Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum παρεσκεύασε [29]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum παρεσκεύασε


000-00-00 Serial Number=0284546375
Commentaria in Isaiam Ante [Go Back]  
 [03989]  Ταύτην καὶ τοῖς σώμασιν ὁ σωτὴρ τὴν θεραπείαν προσήνεγκε καὶ ταῖς ψυχαῖς προσφέρει διηνεκῶς καὶ τὴν οἰκουμένην τυφλώττουσαν ἀναβλέψαι πεποίηκε καὶ χωλεύ ουσαν δραμεῖν πρὸς αὐτὸν παρεσκεύασε καὶ τῶν θείων λογίων ἀκούειν οὐκ ἀνεχομένην τοῖς θείοις λογίοις προστρέ χειν ἀνέπεισε καὶ ψελλιζομέ νην καὶ εἰς πολλὰ τὴν θείαν προσηγορίαν μερίζουσαν ἀρτιλαλεῖν ἐξεπαίδευσε καὶ τρανὰ καὶ ἀντίθ ροα θεὸν ὑμνεῖν παρεσκεύασεν.
000-00-00 Serial Number=0200052917
De providentia orationes decem Ante [Go Back]  
 [01540]  Ἐπειδὴ δὲ, ὁ χρόνος ὁδεύων, καὶ εἰς ἄνδρας τελεῖν αὐτοὺς παρεσκεύασε, καὶ πεῖ ραν τῆς σφετέρας ἀρετῆς δεδωκότες, ἄρχειν ἔλαχον τῶν ἐγχωρίων οἱ δορυάλωτοι, τηνικαῦτα πάλιν ἕτε ρον αὐτοῖς ἀνοίγεται στάδιον.
000-00-00 Serial Number=0681255460
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00133]  Ἐβουκόλησέ με πρώην τὴν παρουσίαν τῆς σῆς μεγαλοπρε πείας μηνύσας ὁ θεοφιλέστατος ἀρχιδιάκονος, καὶ τὴν ψυχὴν ἐπλήρωσεν ἡδονῆς, καὶ ταῖς ἐλπίσιν ἐπτέρωσε, καὶ τὰς ὁδοὺς καραδοκεῖν παρεσκεύασε, καὶ τοῦτο μὲν νύκτωρ ὀνειροπολεῖν, τοῦτο δὲ μεθ' ἡμέραν φαντάζεσθαι.
 [00249]  Ἐπαινῶ μὲν οὖν καὶ διὰ ταῦτα, ἐπαινῶ δὲ πλέον ὅτι μοι πρόξενος καὶ τῶν πρὸς τὴν σὴν ὁσιότητα γραμμάτων γεγένηται, καὶ διὰ τὴν χρείαν ἡμᾶς τῶν ἀναγκαίων παρ' αὐτὴν καλέσασα, παρεσκεύασε τῇ θειοτάτῃ καὶ πάντων ἐμοὶ φιλτάτῃ προσδιαλεχθῆναι κεφαλῇ.
000-00-00 Serial Number=0741981328
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [01366]  Τοὺς μὲν θεοσεβεστάτους ἐπισκόπους εἰς τὴν βασιλεύουσαν ἀνελθεῖν παρεσκεύασε πόλιν ὁ ὁσιώτατος ἀρχιεπίσκοπος ὁ κύριος ∆όμνος, ὥστε τὴν κατὰ πάντων ἡμῶν γεγενημένην διελέγξαι συκοφαντίαν.
 [01373]  Καταλαβεῖν δὲ αὐτοὺς τὴν βασιλίδα παρεσκεύασε πόλιν ὁ ὁσιώτατος ἐπίσκοπος ὁ κύριος ∆όμνος, ἵνα τὸ καθ' ἡμῶν συντεθὲν διαλύσωσι ψεῦδος.
000-00-00 Serial Number=0484303236
Eranistes Ante [Go Back]  
 [03053]  Τὴν γὰρ ἀδίκως καταποθεῖσαν ἀπαρχὴν ἀναστήσας, ἀκολουθῆσαι ταύτῃ παρεσκεύασε τὸ γένος.
000-00-00 Serial Number=0171338975
Historia ecclesiastica Ante [Go Back]  
 [02927]  τοῦτον καὶ λόγοις κατακηλήσας Εὐδόξιος καὶ χρήμασι δελεάσας, πεῖσαι παρεσκεύασε τοὺς βαρβάρους τὴν βασιλέως κοινωνίαν ἀσπάσασθαι.
 [03656]  τροφῆς τε γὰρ αὐτὸν μεταλαχεῖν εὐσεβοῦς παρεσκεύασε καὶ τὴν βασιλείαν ἐφύλαξεν ἀστα [339] σίαστον καὶ τὰς τυραννικὰς ἐχαλίνωσε γνώμας.
000-00-00 Serial Number=0305727363
Historia religiosa Ante [Go Back]  
 [00821]  οὕτω τὸν Ἰωνᾶν ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρία νυχθήμερα διεφύλαξε καὶ τοὺς λέοντας ἐν τῷ λάκκῳ τεθηπέναι τὸν ∆ανιὴλ παρεσκεύασε καὶ τὸ ἄψυχον πῦρ λογικῶς ἐνεργεῖν καὶ τοὺς μὲν ἔνδον φωτίζειν, τοὺς δὲ ἔξω κατακαίειν πεποίηκεν.
 [01088]  Ἀλλ' ὁ τὸν Φαραὼ ἐτασμοῖς μεγάλοις καὶ πονηροῖς ἐτάσας περὶ Σάρρας τῆς γυναικὸς Ἀβραὰμ καὶ ἀνέπαφον φυλάξας τὴν σώφρονα καὶ τοὺς Σοδομίτας πατάξας ἀορασίᾳ ἐμπαροινεῖν ὡς ξένοις τοῖς ἀσωμάτοις ἐπιχειρήσαντας, οὗτος καὶ τούτου τὸ ὀπτικὸν ἀορασίᾳ βαλὼν ἐκ μέσου τῶν δικτύων τὸ θήραμα διαφυγεῖν παρεσκεύασε·
000-00-00 Serial Number=0503575385
Interpretatio in Danielem Ante [Go Back]  
 [00882]  Τὸ γὰρ πλῆθος τῶν συμφορῶν ἑτέρους ἡμᾶς ἀνθ' ἑτέρων εἰργάσατο, καὶ παραβάτας ὄντας τῶν σῶν ἐντολῶν, ἐν ὅλῃ σε καρ δίᾳ καὶ φοβεῖσθαι καὶ ζητεῖν παρεσκεύασε.
000-00-00 Serial Number=0544491768
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00376]  Θεία γάρ τις ἐνέργεια ἁψαμένη μου συνέσφιγξέ με τῷ φόβῳ διαλυθέντα, καὶ στῆναι, καὶ ἀκοῦσαι τῶν φερομένων παρεσκεύασε λόγων.
 [04185]  [81.1100] Τοῦτο δὲ καὶ τὸν ἄνθρωπον παθεῖν παρεσκεύασε.
 [04859]  ἕωθεν δὲ ἐκείνου φανέντος, καὶ τὴν ἀγγελίαν κομί σαντος, οὐκέτι με σιγῇ κατέχειν τοὺς προφητικοὺς εἴασε λόγους, ἀλλ' ἀπαύστως τούτους προσφέρειν ἐκέλευσέ τε καὶ παρεσκεύασε·
 [05317]  Ὁ καθ' ὑμῶν, φησὶ, γενόμενος ὀνειδισμὸς παρεσκεύασε τὴν κατὰ τῶν ὀνειδισάντων ἐξενεχθῆναι ψῆφον, καὶ ἐκεῖνοι μὲν τῆς κατ' ἐμοῦ ἀσεβείας, καὶ τῆς καθ' ὑμῶν μνησικακίας τε καὶ θρασύτητος δρέψονται τοὺς καρπούς.
000-00-00 Serial Number=0205861270
Interpretatio in Jeremiam Ante [Go Back]  
 [05215]  ἡ δὲ τοῦ πάθους ὑπερβολὴ τῆς Σιὼν τοὺς οἰκήτορας καὶ αὐτῆς ἐπιλαθέσθαι τῆς φύσεως παρεσκεύασε·
000-00-00 Serial Number=0806896806
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00061]  Ἐπειδὴ γὰρ χοροὺς συστησάμενος ὁ μέγας ∆αβὶδ τῷ Θεῷ τὴν ὑμνῳ δίαν προσέφερεν, οὐκ αὐτῷ χρείαν τινὰ πληρῶν, ἀλλὰ τῷ λαῷ προξενῶν ὠφέλειαν, δηλονότι μετά τινος ἁρμοδίας καὶ τοὺς χοροὺς ᾄδειν, καὶ τοὺς τοῖς ὀργάνοις κεχρημένους σύμφωνον παρεσκεύασε παρέχεσθαι τὴν ἠχήν.
 [01953]  ∆ιὰ τοῦτο, δίκην τόξου χαλκοῦ καὶ ἀῤῥα γοῦς τοὺς ἐμοὺς βραχίονας τὰ κατὰ τῶν πολεμίων ἀφιέναι παρεσκεύασε βέλη.
 [04600]  Ἀκωλύτως με τρέχειν εἰς τὴν τῆς δικαιοσύνης ὁδὸν παρεσκεύασε.
000-00-00 Serial Number=0435858071
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [01152]  Ἐπειδὴ γὰρ εἰς τὴν ἐπηγγελμένην εἰσελθεῖν οὐκ ἠβουλήθησαν γῆν, [ἀλλ' ἀντεῖπον κελεύοντι τῷ Θεῷ,] δέος ἄλογον προβαλλόμενοι, καὶ δειλίαν φά σκοντες, ὡς αὐτοὶ μὲν ἀναιρεθήσονται, δορυάλωτα δὲ τὰ παιδία γενηθήσεται, τὸν τεσσαρακοντούτην αὐτοὺς ἐν τῇ ἐρήμῳ διαγαγεῖν παρεσκεύασε χρό νον, ἕως αὐτοὶ κατηναλώθησαν.
 [02805]  Ἀλλ' ὅμως καὶ τούτοις ὁ τῶν ὅλων Θεὸς παρεσκεύασε μεταδοθῆναι τῆς ἀθα νάτου τροφῆς, καὶ μετὰ πάσης ταύτῃ προσδραμεῖν προθυμίας ἀνέπεισε, καὶ τῶν τοῦ θανάτου πυλῶν ἠλευθέρωσε.
 [03725]  καὶ τοὺς μὲν ῥᾳστώνῃ συ [80.1797] ζῶντας παραβῆναι τὸν θεῖον παρεσκεύασε νόμον.
000-00-00 Serial Number=0690270662
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [02556]  Καὶ τὸν ἐκείνων δὲ ὄλεθρον εἰς ἅπαντας ἀν θρώπους ἡ φήμη διαγαγοῦσα, θαυμάζειν ἅπαντας παρεσκεύασε τῆς θείας προμηθείας τὸ δίκαιον.
 [06002]  ἀλλ' ὅμως οὐδὲ ἡ κοινωνία τῆς φύσεως, οὔτε ὁ χρόνος τῆς γεν νήσεως εἷς ὢν ἀμφοτέρων, ἴσην αὐτοῖς παρεσκεύασε τὴν ἐμὴν δοῦναι διάθεσιν·
000-00-00 Serial Number=0190643728
Quaestiones in Octateuchum Ante [Go Back]  
 [04791]  τὴν οἰκείαν δὲ αὐτοῖς ἐπιδεικνὺς δύναμιν, τὴν πρώτην πόλιν δίχα ὅπλων καὶ μηχανημάτων ἑλεῖν παρεσκεύασε, καὶ μόνῃ κατέ λυσε τῇ τῶν σαλπίγγων ἠχῇ·
000-00-00 Serial Number=0836192012
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [01458]  Γυμνωθεὶς γὰρ τῆς θείας κηδεμονίας, παρεσκεύασε τοὺς ἀλλοφύλους νικᾷν, καὶ μέγα φρονεῖν κατὰ τοῦ τῶν ὅλων Θεοῦ.
 [03620]  Ἡ ἀνάγκη δὲ παρεσκεύασε καὶ τὰς πύλας χωνεῦσαι τὰς χρυσᾶς, ἃς οὗτος κατ εσκεύασε, καὶ τοὺς σταθμοὺς τῶν θυρῶν.
 [04522]  Ἐφρόντισε δὲ καὶ τῆς ἱερατικῆς τάξεως, καὶ τὴν ὑπὸ τοῦ προγόνου γεγενημένην ἐκράτυνε, καὶ τὸν λαὸν παρεσκεύασε τὰς κατὰ νόμον ἀπαρχὰς ἀποδοῦναι τοῖς ἱερεῦσιν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»