖραν ὁ προφήτης Ἱερεμίας ἔφη τοὺς θρήνους συγγράφων.
 [04372]  ἠπείλησεν αὐτοῖς καὶ τὴν αἰγυπτίων δουλείαν ἧς πεῖραν λαβόντες ἔναυλον εἶχον τὴν μνή μην.
000-00-00 Serial Number=0200283945
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [02723]  προφητικῆς δυνάμεως πεῖραν οὐ δεδεγμένη.
 [02753]  Ἐπειδὴ ὁ προφήτης εἰρήκει τῷ Ἀχαὰβ, Ζῇ Κύριος ὁ Θεός μου, εἰ ἔσται τὰ ἔτη ταῦτα ὑετὸς ἢ δρόσος, εἰ μὴ διὰ λόγου στόματός μου, λαβὼν τῆς τῶν λόγων ἀληθείας τὴν πεῖραν ὁ Ἀχαὰβ, ἀναγκαίως ἐπεζήτει τὸν τῇ γλώττῃ τὰ νέφη καθείρξαντα, ἵνα δυοῖν θάτερον δράσῃ, ἢ ἀνοῖξαι πείσῃ, ἢ μὴ πειθό μενον διολέσῃ.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»