Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum παρέχει [39]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum παρέχει


000-00-00 Serial Number=0617383301
De providentia orationes decem Ante [Go Back]  
 [00132]  Οὕτως ἅπας ἡμῶν ὁ βίος διὰ τούτων ὁδεύει, καὶ χρείαν οὐκ ἐλάττω τῆς ἡμέρας ἡ νὺξ τοῖς ἀνθρώποις παρέχει.
 [00139]  Τοσαύτην ἡμῖν καὶ τοιαύτην ἡ νὺξ παρέχει τὴν χρείαν.
 [00151]  Ὥστε καὶ ταύτην παρέχει τὴν χρείαν ἡ νὺξ, καὶ [83.569] τοὺς ἀνθρώπους διαναπαύουσα, ἀδεῶς τὴν τρο φὴν παρέχει τοῖς θηρίοις πορίζεσθαι.
 [00218]  Οὗτος κινούμε νος, τῶν ἀνέμων ἡμῖν παρέχει τὰς αὔρας·
 [00242]  Καὶ τὰ μὲν ὄρη παρέχει τῇ τῶν οἰκοδόμων τέχνῃ τὰς ὕλας, τὰ δὲ πεδία τοῖς ἐν τοῖς ὄρεσι διαιτωμένοις ἀντιδίδωσι τῶν πυρῶν τὴν ἀφθονίαν.
 [00456]  Ταύτην ὁ τρά χηλος τὴν χρείαν παρέχει τῷ σώματι.
 [00541]  καὶ παρέχει μὲν τούτοις τὴν αἰσθητικὴν ἐνέργειαν, ἀντιλαμβάνει δὲ παρὰ τούτων καὶ λύπην καὶ εὐφροσύνην·
000-00-00 Serial Number=0824405909
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00895]  ἣν παρέχει συνάφειαν γλῶττα πρὸς ἀκοὴν ἡ μὲν γὰρ προφέρει τοὺς λόγους, ἡ δὲ δέχεται τούτους , ταύ την καὶ ἡμεῖς ἔχομεν πρὸς ὑμᾶς.
 [01324]  Τίνι δὲ οὕτω προσήκει τῶν ἀδικουμέ νων ὑπερμαχεῖν, ὡς ὑμῖν, ὦ φιλόχριστοι, οἷς καὶ τοῦ γένους ἡ περιφάνεια, καὶ τῶν ἀξιωμάτων τὸ ὕψος, καὶ μέντοι καὶ τὸ τῶν νομίμων πρωτεύειν, παρέχει τὴν παρρησίαν;
 [02334]  Ἱκανὴν γὰρ τοῖς διεστηκόσι παρέχει ψυχαγωγίαν ἡ δι' ἐπιστολῶν ὁμιλιά.
000-00-00 Serial Number=0752105176
Eranistes Ante [Go Back]  
 [02492]  καὶ πολλὰς ἡμῖν καὶ ἐναργεῖς ἀποδείξεις παρέχει τῆς τε σωματικῆς αὑτοῦ ἐπιφοιτήσεως, καὶ τῆς διὰ σώματος ἐνεργούσης θεότητος.
000-00-00 Serial Number=0260206103
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00845]  καὶ οὐ μόνον τὴν εὐωδίαν παρέχει, ἀλλὰ καὶ τὸ ἄσηπτον, καὶ τὸ ἀπαθὲς, καὶ ἀθάνατον ἐπαγγέλλεται.
 [00887]  τὸ μὲν γὰρ μό νην τὴν ὄψιν, καὶ τὴν ὄσφρησιν εὐφραίνει, τὸ δὲ μῆλον πρὸς τῇ ὄψει, καὶ τῇ ὀσφρήσει καὶ τῇ γεύσει ἡδονὴν τοῖς βουλομένοις παρέχει.
000-00-00 Serial Number=0049807131
Graecarum affectionum curatio Ante [Go Back]  
 [00356]  τοῖς γάρ τοι εἰλικρινῶς καὶ ἀκραιφνῶς πιστεύουσι παρέχει τὴν γνῶσιν ὁ πιστευόμενος κύριος, προσγενομένη δὲ τῇ πίστει ἡ γνῶσις τελε [1.117] σιουργεῖ τῆς ἀληθείας τὴν ἐπιστήμην·
000-00-00 Serial Number=0176792622
Historia ecclesiastica Ante [Go Back]  
 [00329]  εἰ δὲ τὸ γεννητὸν [29] αὐτὸν λέγεσθαι ὑπόφασίν τινα παρέχει, ὡςἂν ἐκ τῆς οὐσίας τῆς πατρικῆς αὐτὸν γεγονότα καὶ ἔχειν ἐκ τούτου τὴν ταυτότητα τῆς φύσεως, γιγνώσκομεν ὡς οὐ περὶ αὐτοῦ μόνου τὸ γεννητὸν εἶναί φησιν ἡ γραφή, ἀλλὰ καὶ ἐπὶ τῶν ἀνομοίων αὐτῷ κατὰ πάντα τῇ φύσει.
000-00-00 Serial Number=0995970428
Historia religiosa Ante [Go Back]  
 [02426]  Οὐκοῦν οὐδὲ τῷ σώματι ταῦτα παρέχει τὴν θέρμην·
000-00-00 Serial Number=0875534177
Interpretatio in Ezechielem Ante [Go Back]  
 [04781]  διδάσκει δὲ ἡμᾶς ὁ λόγος, ὅτι εἰρήνην μὲν τοῖς ἀνθρώποις αὐτὸς παρέχει δι' ἀγαθότητα, πόλεμον δὲ συγχωρεῖ γενέσθαι διὰ τὰς τῶν ἀνθρώπων παρανομίας ἐφελ κομένων τὰ λυπηρά.
 [04971]  Λέγει τοίνυν, ὅτι ∆ίκην ποιμένος ἐπιμελοῦς πλείονα μάλιστα πρόνοιαν ποιουμένου τῶν οἰκείων προβάτων, ὅταν ἐπικειμένην ὁμίχλην θεάσηται, ἥτις ἄδειαν καὶ λύκοις παρέχει, καὶ κλέπταις, φροντιῶ κἀγὼ τῶν ἐμαυτοῦ προβάτων, καὶ συνάξω αὐτὰ διασκορπι σθέντα, καὶ τὰ κεχωρισμένα μίαν ποίμνην ποιήσω·
 [06324]  Ὅτι γὰρ αὐτοῦ τὰ πλεῖστα οὐδεμίαν τοῖς φυλάτ τουσι δικαιοσύνην παρέχει, αὐτὸς ὁ Θεὸς διὰ τοῦδε ἡμᾶς ἐδίδαξε τοῦ προφήτου·
000-00-00 Serial Number=0413051426
Interpretatio in Jeremiam Ante [Go Back]  
 [01868]  καὶ ἀπειλεῖ παντὸς εἴδους εὐφροσύνης ἀποστέρησιν τῇ πόλει, ὡς μηδεμίαν ἐπενεχθῆναι φωνὴν, μὴ γάμων, μὴ συμποσίων, μὴ τῶν ἄλλων, ὅσα θυμήρη τοῖς ἀν θρώποις παρέχει ζωήν.
000-00-00 Serial Number=0709374189
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00459]  Ἐπειδὴ γὰρ ὁ νυκτερινὸς καιρὸς τῶν ἔξω θεν θορύβων ἀπηλλαγμένος πολλὴν παρέχει τοῖς λογισμοῖς ἡσυχίαν·
 [02030]  Καὶ οὐ μόνον ζῇ, ἀλλὰ καὶ εἰς οὐρανοὺς ἀνελήλυθε, καὶ τοῖς βουλομένοις παρέχει τὴν σωτηρίαν.
000-00-00 Serial Number=0781282365
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [01841]  Αὕτη σοι, ὦ ψυχὴ, ἡ δουλεία παρέχει τὴν σωτηρίαν.
 [02457]  ὁ δὲ Θεὸς εὐλογῶν, βεβαιοῖ τοὺς λόγους τῷ ἔργῳ, καὶ παντοδαπῶν ἀγαθῶν παρέχει τοῖς εὐλογουμένοις φοράν.
000-00-00 Serial Number=0620428443
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [02107]  Τὰ γὰρ αὐτὰ δένδρα ἄλλην μὲν ἀνθρώποις χρείαν, ἄλλην δὲ τοῖς ὀρνέοις παρέχει·
 [02131]  Ἡ γὰρ νὺξ τοῖς μὲν ἀνθρώποις ἀνάπαυλαν πραγματεύεται, ἄδειαν δὲ τοῖς θηρίοις παρέχει, ὥστε πεινώσας ἐμπλῆσαι γαστέρας.
 [02132]  Τὸ δὲ, Ζητῆσαι παρὰ τοῦ Θεοῦ βρῶσιν αὐτοῖς, ἀντὶ τοῦ, Καὶ τούτοις ἡ θεία Πρόνοια παρέχει τὴν χρείαν.
 [05411]  ἀνάπαυλαν δὲ καὶ ὁ ὕπνος τοῖς ἀνθρώποις παρέχει.
 [05579]  [Φιλοικτίρμων γὰρ καὶ φιλ άνθρωπος ὁ ∆εσπότης, καὶ τοῖς μεταμελομένοις παρέχει τὴν σωτηρίαν.] ηʹ.
 [06092]  ∆έχεται δὲ Θεὸς καὶ τοὺς ὀλίγους καρποὺς, καὶ τὰς μεγάλας ἀντιδόσεις παρέχει·
 [06453]  Αἱρετώτερά μοι, φησὶ, τὰ παρὰ τῶν δικαίων παιδείας χάριν γινόμενα καὶ ὠφε λείας λυπηρὰ, τῶν παρὰ τῶν ἁμαρτωλῶν προσφε ρομένων ἡδέων, κἂν δίκην ἐλαίου λαμπρύναντος κεφαλὴν, θυμηρεστέραν μοι ταῦτα παρέχει ζωήν.
 [06823]  Οὐκ ἀνθρώπων δὲ μόνον, ἀλλὰ καὶ τῶν ἀλόγων ἐπιμελεῖ ται, καὶ πᾶσι παρέχει τὰ πρόσφορα.
 [06941]  παρέχει δὲ καὶ πᾶσι τοῖς πεινῶσι τὴν κατάλληλον τροφήν.
000-00-00 Serial Number=0125878394
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [01882]  Καὶ οὗτοι δὲ, φησὶ, πρὸς λῆμμα βλέποντες, ἀπημπώλουν τὸν δίκαιον, καὶ αἰσχροκερδείᾳ δουλεύοντες, οὐδὲ ὑποδήματα παρῃτοῦντο κερδαίνειν, ἃ τὴν ἐσχάτην χρῆσιν τοῖς ἀνθρώποις παρέχει, προϊέμενοι μὲν τοὺς ἀδικουμένους, αἰκιζόμενοι δὲ τοὺς πενεστέρους, τῶν δὲ ἀτιμοτέρων τὰς δικαιολογίας οὐ προσιέμενοι.
 [03611]  οὕτω σοὶ τῷ τῆς ζωῆς ἐμφυσήματι τὴν σωτηρίαν παρέχει.
000-00-00 Serial Number=0978363991
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00128]  τὸ δὲ διαναπαύει καὶ νεουργεῖ τοὺς ἀνθρώπους καὶ τὸν ἐκ τῆς ἐργασίας ἐγγινόμενον διαλύει πόνον, καὶ τοὺς ἀνθρώπους μὲν οἴκαδε συναγείρει, τοῖς δέ γε θηρίοις ἄδειαν παρέχει νομῆς·
 [00305]  οὕτω πάλιν εἴ τις μίαν τῶν δακτύλων ἐκτέμῃ σκυταλίδα, ὄψεται παντελῶς αὐτὴν ἄχρηστον, ἀλλὰ συνημμένη πλείστην παρέχει τῷ σώματι χρείαν.
 [01150]  ἐκείνης γὰρ τὸ ὕδωρ ἀρυομένης, καὶ ταῖς καμήλοις προσφερούσης τὸ νᾶμα, ἀνέμενεν οὗτος ἰδεῖν εἰ πάσαις παρέχει τὴν χρείαν κατὰ τὴν αἴτησιν·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»