Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum παρηγγύησε [35]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum παρηγγύησε


000-00-00 Serial Number=0719028115
Commentaria in Isaiam Ante [Go Back]  
 [00137]  Προείρηκε γὰρ τοῖς ἱεροῖς ἀποστόλοις ὁ κύριος καὶ τοῖς δι' ἐκείνων πεπιστευκόσι τὰ συμβησόμενα καὶ παρηγγύησε φειδοῖ τὴν σωτηρίαν καρπώσασθαι·
 [02112]  τῷ γὰρ Ἰωσὴφ ἄγγελος παρηγγύησε τὴν Αἴγυπτον κατα λαβεῖν σὺν τῷ παιδίῳ καὶ τῇ τούτου μητρί.
 [02122]  Ταύτην καὶ ἐν τοῖς πρόσθεν εἰρημένοις καταδέξασθαι τοῖς ἔθνεσιν ὁ προφητικὸς παρηγγύησε λόγος·
 [03370]  Σαφῶς αὐτοῖς διαρρήδην ὁ θεῖος Ἱερεμίας ἀπηγόρευσε τὴν φυγήν, καὶ ὁ θεὸς διὰ τοῦ προφήτου παρηγγύησε μεῖναι, ὑπισχνούμ ενος πειθομένοις μὲν σωτηρίαν, ἀπειθοῦσι δὲ τιμωρίαν·
000-00-00 Serial Number=0768800080
Eranistes Ante [Go Back]  
 [03453]  Ἐπιδείκνυσι γὰρ ὅπως τε συνελθεῖν τὰ ὀστέα προσέταξεν ὁ θεός, καὶ ὅπως τούτων ἕκαστον τὴν οἰκείαν ἀπέλαβεν ἁρμονίαν, καὶ ἔφυσε νεῦρα καὶ φλέβας καὶ ἀρτηρίας, καὶ τὰς μεταξὺ τούτων ὑπεστρωμένας σάρκας, καὶ τὸ δέρμα τούτων ἁπάντων τὸ κάλυμμα, καὶ τότε τὰς ψυχὰς ἐπανελθεῖν πρὸς τὰ οἰκεῖα παρηγγύησε σώματα.
000-00-00 Serial Number=0483436823
Haereticarum fabularum compendium Ante [Go Back]  
 [02777]  Καὶ πολλοῖς [83.537] δὲ ὕστερον χρόνοις, τοῦ κατακλυσμοῦ τὴν πανωλε θρίαν ἐπαγαγὼν, οὐκ ἄνδρας μόνους, ἀλλὰ καὶ γυ ναῖκας ἰσαρίθμους τοῖς ἀνδράσιν εἰσελθεῖν εἰς τὴν κιβωτὸν παρηγγύησε, καὶ μετὰ τὴν παῦλαν τῆς τιμωρίας, τὴν προτέραν εὐλογίαν ἀνενεώσατο.
000-00-00 Serial Number=0435168684
Historia ecclesiastica Ante [Go Back]  
 [00903]  τὴν γὰρ δὴ σύνοδον [88] ἅπασαν ἀπὸ τῆς Τύρου καταλαβεῖν τὴν Αἰλίαν βασιλεὺς παρηγγύησε.
 [01221]  ἡ δὲ ἔφη νέον τινὰ πρὸς αὐτὴν ἀφικόμενον τὴν τῶν ξένων ἐπιδημίαν καὶ χρείαν εἰπεῖν, καὶ ὡς ἑσπέρας ἀφικόμενος ἀπήγαγέ τε εἰς τὴν καταγωγήν, καὶ τὸν οἰκεῖον ἐπιζητήσας λόχον καὶ τοῦτον εὑρὼν εἴσω τε τῆς αὐλίου θύρας εἰσήγαγε καὶ εἰς τὸν πρόδομον εἰσελθεῖν παρηγγύησε.
 [01588]  εἰς ταύτην ἀθροισθῆναι τοὺς τῆς Ἑῴας ἐπισκόπους καὶ μὲν δὴ καὶ τοὺς τῆς Ποντικῆς καὶ τοὺς τῆς Ἀσιανῆς παρηγγύησε.
 [02494]  ὁ δέ οἱ σιγῆσαί τε παρηγγύησε καὶ κρύψαι τῆς ἀφίξεως τὴν αἰτίαν.
000-00-00 Serial Number=0230546832
Historia religiosa Ante [Go Back]  
 [00114]  [1.6] Οὗτος ἄλλοτέ ποτε δικαστὴν πέρσην ἀδίκῳ ψήφῳ χρησάμενον θεασάμενος, λίθῳ τινὶ μεγίστῳ παρακειμένῳ ἐπαρασάμενος, συντριβῆναι καὶ σκεδασθῆναι, καὶ τούτῳ διελέγξαι τὴν ἄδικον ἐκείνου παρηγγύησε ψῆφον.
 [00266]  Τὴν δὲ ὁδὸν ἐξανύσας, καὶ τῆς ὑμνῳδίας τὴν λειτουργίαν πεπληρωκώς, ὡς ὁ τῆς ἀναπαύλης ἧκε καιρός, καθίσας ὁ Πρεσβύτης καὶ αὐτῷ τὸ σῶμα διαναπαῦ σαι μικρὸν παρηγγύησε, καὶ τὸ μὲν πρῶτον καθῆστο σιγῶν·
 [00505]  Εὐσεβίῳ δὲ τῷ θαυμασίῳ παρηγγύησε καὶ ὄσπριον ἐψῆσαι καὶ λάχανον εἴπερ ἔχοι.
 [00620]  Καὶ ὁ κύριος δὲ ἐν τοῖς ἱεροῖς εὐαγγελίοις τῷ Πέτρῳ πλέον τῶν ἄλλων φιλεῖν αὐτὸν ὡμολογηκότι ποιμαίνειν αὐτοῦ τὰ πρόβατα παρηγγύησε.
 [00663]  Ἐπειδὴ γὰρ ὁ θεῖος Εὐσέβιος, τὴν ἐντεῦθεν ἐκδημίαν ποιούμενος, αὐτὸν τοῦ ποιμνίου παρηγγύησε προστατεύειν, καὶ παραι τούμενος τὴν κηδεμονίαν τοὺς τῆς ἐπιμελείας ἐκείνης ἐφιεμένους οὐκ ἔπειθεν, εἰς ἑτέραν ᾤχετο ποίμνην, νέμεσθαι μᾶλλον ἢ νέμειν αἱρούμενος καὶ χρόνον πλεῖστον ἐπιζήσας, οὕτω τόνδε τὸν βίον κατέλυσεν.
 [00981]  Εἶτα τὴν εὐχὴν συμπεράνας παρηγγύησε τοῖς τοῦ χωρίου ὅροις ἐπιρρᾶναι τὸ ὕδωρ·
 [01338]  τὴν δὲ προσευχὴν συμπεράνας καὶ ὕδωρ κομισθῆναι κελεύσας καὶ τὴν σωτήριον ἐντυπώσας σφραγῖδα πιεῖν αὐτῇ παρηγγύησε·
 [01817]  Ταῦτά μοι διηγησάμενος, παρηγγύησε μόνον εἰδέναι καὶ μὴ λαβεῖν ἄλλους συνίστορας.
 [01950]  πολλοὺς γὰρ τὸ βλέπειν ἀφῃρημένους καὶ προσαιτεῖν ἠναγκασμένους συναγαγὼν καὶ ἑκατέρωθεν πρὸς ἕω καὶ πρὸς ἑσπέραν δειμάμενος καταγώγια, διάγειν ἐν τούτοις καὶ τὸν θεὸν ὑμνεῖν παρηγγύησε, τὴν ἀναγκαίαν αὐτοῖς τροφὴν παρὰ τῶν ὡς αὐτὸν ἀφικνουμένων χορηγεῖσθαι κελεύων.
000-00-00 Serial Number=0080191195
Interpretatio in Ezechielem Ante [Go Back]  
 [06056]  Ὑπέδειξε δέ μοι καὶ τὴν πύλην, τὴν πρὸς ἀνατολὰς τετραμμένην, κεκλεισμένην, καὶ παρηγγύησε δι ηνεκῶς ταύτην κεκλεῖσθαι, καὶ ἀπονεμηθῆναι αὐτῷ τῷ τῶν ὅλων ∆εσπότῃ·
 [06143]  ᾠκοδόμηντο δὲ παρ' αὐτὰς καὶ οἶκοι, ἃς ἐξέδρας ἐκάλεσεν, ἐν οἷς ἕψεσθαι παρηγγύησε τὰ τοῦ λαοῦ θύματα.
000-00-00 Serial Number=0261421680
Interpretatio in Jeremiam Ante [Go Back]  
 [02620]  Ἀλλ' ὁ τῶν ὅλων Θεὸς τὸν προφήτην παρηγγύησε πρὸς τὸν Ἀνανίαν εἰπεῖν·
 [03184]  Ὁ δὲ Βαροὺχ ἐδί δαξεν, ὡς Ἱερεμίας ὑπὸ τῆς θείας ἐμπνεόμενος χάριτος ταῦτά μοι παρηγγύησε γράψαι.
 [03221]  Ὁ τοίνυν ∆εσπότης Θεὸς τῷ βασιλεῖ καὶ τοῖς ἄρχουσιν εἰπεῖν παρηγγύησε τῷ προφήτῃ, μήτε τῇ τῶν Αἰγυπτίων ἐπικουρίᾳ θαῤῥῆσαι, μήτε τῶν Χαλ δαίων καταφρονῆσαι·
 [03285]  Τῷ μέντοι προφήτῃ παρηγγύησε, μηδενὶ τῶν ἀρχόντων μηνύσαι τὰ εἰρημένα·
000-00-00 Serial Number=0214739501
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [03234]  Μανθάνομεν γὰρ ἐκεῖ θεν, ὅπως ἀναλαμβανόμενος ὁ ∆εσπότης Χριστὸς τοῖς ἁγίοις αὑτοῦ μαθηταῖς παρηγγύησε λέγων·
000-00-00 Serial Number=0801258206
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [02267]  Τοῦτο παρηγγύησε καὶ ὁ θεῖος Ἀποστόλος·
 [05899]  καὶ καθ' ἑαυτοὺς ὑμνεῖν παρηγγύησε, ταύτῃ δεικνὺς τὸ διά φορον.
000-00-00 Serial Number=0889785588
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00041]  οὐ γὰρ μόνον μετὰ τὸν Ἰωσίαν, καὶ τὸν Ἰωακεὶμ, καὶ τὸν Ἰεχονίαν, καὶ τὸν Σεδεκίαν, ἀλλὰ καὶ μετὰ τὸν ἐν Βα βυλῶνι τῆς αἰχμαλωσίας χρόνον, καὶ μετὰ Κῦρον τὸν πρῶτον Περσῶν βασιλεύσαντα, ὃς τὸν Ἰσραηλίτην λαὸν ἐπανελθεῖν παρηγγύησε, καὶ μετὰ Καμβύ σην τὸν ἐκείνου παῖδα ἐπὶ ∆αρείου τοῦ Ὑστάσπου, τοῦ Ζοροβάβελ ἤδη τὸν θεῖον οἰκοδομοῦντος νεὼν, τὴν προφητείαν ἐποιήσαντο·
 [02331]  Τοῦτο κἀνταῦθα παρηγγύησε, ∆ιάκοψον εἰς κεφαλὰς πάντων.
 [03081]  Καὶ τοῖς ἁγίοις δὲ ἀποστόλοις παρηγγύησε, λέγων·
 [04862]  Καὶ αὖθις δὲ αὐτῷ ὁ ἅγιος ἄγγελος παρηγγύησε βοῆσαι, καὶ εἶπεν·
000-00-00 Serial Number=0517452955
Quaestiones in Octateuchum Ante [Go Back]  
 [05176]  διά τοι τοῦτο καὶ τὸν ἐκείνου βωμὸν κατασκαφῆναι παρηγγύησε, καὶ τὸ ἄλσος ἐκκοπῆναι.
000-00-00 Serial Number=0642202318
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [03204]  ἀποσταλῆναι δὲ αὐτῷ τὸν Νεεμὰν παρηγγύησε, καὶ ἰδεῖν μὲν αὐτὸν, ὡς λεπρὸν, οὐκ ἠνέσχετο τὸν νόμον φυλάττων, ὡς ὑπὸ τῷ νόμῳ πολιτευόμενος·
 [04497]  Εἶτα τοὺς ἱερεῖς καὶ τοὺς Λευΐτας ἁγιάσας, ἐκκαθῆραι παρηγγύησε τὸν θεῖον ναόν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»