Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum παραπλησίως [154]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum παραπλησίως


000-00-00 Serial Number=0124295235
Commentaria in Isaiam Ante [Go Back]  
 [00141]  καὶ τὸ σπέρμα ἐκεῖνο, δι' οὗ τοῖς ἔθνεσι τὴν εὐλογίαν ὁ θεὸς ἐπηγγείλατο, οὐκ εἴασε Σοδόμοις καὶ Γομόρροις παραπλησίως τῶν Ἰουδαίων ἐξαλειφθῆναι τὴν μνήμην.
 [00380]  Εἰ δὲ καὶ τροπικῶς τις νοεῖν βούλεται δρῦς μὲν τοὺς ἐπὶ ῥώμῃ σώματος μέγα φρονοῦντας, κέδρους δὲ τοὺς ἐπὶ δυναστείᾳ εὐθηνουμένους, πλοῖα δὲ τοὺς ὀξεῖς τὴν διάνοιαν καὶ τἆλλα τούτοις παραπλησίως, εὐρήσει καὶ οὕτως τὴν τῆς προφητείας ἀλήθειαν.
 [01424]  οὐ μόνον οὐδεὶς ἀντιπαρατάξασθαί μοι τολμήσει ἀλλ' οὐδὲ γρύξαι στρουθοῖς παραπλησίως ἐπιχειρήσει.
 [02084]  Οὐκέτι φησὶ βασιλευθή σονται ἀλλὰ τοῖς ἄλλοις ἔθνεσι παραπλησίως δουλεύσουσιν.
 [02141]  ἐκείνῳ γάρ φησι παραπλησίως «λεπτυνεῖ πάντα καὶ δαμάσει».
 [02884]  τικ το ύσῃ γὰρ παραπλησίως ὀδυνηθέντες διὰ τὸν ἀγαπητόν σου υἱὸν ἀπηλλάγημεν τῆς ὀδύνης.
 [04120]  Τοῖς γὰρ οὐκ οὖσί φησι θεοῖς παραπλησίως ὠνείδισε τὸν ὄντα.
 [05424]  Τοσαύτη δὲ αὐτῶν ἡ ἀσθ ένεια ὡς μηδὲ τοῖς ἀνθρώποις παραπλησίως δύνασθαι φεύγειν ἐν πολέμου καιρῷ.
 [05460]  Παρθένον αὐτὴν καλεῖ οὐχ ὡς ἀδιάφθορον ἐναγὴς γὰρ ἦν καὶ ἀκόλαστος ἀλλ' ὡς παρθένῳ παραπλησίως καλλωπιζομένην.
 [05632]  Οὐ γὰρ τοῖς εἰδώλοις παραπλησίως ἐν σκοτεινοῖς τισι καὶ ἀδύτοις τόποις τὰ ψευδῆ προθεσπίζω ἀλλ' οὕτως αὐτὰ καὶ πρὸ τῆς ἐκβάσεως οἶδα σαφῶς ὡς αὐτοῖς παρὼν τοῖς πράγμασι καὶ ἕκαστον θεωρῶν.
 [06524]  οὐ γὰρ δέομαί φησιν ὀργάνων τινῶν καὶ πυρὸς καὶ φυσῶν τοῖς χαλκεῦσι παραπλησίως, ἀλλ' ἀρκεῖ μοι λόγος εἰς ποίησιν.
 [06639]  Κἀν τούτῳ παραπλησίως καὶ τοὺς εὐνούχους ἐπ' ἀρετὴν προτρέπει καὶ τῶν ἐπὶ πολυπαιδίᾳ μεγαλαυχουμένων τὴν ὀφρῦν καταλύει.
 [06648]  πάντων γὰρ ὑπάρχων δημιουργὸς πάντων προμηθεῖται παραπλησίως.
 [06688]  Χριστὸν καὶ κατὰ τῶν ἱερῶν ἀποστόλων παραπλησίως ἐλύττησαν καὶ τὸν μὲν θεσπέσιον κατέλευσαν Στέφανον, ἀπέτεμον δὲ τὸν θειότατον Ἰάκωβον, τὸν δὲ ἐπ' ἄκρᾳ δι καιοσύνῃ , τὸν πολυθρύλητον, τὸν μέγαν Ἰάκωβον ὦσαν μὲν ἀπὸ τοῦ πτερυγίου τοῦ ναοῦ, κατενεχθέντα δὲ ξύλοις παίοντες τῷ θανάτῳ παρέδωκαν.
 [06813]  Ἐπειδὴ τοίνυν τἀναντία τοῖς προφήταις ἐδίδασκον καὶ τὸ διειδὲς τῶν πνευματικῶν ναμάτων ἐθόλ ουν, πηλῷ ταύτην παραπλησίως ἔσεσθαι ἀπειλεῖ.
000-00-00 Serial Number=0685200870
De incarnatione domini Ante [Go Back]  
 [00490]  Οὕτως τεχθεὶς ὁ ∆εσπότης Χριστὸς (οὐ γὰρ εὐαγὲς μετὰ τὸν τόκον ἢ Θεὸν Λόγον μόνον αὐτὸν προσ αγορεύειν, ἢ ἄνθρωπον γεγυμνωμένον θεότητος, ἀλλὰ Χριστὸν, ὃ ἑκατέραν φύσιν τήν τε λαβοῦσαν καὶ τὴν ληφθεῖσαν δηλοῖ), πάντως τὰ ἡμέτερα πλὴν τῆς ἁμαρτίας καταδέχεται πάθη, σπαργανοῦται παραπλησίως τοῖς βρέφεσι, καὶ γάλακτι τρέφεται, καὶ τιθηνεῖται, καὶ χερσὶ περιφέρεται, καὶ κόλποις ἐντίθεται, καὶ κατὰ νόμον περιτέμνεται, καὶ καθαρ σίοις θυσίαις καθαίρεται, ἡ καινὴ καὶ μόνη τῆς οἰκουμένης θυσία, ὁ τοῦ κόσμου τὴν ἁμαρτίαν ἄρας Ἀμνός·
000-00-00 Serial Number=0712628007
De providentia orationes decem Ante [Go Back]  
 [00426]  Οὐκ εἰς γῆν διακύπτεις τοῖς ἀλόγοις παραπλησίως, οὐδ' εἰς γαστέρα διανεύεις κατὰ τοὺς χοίρους·
 [00447]  Βλέπε δή μοι τὴν ῥάχιν, ἀπὸ μὲν τοῦ πλατέος ὀστοῦ τοῖς γλουτοῖς ἐπικειμένου τὴν ἀρχὴν ἔχουσαν, μέχρι δὲ τραχήλου διήκουσαν, καὶ κίονι παραπλησίως στεγανῷ, καὶ ἐκ σπονδύλων πολλῶν συγκειμένῳ, τήν τε κοιλίαν φέρουσαν, καὶ ὤμους, καὶ χεῖρας, καὶ αὐχένα, καὶ κεφαλήν.
 [00789]  Τῷ γὰρ κτήνει παραπλησίως ἡγουμένῳ σοι, φησὶν, ἕπομαι, οὐ πολυπραγμονῶν εἰς ποίαν ἄγεις ὁδὸν, οὐδὲ περιεργαζόμενος ταύτης τὸ βραχὺ καὶ μακρὸν καὶ ἐπίπονον, οὐδὲ δυ σχεραίνω ταύτης τὸ στενὸν καὶ πρόσαντες καὶ ἀμ φίκρημνον.
 [01191]  Τῶν δὲ ἄλλων οἰκε τῶν, οἱ μὲν ναύταις παραπλησίως, μερικὰς ἐγκε χειρισμένοι φροντίδας, τὰ κελευόμενα πράττουσιν·
 [01771]  μηδὲ τοῖς ἀνθρώποις αὐτὸν παραπλησίως τοὺς οἰκείους νικητὰς ὑποπτεύσῃς γεραίρειν.
 [01774]  ἀπὸ γὰρ τῆς σῆς ἀσθενείας τὰ θεῖα τεκμαίρῃ, καὶ τὴν σὴν ἀσθένειαν ὅρον ποιεῖς τῆς θείας δυνάμεως, καὶ τὰ σοὶ λίαν ἀδύνατα παραπλησίως εἶναι Θεῷ νομίζεις ἀδύνατα.
 [01809]  εἶτα ἀρ δεύων ταῦτα καὶ διαβρέχων, καὶ οἷόν τινι σηπεδόνι τοῖς ἀνθρωπείοις σώμασι παραπλησίως παραδιδοὺς, ἄχρηστα μὲν λοιπὸν τοῖς ἀνθρώποις εἰς ἐδωδὴν ἐργά ζεται, χρήσιμα δὲ λίαν τοῖς ἐξ αὐτῶν τικτομένοις σώμασιν.
 [01947]  Οὕτω τοιγαροῦν γεννηθεὶς ὁ ∆εσπότης Χριστὸς, ἕλκει μὲν μητρῴαν θηλὴν παραπλησίως ἡμῖν, τίθε ται δὲ ἐπὶ φάτνης τῆς τῶν ἀλόγων τραπέζης, καὶ τῆς τῶν ἀνθρώπων ἀλογίας κατηγορῶν, καὶ τὴν οἰ κείαν φιλανθρωπίαν παραδηλῶν, ὅτι τροφεὺς ὑπάρ χων ὡς Θεὸς, καὶ τροφὴ γίνεται κατὰ τὸ ἀνθρώπειον τῶν ἀνθρώπων, τῶν τὴν πολλὴν ἀλογίαν νενοση κότων.
000-00-00 Serial Number=0687414467
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00035]  ἀλλὰ τὴν τῶν εἰδώλων λατρείαν παραπλησίως τῷ προτέρῳ βδελύξασθαι, ἑαυτὸν δὲ μὴ παρα δοῦναι τοῖς κύμασιν, ἀλλ' ἀναμεῖναι βίᾳ τοῦτο παρ' ἑτέρου παθεῖν.
 [01079]  Ἀρχιερεὺς δὲ πέντε καὶ εἴκοσι ἐπισκοπεύσας ἔτη, καὶ τὸν πρὸ τούτου χρόνον ἐν ἀσκητηρίῳ βιώσας, οὐκ ἐνοχλήσας ποτὲ δικαστήριον, οὐδὲ παρά του πώποτε γραφὴν ὑπομείνας, συκοφαντίας γεγένηται παρανάλωμα, οὐδὲ τοῖς τυμβωρύχοις παραπλησίως ἀξιωθεὶς δέξασθαι πεῦσιν, εἰ ἀληθῆ τὰ κατη γορήματα.
 [01100]  Ἐγὼ δὲ οὔτε ἐρωτηθεὶς εἴτε συνάγω συνόδους, εἴτε μή, καὶ ἐπὶ τίσι συνάγω, καὶ τί τοῦτο λυμαίνεται ἢ τοῖς ἐκκλησιαστικοῖς, ἢ τοῖς κοινοῖς, τοῖς τὰ μέγιστα παρανομήσασι παραπλησίως τῶν ἄλλων εἴργομαι πόλεων·
 [01970]  Συνομολογοῦσι δὲ τοῦτο κἀκεῖνοι παραπλησίως ἡμῖν.
 [01980]  Μεμαθήκαμεν γὰρ παρὰ τῆς θείας Γραφῆς, ὡς ἐν μορφῇ Θεοῦ ὑπάρχων ἔλαβε τὴν τοῦ δούλου μορφήν, καὶ σπέρματος Ἀβραὰμ ἐπελάβετο, οὐκ εἰς σπέρμα Ἀβραὰμ μετεβλήθη, καὶ κεκοινώνηκε παραπλησίως ἡμῖν σαρκός τε καὶ αἵματος, καὶ ψυχῆς ἀθανάτου καὶ ἀμώμου.
 [02336]  Τῷ ὄντι γὰρ παραπλησίως ὑπείληφα δυσσεβεῖς, τούς τε τὰς δύο τοῦ Μονογενοῦς φύσεις εἰς μίαν συνάγειν τολμῶντας, καὶ τοὺς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τοῦ ζῶντος, τὸν ἐνανθρωπήσαντα Θεὸν Λόγον, εἰς δύο μερίζειν ἐπιχειροῦντας υἱούς.
000-00-00 Serial Number=0029351473
Eranistes Ante [Go Back]  
 [01000]  Ἕνα γὰρ τῶν τῆς θαυμασίας ὑμῶν αἱρέσεως διδασκάλων Ἀπολινάριον εἰς μέσον παράξω, καὶ δείξω τοῖς ἁγίοις πατράσι τό, Ὁ λόγος σὰρξ ἐγένετο, παραπλησίως νενοηκότα.
 [01377]  Ἔδει παραπλησίως αὐτὸν ἐκ μὴ ὄντων δημιουργεῖν·
 [01656]  {ΟΡΘ.} Κακούργως προὐβάλου τὴν ἄγνοιαν καὶ τοῖς Φαρισαίοις παραπλησίως.
 [02113]  Τούτους δὲ καὶ τοὺς ἑτεροδόξους φήσειεν ἄν τις γειτνιᾶν, σφαλλο μένους παραπλησίως.
 [02588]  Ἄνθρωπος ὠνόμασται, καίτοι κατὰ φύσιν ὑπάρχων θεός, ὁ ἐκ παρθέ νου πατρὸς λόγος, ὡς μετεσχηκὼς αἵματος καὶ σαρκὸς παραπλησίως ἡμῖν.
 [03046]  {ΕΡΑΝ.} Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, παραπλησίως καὶ αὐτὸς μετέσχηκε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, καὶ ἀπαλλάξῃ τού τους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας.
 [03217]  Καὶ ὁ πανεύφημος δὲ Λουκᾶς παραπλησίως ἱστόρηκεν, ὡς τὸ σῶμα ᾔτησεν ὁ Ἰωσήφ, καὶ λαβὼν τῶν νομιζομένων ἠξίωσεν.
 [03249]  {ΟΡΘ.} Καὶ τίς ἂν πιστεύσειεν ἀνάστασιν ἀκούων θεοῦ ταύτῃ παραπλησίως καὶ τὴν πάντων ἀνθρώπων ἀνάστασιν ἔσεσθαι;
 [03397]  {ΟΡΘ.} Εἰ λίαν οὕτω ταῖς θείαις φωναῖς ἀπεχθάνεσθε, αἳ τὸ μέγα κηρύττουσι τῆς οἰκονομίας μυστήριον, τί δήποτε μὴ Μαρκίωνι καὶ Βαλεντίνῳ καὶ Μάνητι παραπλησίως τὰς τοιάσδε φωνὰς ἐξαλείφετε;
000-00-00 Serial Number=0892151296
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00352]  καὶ μὴ μό νον τῆς υἱοθεσίας δωρήσασθαι χάρισμα, ἀλλὰ καὶ νύμφην προσαγορεῦσαί τε καὶ ποιῆσαι, καὶ νυμφίῳ παραπλησίως συναρμοσθῆναι αὐτῇ, καὶ ἕδνα μυρία προσενεγκεῖν, καὶ νυμφῶνα καὶ θάλαμον προευτρε πίσαι·
 [01020]  Φασὶ δὲ καὶ τὰς ἐλάφους τῶν ἑρπυστικῶν θηρίων ἀναιρετικὰς εἶναι, καὶ τοὺς ὄφεις, καὶ τοὺς ἔχεις, καὶ τὰ ἄλλα ὅσα τοιαῦτα, πόᾳ παραπλησίως ἐσθίειν, καὶ μηδεμίαν ἐντεῦθεν ἀπο φέρεσθαι βλάβην.
 [01022]  Νεβρῷ δὲ πάλιν αὐτὸν ἐλάφων ἐοικέναι φησὶν, ὡς συντρίψαντα τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος, καὶ συνθλά σαντα τὰς κεφαλὰς τοῦ δράκοντος, καὶ μαχαίρᾳ παραπλησίως ὄφιν τὸν σκολιὸν καὶ ἀνελόντα τὸν δράκοντα τὸν ἐν τῇ θαλάσσῃ·
 [01260]  ἀλλὰ σκιώδη τυγχάνει, ταῖς σκιαῖς παραπλησίως διαλυόμενα.
 [01569]  Οὐ γὰρ κέχηνεν εἰς γῆν τοῖς ἀλόγοις παραπλησίως, οὐδὲ εἰς γαστέρα νένευκε, τοὺς χοίρους μιμούμενος, ἀλλὰ μετάρσιός ἐστι, καὶ μετέωρος, καὶ χιλίους θυρεοὺς φέρων, καὶ πάσας τῶν δυνατῶν τὰς βολίδας.
 [02687]  Σκληρὸς γάρ ἐστι, καὶ δυσκαταγώνιστος ὁ ζῆλος τῷ ᾅδῃ παραπλησίως·
000-00-00 Serial Number=0575419307
Graecarum affectionum curatio Ante [Go Back]  
 [01019]  καὶ τὸν Πάνα δὲ καὶ τοὺς Σατύρους ἵπποις καὶ ὄνοις παραπλησίως ὀχείας ὀριγνωμένους καὶ θορνυμένους δη μιουργοῦσιν·
 [01362]  [4.68] Ταῦτα ταῖς τῶν φιλοσόφων, ὦ φίλοι ἄνδρες, παρεξετάσατε δόξαις, καὶ σκοπήσατε, ὀρθῇ γε καὶ δικαίᾳ χρώμενοι ψήφῳ, τίνα τούτων περὶ Θεοῦ λέγειν πρόσφορα καὶ ἁρμόδια, τὸ ἀγέ νητον εἶναι τὸ πᾶν, ἢ ἀπὸ ταὐτομάτου ξυστήναι, ἢ τὸ ἀπὸ τῶν ἀτόμων καὶ τοῦ κενοῦ ξυναρμοσθῆναι, ἢ τὸ ὑπὸ Θεοῦ μέν, ἐκ δὲ τῆς ὕλης γενέσθαι, ἢ τούτων μὲν ἕκαστον περὶ Θεοῦ λέγειν ἀνόσιον, ἐκεῖνο δέ γε εἰκός τε καὶ ἀληθές, ὡς τῶν ὅλων ποιητὴς ὁ Θεός, οὐ τοῖς ἄλλοις τεχνίταις παραπλησίως ἐξ ὕλης τὰ πάντα δημιουργήσας, ἀλλ' αὐτὸς τὰ πάντα μὴ ὄντα παραγαγὼν καὶ [4.69] παρασχεῖν ἐθελήσας τοῖς μὴ οὖσι τὸ εἶναι.
 [01524]  Κἀν ταῦθα παραπλησίως ἐδίδαξεν, ὡς τῇ βουλήσει τῆς ψυχῆς ἀπ ένειμεν ὁ ποιητὴς τῶν κρειττόνων καὶ τῶν χειρόνων τὴν αἵρεσιν.
 [01649]  νεώς, καὶ τῶν θείων μυστηρίων μεταλαχεῖν οὐ τοῖς μὲν ὁ νόμος ἐπιτρέπει, τὰς δὲ κωλύει, ἀλλὰ καὶ ταύτας τελεῖσθαι καὶ μυστα γωγεῖσθαι παραπλησίως ἐκείνοις παρακελεύεται, καὶ μέντοι καὶ τῆς ἀρετῆς τὰ ἆθλα καὶ ταύταις πρόκειται ὡς ἐκείνοις, ἐπειδὴ [5.58] τῆς ἀρετῆς οἱ ἀγῶνες κοινοί.
 [01801]  [6.17] Καὶ ὁ Μένανδρος δὲ ἐν ∆εισιδαίμονι παραπλησίως τοὺς τὰ τοιαῦτα παρατηροῦντας γελᾷ, λέγων ὡδί·
 [02200]  Κἀνταῦθα γὰρ παραπλησίως οὐ μόνον τοὺς ταύρους καὶ τοὺς τράγους καὶ τοὺς ἄρνας ἐξέβαλεν, ἀλλὰ καὶ τὴν σεμίδαλιν καὶ τῶν ἀρωμάτων τὴν εὐοσμίαν καὶ τῶν μεγάλων πανηγύρεων τὸν κατάλογον.
 [02291]  Τὰ γὰρ δὴ τούτων ξυγγράμματα, ἁπλᾶ γε ὄντα καὶ τῆς Ἑλληνικῆς γεγυμνωμένα λαμπρότητος, καὶ μὲν δὴ καὶ σμικρὰ καὶ ὀλίγα, πᾶσιν ἀνθρώποις ἐστὶν ἀξιέραστα, πλὴν ὑμῶν καὶ εἴ τις ὑμῖν παραπλησίως τὴν τῆς ἀπιστίας κατακεχυμένην ἔχων ἀχλύν, ἰδεῖν οὐκ ἐθέλει τῆς ἀληθείας τὴν αἴγλην.
 [02330]  Τοιγαροῦν καὶ ἄνθρωπος ἦν, οὐδὲ τοῖς ἄλλοις ἀνθρώποις παραπλησίως τραφείς, ἀλλὰ καὶ παρὰ κυνὸς τῆς πρώτης ἀπολαύσας τροφῆς καὶ τῷ τῶν θηρευόντων οἴκτῳ διασωθείς, καὶ οὐκ ἐκ θείας σοφίας καὶ ἐπιστήμης τὸ ἰατρεύειν ἔχων, ἀλλὰ παρὰ Χείρωνος τήνδε [8.21] τὴν τέχνην ἐκπαιδευθείς.
 [02831]  οὗτος ἔφη, πρῶτον μέν, οὐκ εἶναι τοὺς χρῶν τας θεούς, ἀλλὰ δαίμονας, ἔπειτα δέ, τοὺς τούτων νεωκόρους καὶ ὑπὸ τούτων κατειλημμένους καὶ ἀναβεβακχευμένους ἐπὶ μι σθῷ χρησμολογεῖν, προλέγειν δὲ οὐδὲν ἀληθές, ἀλλὰ καὶ περὶ τούτων, ὧν τὸν ἀτμὸν καὶ τὴν ἐπίπνοιαν ἔχειν νεανιεύονται, πολλὰ δεινὰ καὶ χαλεπὰ προαγγέλλειν, οὐ μόνον ἄτας καὶ πλά νας, ἀλλὰ καὶ θανάτους ἀνθρώποις παραπλησίως, καὶ τὰ ἔπη δὲ οὐκ ἔκ τινος θειασμοῦ καὶ κατακωχῆς λέγειν, ἀλλ' ἐκ τῆς Ἐμ [10.8] πεδοκλέους συλῶντας ποιήσεως.
 [03950]  καὶ αὖ πάλιν ἀνιοῦσα παραπλησίως ἠμπίσχετο.
000-00-00 Serial Number=0898112833
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00110]  ἀλλ' ὑπ' ἐκείνης ἀπεστάλθαι βρενθυόμενος Σωτῆρα ἑαυτὸν προσηγόρευσε, τοὺς δὲ ἀγγέλους, τῷ Σίμωνι παραπλησίως, ὑπὸ τῆς ἐννοίας ἔφησε προ βληθῆναι, καὶ τούτους τὸν κόσμον δημιουργῆσαι·
 [00120]  Οὗτος, τῷ Μενάνδρῳ παραπλησίως, ἕνα ἔφησεν εἶναι Πατέρα παντάπασιν ἄγνωστον·
 [00666]  Οὗτος ἔνα μὲν τὸν ἀγέννητον ἔφη παραπλησίως ἡμῖν, καὶ αὐ τὸν ἔδειξεν εἶναι τοῦ κόσμου δημιουργόν·
 [00674]  [83.389] Εὐαγγελίῳ δὲ τῷ κατὰ Ματθαῖον κέχρηνται μόνῳ, καὶ τὸ μὲν Σάββατον κατὰ τὸν Ἰουδαίων τιμῶσι νόμον, τὴν δὲ Κυριακὴν καθιεροῦσι παραπλησίως ἡμῖν.
 [00685]  Τὸν Ἰησοῦν δὲ, τοῖς Ἑβραίοις παραπλησίως, ἔφησε κατὰ φύσιν ἐξ ἀνδρὸς γεγεν νῆσθαι καὶ γυναικὸς, τοῦ Ἰωσὴφ καὶ τῆς Μαρίας, σωφροσύνῃ δὲ, καὶ δικαιοσύνῃ, καὶ τοῖς ἄλλοις ἀγα θοῖς διαπρέψαι.
 [00697]  Καὶ Ἀρτέμων δέ τις, ὅν τινες Ἀρτεμᾶν ὀνομά [83.392] ζουσι, τὰ μὲν κατὰ τὸν τῶν ὅλων Θεὸν παραπλησίως ἡμῖν ἐδόξασεν, αὐτὸν εἰρηκὼς εἶναι τοῦ παντὸς ποιητήν·
 [00852]  Τινὲς δὲ αὐτῶν τὰς τρεῖς ὑποστάσεις τῆς θεότητος Σαβελλίῳ παραπλησίως ἠρνήσαντο, τὸν αὐτὸν εἶναι λέγοντες, καὶ Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, παρα πλησίως τῷ Ἀσιανῷ Νοητῷ.
 [01100]  Τὸ δὲ Πνεῦμα τὸ ἅγιον, Ἀρείῳ καὶ Εὐνομίῳ παραπλησίως, βλασ φημῶν διετέλεσεν.
 [01116]  Συχνοὶ γὰρ ἐκ τούτων παραπλησίως τοῖς φασιανικοῖς ὄρνισι πιανθέντες, νεανίᾳ τινὶ περιτυχόντες γενναίῳ, εἶτα γυμνὸν τὸ ξίφος ὀρέξαντες, ἐπέταξαν ἐπενεγκεῖν τὰς πληγὰς, καὶ προσηπείλησαν κατασφάξειν, εἰ μὴ δράσοι τὸ κελευσθέν.
 [01206]  Καὶ ἕτε ρα ἄττα δρῶσι παραπλησίως παραπληξίας μεστὰ, διὸ δὴ καὶ τῶν Ἐνθουσιαστῶν ἐσχήκασιν ὄνομα Ταύτης ἡγήσατο τῆς αἱρέσεως Σάββας, καὶ Ἀδέλφιος, καὶ ∆αώδης, καὶ Συμεώνης, καὶ Ἑρμᾶς, καὶ ἄλλοι τινές.
 [01559]  Ἵνα γὰρ μὴ Υἱὸν ἀκούοντες εἰς ἀνθρωπίνας καταπέσωμεν ὑπονοίας, καὶ νομίσωμεν παραπλησίως ἡμῖν γεννηθῆναι τὸν τῶν ὅλων δημιουργὸν, Λόγον αὐτὸν προσηγόρευσε·
 [01738]  Οὗτοι δὲ ποίας ἂν τίσειαν δίκας τῆς ἀσεβείας ἀξίας, τῶν μὲν θείων ἀπολαύσαντες Εὐαγγελίων, τὸ δὲ τούτων ἀποδράσαντες φῶς, καὶ τὸ σκότος ἀσπασά μενοι ταῖς νυκτερίσι παραπλησίως;
 [02201]  Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, παραπλησίως καὶ αὐτὸς μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, καὶ ἀπαλ λάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ [83.497] ζῇν ἔνοχοι ἧσαν θανάτῳ.
 [03021]  Οἴνου δὲ καὶ κρεωφαγίας ἀποχὴν, καὶ τὴν ἄλλην ἐγκράτειαν, οὐ τοῖς αἱρετικοῖς παραπλησίως ἀσπά ζεται.
000-00-00 Serial Number=0250039577
Historia ecclesiastica Ante [Go Back]  
 [00538]  Οὕτως δὲ καὶ τὸ ὁμοούσιον εἶναι τοῦ πατρὸς τὸν υἱὸν ἐξεταζό μενος ὁ λόγος συνίστησιν, οὐ κατὰ τὸν τῶν σωμάτων τρόπον οὐδὲ τοῖς θνητοῖς ζῴοις παραπλησίως·
 [01053]  Ἀλλὰ τοῦτον οὕτω τῷ θανάτῳ, μᾶλλον δὲ τῇ τῶν οὐρανῶν παραπέμψαντες βασιλείᾳ, Μακεδόνιον ἀντὶ τούτου προὐβάλοντο, ὁμογνώμονα τοῦτον ὑπειληφότες ἐπειδὴ παραπλησίως αὐτοῖς ἐβλα σφήμει τὸ πανάγιον πνεῦμα.
 [01573]  οὐδὲ γὰρ Λεοντίῳ παραπλησίως τὴν κακοήθειαν συνε κάλυπτεν, ἀλλ' ἄντικρυς κατὰ τῶν ἀποστολικῶν ἐλύττα δογ μάτων καὶ τοὺς ἀντιλέγειν τολμῶντας παντοδαπαῖς περιέβαλλε συμφοραῖς.
 [01655]  καὶ γὰρ καὶ τοῖς συμφωνοῦσι καὶ τοῖς ἀντιλέγουσι παραπλησίως ἐκέχρηντο.
 [02118]  ταῦτα ἤκουσε μὲν Ἰουλιανός, παρὰ πάντων γὰρ ᾔδετο, τῷ δὲ Φαραὼ παραπλησίως τὴν καρδίαν ἐσκλήρυνεν.
 [02742]  ὃς φονέων βασάνοις ἐπέκεινα κοινωνήσας, λίθοις καὶ μολιβδίσι κατ' αὐτῶν τῶν αὐχένων ἐπὶ πολὺ μαστιζόμενος ἐπέβαινε σκάφους ἐπὶ θαλάττης παραπλησίως τοῖς ἄλλοις, τοῦ θείου σταυροῦ τὸ σημεῖον ἐπὶ μετώπου χαρακτηρίσας, οὐ τημελείας οὐ θε ραπείας τυχών, τοῖς κατὰ Φέννησον παραδοθῆναι μετάλλοις·
000-00-00 Serial Number=0921737373
Historia religiosa Ante [Go Back]  
 [00189]  Καὶ ὁ μὲν ἔλεγεν, ὁ δὲ ἔπεμπε, Μωϋσῇ παραπλησίως πειθόμενος.
 [00239]  Ἐσιτοῦντο δὲ καὶ αὐτοὶ τῷ παιδοτρίβῃ παραπλησίως τὸν καχρυδίαν ἄρτον τοῖς ἁλσὶν ἡδυνόμενον.
 [00770]  ἐν ἠπείρῳ δὲ μέσῃ τοῖς ναυτιλλομένοις παραπλησίως κλυδωνιζόμενοι, καταλαμβάνουσιν οἷόν τινα λιμένα τοῦ θείου Συμεώνου τὸ σπήλαιον καὶ θεωροῦσιν ἄνθρωπον αὐχμῶντα καὶ ῥυπῶντα καὶ βραχύ τι ῥάκος σισύρας ἐπὶ τῶν ὤμων φέροντα.
 [00978]  [8.14] Φασὶ δέ ποτε καὶ ἀκρίδος ἐξαπιναίως προσβαλούσης τῇ γῇ καὶ πυρὶ παραπλησίως ἅπαντα προσδαπανώσης καὶ λήϊα καὶ φυτὰ καὶ ἕλη καὶ ἄλση καὶ λειμῶνας ἧκέ τις παρ' αὐτὸν εὐσεβὴς ἀνὴρ ἀντιβολῶν ἐπαμῦναι, ἕνα μὲν ἀγρὸν ἔχοντι, ἐκ τούτου δὲ καὶ ἑαυτὸν καὶ γυναῖκα καὶ παῖδας καὶ οἰκείους τρέφοντι καὶ πρὸς τούτοις τὴν βασιλικὴν εἰσφορὰν εἰσπραττομένῳ.
 [01046]  [9.7] Ἤκουσε τούτων ἡ πάντα ἀρίστη γυνὴ καὶ παραυτίκα εἴσω τῆς τοῦ Πέτρου σαγήνης ἐγένετο τῷ γὰρ ὁμωνύμῳ παραπλησίως καὶ οὗτος ἡλίευε καὶ τῶν ποδῶν ἁπτομένη καὶ ποτνιωμένη τῷ ὀφθαλμῷ δοθῆναι τὴν θεραπείαν ἱκέτευεν.
 [01083]  ἀγωνίζονται γὰρ καὶ γυναῖκες τοῖς ἀνδράσι παραπλησίως καὶ εἰς τὸ τῆς ἀρετῆς καταβαίνουσι στάδιον.
 [01105]  Τούτου καὶ ὁ χρὼς <διὰ> τῶν ἱματίων τῷ θειοτάτῳ Παύλῳ παραπλησίως ἐνήργει.
 [01241]  καὶ τὰ λειπόμενα δὲ παραπλησίως οἰκονομεῖν ἐβουλόμην·
 [01616]  Ἀλλ' ὅμως οὔτε τοῦ σώματος τὸ κάλλος οὔτε τῆς φωνῆς ἡ λαμπρότης, οὐχ ἡ τῶν πολλῶν ἐπιμιξία τὸ τῆς ψυχῆς ἐλυμήνατο κάλλος, ἀλλὰ τοῖς καθειργμένοις παραπλησίως βιοτεύων τῆς οἰκείας ἐπεμελεῖτο ψυχῆς·
 [01903]  Πῶς τοίνυν ὅσιον δεσπότῃ μὲν τὸν οἰκέτην καὶ δικαστῇ τὸν ἱκέτην προσηκόντως προσφέρεσθαι, ἐμὲ δὲ τῷ θεῷ τῷ καὶ αἰωνίῳ δεσπότῃ καὶ δικαστῇ δικαιοτάτῳ καὶ βασιλεῖ τῶν ἁπάντων προσιόντα μηδὲ τούτοις παραπλησίως ποιεῖσθαι τὴν πρόσ οδον, ἀλλὰ μεταξὺ προσευχόμενον πρὸς τοὺς ὁμοδούλους τρέπεσθαι καὶ μακρὰν ποιεῖσθαι διάλεξιν;
 [01933]  καλινδοῦνται γὰρ τοῖς λυττῶσι παραπλησίως, τῇδε κἀκεῖσε μεταστρεφόμενοι καὶ ἅμα τοὺς πόδας ἐκτείνοντες καὶ συστέλλοντες·
 [01962]  [23.2] Τοῦτον ἠσπάσατο τὸν βίον καὶ Μωϋσῆς, ἐν ὑψηλῇ τινι κορυφῇ Ῥαμᾶς ὑπερκειμένῃ τῆς κώμης ἀγωνιζόμενος, καὶ Ἀντίοχος, ἀνὴρ πρεσβύτης ἐν ἐρημοτάτῳ ὄρει τὸ θριγκίον δειμάμενος, καὶ Ἀντωνῖνος ἐν γεγηρακότι σώματι τοῖς νέοις παραπλησίως ἀγωνιζόμενος.
 [02106]  οὐδὲ γὰρ τῇ καθόδῳ παραπλησίως ἡ ἄνοδός ἐστιν εὐπετής.
 [02109]  αὔξειν δὲ ἀεὶ τῆς ἀρετῆς τὸν πλοῦτον φιλονεικῶν ἐπεθύμησε Μωϋσῇ καὶ Ἠλίᾳ τοῖς θείοις ἀνθρώποις παραπλησίως τεσσαράκοντα ἡμέρας ἄσιτος διαμεῖναι.
 [02283]  οὗ χάριν οὔτε τῆς τῶν ὑετῶν ἀπηλλάττετο προσβολῆς οὔτε τῆς ἡλιακῆς ἠλευθεροῦτο φλογός, ἀλλ' ἀμφότερα τοῖς ἄλλοις ὑπαιθρίοις παραπλησίως ἐδέχετο·
 [02377]  Τὴν οὖν ἐν τοσούτῳ πλούτῳ φιλοσοφίας τοῖς ἐν ἐσχάτῃ ζῶσι πενίᾳ παραπλησίως δακρύουσαν καὶ ὀλοφυρομένην καὶ στενάζουσαν, ποῖος ἂν ἀξίως ἐπαινέσειε λόγος;
 [02435]  Οἱ δὲ μήτε σιτίων, μήτε ποτῶν καθ' ἑκάστην ἀπο λαύοντες ἡμέραν, καὶ ἡνίκα δ' ἂν ἀπολαύσωσιν, οὐ τὸν κόρον ἀναμένοντες, ἀλλὰ τὴν ὄρεξιν ἀκμάζουσαν χαλι νοῦντες, καὶ μεταλαμβάνοντες οὐ τῶν θερμᾶναι δυναμένων τὸ σῶμα, ἀλλ' ἢ ποηφαγοῦντες τοῖς ἀλόγοις παραπλησίως, ἢ διαβρόχοις ὀσπρίοις χρώμενοι μόνοις, ποῖον ἂν ἐκ τῆς τοιαύτης τροφῆς ἀρύσαιντο θάλπος;
 [02585]  Καὶ ἐπειδὴ ὑπὸ Νέρωνος τὴν διὰ σταυροῦ ὑπὲρ τοῦ σταυρωμένου κατεδικάσθη σφαγήν, παρεκάλει τοὺς δημίους μὴ τῷ δεσπότῃ παραπλησίως τῷ ἰκρίῳ προσηλωθῆναι, ἀλλ' ἔμπα λιν ἢ ἐκεῖνος ἀνασκολοπισθῆναι, δείσας, ὡς εἰκός, μὴ ἡ τοῦ πάθους ταὐτότης ἴσον αὐτῷ παρὰ τῶν ἀνοήτων προσε νέγκῃ τὸ γέρας.
000-00-00 Serial Number=0661709905
Interpretatio in Danielem Ante [Go Back]  
 [00844]  Ταῦτα, φησὶν, ἐκείνοις ὑπέσχου, ∆έσποτα, οὓς ἠγά πησάς τε καὶ ἀοιδίμους ἐποίησας, ὥστε τῇ ψάμμῳ μὲν κατὰ τὸν ἀριθμὸν παραβάλλεσθαι τὸ γένος, τοῖς δὲ ἀστράσι παραπλησίως εἶναι λαμπρόν τε καὶ ὑψηλὸν, καὶ περιφανές.
000-00-00 Serial Number=0364094555
Interpretatio in Ezechielem Ante [Go Back]  
 [02726]  Οὐ μὴν δὲ οὐδὲ ἐκεῖνο ὑμῶν πέρας λήψεται, ὅτι πᾶσι παραπλησίως τοῖς ἔθνεσι τὰ ξύλα καὶ τοὺς λίθους θεοποιοῦντες, τῷ Θεῷ πρέπον αὐτοῖς προσοίσετε γέρας.
 [02890]  γυναικὶ δὲ παραπλησίως θαυμάζειν τῷ προφήτῃ παρεγγυᾷ, ὅτι οὐχ ὁ λαὸς μόνος, ἀλλὰ καὶ οἱ τούτου ἄρχοντες παρεδόθησαν τῇ ῥομφαίᾳ, καὶ τὸ πάντων ἀνιαρώτατον, Οἱ παροικοῦντές μοι, φησὶν, εἰς ῥομφαίαν ἐγένοντο σὺν τῷ λαῷ μου.
 [03153]  τὴν δὲ ἐμὴν ἐνέργειαν καὶ βούλησιν, οἷόν τινα φυσητῆρα κινήσω, καὶ κατὰ ταυτὸν ὑμᾶς χωνεύσω, ἵνα τοὺς μὲν ἀνήκεστα νενο σηκότας, ταῖς ἄλλαις ὕλαις παραπλησίως δαπανήσω, τοὺς δὲ ἴασιν ἐπιδεχομένους, οἷόν τινα κεκαθαρμένον ἄργυρον ἀποφήνω.
 [03666]  Ἐπειδὴ γὰρ οὐ μόνον παραπλησίως Μωαβίταις καὶ Ἀμμανίταις ἐφήσθησαν, ἀλλὰ καὶ ἔργοις τὴν οἰ κείαν ἐπεδείξαντο πονηρίαν, τὴν προτέραν ἐκείνην μῆνιν φυλάξαντες·
 [04031]  Καὶ ἡ Τύρος τοίνυν, νῦν μὲν παραπλησίως ἡμῖν, καὶ τὸν Θεὸν ἔχει βασιλέα, καὶ τοὺς ὑπ' αὐτοῦ βασιλεύειν ταχθέντας ἀνθρώπους.
 [04711]  Εἶτα πάλιν εἰρηκὼς, ὅτι οἱ πάλαι πᾶσι φοβεροὶ τὴν οἰκείαν ἐδέξαντο βάσανον, καὶ παραπλησίως τοῖς ἄλλοις ἀπέθανον, ἐπήγαγεν·
000-00-00 Serial Number=0927533865
Interpretatio in Jeremiam Ante [Go Back]  
 [03728]  παρακελεύεται αὐτοῖς καὶ φυγὴν, καὶ τοῖς ἀγρίοις ὄνοις παραπλησίως ἐν τῇ ἐρήμῳ διάγειν·
 [03973]  καὶ ὅτι Σοδόμοις καὶ Γομόροις, καὶ ταῖς ἄλλαις πό λεσιν αἳ τοῦ πάθους ἐκοινώνησαν ταύταις, ἔρημοι παραπλησίως αἱ προῤῥηθεῖσαι γενήσονται πόλεις.
 [03976]  Λέγει δὲ καὶ τὸν Βαβυλώνιον λέοντι παραπλησίως κατ' αὐτῆς ὁρμήσειν, καὶ διὰ τοῦ Ἰορδάνου τὴν πορείαν ποιή σεσθαι·
 [03986]  καὶ τοῦ θρήνου τὸν ἦχον τὴν Ἐρυθρὰν καταλήψεσθαι θάλασσαν, ἀετῷ δὲ παραπλησίως τὸν Βαβυλώνιον ἐπιστήσεσθαι, καὶ τῶν ὀχυρωμάτων κρατήσειν·
000-00-00 Serial Number=0912936151
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [01128]  ἀλλὰ τοῖς ἄλλοις παραπλησίως τῷ τάφῳ παραδοθήσεται.
 [03126]  ἐπειδὴ λάκκῳ παραπλησίως ὁ τάφος ὀρύττεται.
 [03251]  Ἐκείνῳ τοίνυν λέγει παραπλησίως καὶ πάντα τῆς οἰκουμένης τὰ εἴδωλα λεπτυνθήσεσθαι καὶ φροῦδα γενήσεσθαι·
 [03633]  εἰ δὲ μὴ πείθεσθε, δέξεσθε χαλινὸν καὶ κημὸν τούτοις παραπλησίως.
 [04560]  Οὐδὲ γὰρ κατοικῶ τὴν γῆν, ἀλλὰ παροι κῶ, καὶ τοῖς πατράσι παραπλησίως, ὀλίγον βιώσας χρόνον, τὸν θάνατον δέξομαι.
 [04821]  Βαβυλωνίοις τοίνυν οἱ προειρημένοι συνόντες, ἀν δράσι δυσσεβείᾳ καὶ παρανομίᾳ συζῶσι, καὶ ἀτεχνῶς τοῖς ἑρπυστικοῖς ἐοικόσι θηρίοις, εἰκότως ταῖς ἐλά φοις παραπλησίως διψᾷν ἔλεγον τὸν Θεὸν, τὴν ἐκεῖ θεν ποθοῦντες ἀπαλλαγὴν, καὶ προσμένοντες τὴν θείαν ῥοπήν.
000-00-00 Serial Number=0867068648
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [03611]  Κατὰ ῥοῦν αὐτοῖς, φησὶ, τὰ πράγματα φέρεται, καὶ οὔτε πόνοις καὶ ταλαιπωρίαις, οὔτε παιδείαις περιβάλλονται τοῖς ἄλλοις ἀνθρώποις παραπλησίως.
 [03718]  ἀλλὰ κτήνει παραπλησίως, τοῖς σοῖς ἕψομαι νεύμασιν.
 [04009]  Οἶνον δὲ τὴν τιμωρίαν καλεῖ, ὡς τῇ μέθῃ παραπλησίως ἀφαιρουμένην τὴν δύναμιν, καὶ τὰς τῶν μορίων διαλύουσαν ἁρμονίας.
 [04581]  Ταύτην καὶ ἡμᾶς ἐν ἑαυτοῖς κατορθῶσαι προσήκει, καὶ τῷ μακαρίῳ ∆αβὶδ κληθέντας παραπλησίως, μᾶλλον δὲ ἐπὶ μεί ζοσι·
000-00-00 Serial Number=0461153090
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00806]  Οὐκ ἠβουλήθησαν συνιέναι οἱ ἄφρονες, ὅτι ὁμοίως χόρτῳ ἤνθησαν, καὶ χλόῃ παραπλησίως ἀπὸ τῆς γῆς διέκυψαν οἱ τῆς ἀνομίας ἐργάται, καὶ τὸν ὄλεθρον τὸν αἰώνιον μετὰ τὴν παροῦσαν εὐημερίαν κομίσονται.
 [00812]  Ἐκεῖνοι μὲν γὰρ χόρτῳ παραπλησίως μαραίνονταί τε καὶ φθείρονται·
 [00838]  Οἱ μὲν οὖν ἁμαρ τωλοὶ, χόρτῳ παραπλησίως ἀνθήσαντες, συντόμως ἀπέσβησάν τε καὶ διεφθάρησαν·
 [01681]  Ἐντεῦθεν κατὰ τὸ οἰκεῖον ἰδίωμα τὰς ἐσομένας ὡς γεγενημένας συμφορὰς διηγεῖται, καί φησι καπνῷ παραπλησίως τὸν τῆς ζωῆς ἀναλωθῆναι χρόνον, καὶ ἐξ ἀθυμίας δαλὸν ξηρὸν γεγενῆσθαι τὸ σῶμα, ὡς ὑπό τινος καταφλεχθὲν πυρὸς προσβολῆς.
 [01685]  Ἀλλὰ γὰρ καὶ χόρτῳ παραπλησίως ἀπ έσβην·
 [02413]  βατράχους δὲ ἐκεῖθεν ἀναβλύσαι πεποίηκε, τοῖς ἀνῃρημένοις παραπλησίως βρέφεσιν ἕρποντας, καὶ ταῖς οἰκίαις ἐπεμβαίνοντας, καὶ ἄχρις αὐτῶν χωροῦντας τῶν τοῦ βασιλέως θαλάμων.
 [03163]  Σκιᾷ γὰρ, φησὶ, κλιθείσῃ καὶ ἀναιρεθείσῃ παραπλησίως ἐδεξάμην τοῦ βίου τὸ τέλος·
 [04570]  Ὡς πόῤῥω τοῦ χοροῦ τῶν δικαίων διὰ τὴν ἁμαρτίαν γενόμενος, καὶ πάντων αὐτῶν τῷ Θεῷ παραπλησίως ἀποστρα φέντων, ἱκετεύει πάλιν αὐτοῖς ἑνωθῆναι, καὶ τὴν πρὸς αὐτοὺς κοινωνίαν ἀπολαβεῖν.
 [04782]  Ὁ δὲ Προφήτης δεδήλωκεν, ὡς ἐξουθενῶν καὶ αὐτὸς τῷ Θεῷ παραπλησίως τοὺς παραβάτας, πᾶσαν προθυ μίαν εἰς τὴν ἐκπλήρωσιν τῶν θείων λογίων προσ ήνεγκεν·
 [05607]  Εἰ μὴ παραπλησίως, φησὶ, βρέφει νῦν ἀπαλ λαγέντι θηλῆς, καὶ τὴν μητέρα δειμαίνοντι, ἔδεισά σε, καὶ ἐμαυτόν σοι ὑπέταξα, ἀλλὰ ὑψηλὴν ἔσχον διάνοιαν, τῆς αὐτῆς ἀντιδόσεως τυχεῖν ἀξιῶ.
 [06461]  Οὐκ εἰς μακρὰν, φησὶ, φροῦδοι γενήσονται, καὶ οἱ τῆς ἄκρας δυναστείας ἐπειλημμένοι, πέ τραις ὑφάλοις ὑπὸ ὑδάτων καλυπτομέναις ὑπο βρύχιοι παραπλησίως ἔσονται, ἀντὶ τοῦ, λήθῃ παρα δοθήσονται.
 [06467]  Τούτοις, φησὶ, τοῖς βώλοις παραπλησίως οἱ νῦν ἑστῶτες διαλυ θήσονται
 [06678]  Ἀτμοῦ γὰρ δίκην συνισταμένου καὶ δια λυομένου ῥᾳδίως φθείρεται τῶν ἀνθρώπων ἡ φύσις, καὶ σκιᾷ τούτων ὁ βίος παραπλησίως ὁδεύει·
000-00-00 Serial Number=0746953964
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00004]  ἀλλ' εἰσὶν οἱ τὰ θεῖα περὶ πολλοῦ ποιού μενοι, καὶ τὴν ἱερὰν ἀκριβῶς πεπαιδευμένοι Γραφὴν, οἳ οὐ μόνον ἡμῖν οὐ νεμεσήσουσιν, οὐδὲ τοῖς φιλαι τίοις ἐκείνοις παραπλησίως ἐπιμέμψονται, ἀλλὰ καὶ ἀποδέξονται, ὡς εἰκὸς, καὶ ἐπαινέσονται, κἂν μή τι γενναῖον ἐν τοῖς συγγράμμασιν εὕρωσιν.
 [00784]  Καὶ οὐχ ἁρμόττει σοὶ, φησὶ, χαίρειν τοῖς ἄλλοις ἔθνεσι παραπλησίως·
 [01058]  Οὐ γὰρ ἀνθρώπῳ, φησὶ, παραπλησίως ὀργίζομαι, οὐδὲ ἐπὶ πλεῖστον μνησικακεῖν ἀνέχομαι·
 [01170]  Ταύτῃ τοίνυν, φησὶ, παραπλησίως εὐάλωτοι ἔσονται οἱ παρ' ὑμῶν τοῖς δαίμοσι κατασκευασθέντες βωμοὶ, καὶ ὑπὸ τῶν πο λεμίων κατασκαφήσονται.
 [01294]  χορηγή σω δέ σοι οἷόν τινα δρόσον τὰς ἐμὰς δωρεὰς, ὡς ἂν κρίνῳ παραπλησίως ἀνθήσαις·
 [01310]  Τούτῳ γὰρ παραπλησίως τῷ κρίνῳ καὶ ὁ Ἰσραὴλ τὸν Θεὸν ἐπιγνοὺς, Ἀνθήσει, φησὶ, καὶ βαλεῖ τὰς ῥίζας αὑτοῦ ὡς Λίβανος.
 [01322]  Ἀπο ταττόμενοι γὰρ τῇ πλάνῃ τῶν εἰδώλων, καὶ τῇ ἐμῇ θαῤῥοῦντες κηδεμονίᾳ, παντοδαπῶν ἀγαθῶν δέξον [81.1632] ται τὴν ἀφθονίαν, καὶ οἴνῳ εὐώδει παραπλησίως, ἐν τῷ Λιβάνῳ γεωργουμένῳ, τὴν τῆς ἀρετῆς ἕξουσιν εὐοσμίαν, καὶ τὴν ἐντεῦθεν εὐφημίαν καρπώσονται.
 [01327]  τούτου γάρ σε χά ριν καὶ ἐταπείνωσα παιδεύσας, καὶ δυνατὸν ἀπο φανῶ φιλανθρωπίᾳ χρησάμενος, καὶ παραπλησίως ἀρκεύθῳ πεπυκνωμένῃ γενήσομαί σοι, καὶ τοὺς παρ' ἐμοῦ τρυγήσεις καρπούς.
 [01514]  ἀλλὰ ῥᾳδίως μὲν ὑπερβήσονται τὰ τείχη, κλέ πταις δὲ παραπλησίως διὰ θυρίδων εἰς τὰς οἰκίας εἰσελεύσονται.
 [02487]  Μὴ τοῖς ἀλλοτρίοις, φησὶ, παραπλησίως ἐφησθῇς τιμωρουμένοις αὐτοῖς.
 [02843]  καὶ ὕδατι δὲ παραπλησίως, ῥοίζῳ κατὰ τοῦ πρανοῦς φερομένῳ, τὰς τιμωρίας τοῖς ἀξίοις ἐπάγει.
 [02943]  Τούτῳ παραπλησίως καὶ σὺ, τῆς ἐμῆς γυμνουμένη προνοίας, εὐάλωτος ἔσῃ τοῖς πολεμίοις, ὡς τῶν οἰκη τόρων σου πάντων ἔρημος γιγνομένη.
 [03065]  τὰ δὲ τῶν τειχῶν ἔνδον, τὰ πάλαι ὑπὸ τῶν ἐνοικούντων στενο χωρούμενα, ταῖς ἔξω τῶν περιβόλων ἀρούραις νεουργεῖσθαι παραπλησίως, καὶ σπείρεσθαι, ὡς μηδὲν ὀπωροφυλακίου τὴν Ἱερουσαλὴμ διαφέρειν, ὃ μετὰ τὴν τῶν καρπῶν συλλογὴν ἔρημον μένει, τοῦ πρώην φυλάττοντος οἴκαδε ἐπανιόντος.
 [03119]  Εἰ μὲν οὖν διέμεινεν ἐν τῇ Σιὼν ἡ Ἰουδαίων βασιλεία, καὶ τῆς αἰωνίου καὶ διηνεκοῦς ἀπολαύουσι παρὰ τοῦ Θεοῦ τῶν ὅλων κη δεμονίας, εἰκότως καὶ Ἰουδαῖοι τὴν προφητείαν ἁρπάζουσι, καὶ οἱ παραπλησίως ἐκείνοις ταῦτα νενοηκότες συνομολογοῦσιν ἐκείνοις.
 [03148]  ∆έχου, φησὶν, ὠδινούσης γυναικὸς παραπλησίως ὀδύνας, καὶ ὁμοίως ἐκείνῃ, τὰ ἐπιόντα θεωμένη κακὰ, βάλλου ταῖς τῶν ἀλγη δόνων ἀκίσι.
 [03677]  ὅτι τῶν καρδιῶν τῷ δέει βαλλομένων, καὶ αἱ τῶν γονάτων ἁρμονίαι λυθήσονται, καὶ ταῖς τικτούσαις παραπλησίως ὀδυνήσονται, καὶ τὰ πρόσωπα, τοῦ αἵ ματος παγέντος, πελιδνωθήσονται, ὡς ἐκείνῳ τῷ μέρει τῆς χύτρας προσεοικέναι, ὃ τῷ πυρὶ προσ ομιλεῖν εἴωθε.
 [03968]  Ἅδῃ γὰρ καὶ θανάτῳ παραπλησίως κόρον λαβεῖν οὐκ ἐθέλει, καὶ πάντας ἀνθρώπους ὑφ' ἑαυτὸν ποιούμενος, οὐκ ἐμ πίπλησι τῆς ἐπιθυμίας τὴν δυναστείαν.
 [04351]  Συνδέθητε τοίνυν, φησὶ, τοῖς τῆς μεταμελείας φαρμά κοις τε καὶ ἐπιδέσμοις, ὦ τῶν ἀγαθῶν ἀμαθεῖς καὶ ἀπαίδευτοι, καὶ προφθάσατε τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, ἵνα μὴ ἄνθεσιν ἐαρινοῖς παραπλησίως διαῤῥεύσητε, τῆς θείας ὑμῖν ἐπερχομένης ὀργῆς.
 [05728]  Ἐπειδὴ γὰρ τὸν λίθον ἐκεῖνον, τὸν πολυ τελῆ, τὸν ἐκλεκτὸν, τὸν ἔντιμον, κατὰ τὴν τοῦ Ἡσαΐου προφητείαν, τὸν γενόμενον εἰς κεφαλὴν γωνίας, ἀπεδοκίμασαν ἀδοκίμῳ λίθῳ παραπλησίως, καταπατεῖσθαι αὐτὴν ὑπὸ πάντων παρασκευάσω ἐμπαροινούντων, καὶ ἐφ' ὕβρει συναγομένων.
 [05765]  Ἀλλ' ὅμως οὐκ εἰς μακρὰν ὄψονταί με μετὰ τῆς θείας ἐπιφαινόμενον δόξης, καὶ τὴν οἰκείαν παραφροσύνην θρηνήσουσι, καὶ πρωτοτόκου νεανίου μιμήσονται πένθος, παραπλησίως τοῖς ἐκεῖνον ὀλο φυρομένοις κοπτόμενοι.
 [05976]  Τὸν δὲ χρόνον, τοῖς ἄλλοις παραπλησίως, οὐκ εἴρηκεν·
000-00-00 Serial Number=0372888744
Quaestiones in Octateuchum Ante [Go Back]  
 [01385]  ἐπειδὴ τοίνυν αὐτὴν ὁ κηδεστὴς οὐ κατηγγύησε τῷ νεωτάτῳ παιδί, δείσας μὴ τοῖς ἀδελφοῖς παραπλησίως καὶ αὐτὸς τελευτήσῃ ἠναγκάσθη κλέψαι τῆς
 [02672]  οἱ δὲ τοῖς εὐπειθέσι μόσχοις παραπλησίως, φέρουσιν ἀσ πασίως τὸν χρηστὸν τοῦ Κυρίου ζυγόν·
 [04256]  [247] ΞΞΙV ∆ιὰ τί τῷ μοιχῷ παραπλησίως κολάζεσθαι κελεύει τὸν φθείροντα τὴν ἄλλῳ μεμνηστευμένην;
 [05184]  ΞVΙ Τί δήποτε τοὺς κυνὶ παραπλησίως πεπωκότας μόνους ἐκέλευσε παρα τάξασθαι;
000-00-00 Serial Number=0982572198
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [03596]  Ταῦτα περὶ τῶν Σαμαρειτῶν εἰρηκὼς, ἐπὶ τὴν Ἰούδα μετ έβη φυλὴν, καὶ τὸν Ἐζεκίαν ἠγάσθη, ὡς τῷ ∆α βὶδ παραπλησίως τὸν τῶν ὅλων τεθεραπευκότα Θεόν.
000-00-00 Serial Number=0878558457
Quod unicus filius sit dominus noster Jesus Christus Ante [Go Back]  
 [00024]  Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, παραπλησίως καὶ αὐτὸς μετέσχε τῶν αὐτῶν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»