Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum παραχρῆμα [23]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum παραχρῆμα


000-00-00 Serial Number=0896120250
Commentaria in Isaiam Ante [Go Back]  
 [03393]  Ὅτι ἠπειθήσατε τοῖς λόγοις τούτοις καὶ ἠλπίσατε ἐπὶ ψεύδει καὶ ὅτι ἐγογγύσατε καὶ πεποιθότες ἐγένεσθε ἐν τῷ λόγῳ τούτῳ, [13διὰ] τοῦτο ἔσται ὑμῖν ἡ ἁμαρτία αὕτη ὡς τεῖχος πῖπτον παραχρῆμα πόλεως ὀχυρᾶς ἑαλωκυίας ἧς παραχρῆμα πάρεστι τὸ πτῶμα·
000-00-00 Serial Number=0326940179
De incarnatione domini Ante [Go Back]  
 [00032]  Οὕτως αὐτὸν διαπλάσας, οὕτως προσαγορεύσας, βοηθὸν αὐτῷ καὶ συνεργὸν καὶ τοῦ βίου κοινωνὸν παραχρῆμα ἐδημιούργησεν·
 [00510]  καὶ τὸν δυσώδη νεκρὸν μετὰ τετάρτην τῆς τελευτῆς ἐκ τῆς θήκης ἐξήγαγε, καὶ τὸν πεπεδημέ νον βαδίζειν ἐκέλευσεν, καὶ παραχρῆμα ὅ τε θάνατος ἐδραπέτευσεν, καὶ ὁ νεκρὸς ἔδραμε τῆς σηπεδόνος ἀπαλλαγεὶς, καὶ τὴν τῆς σηπεδόνος ἀποθέμενος δυσωδίαν, καὶ τὰς τοῦ θανάτου πύλας διαφυγὼν, καὶ ὑπὸ τῶν δεσμῶν τρέχειν οὐ κωλυόμενος, καὶ τῷ μὲν τοῦ προσώπου καλύμματι τὸ βλέπειν ἀφῃρημένος, ἀκωλύτως δὲ τρέχων πρὸς τὸν καλέσαντα, καὶ τὴν ∆εσποτικὴν ἐπιγινώσκων φωνήν.
000-00-00 Serial Number=0103267014
De providentia orationes decem Ante [Go Back]  
 [00773]  ἔνθα γὰρ ἂν νεύσῃ, ἐκεῖσε παραχρῆμα γίνεται·
000-00-00 Serial Number=0005426645
Graecarum affectionum curatio Ante [Go Back]  
 [03955]  Ἀπὸ μὲν τοῦ ἰδίου παραχρῆμα ἔφη, ἀπὸ δὲ τοῦ ἀλλοτρίου, οὐδέποτε.
000-00-00 Serial Number=0293027341
Historia ecclesiastica Ante [Go Back]  
 [00351]  καὶ παραχρῆμα πάντα αὐτοῖς ἀφθόνως χορηγεῖσθαι προσέταξεν.
 [00633]  κεκέλευσται γὰρ ὑπὸ τῆς ἐμῆς εὐσεβείας καὶ τεχνίτας καὶ ἐργάτας καὶ πάντα ὅσα περὶ τὴν οἰκο δομὴν ἀναγκαῖα τυγχάνειν παρὰ τῆς σῆς καταμάθοιεν ἀγχινοίας, παραχρῆμα διὰ τῆς ἐκείνων προνοίας ἀποσταλῆναι.
 [00684]  Ἀλλ' ἐπειδὴ περὶ αὐτοῦ τοῦ Εὐσεβίου πρὸς τὴν ὑμετέραν ἀγά [68] πην ὀλίγα προσῆκε φράσαι, μέμνηται ἡ ὑμετέρα ἀνεξικακία ἐπὶ τῆς Νικαέων πόλεως γεγενῆσθαι σύνοδον, ᾗ καὶ αὐτὸς ἐγὼ πρεπόντως τῇ τῆς ἐμῆς συνειδήσεως λατρείᾳ παρήμην, οὐδὲν ἕτερον βουλό μενος ἢ ὁμόνοιαν ἅπασιν ἐργάσασθαι καὶ πρό γε πάντων ἐλέγξαι τε καὶ ἀποσείσασθαι τὸ πρᾶγμα τοῦτο, ὃ τὴν μὲν ἀρχὴν εἰλήφει διὰ τῆς Ἀρείου τοῦ Ἀλεξανδρέως ἀπονοίας, ἰσχυροποίητο δὲ παραχρῆμα διὰ τῆς Εὐσεβίου ἀτόπου τε καὶ ὀλεθρίας σπουδῆς.
 [00694]  εἴ τις δὲ πρὸς μνήμην τῶν λυμεώνων ἐκείνων ἢ πρὸς ἔπαινον ἀπρονοήτως ἐξαφθῆναι τολμήσει, παραχρῆμα τῆς ἰδίας τόλμης διὰ τῆς τοῦ θεράποντος τοῦ θεοῦ, τουτέστιν ἐμοῦ, ἐνεργείας ἀνασταλήσεται·
000-00-00 Serial Number=0385486484
Historia religiosa Ante [Go Back]  
 [00161]  Οὕτω δὲ τῶν σπλάγχνων αὐτοῦ διαλυθέντων καὶ σὺν τῇ κόπρῳ κεχωρηκότων, ἐξέπνευσεν ὁ δείλαιος παραχρῆμα καὶ τὸν αἴσχιστον ἐκεῖνον ὑπέμεινε θάνατον, τῆς δυσώδους αὐτοῦ βλασφημίας ἐν δυσώδεσι χωρίοις εἰσπραχθεὶς τὰς εὐθύνας καὶ διὰ τῆς Ἰακώβου τοῦ μεγάλου γλώττης δεξάμενος τὴν σφαγήν.
 [00962]  Εἶτα ἔλαιον τῇ ἐπικλήσει τῆς θείας πληρώσας εὐλογίας, ἐπιχρίει τὴν τοῦ ἵππου γαστέρα καὶ τῇ ἁφῇ τῆς χειρὸς εὐθὺς ἐλύθη τὸ πάθος καὶ παραχρῆμα ἡ ἔκκρισις κατὰ φύσιν ἐγένετο.
 [01690]  Ὡς δέ γε προσεῖπον καὶ τὸν μέγαν Ἀκάκιον προσφθέγγεσθαι αὐτὸν ἔφην, ἀνέῳξέ τε παραχρῆμα τοὺς ὀφθαλμοὺς καὶ ὅπως ἔχοι ἤρετο καὶ πότε εἴην ἐληλυθὼς ἐπυνθάνετο.
000-00-00 Serial Number=0429825366
Interpretatio in Danielem Ante [Go Back]  
 [00721]  Ἀλλ' εὐθὺς καὶ παραχρῆμα ἔλαβε τῆς βλασφημίας τὰ ἐπίχειρα, καὶ αἱ πολλαὶ μὲν ἐκεῖναι μυριάδες ὑφ' ἑνὸς ἀνῃρέθησαν ἀγγέλου·
000-00-00 Serial Number=0769159794
Interpretatio in Ezechielem Ante [Go Back]  
 [01759]  Εὐθὺς γὰρ, φησὶ, καὶ παραχρῆμα τεχθεῖσα, καὶ τῆς Αἰγύπτου ἀπαλλαγεῖσα, καὶ τὴν ἰσότητα τοῦ νόμου παιδευθεῖσα παρ' ἐμοῦ, παρετράπης, τὰ σκολιὰ καὶ διεστραμμένα ἀεὶ ἀγαπήσασα.
 [06184]  Εὐθὺς δὲ, φησὶ, καὶ παραχρῆμα ὑπέδειξέ μοι παρὰ τὴν ὄχθην τοῦ ὕδατος δένδρα παντοδαποὺς βρύοντα καρπούς.
000-00-00 Serial Number=0021603286
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [03574]  Ἡνίκα τὴν ἁμαρτίαν ἐκείνην εἰργάσατο, οὐ παραχρῆμα τοῖς τῆς μετανοίας φαρμάκοις ἐχρήσατο, ἀλλὰ μετὰ τὸν ἔλεγχον τοῦ Νάθαν.
 [04692]  Κομισάσθωσαν αἰσχύνην παραχρῆμα οἱ λέγοντές μοι, Εὖγε, εὖγε.
000-00-00 Serial Number=0390432477
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [02395]  Ὁ δὲ Σύμμαχος οὕτως, Αὐτὸν τῷ στόματί μου ἐπεκαλεσά μην, καὶ ὑψώθη παραχρῆμα ἡ γλῶσσά μου.
 [04070]  Ἔνευσας, φησὶ, καὶ παραχρῆμα κατέπεσον οἱ τὴν ἱππικὴν εἰδέναι ἀλαζονευόμενοι τέχνην.
000-00-00 Serial Number=0092965901
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [02847]  καὶ παραχρῆμα εἰς αὖραν πραεῖαν ἡ καταιγὶς μεταβάλλεται, καὶ τῆς ζάλης τὸ πέλαγος ἀπαλλάτ τεται, καὶ οἱ λυπηροῖς τισι προσπαλαίοντες διὰ τῆς αὐτοῦ χάριτος μεταβολὴν εὑρίσκουσι τῶν κακῶν.
 [03065]  αὐτὸς γὰρ παραχρῆμα τὸν διὰ τῆς ἀγχόνης ὑπέμεινε θάνατον, καὶ ὁ Ματθίας ἀντὶ ἐκείνου ταχθεὶς τὸν τῶν ἀποστόλων ἐπλήρωσεν ἀριθμόν.
 [04908]  τοῦ δὲ εἰρη κότος, ὑπολελεῖφθαι μειράκιον σμικρὸν, ὃ ποι μαίνει τὰ ποίμνια, καὶ ὡς ἀνάρμοστον βασιλείᾳ, ἐκέλευσεν ὁ προφήτης τοῦτον ἀχθῆναι, καὶ ἔχρι σεν ἀφικόμενον παραχρῆμα.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»