Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum παρακαλῶ [85]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum παρακαλῶ


000-00-00 Serial Number=0268054545
Ad eos qui in Euphratesia et Osrhoena regione Ante [Go Back]  
 [00222]  ∆ιὸ τὴν ὑμετέραν ἁγιωσύνην παρακαλῶ, ἐκθύμως τὸν φιλάνθρωπον ἡμῶν ἱκετεῦσαι ∆εσπότην, καὶ πρὸς αὐτὸν βοῆσαι·
 [00240]  Ταῦτα καὶ ὅσα τοιαῦτα παρακαλῶ τὴν ὑμετέραν θεοσέβειαν βοᾷν πρὸς τὸν τῶν ὅλων Θεόν·
000-00-00 Serial Number=0585526943
Commentaria in Isaiam Ante [Go Back]  
 [04025]  Ἐγὼ δὲ εἰς δύο βίβλους τῆσδε τῆς προφητείας τὴν ἑρμηνείαν διελεῖν δοκιμάσας τοῦτο τῇ προτέρᾳ δίδωμι πέρας καὶ παρακαλῶ τοὺς ἐντευξομένους καὶ συντόνως καὶ ἐννόμως δραμεῖν καὶ τὴν νύσσαν καταλαβεῖν καὶ τὸ βραβεῖον λαβεῖν καὶ τῶν στεφάνων τυχεῖν καὶ τῆς μακαρίας ἐκείνης ἀπολαῦσαι ζωῆς ὡς καὶ ἡμᾶς μεγαλαυχεῖν γένοιτο χάριτι καὶ φιλαν θρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ πατρὶ πρέπει δόξα σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0579337776
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00008]  οὐ γὰρ δεξάμενος ἐπιστολὴν τῆς σῆς ὁσιότητος, διὰ τοῦ θεοφιλεστάτου Παύλου τοῦ ἐπισκόπου καὶ γράφω καὶ τὴν φιλτάτην ἐμοὶ περιπτύσσομαι κεφαλήν, καὶ παρακαλῶ ἐν μὲν τοῖς γράμμασιν τῶν ἴσων τυγχάνειν, ἐν δὲ ταῖς προσευ χαῖς τῶν μειζόνων.
 [00087]  Ἐγὼ τὴν ὑμετέραν εὐγένειαν παρακαλῶ ἐκεῖνα δοῦναι τῇ παρ' ἡμῖν ἁγίᾳ τοῦ Θεοῦ Ἐκκλησίᾳ, ὅσα ὁ ὑμέτερος κατα λέλοιπε πάππος, καὶ ἄσβεστον αὐτοῦ φυλάξαι τὴν μνήμην.
 [00103]  Οὕτως ἀριστεῦσαι καὶ νῦν τὴν μεγαλο πρέπειάν σου παρακαλῶ, καὶ τῷ κυρίῳ Παλλαδίῳ τῷ φιλοσόφῳ ἐπαμῦναι σπουδαίως, ὑπὸ βαρβάρων τινῶν, ὥς φησιν, ἀδικου μένῳ·
 [00192]  Ταύτης ἀπολαῦσαι τῆς κηδεμονίας παρακαλῶ καὶ τὸν θαυμασιώτατον καὶ λαμπρότατον ∆ιονύσιον, ἄρξαντα μὲν οὐ κατὰ γνώμην, πενίᾳ δὲ συζῶντα, ἐπιεικῆ δὲ καὶ μέτριον ἀσπαζόμενον βίον, εἰσπραττόμενον δὲ ἃ μηδὲ δοῦ λος ἀντ' ἐλευθέρου γενόμενος δυνήσετ' ἂν ἀποδοῦναι.
 [00228]  Ἐγὼ δὲ καὶ πλείονος αὐτοὺς ἀπολαῦσαι προμηθείας παρακαλῶ.
 [00379]  ἐπειδὴ δὲ τέως αὐτῷ λυμαίνεται τὸ ἀξίωμα (ἀποστερεῖ γὰρ αὐτὸν καὶ τῶν τοῦ βουλευτηρίου πρωτείων) καὶ πάντες οἱ ἐπιτήδειοι πρὸς τοῦτο δυσχεραίνουσι καὶ ἀπειλοῦσι μηκέτι τῶν πραγμάτων φροντίζειν, εἰ τοῦτο γένοιτο, παρακαλῶ σου τὴν σοφίαν ἀναλαβέσθαι τοῦτο τῆς εὐεργεσίας τὸ εἶδος·
 [00450]  Τοιαύτας οὖν ἔχοντες ἐλπίδας, παρακαλῶ, μετρήσωμεν τῇ εὐσεβείᾳ τὴν ἀθυμίαν·
 [00505]  ∆ιὰ πάντα τοίνυν παρακαλῶ σε γενναίως ὑπενεγκεῖν τῆς μακαρίας Σωσάννης τὴν τελευτήν.
 [00526]  Καὶ προσφθέγγομαι τοίνυν δι' αὐτοῦ τὴν σὴν ἁγιότητα, καὶ τῆς τῶν εὐχῶν ἐπικουρίας ἀπολαῦσαι παρακαλῶ.
000-00-00 Serial Number=0696721196
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00087]  Ταῦτ' εἰδὼς οὐ δέομαι λόγων πολλῶν, ἀλλ' εἰς καιρὸν τῇ φιλοσοφίᾳ κεχρῆσθαι παρακαλῶ·
 [00097]  Εἰ δὲ καὶ τῶν θείων ἑορτῶν παντοδαπὴν ψυχαγωγίαν προσφερου σῶν οὐ καταγωνίζῃ τῆς ἀθυμίας τὸ πάθος, παρακαλῶ σου τὴν σεμνοπρέπειαν, τοῦ προικῴου γοῦν γραμματείου τὰ μετὰ τὴν ἐπίδοσιν ἀναγνῶναι καὶ γνῶναι σαφῶς, ὡς ἡγήσατο τοῦ γάμου τοῦ θανάτου ἡ μνήμη.
 [00111]  Εὔξασθαι δὲ παρακαλῶ παρὰ τοῦ Θεοῦ μὴ ἐγκατα λειφθῆναι ἡμᾶς, καὶ ὁ πολεμῶν πολεμείτω.
 [00167]  Ἐπειδὴ δὲ ὅρος αὐτὸν θεῖος ἐνθένδε μετέστησε καὶ εἰς τὴν ἀμείνω μετέ θηκε βιοτήν, καὶ ἐκ τῆς ἐμαυτοῦ ψυχῆς ἀποσκεδάννυμι τῆς ἀθυμίας τὸ νέφος καὶ τὴν σὴν παρακαλῶ σεμνοπρέπειαν νικῆ σαι τῆς ἀθυμίας τὸ πάθος τῷ λογισμῷ καὶ εἰς καιρὸν προσ ενεγκεῖν τῇ ψυχῇ τῶν θείων λόγων τὴν ἐπῳδήν·
 [00198]  Ἀποδημίαν τοίνυν παρακαλῶ μακρὰν τὴν τελευτὴν λάβωμεν, καὶ ὥσπερ εἰώθαμεν ἀποδημοῦντος αὐτοῦ λυπεῖσθαι μέν, προσ μένειν δὲ τὴν ἐπάνοδον, οὕτω καὶ νῦν μετρίως μὲν ὁ χωρισμὸς ἀνιάτω τῇ φύσει γὰρ σύμμετρα παραινῶ μὴ ὡς νεκρὸν δὲ θρηνῶμεν, ἀλλ' αὐτῷ μὲν συνησθῶμεν τῆς ἐκδημίας, καὶ τῆς ἐντεῦθεν ἀπαλλαγῆς ὅτι τῶν ἀμφιβόλων ἠλευθερώθη πραγμά των καὶ οὐδεμίαν δέδιε μεταβολήν, οὐ ψυχικήν, οὐ σωματι κήν, οὐ τῶν περὶ τὸ σῶμα, ἀλλ' ἔξω τῶν ἀγώνων γενόμενος τὰ βραβεῖα περιμένει.
 [00238]  Τὴν δὲ σὴν φιλο θείαν παρακαλῶ ἐπιστομίζειν τοὺς μωμοσκόπους καὶ πείθειν ὡς οὐ χρὴ τοὺς ἔξω τῶν βελῶν, τὸ δὴ λεγόμενον, ὄντας σκώ πτειν τοὺς παραταττομένους, καὶ βαλλομένους καὶ βάλλον τας.
 [00390]  οἰκτείρατε, παρακαλῶ, τοὺς τῆς γῆς ἀροτῆρας, τὸν μὲν πόνον εἰσενεγκόντας, ὀλίγον δὲ κομισαμένους καρπόν·
 [00473]  Ταύτην παρακαλῶ σου τὴν θεοσέβειαν ὀρέξαι τῷ θαυμασιωτάτῳ καὶ μεγαλοπρεπεστάτῳ Κελεστιακῷ·
 [00492]  δομένης φιλοτιμίας αὐτὸν ἀπολαῦσαι παρακαλῶ.
 [00525]  Τοῦτον καὶ τοῖς εὐποροῦσι τῶν πολιτῶν γνώριμον γενέσθαι διὰ τῆς σῆς φιλοθεΐας παρακαλῶ·
 [00557]  Τὸ δὲ ὑμέτερον ἐγὼ προσφθεγγόμενος μέγεθος, μηνυθῆναί μοι τὴν τριπόθητον ὑμῶν ὑγείαν παρακαλῶ.
 [00567]  Τὴν δὲ σὴν μεγαλοπρέ πειαν προσφθεγγόμενος, παρακαλῶ μηνῦσαί μοι τὴν ἀξιέ ραστον σαυτοῦ ὑγείαν.
 [00808]  Οὗ δὴ χάριν τὰ τῆς ἐνεγκούσης μόνα προβάλλομαι δίκαια, καὶ παρακαλῶ τῆς ἀξιεράστου τῶν ἁγίων ἀποστόλων καὶ προφητῶν μεταλαχεῖν εὐλογίας.
 [00822]  ᾗ καὶ τὴν ὑμετέραν σεμνοπρέπειαν κοσμηθῆναι παρακαλῶ.
 [00826]  Καὶ τὴν σὴν παρακαλῶ θαυμασιό τητα ταῦτα δὴ λογίζεσθαι, καὶ τοῦ πάθους περιγενέσθαι, καὶ τὸν πάντων ἡμῶν ∆εσπότην ὑμνῆσαι Θεόν·
 [00957]  Ἐκεῖνο δὲ παρακαλῶ τὴν ὑμετέραν θεοσέβειαν, ὥστε τῶν σαθροτέρων πλείονα ποιήσασθαι πρόνοιαν·
 [00974]  Ὀρέξατε τοίνυν χεῖρα, παρακαλῶ, τοῖς ὀλισθήσασιν, καὶ ἀναγάγετε αὐτοὺς ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ὕλεως, καὶ στήσατε ἐπὶ πέτραν τοὺς πόδας αὐτῶν ·
 [01004]  ∆ιαναστῶμεν τοί νυν, παρακαλῶ, καὶ τῶν τοῦ ∆εσπότου προβάτων ὑπερμαχή σωμεν.
 [01016]  Μὴ μόνον δὲ ἡμῶν αὐτῶν, παρακαλῶ, φροντίσωμεν, ἀλλὰ πλείονα τῶν ἄλλων ποιησώμεθα πρόνοιαν, καὶ μὴ μόνον τῶν ὑγιαινόντων, ἀλλὰ πολλῷ μᾶλλον τῶν ἀσθενούντων.
 [01046]  Οὗ δὴ χάριν παρακαλῶ τὸ ὑμέτερον μέγεθος, εἰ μὲν οὐδὲν τοιοῦτο προστέτακται, δῆλόν μοι τοῦτο ποιῆσαι·
 [01137]  Τὴν δὲ ὑμετέραν μεγαλοπρέπειαν παρακαλῶ φροντίσαι τῶν ἐκκλησιαστικῶν πραγμάτων, καὶ τὴν ἐπαναστᾶσαν κατευνάσαι ζάλην·
 [01349]  Τούτων ἀπολαῦσαι κἀγὼ διὰ τῆς ὑμετέρας μεγαλοπρεπείας παρακαλῶ.
 [01375]  Ὑπὲρ τῆς τούτων εἰρήνης τὴν ὑμετέραν ἀγωνίσασθαι μεγαλοφυΐαν παρακαλῶ.
 [01391]  Οὗ δὴ χάριν ἐπὶ τὰ μείζω καὶ τελειότερα τὴν ὑμετέραν μεγαλοφυΐαν παρακαλῶ, καὶ τῆς τῶν Ἐκκλησιῶν ἀξιῶ φροντίσαι γαλήνης.
 [01538]  Καὶ διὰ τῶν θεοφιλεστάτων ἐπισκόπων προσφθέγγομαί σου τὴν θεοσέβειαν, καὶ παρακαλῶ τῆς τῶν Ἐκκλησιῶν φροντίσαι γαλήνης καὶ τῆς συκοφαντίας διαλῦσαι τὰ κύματα·
 [01574]  Ἐπειδὴ δὲ εἰκὸς καὶ μέχρι τῆς σῆς ἁγιωσύνης τὰς καθ' ἡμῶν διαβῆναι συκοφαν τίας, παρακαλῶ σου τὴν ὁσιότητα μηδ' ὅλως ὑποσχεῖν ταῖς τῶν συκοφαντῶν ψευδολογίαις τὰς ἀκοάς.
 [01689]  Πίστις ἐστί, παρακαλῶ, ἐν ᾗ τὰς ἐλπίδας ἔχομεν τῆς σωτηρίας·
 [01742]  Ἀλλὰ μὴ διαπτύσητέ μου τὴν ἱκετείαν, παρακαλῶ, μηδὲ τὴν ἀθλίαν μου παρίδητε πολιὰν μετὰ πολλοὺς ὑβρισμένην καμάτους.
 [01751]  Καὶ παρακαλῶ τὴν ὑμετέραν ὁσιότητα, καὶ ἰδεῖν αὐτοὺς πατρικῶς, καὶ τὰς ἀκλινεῖς ὑμῶν ἀκοὰς εὐμενεῖς αὐτοῖς παρασχεῖν, καὶ τὸ συκοφαντούμενον καὶ μάτην πολεμούμενόν μου γῆρας τῆς ὑμετέρας ἀξιῶσαι κηδεμονίας, καὶ πρὸ πάντων τῆς ἐπιβου λευομένης πίστεως παντὶ σθένει φροντίσαι, καὶ φυλάξαι ταῖς Ἐκκλησίαις τὸν πατρῷον κλῆρον ἀκήρατον·
 [01757]  Οὗ δὴ χάριν αὐτὸν τῇ ὑμετέρᾳ μεγαλοπρεπείᾳ συνίστημι καὶ παρακαλῶ τῆς ὑμετέρας αὐτὸν προμηθείας τυχεῖν, χρήσιμον αὐτὸν τῇ πόλει γενέσθαι δυνάμενον.
 [01764]  ∆ιά τοι τοῦτο τὴν σὴν παρακαλῶ μεγαλοπρέπειαν κηδεμονίας αὐτὸν ἀξιῶσαι.
 [01773]  ∆ιά τοι τοῦτο τὴν ὑμετέραν ἁγιωσύνην παρακαλῶ πεῖσαι τὸν ἁγιώτατον καὶ ὁσιώτατον ἀρχιεπίσκοπον τῇ ἀποστολικῇ χρήσασθαι ἐξουσίᾳ καὶ εἰς τὸ ὑμέτερον ἀναδραμεῖν κελεῦσαι συνέδριον.
 [01786]  ∆έξασθέ μου τοίνυν, παρακαλῶ, τὴν ἱκε σίαν, καὶ μὴ παρίδητε ἠδικημένον.
 [01831]  Τούτων, εἰ μὲν δυνα τόν, τὸ πρότερον, εἰ δὲ μή, τὸ γοῦν δεύτερον παρασχεθῆναί μοι διὰ τοῦ ὑμετέρου μεγέθους παρακαλῶ.
 [01838]  Τού του δὴ χάριν παρακαλῶ τὸ ὑμέτερον μέγεθος, πνευματικῆς ἐμπορίας ἀφορμὴν νομίσαι τὸν παρόντα καιρόν·
 [01948]  Τὴν δὲ σὴν ὁσιότητα παρακαλῶ φυλάξασθαι τῆς ἀσεβείας τὴν κοινωνίαν καὶ προτεῖναι μὲν αὐτοῖς ἀρνη θῆναι τὰ πεπραγμένα·
 [02012]  Ἐπειδὴ δὲ τούτου διαμαρτάνω τὴν μὲν γὰρ σὴν θεοσέβειαν οἴκοι γῆρας ἐπέχει, ἐμὲ δὲ νόμος ἐνθάδε καθείργει βασιλικός διὰ τῶν γραμμάτων σοφίζομαι τὸ ποθούμενον, καὶ προσφέρω σου τῇ φιλοθεΐᾳ τὸν ἐμοὶ πανεπέραστον ἀσπασμόν, καὶ παρακαλῶ εὐχαῖς ἐπαμῦναι ταῖς Ἐκκλησίαις ζάλης ἐμπεπλησμέναις, καὶ μέντοι κἀμοὶ τὴν θείαν προξενῆσαι ῥοπήν, ὑπὲρ μὲν τῶν ἀποστολικῶν πολεμουμένῳ δογμάτων, δεομένῳ δὲ τῆς ἄνωθεν ἀντιλήψεως.
 [02123]  Ἐπιτυχὼν δὲ νῦν τοῦ τιμιωτάτου καὶ εὐλαβεστάτου πρεσβυτέρου Ὀζέου, ἀνδρὸς καὶ τῆς θεοσεβείας ὑπερμαχοῦν τος καὶ τῆς σῆς ἐξηρτημένου εὐσεβείας, καὶ γράφω, καὶ περι πτύσσομαί σου τὴν ὁσιότητα, καὶ παρακαλῶ ταῖς προσευχαῖς ἡμᾶς ὑπερείδειν, καὶ στηρίζειν τοῖς γράμμασιν.
 [02214]  Παραχωρήσωμεν τοίνυν, παρακαλῶ, τῷ σοφῷ τοῦ παντὸς Κυβερνήτῃ, καὶ στέρξωμεν τὰ οἰκονομούμενα, ὁποῖά ποτ' ἂν ᾖ, κἂν θυμήρη, κἂν λυπρά.
 [02254]  Ἐπὶ τούτοις κἀγὼ σεμνυνόμενος ὁ χαμαιπετής, καὶ σμικρός, καὶ μηδεμίαν ἔχων ἄλλην καυχήματος ἀφορμήν, τὴν ὑμετέραν μεγαλοφυΐαν παρακαλῶ, τὰς εὐχαριστηρίους φωνὰς ὑπὲρ τῆς ἐμῆς εὐτελείας τῷ φιλοχρίστῳ προσενεγκεῖν βασιλεῖ, καὶ τῇ εὐσεβεστάτῃ καὶ θεοφιλεστάτῃ Αὐγούστῃ, τῇ τῶν καλῶν διδασ κάλῳ, ὅτι τοιούτοις δώροις τὸν μεγαλόδωρον ∆εσπότην ἠμεί ψαντο, καὶ τῆς βασιλείας ὑποβάθραν καὶ κρηπῖδα τὸν ὑπὲρ τῆς εὐσεβείας ἐποιήσαντο ζῆλον.
 [02269]  Ἐγὼ δὲ ἀδικεῖν νομίσας εἰ σιγήσαιμι καὶ μηδὲ χάριν ὁμολογήσαιμι, ἐπὶ τάδε ἦλθον τὰ γράμματα, δι' ὧν τὸ ὑμέτε ρον παρακαλῶ μέγεθος, τὰς ὑπὲρ ἡμῶν εὐφημίας καὶ τῷ νικηφόρῳ καὶ φιλοχρίστῳ βασιλεῖ προσενεγκεῖν, καὶ τῇ θεοφι λεστάτῃ καὶ εὐσεβεστάτῃ Αὐγούστῃ·
 [02289]  Τὸ δὲ ὑμέτε ρον παρακαλῶ μέγεθος, τὴν ὑπὲρ ἡμῶν τῆς χάριτος ὁμολογίαν τῷ φιλοχρίστῳ καὶ νικηφόρῳ προσενεγκεῖν βασιλεῖ, καὶ τῇ εὐσεβεστάτῃ καὶ θεοφιλεστάτῃ Αὐγούστῃ, ὅτι τῇ εὐσεβεῖ βα σιλείᾳ ῥίζαν ἔδωκαν ἰσχυρὰν τὴν εὐσέβειαν, καὶ ἀντιβολῆσαι αὐτῶν τὸ κράτος, βεβαίαν πρυτανεῦσαι ταῖς Ἐκκλησίαις τὴν εἰρήνην, καὶ σύνοδον ἀθροισθῆναι κελεῦσαι, μὴ τῶν ταραχο ποιῶν, πάλιν ἀνθρώπων διακυκώντων τὸν σύλλογον, ἀλλὰ τῶν τῆς ἀληθείας ἐραστῶν, τὴν ἀποστολικὴν κρατυνόντων διδα σκαλίαν, καὶ ἀποκηρυττόντων τὴν καινὴν ταύτην καὶ κίβδηλον αἵρεσιν·
 [02619]  Ἐγὼ δὲ τοὺς ὑπηγμένους ταῖς γεγενημέναις ψευδολογίαις παρακαλῶ, θατέραν ταῖν ἀκοαῖν τῷ κατηγορουμένῳ φυλάττειν, καὶ μὴ τὰς δύο τοῖς κατηγο ροῦσιν ὑπέχειν.
000-00-00 Serial Number=0235623181
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [01191]  Ἐλθοῦσαν δὲ ἐκεῖ παρακαλῶ σε, δεῖξόν μοι τὴν ὄψιν σου·
000-00-00 Serial Number=0383260489
Historia ecclesiastica Ante [Go Back]  
 [00319]  διὸ παρακαλῶ εἰδότα σε ὡς ἀπρεπὲς ἀνδρὶ φρονίμῳ ἀλλοῖα φρονεῖν καὶ σιωπᾶν τἀληθῆ, ἀνασκαλεύσαντι τῷ πνεύματι τὸν λογισμὸν περὶ τὸ γράφειν περὶ τούτου ἄρχου, λυσιτελοῦντος καὶ σοὶ καὶ τοῖς ἀκούουσί σου, μάλισθ' ὅταν κατὰ ἀκολουθίαν τῆς γραφῆς καὶ τοῖς ἴχνεσι τῶν λόγων αὐτῆς καὶ τῶν βουλημάτων ἐθέλοις γράφειν.
 [00688]  Ἀλλὰ πρώην, ἵνα τὰ λοιπὰ τῆς τούτου σκαιότητος παρῶ, τί μάλιστα μετὰ Θεογονίου, ὃν τῆς ἀνοίας ἔχει κοινωνόν, διεπράξατο, ἀκούσατε, παρακαλῶ.
 [00836]  ἐπικουρήσατε τοίνυν ὑμῖν αὐτοῖς, παρακαλῶ, τὸ φίλτρον τὸ ὑμέτερον ἀγαπήσατε καὶ παντὶ σθένει διώξατε τοὺς τὴν τῆς ἡμετέρας ὁμονοίας χάριν ἀφανίζειν ἐπιθυμοῦντας, καὶ πρὸς τὸν θεὸν ἀπιδόντες ὑμᾶς αὐτοὺς ἀγαπᾶτε.
 [02699]  Ἀναλογίσασθαι τοίνυν ἐκ τούτου τὸν ὑμέτερον ζῆλον προσήκει, ὃν διεγερθῆναι πρὸς ἐκδικίαν τῶν γενομένων παρακαλῶ, οἷα καὶ ἡλίκα τὰ πλημμεληθέντα κατὰ τῆς τοῦ θεοῦ ἐκκλησίας, τοιούτου τυράννου τοῦ προειρημένου καθ' ἡμῶν ἐπαναστάντος.
000-00-00 Serial Number=0334818780
Historia religiosa Ante [Go Back]  
 [02146]  Ἐγὼ δὲ οὐδὲ τῆς θείας ἄνευ οἰκονομίας ταύτην ὑπολαμ βάνω γεγενῆσθαι τὴν στάσιν, οὗπερ εἵνεκα τοὺς μεμψιμοίρους παρακαλῶ χαλινῶσαι τὴν γλῶτταν καὶ μὴ ἐπιτρέπειν ὡς ἔτυχε φέρεσθαι, σκοπεῖν δὲ ὡς πολλάκις τοιαῦτα ὁ δεσπότης τῶν ῥᾳθυμοτέρων εἵνεκεν ὠφελείας ἐμηχανήσατο.
000-00-00 Serial Number=0234233260
Interpretatio in Danielem Ante [Go Back]  
 [01675]  Φύγωμεν τοίνυν, παρακαλῶ, τοῦ διαβόλου τὴν ἐξαπάτην, καὶ τὴν ἐπίμονον ἀρετὴν τῆς ἡδονῇ βραχείᾳ κεχρημένης προτιμήσωμεν ἁμαρτίας, ἵνα τῆς μὲν τοῦ Βαλτάσαρ κοινωνίας ἀποφανθῶμεν ἀλ λότριοι, τῆς δὲ τοῦ ∆ανιὴλ συμμορίας ἀπολαύσωμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πα τρὶ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [03705]  Ἀλλ' ἡμεῖς, παρακαλῶ, ὡς παρὰ Θεοῦ προφήτου τὴν τῶν μελλόντων δεξάμενοι πρόγνωσιν, εὐτρεπεῖς ἡμᾶς αὐτοὺς εἰς [81.1545] ἐκείνην τὴν φοβερὰν καταστήσωμεν ἡμέραν, ἵνα μὴ εἰς αἰσχύνην αἰώνιον, ἀλλ' εἰς ζωὴν ἀναστῶμεν αἰώνιον·
000-00-00 Serial Number=0461221755
Interpretatio in Ezechielem Ante [Go Back]  
 [04752]  Ταῦτα τοίνυν μεμαθηκότες, καὶ διὰ τῶν θείων ἐγνωκότες λογίων, οἵας τίνουσι δίκας οἱ τὴν ψυχὴν ἔχοντες ἀπερίτμητον, δεξώμεθα, παρακαλῶ, τοῦ παναγίου Πνεύματος τὴν ἀχειροποίητον περιτομὴν, περὶ ἧς ὁ μακάριος λέγει Παῦλος·
000-00-00 Serial Number=0442060471
Interpretatio in Jeremiam Ante [Go Back]  
 [02405]  Ἡμεῖς δὲ, παρακαλῶ, καὶ τοῖς προφητικοῖς, καὶ τοῖς ἀποστολικοῖς ἀκολουθήσωμεν λόγοις, καὶ τὸν δι' ἐκεί νων καὶ τούτων φθεγξάμενον προσκυνήσωμεν, καὶ τοὺς ζωοποιοὺς αὐτοῦ φυλάξωμεν νόμους·
 [05302]  Τοὺς δέ γε ἐντευξομένους παρακαλῶ, δέξασθαι μὲν τὰ εὖ καὶ καλῶς εἰρημένα·
000-00-00 Serial Number=0201631725
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00643]  ∆ιόπερ τῆς σῆς φιλανθρωπίας ἀπολαῦσαι παρακαλῶ, ἵνα διὰ ταύτης τὴν ἴασιν δέξωμαι.
 [00655]  ∆ιὰ τοῦτο τῆς θεραπείας ἐπὶ τοῦ παρόντος ἀπολαῦσαι παρακαλῶ, ἐπειδὴ οἶδα, ὅτι τοῖς τόνδε τὸν βίον ἐξιοῦσι μετὰ τραυμάτων, οὐδεμία λοι πὸν θεραπεία δοθήσεται, οὐκέτι χώραν τῆς μετα νοίας ἐχούσης.
 [00722]  Οὗ δὴ χάριν σε, ∆έσποτα, παρακαλῶ, τὸν πάντα σαφῶς ἐπιστάμενον, δικάσαι μοι δικαίως·
 [00757]  Κατὰ ταύτην τοίνυν τὴν δικαιοσύνην, καὶ τὴν ἀκα κίαν, κριθῆναι παρακαλῶ, καὶ μὴ κατὰ τὰς ἤδη παρ' ἐμοῦ γεγενημένας πλημμελείας.
 [01253]  Τῆς παρὰ σοῦ, ∆έσποτα, σωτηρίας ἀπολαῦσαι παρακαλῶ.
 [02837]  Ἐγὼ τοίνυν, φησὶν, ἵλεών σε γενέσθαι ταῖς ἐμαῖς ἁμαρ τίαις παρακαλῶ, οὐ διὰ τὴν σπουδαίαν μου μετα μέλειαν, ἀλλὰ δι' ἣν ἔχεις φιλανθρωπίας προσηγο ρίαν, καὶ ἐπειδὴ τοῦ σοῦ ὀνόματος τὰς ἐμὰς ἐλπίδας ἐξήρτησα.
 [02930]  ∆οκιμασθῆναι δὲ καὶ χρυσίου δίκην πυρωθῆναι παρακαλῶ, ἐπειδὴ τῷ σῷ ἐλέει θαῤῥῶ, καὶ τὴν ἐντεῦθεν προσμένω βοήθειαν.
 [04916]  Τῆς θείας ἐπικουρίας ἀπολαῦσαι παρακαλῶ·
000-00-00 Serial Number=0754155755
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [03188]  Κρῖναί σε παρακαλῶ Βαβυλωνίοις κἀμοὶ, καὶ δικαίως κατ' ἐκείνων τὴν ψῆφον ἐξενεγκεῖν·
 [03236]  καὶ μὴ γυμνωθῆναι τῆς σῆς κηδε μονίας ἐν αὐτῷ τῷ γήρᾳ παρακαλῶ.
000-00-00 Serial Number=0790370286
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [04492]  διόπερ αὖθις ταύτης ἀπολαῦσαι παρακαλῶ, καὶ κατὰ τοὺς σοὺς διαβιῶναι νόμους ἀν τιβολῶ.
 [04788]  Ἀλλ' ἐπειδὴ τὸ σῶμα κατεξανίσταται ταύτης, καὶ τὰ τού του μέλη, παρακαλῶ τούτῳ καθηλωθῆναι τῷ φόβῳ·
 [04866]  ἀντὶ τοῦ, Τῆς ἴσης τούτοις ἀπολαῦσαι ψήφου παρακαλῶ.
 [06317]  σὲ δὲ παρακαλῶ, τὸν ἄριστον τῶν ψυχῶν ἰατρὸν, τὸν ἐμὸν βίον καταμαθεῖν ἀκρι βῶς, καὶ τὰ τῆς καρδίας ἐξετάσαι κινήματα·
 [06472]  Ἐγὼ δὲ οὐδενὶ τῶν ἀνθρωπίνων θαῤῥῶ, ἀλλὰ τὴν σὴν προσμένω βοήθειαν, καὶ παρακαλῶ ταύτης τὴν ἐμὴν μὴ γυμνωθῆναι ψυχήν.
 [06601]  Φεύγων τοὺς πολεμίους σὲ κατα φυγῆς τόπον ἔχω, καὶ τῆς ἐκείνων ἐπιβουλῆς ἀπ αλλαγῆναι παρακαλῶ.
000-00-00 Serial Number=0037866831
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [04214]  ἐγὼ δὲ τοὺς ἐντυγχάνοντας παρακαλῶ, τὴν ἐκ τῶν ἡρμηνευμένων ὠφέλειαν συλλέξαι, καὶ ὑπὸ τῆς θείας βοηθουμένους δυνάμεως τὸν δρόμον τελέσαι, καὶ τῶν νικηφόρων ἐπιθυμῆσαι στεφάνων, ὧν χορηγὸς ὁ ∆εσπότης Χριστὸς, ᾧ πρέπει δόξα πᾶσα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [06402]  Ἐγὼ δὲ τοὺς ἐντευξο [81.1988] μένους τοῖς ἡμετέροις πόνοις παρακαλῶ, ὑπὲρ μὲν τῶν εὖ καὶ καλῶς εἰρημένων τὴν ἄκτιστον ὑμνῆσαι Τριάδα·
000-00-00 Serial Number=0914456785
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [01321]  ταύτην ἐμπεδωθῆναι τὴν ἐπαγγε λίαν παρακαλῶ.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»