Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum παντελῶς [184]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum παντελῶς


000-00-00 Serial Number=0260671020
Commentaria in Isaiam Ante [Go Back]  
 [00194]  Κόρον φησὶν ὑμῶν ἔλαβον καὶ παντελῶς ὑμᾶς ἀποστρέφομαι διὰ τὴν τῶν ἁμαρτημάτων ὑπερβολήν.
 [01126]  ∆ιδάσκει δὲ ἡ προφητεία, ὡς οἱ μὲν τῷ κυρίῳ πιστεύσαντες αὐτὸν ἔχουσι ποδηγὸν καὶ τὰς κατὰ τὴν ὁδὸν ἐξευμαρίζοντα δυσκολίας, οἱ δὲ ἀπιστήσαντες τῶ<ν> οἴκω<ν> Ἰακὼβ ὡς ἐν παγίδι τινὶ καὶ ἐν κοιλώματι ἢ «σκώλῳ» κατὰ τὸν Ἀκύλαν ἢ «σκανδάλῳ» κατὰ τοὺς Ἄλλους κάθηνται ἐν Ἱερουσαλήμ, ἐν ᾗ παντελῶς αὐτοὺς ὁ Ῥωμαϊκὸς πόλεμος καταλύσει καὶ ὡς ἐν παγίδι θηρεύσει.
 [01679]  Ὥςπερ γὰρ ἡλίου ἀνίσχοντος ἀμβλύνεται μὲν τῆς σελήνης τὸ φῶς, οἱ δὲ ἀστέρες παντελῶς ἀπο κρύπτονται.
 [01871]  Τούτοις ὁ προφητικὸς παρακελεύεται λόγος μὴ ἡσθῆναι, ὡς τῆς καταγωνιζομένης αὐτοὺς βασιλείας παντελῶς καταλυθείσης διὰ τὴν τοῦ Ἄχαζ ἀσέβειαν.
 [02022]  Εἰ γὰρ τὸν ἀφιερωμένον μοι λαόν, τὸν πολυθρύλητον Ἰσραήλ, διὰ τὴν ἀσέβειαν παρέδωκα, πῶς ἂν δικαίως ἐφεισάμην τῆς παντελῶς ἀρνουμένης με;
 [02144]  Αὔγουστος δὲ τὴν Αἰγυπτίων βασι λείαν παντελῶς καταλύσας ὑπάρχοις βασιλείας παρέδωκεν.
 [02368]  Λέγει τοίνυν οὐχ ὅτι παντελῶς τὸ τοιοῦτον καταλυθήσεται γένος, ἀλλ' ὅτι ἡ δόξα κατασβεσθήσεται καὶ ὀλίγοι ἀντὶ πολλῶν ἔσονται.
 [03396]  ἐοικέναι γὰρ ἔφη τὴν ταῦτα πάσχουσαν πόλιν ἀγγείῳ ὀστρακίνῳ συντριβομένῳ καὶ τοσαύτην ὑπομένοντι συντρι βήν, ὡς παντελῶς ἄχρηστα διαμεῖναι διὰ σμικρότητα καὶ αὐτὰ τοῦ ἀγγείου τὰ ὄστρακα.
 [04878]  τῆς γὰρ πολυθρυλήτου μητροπόλεως αὐτῶν ἐξεληλαμένοι καὶ τῆς θείας παντελῶς γυμνωθέντες κηδεμονίας τὴν τῶν κακῶν οὐ συνορῶσιν αἰτίαν.
 [05362]  Ἀλλὰ πᾶν τοὐναντίον παντελῶς ἀπηγόρευσα τοῦτο.
 [05499]  Προὔδωκα δὲ αὐτοὺς παιδεῦσαι βουλόμενος, οὐ παντελῶς ἀπολέσ αι .
 [05913]  Καὶ παντελῶς τῆς θείας ἐγυμνώθησαν προμηθείας τὸν δεσπότην ἐσταυρω κότες.
 [06179]  Ὅτι γὰρ διὰ τούτων ἔπιον καὶ τὸ τελευταῖον διὰ Ῥωμαίων, ἡνίκα καὶ παντελῶς τῆς θείας ἐγυμνώθησαν κηδεμ ονίας , καὶ αἱ ἱστορίαι διδάσκουσι καὶ τὰ πράγματα μαρτυρεῖ.
 [07401]  καθάπερ γὰρ ἐν ταῖς ληνοῖς ἅπαντες οἱ βότρυες ἀποθλίβονται, οὕτω καὶ τὸν διάβολον καὶ πᾶσαν αὐτοῦ τὴν φάλαγγα παντελῶς ὁ δεσπότης κατέλυσεν.
 [07516]  Ἀναμνήσθητι τῶν ἡμετέρων προγόνων, οἳ σοὶ θεράποντες ἐχρημάτισαν, ἀναμνήσθητι τῶν ἡμετέρων φυλῶν ἃς ἐν τῇ ἐρήμῳ διέκρινας, ἃς σὸν ὠνόμα σας κλῆρον, καὶ μὴ παντελῶς ἡμᾶς ἐξελάσῃς τῶν ἁγίων σου περιβόλων.
000-00-00 Serial Number=0735424101
De providentia orationes decem Ante [Go Back]  
 [00043]  Καὶ οἱ μὲν, μηδὲ εἶναι παντελῶς τὸ Θεῖον·
 [00056]  Καὶ οἱ μὲν τὴν ὑπὲρ ἡμῶν γεγενημένην οἰ κονομίαν παντελῶς ἀπηρνήσαντο·
 [00162]  ἀνέσπερον γὰρ τὴν ἡμέραν ἐκείνην καὶ παντελῶς ἀδιάδοχον ἔσεσθαι δεδιδάγμεθα.
 [00356]  Παραπέμπων δὲ οὗτος ὁ πνεύμων τὸ καθαρὸν πνεῦμα, τὸ λιγνυῶδες ἀντι λαμβάνει, καὶ τοῦτο ὡς περιττὸν διὰ τῆς τραχείας ἀρτηρίας ἐπὶ τὰ ἔξω πάλιν ὠθεῖ, καὶ γίνεται τὸ πε ριττὸν καὶ ἄχρηστον παντελῶς, τοῦ νοῦ βουληθέντος, καὶ τὴν γλῶτταν ἐν ῥυθμῷ καὶ ἁρμονίᾳ κινήσαντος, [83.592] ὄχημα τοῦ λόγου·
 [00409]  Τούτου χάριν ἔν τισι μορίοις ἐν έφυσε ταύτας ἀλλήλαις διὰ σμικροτάτων τινῶν πόρων, ὅπως καὶ τὸ αἷμα βραχέος τινὸς μεταλαμβάνῃ πνεύ ματος, ὠθοῦντος αὐτὸ καὶ κινεῖσθαι βιαζομένου, καὶ τὸ πνεῦμα νοτίδος ἀπολαύῃ, τέγγοντος αὐτὸ καὶ ὑγραίνοντος, καὶ ξηραίνεσθαι αὐτὸ παντελῶς οὐκ ἐῶντος.
 [00572]  τὸν δὲ τῶν ἐκκρίσεων πόρον, ἀποκναίειν τὰς ὄψεις δυνάμενον, καὶ τροφῆς ἀποτρέπειν, καὶ βδελυγμίας ἀναπιμπλᾶναι, οὐ μόνον πόῤῥω που τού των πεποίηκεν, ἀλλὰ καὶ παντελῶς ἀφανῆ τούτοις κατέστησεν, εἰς τοὐπίσω τὸ ἀπευθυσμένον ἔντερον ἀποκλίνας, μεταξὺ δὲ τῶν γλουτῶν τὸν πόρον ἀνοί ξας, καὶ τῇ τούτων προβολῇ πάλιν αὐτοφυὲς αὐτῷ μηχανησάμενος κάλυμμα.
 [00845]  Οὐδὲ γὰρ ἂν ἐδείσαμεν, εἰ παντελῶς ἀπείραστος αὐτῶν ἡ ἡμετέρα φύσις μεμενήκει.
 [00846]  Τῶν δὲ τετραπόδων θη ρίων τὰ γένη λόχμας οἰκεῖν, καὶ ῥαχίας, καὶ χώ ρους ἀντρώδεις, καὶ παντελῶς ἀνθρώπων ἐρήμους, ὁ τοῦ παντὸς προσέταξε κηδεμών·
 [01019]  καὶ οἱ γράφοντες τὴν πονηρίαν δά κτυλοι, κεῖνται τῆς ἁρμονίας παντελῶς ἐσκεδασμέ νοι.
 [01510]  Οἱ μὲν γὰρ κατὰ τῶν τοῦ Θεοῦ προφητῶν μεμηνότες, ἅπαντας ἠπείγοντο παραδιδόναι σφαγῇ, καὶ τρυφὴν ἡγοῦντο τῶν τοῦ Θεοῦ θεραπευτῶν τὴν ἀναίρεσιν, παντελῶς τὸν τῆς εὐσεβείας σπινθῆρα κατασβέσαι φιλονει κοῦντες.
 [01689]  Ταῦτα τοίνυν ὁρῶντες, σκοπώμεθα παρ' ἡμῖν αὐτοῖς, τί δήποτε τῶν τὰ θεῖα περὶ πολλοῦ ποιουμέ νων, τινὲς μὲν εἰσὶ λίαν ἐπίσημοι, τινὲς δὲ παντελῶς ἄσημοι·
 [01708]  μό νων δὲ τῶν ψυχῶν, ἢ ἄνεσιν, ἢ κόλασιν ὑποπτεῦσαι γενήσεσθαι, τὸ δὲ σῶμα οὕτως ἐῤῥίφθαι, τῇ ση πεδόνι παραδεδομένον, ὡς ἄχρηστον παντελῶς καὶ ἄλογον.
 [01818]  Ἀλλ' ὅμως τὸ εὐτελὲς ἐκεῖνο, καὶ σμικρὸν, καὶ ἄψυχον, καὶ ἄπνουν, καὶ παντελῶς ἀναίσθητον, Θεοῦ νεύσαντος, ἄνθρωπος γίνεται, καὶ ἓν ἔχον εἶδος, εἰς μυρίας ἰδέας μεταποιεῖται, τὰς μὲν στεγα νὰς καὶ ἀντιτύπους, τὰς δὲ εὐείκτους καὶ μαλακὰς, καὶ τὰς μὲν μανὰς καὶ πολυπόρους, τὰς δὲ συ χνὰς καὶ πυκνὰς, καὶ τὰς μὲν παχείας καὶ λείους, τὰς δὲ λεπτὰς καὶ ἠτρίους καὶ ὑμενώδεις, καὶ τὰς μὲν αὐλοειδεῖς καὶ σηραγγώδεις, τὰς δὲ ναστὰς καὶ οὐδὲν σηραγγῶδες ἐχούσας.
 [01831]  Εἰ τοίνυν ἐν τῇ χειρὶ τοῦ Θεοῦ τὰ πέρατα τῆς γῆς, ῥᾷστον αὐτῷ κο μιδῇ, καὶ τὰ παντελῶς ἀναμιγέντα εὐκρινῆ καταστῆσαι.
 [01872]  Ἀλλ' ἆθλον αὐτὴν προτέθεικεν ἀρετῆς, ἵνα κατὰ τὸν παρόντα βίον κα λῶς ἀγωνισάμενοι, καὶ τὰ πάθη παντελῶς ἀποδυσά μενοι, καὶ φθορᾶς καὶ παθῶν ἐλεύθερον ἐνδυσάμενοι τὸ σῶμα, τηνικαῦτα τελείαν τὴν γνῶσιν ὑποδεξώμε θα·
000-00-00 Serial Number=0558906555
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00504]  ἐὰν δὲ καὶ εὐκλεῶς τις ὑπεξέλθῃ τὸν βίον, παντελῶς προσήκει κατασβε σθῆναι τὴν λύπην.
 [00539]  ἀνιᾷ δέ με τοῖς θείοις παντελῶς ἀποταξάμενος νόμοις καὶ ὄργανον τῆς ἐναντίας ἐνεργείας γενόμενος.
000-00-00 Serial Number=0032734096
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00157]  Ἐμοὶ δὲ ἄχρηστός ἐστι παντελῶς, εἴγε πολυχρονίους κατὰ τὸν σὸν λόγον ποιεῖν τοὺς πίνοντας πέφυκεν.
 [00582]  τῆς γὰρ ἡμετέρας χώρας τεσσαράκοντα μὲν σημείων τὸ μῆκός ἐστι, τοσοῦτον δὲ τὸ εὖρος, Ἔχει δὲ ὄρη πολλά τε καὶ μεγάλα, τὰ μὲν ψιλὰ παντελῶς, τὰ δὲ ἀκάρποις φυτοῖς σκιαζόμενα.
 [00603]  Ὅθεν πολλὰ μὲν τῶν κτημάτων ἐστέρηται γεωργῶν, πολλὰ δὲ καὶ τῶν κεκτημένων ἔρημα γεγένηται παντελῶς·
 [00624]  Ἐπιχειρεῖ γάρ, ὡς ἔγνων, παντελῶς ἡμῶν ἀπολέσαι τὴν χώραν, δηλάτωρος ἔργον ἀναδεξάμενος, καὶ τὴν γεγενημένην ἐποψίαν συκοφαν τῶν.
 [01644]  ἐγὼ δὲ διαφερόντως, καίτοι μήτε συνδικάσας, καὶ παντελῶς ἀνεύθυνος ὤν.
 [01789]  Οὐ παντελῶς ἄρα τῶν ἀνθρώπων τὸ γένος ἡ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐπιλέλοιπε χάρις·
 [01843]  Οὗ δὴ χάριν εὐθὺς ἐντυχὼν ὕμνησα τὸν φιλάνθρωπον Κύριον, ὅτι οὐ τὰς Ἐκκλησίας παντελῶς καταλέλοιπεν, ἀλλ' ἐφύλαξε τὸν τῆς ὀρθοδοξίας σπινθῆρα·
 [02191]  Ὁ δὲ φιλάνθρωπος Κύριος καὶ τὰς τῆς δειλίας παντελῶς νῦν ἀπέκοψεν ἀφορμάς, τὴν μὲν καινοτομηθεῖσαν δείξας ἀσέβειαν, τὴν δὲ τῶν Εὐαγγελίων γυμνὴν ἐπιδείξας ἀλήθειαν.
 [02354]  Ἡγοῦμαι τοίνυν τοὺς ἐπισκήψαντας ἐκείνῳ τῷ λόγῳ, ὅς φησιν εἶναί τινα παντελῶς ἀδύνατα τῷ Θεῷ, οὐ τῶν σπουδαίων εἶναι, καὶ τὰ θεῖα πεπαιδευμένων, ἀλλ' ἢ τούτων, οἳ τὴν ἀκρίβειαν τῶν ἀποστολικῶν δογμάτων οὐκ ἴσασιν, ἢ ἐκείνων, οἳ ταῖς ἡδυπαθείαις, δεδουλωμένοι πρὸς τοὺς καιροὺς μετα βάλλονται, καὶ νῦν μὲν ταῦτα, νῦν δὲ ἐκεῖνα πρεσβεύουσιν.
000-00-00 Serial Number=0715926766
Eranistes Ante [Go Back]  
 [00122]  {ΟΡΘ.} Οὐδὲ τὰ δεδηλωμένα παντελῶς ἀγνοεῖν.
 [00500]  Ἄλλως τε καὶ αὐτοὶ παντελῶς κατελύθησαν, καὶ χρόνος συχνὸς διελήλυθεν, ἐξ οὗ καὶ ἡ τούτων ἡγεμονία τὸ πέρας
000-00-00 Serial Number=0539822876
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00650]  Ἢ γὰρ τοῦτο λέγει, ὅτι Τὸν πρότερόν μου ἀμπελῶνα, ὃν πρὸ τῆς πίστεως ἐγεώργουν, τὸν πατρόθεν μοι παραδοθέντα, καταλέ λοιπα ἀνεπιμέλητον καὶ ἀφύλακτον, ὥστε παντελῶς τὰ πρότερα ἤδη διαφθαρῆναι, καὶ λήθῃ παραδοθῆ ναι·
 [02241]  εἰ δὲ καὶ τούτων ἀνάξιοι φανείημεν, ταῖς γε νεάνισιν ἐγκατα λεγῆναι, καὶ τῆς εὐσεβείας τὴν ὁμολογίαν ἀνέπαφον διαφυλάξαι, καὶ μὴ παντελῶς στερηθῆναι τῆς τοῦ νυμφίου κοινωνίας, ἀλλ' ἀπολαῦσαι αὐτοῦ τῆς ὡραιό τητος χάριτι αὐτοῦ·
000-00-00 Serial Number=0885212183
Graecarum affectionum curatio Ante [Go Back]  
 [00736]  Τοῦτο γὰρ δὴ παντελῶς ἄπορον καὶ μόνῃ γε τῇ πίστει τῇ καθαρᾷ καὶ
 [00996]  Ὅτι δὲ τὸν Ἀθηναίων δεδιὼς δῆμον οὐ παντελῶς ἀπηγόρευσε τῶν ἀγαλμάτων τὴν ποίησιν, αὐτόθεν καταμαθεῖν εὐπετές.
 [01148]  Ὁ δέ γε Πλάτων σωματοειδῆ τὴν ὕλην ἔφησεν εἶναι καὶ ἄμορφον καὶ ἀνείδεον καὶ ἀσχημάτιστον καὶ ἄποιον παντελῶς.
 [01163]  καὶ οἱ μὲν κατ' ἐπίνοιαν γε νητόν, οὐ κατὰ χρόνον, οἱ δὲ ἀγένητον παντελῶς καὶ ἀναίτιον·
 [01747]  μᾶλ λον δὲ παντελῶς αὐτήν, ὅσον ἧκεν εἰς αὐτούς, ἐξελαύνουσι·
 [02061]  Ῥᾷστον μὲν γὰρ ἦν αὐτῷ καὶ δίχα τοῦ τῆς σαρκὸς προκαλύμματος πραγματεύσασθαι τῶν ἀνθρώπων τὴν σωτηρίαν καὶ βουλήσει μόνῃ καταλῦσαι τοῦ θανάτου τὴν δυνα στείαν καὶ τὴν τούτου μητέρα, τὴν ἁμαρτίαν, φροῦδον παντελῶς ἀποφῆναι καὶ τὸν παμπόνηρον δαίμονα, τὸν ταύτην ὠδίναντα, ἐξελάσαι τῆς γῆς καὶ παραπέμψαι τῷ ζόφῳ, ᾧ γε μικρὸν ὕστερον αὐτὸν παραδώσειν ἠπείλησεν·
 [02532]  Τὰ μὲν γὰρ ἐκείνων οὕτω παντελῶς διελύθη τεμένη, ὡς μηδὲ τῶν σχημάτων διαμεῖναι τὸ εἶδος, μηδὲ τῶν βωμῶν τὸν τύπον τοὺς νῦν ἀνθρώπους ἐπίστασθαι, αἱ δὲ τούτων [8.69] ὕλαι καθωσιώθησαν τοῖς τῶν μαρτύρων σηκοῖς.
 [02544]  Τὰ μὲν γὰρ ἐκείνων οὕτω παντελῶς διελύθη τεμένη, ὡς μηδὲ τῶν σχημάτων διαμεῖναι τὸ εἶδος, μηδὲ τῶν βωμῶν τὸν τύπον τοὺς νῦν ἀνθρώπους ἐπίστασθαι, αἱ δὲ τούτων [8.69] ὕλαι καθωσιώθησαν τοῖς τῶν μαρτύρων σηκοῖς.
 [02641]  Εἰ γὰρ τοσοῦτοι βασιλεῖς καὶ τηλικοῦτοι, κατὰ τῆς εὐσεβείας παντὶ σθένει παραταξάμενοι καὶ μηχανὰς προσ ενεγκόντες παντοδαπάς, οὐδὲ βραχὺν τοῖς ταύτης περιβόλοις ἐνειργάσαντο κλόνον, ἠλίθιος ἄρα καὶ παντελῶς ἔμπληκτος ὁ μὴ θείαν ὑπολαμβάνων τῶν ἁλιέων τὴν δύναμιν, ἀλλ' ἐκ βασιλικῆς ταύτην ηὐξῆσθαι δυναστείας νομίζων.
 [02687]  [9.44] Ἀλλ' ἵνα μὴ παντελῶς τὴν ἐκ τῶνδε τῶν νόμων φυομένην ἀπογυμνοῦντες βλάβην λοιδορεῖσθαι τῷ φιλοσόφῳ δόξωμεν, οὐκ ἐλέγχειν, ἐπὶ τοὺς παγκάλους τῶν γάμων μεταβῶμεν νόμους, μετρίους τοὺς ἐλέγχους ποιούμενοι.
 [02930]  καὶ τὸ σκιδναμένης δὲ ∆ημήτερος ἢ συνιούσης ἀγνοοῦντός ἐστι παντελῶς τὸν τῆς νίκης καιρόν.
 [02931]  Ἀλλ' ἐνταῦθα μὲν ὁ Θεμιστοκλῆς, καὶ ξυνέσει καὶ ἀνδρείᾳ χρη σάμενος, οὐκ εἴασε τοῦ χρησμοῦ παντελῶς διελεγχθῆναι τὸ ψεῦδος·
 [03652]  Εἰ γὰρ δή τις ἐκτέμνοι τοὺς κλάδους καὶ ψιλώσοι τὴν κόμην, ἄχρηστα γίνεται καὶ γυμνοῦται τῆς εὐπρεπείας, καὶ περιττὴ παντελῶς[12.2] τῶν ῥιζῶν ἀποφαίνεται βάσις.
 [03959]  Τὴν γάρ τοι ἡδονὴν ὁρισάμενοι τέλος, τὰ φροντίδας ἔχοντα καί τινας [12.75] ἀηδίας παντελῶς ἀπεκήρυξαν.
 [04001]  [12.86] Οὐδὲ γὰρ εἴ τις ἄριστος ἰατρὸς ἐπιτάξοι τῷ κάμνοντι τῶν μὲν μεταλαβεῖν, τῶν δὲ μὴ μετασχεῖν παντελῶς, εἶτα ἐκεῖνος, ὀλίγον τῶν ἰατρικῶν ὑποθηκῶν φροντίσας, τῆς θεραπείας προτιμήσοι τὴν ἡδονὴν καὶ τὰ ἀπειρημένα φαγὼν ἢ πιὼν αὐξήσοι τὴν νόσον, τὸν ἰατρὸν ὡς ἐπίβουλον αἰτιώμεθα.
000-00-00 Serial Number=0085311353
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00608]  οὐδὲ γὰρ οἱ παντελῶς ταῖς ἡδυπαθείαις δεδουλωμένοι, εἰς ἔννοιαν ἔλαβον τὰ παρ' ἐκείνων τολμώμενα.
 [00684]  Ἐδίδαξε δὲ οὗτος, ἕνα μὲν εἶναι τὸν τῶν ὅλων Θεὸν, οὐκ αὐτὸν δὲ εἶναι τοῦ κόσμου δημιουργὸν, ἀλλὰ δυνάμεις τινὰς κεχωρισμένας, καὶ παντελῶς αὐτὸν ἀγνοούσας.
 [00734]  Τὸν δὲ Ἀπόστολον παντελῶς ἠρνήθησαν·
 [00906]  καὶ παντελῶς τὸν τῆς μετανοίας τῶν οἰκείων συλλόγων ἐξορίζουσι λόγον·
 [00990]  Τοῦτον τοίνυν τὸν Ἄρειον, ταῦτα πεφρονηκότα, οἱ ἐν Νικαίᾳ συνεληλυθότες ἅγιοι Πατέρες ἄντικρυς ἀπεκήρυξαν, ὡς ἀλλότρια παντελῶς τῶν θείων λογίων καὶ ἀλλόφυλα ἐπεισ άγοντα δόγματα.
 [01039]  τοῖς δὲ κατηγό [83.420] ροις ὑπισχνεῖτο μὲν φροντίσειν, ἠμέλει δὲ παντελῶς ἀσχολίας σκηπτόμενος.
 [01098]  Οὗτος ὁ Μακεδόνιος, τὸ μὲν ὁμοούσιον εἶναι τὸν Υἱὸν τῷ Πατρὶ παντελῶς ἀπεκήρυξεν·
 [02436]  [83.513] Μαρκίων δὲ, καὶ Κέρδων, καὶ ὁ Μάνης, καὶ ὅσοι τῶν σωμάτων οὐκ ἐδέξαντο τὴν ἀνάστασιν, ὡς ἀδύνατον παντελῶς τόνδε τὸν βίον ἐξέβαλον.
000-00-00 Serial Number=0713712573
Historia ecclesiastica Ante [Go Back]  
 [01490]  τὸ δὲ ὄνομα τῆς οὐσίας, ὅπερ ἁπλούστερον ἐνετέθη ὑπὸ τῶν πατέρων, ἀγνοούμενον δὲ τοῖς λαοῖς σκάνδαλον ἔφερε διὰ τὸ ἐν ταῖς γραφαῖς τοῦτο μὴ ἐμφέρεσθαι, ἤρεσε περιαιρεθῆναι καὶ παντελῶς μηδεμίαν μνήμην οὐσίας τοῦ λοιποῦ γίνεσθαι, διὰ τὸ μάλιστα τὰς θείας γραφὰς μηδαμοῦ περὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ οὐσίας μεμνῆσθαι, μήτε μὴν δεῖν ἐπὶ προσώπου πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος μίαν ὑπόστασιν ὀνομάζεσθαι.
 [01858]  γνήσιον γὰρ υἱὸν πρὸ τῶν αἰώνων ἐκ τοῦ πατρὸς γεγεννημένον τὸν θεὸν λόγον ὠνόμαζε καὶ τοὺς κτίσμα λέγειν τολ μῶντας ἄντικρυς ἀπεκήρυττε, τὴν δὲ τῶν εἰδώλων παντελῶς ἀπη γόρευσε θεραπείαν.
 [02062]  τήνδε τὴν πάγην οἱ πλεῖστοι μὲν ἠγνόησαν παντελῶς·
 [02112]  ἔτι δὲ μεμηνότων ἐκείνων καὶ τῇ μακρο θυμίᾳ τῇ θείᾳ μὴ σωφρονιζομένων, πρῶτον μὲν σεισμὸς ἐγένετο μέγιστος καὶ τοὺς παντελῶς ἀμυήτους τῶν θείων ἱκανὸς καταπλῆ ξαι.
 [02463]  τούτων δὲ ὑπὸ τῆς σπουδαίας ἐλαυνομένων εὐχῆς, ἐπιφοιτᾶν λοιπὸν τὸ πανάγιον πνεῦμα, αἰσθητῶς καὶ ὁρατῶς τὴν οἰκείαν παρουσίαν σημαῖνον, καὶ τό τε σῶμα τῆς τῶν παθῶν κινή σεως ἐλευθεροῦν καὶ τὴν ψυχὴν τῆς ἐπὶ τὰ χείρω ῥοπῆς παντελῶς ἀπαλλάττειν, ὡς μηκέτι δεῖσθαι λοιπὸν μήτε νηστείας πιεζούσης τὸ σῶμα μήτε διδασκαλίας χαλινούσης καὶ βαίνειν εὔτακτα παιδευούσης.
 [03171]  ἐπειδὴ δὲ τοῦτο παντελῶς ἐγύμνου τὰς ἐκκλησίας ἄρτι τῆς ἀνανεώσεως ἀρχομένας καὶ τὸ πρᾶγμα παντάπασιν ἦν τοῖς πολλοῖς ἀδύνατον (συνδεδραμή κειμεν γὰρ εἰς τὴν Κωνσταντινούπολιν ἐκ τῶν πέρυσι γραμμάτων τῶν παρὰ τῆς ὑμετέρας τιμιότητος μετὰ τὴν ἐν Ἀκυληΐᾳ σύνοδον πρὸς τὸν θεοφιλέστατον βασιλέα Θεοδόσιον ἐπισταλθέντων, πρὸς μόνην ταύτην τὴν ἀποδημίαν τὴν μέχρι Κωνσταντινουπόλεως πα ρασκευασάμενοι, καὶ περὶ ταύτης μόνης τῆς συνόδου τῶν ἐν ταῖς ἐπαρχίαις μεινάντων ἐπισκόπων συγκατάθεσιν ἐπαγόμενοι, μείζονος δὲ ἀποδημίας μήτε προσδοκήσαντες χρείαν μήτε προακούσαντες ὅλως πρὶν ἐν Κωνσταντινουπόλει συνελθεῖν, πρὸς δὲ τούτοις καὶ τῆς προθεσμίας διὰ στενότητα μήτε πρὸς παρασκευὴν μακροτέρας ἀπο δημίας ἐνδιδούσης καιρὸν μήτε πάντας τοὺς ἐν ταῖς ἐπαρχίαις κοι νωνικοὺς ἐπισκόπους ὑπομνησθῆναι καὶ τὰς παρ' αὐτῶν συγκατα θέσεις λαβεῖν), ἐπειδὴ ταῦτα καὶ πολλὰ πρὸς τούτοις ἕτερα τὴν τῶν πλειόνων ἄφιξιν διεκώλυσεν, ὃ δεύτερον ἦν, εἴς τε τὴν τῶν πραγ μάτων ἐπανόρθωσιν καὶ τὴν τῆς ὑμετέρας περὶ ἡμᾶς ἀγάπης ἀπό δειξιν, τοῦτο πεποιήκαμεν, τοὺς αἰδεσιμωτάτους καὶ τιμιωτάτους ἀδελφοὺς καὶ συλλειτουργοὺς ἡμῶν ἐπισκόπους, Κυριακόν, Εὐσέβιον [292] καὶ Πρισκιανὸν προθύμως καμεῖν ἄχρις ὑμῶν δυσωπήσαντες·
000-00-00 Serial Number=0329912722
Historia religiosa Ante [Go Back]  
 [00264]  ἔπειτα κύψας, καὶ ψηφίδα λαβών, καὶ ταύτην ἀκοντίσας, ἑώρα τὸν δράκοντα ἐπὶ σχήματος μένοντα καὶ κινεῖσθαι παντελῶς οὐ δυνάμενον.
 [00699]  Σιδήρῳ δὲ βαρεῖ τὴν ὀσφὺν ἐζωσμένος κάθηται μὲν ὀλιγάκις, τῆς δὲ νυκτὸς καὶ τῆς ἡμέρας τὸ πλέον ἢ ἑστηκὼς ἢ ἐπὶ τῶν γονάτων κείμενος τὴν τῆς εὐχῆς τῷ δεσπότῃ λειτουργίαν προσφέρει, τῆς δὲ κατακλίσεως παντελῶς τὴν χρείαν ἠρνήθη·
 [00751]  ∆ιέμεινε γὰρ παντελῶς τῆς ἀμπέλου τὸν καρπὸν παραιτούμενος καὶ οὐδὲ ὄξους ἢ σταφίδων μεταλαμβάνων, οὐ γάλακτος οὐκ ἄρτι ληφθέντος, οὐ πεπη γότος.
 [00939]  ὅτι δὲ τῶν ἐπὶ γῆς πατέρων γνησιώτερος ὁ θεὸς παντί που δῆλον καὶ τῷ παντελῶς ἀμυήτῳ τῶν θείων.
 [01095]  ἅπαντα γὰρ ἔλεγε τὸν τῆς ἐκείνου παρουσίας καιρὸν παντελῶς τὰς ἀλγηδόνας ἀφίστασθαι.
 [01149]  ἄνικμος δὲ καὶ ξηρὰ παντελῶς ὑπῆρχε τὸ πρότερον.
 [01225]  <εἶτ'> εἰς τὸ καινὸν ἐκεῖνο καταγώγιον ἐπανῄει, οὐ κλειδίον ἔχων, οὐ κλεῖθρον, οὐ φύλακα καταλιμπάνων ἄβατον γὰρ ἦν τοῖς κακούργοις καὶ παντελῶς ἄσυλον , μόνον ἔχων ἐκεῖνον τὸν φορυτόν.
 [01574]  Καὶ τὴν πρὸς τοὺς ὀλίγους συντυχίαν φυγεῖν ἄμεινον ἡγησάμενος ἀπετείχισε τὴν εἴσοδον παντελῶς, τῇ θύρᾳ ἐκείνῃ λίθον μέγιστον προσαρμόσας.
 [01599]  Οὕτω νεκρὸν ἑαυτὸν παντελῶς τῷ βίῳ κατέστησε καὶ τὴν ἀποστολικὴν ἐκείνην φωνὴν ἀληθεύων ἐφθέγγετο.
 [01647]  καὶ τοῦτο τὸ ὄρος καταλαβὼν ὃ τοῦδε τοῦ ἄστεως τριάκοντα σταδίους ἀφέστηκεν, ἐπίσημον ἀπέφηνε καὶ σεβάσμιον, ἄσημον ὂν πάλαι καὶ ἄκαρπον παντελῶς.
 [01697]  θερμοῦ γὰρ οὐδενὸς μεταλαγχάνειν ἠνείχετο, παντελῶς τοῦ πυρὸς τὴν χρείαν ἀπαρνησάμενος.
 [01737]  πολλοὶ δὲ ἠπίαλοι ἐλώφησάν τε καὶ παντελῶς ὑπεχώρησαν·
 [02582]  [31.13] Οὕτω τὴν οἰκουμένην σαλευομένην ὁ μέγας οὗτος στῦλος ὑπήρεισε, καὶ καταπεσεῖν οὐκ εἴασε παντελῶς, ἀλλ' ἀνώρθωσε, καὶ ἑδραίαν ἀπέφηνε, καὶ ποιμᾶναι τὰ θεῖα πρόβατα κελευσθεὶς καὶ παροινούμενος ὑπὲρ τούτων ἠνείχετο, καὶ αἰκιζόμενος ἥδετο.
000-00-00 Serial Number=0414600849
Interpretatio in Danielem Ante [Go Back]  
 [00084]  Ἀλλ' ὁ τῶν ὅλων Θεὸς, ὁ ταῦτα παθεῖν Ἰουδαίους διὰ τὴν πολλὴν αὐτῶν συγχωρήσας παρανομίαν, οὔτε κολάζων παντελῶς αὐτοὺς τῆς οἰκείας κηδεμονίας ἐγύμνωσεν·
 [00330]  Τούτων ἀκούσαντες οἱ Χαλδαῖοι (ὡς γὰρ ἔοικεν, οὗτοι πλείονα τῶν ἄλλων εἶχον παρ' αὐτῷ παῤῥησίαν), ἀποφαντικῶς λοιπὸν διαλέγον ται, καὶ παντελῶς ἀπαγορεύουσι τοῦ ἐνυπνίου τὴν ἀνάμνησιν.
 [00560]  Ἀλλ' ὅμως οὐδὲ τὰ τελευταῖα αὐτῆς παντελῶς ἀσθενῆ ἔσεσθαι λέγει.
 [00595]  Τῆς γὰρ σιδηρᾶς βασιλείας ἀσθενῶς διατεθείσης, καὶ τοῦ ὀστράκου τὴν ἐπιμι ξίαν λαβούσης, φανήσεται μὲν ὁ λίθος ὁ τμηθεὶς ἄνευ χειρῶν, καὶ λεπτυνεῖ τὸ ὄστρακον, τὸν σίδηρον καὶ τὸν χαλκὸν, τὸν ἄργυρον, τὸν χρυσὸν, καὶ φροῦδα ποιήσει παντελῶς, καὶ ἀδιάδοχον, καὶ αἰώ νιον, καὶ ἀπέραντον βασιλείαν τοῖς ἀξίοις παρέξει.
 [00830]  ἀλλ' ὅμως ἐπονεί διστοι, καὶ καταγέλαστοι, καὶ λίαν ἐπίχαρτοι τοῖς πολεμίοις γενόμενοι ἡμεῖς, οἱ δοῦλοί σου προσ αγορευόμενοι, ἱκετεύομέν σε, διὰ τὸ ἐπικείμενον ἡμῖν τῆς σῆς δεσποτείας ὄνομα δεῖξαι τοῖς ἐναντίοις τὴν σὴν ἰσχὺν, καὶ μὴ παντελῶς ἡμᾶς τῆς σῆς προ μηθείας ἀλλοτριῶσαι.
 [01174]  οὔτε γὰρ ἦν οἷόν τε αὐτὸν ὠφέλειαν δρέψασθαι ἀναισθήτως καὶ ἀναλ γήτως παντελῶς διακείμενον.
 [01513]  τῶν δὲ ὑπ' αὐτῶν ὑμνηθέντων θεῶν, πρὸς τῷ ὑλικῷ καὶ ἀψύχῳ, τὸ παντελῶς ἀδρανές τε καὶ ἀσθενές.
 [02919]  οὕτω καὶ ἐν τῷ τῆς ἐπανόδου καιρῷ, τῶν πλειόνων τὴν οἴκησιν τὴν ἐν Βαβυλῶνι στερξάντων, πάλιν ὁ θεῖος προφήτης συνδιάγειν αὐτοῖς ἀναγκάζεται, ἵνα μὴ ἔρημοι τῆς πνευματικῆς κηδεμονίας γενόμενοι εἰς ἀσέβειαν παντελῶς ἐξωκεί λωσι.
 [02995]  Ἤρκεσε μὲν γὰρ ὁ λόγος ἀναστῆσαί με, παντελῶς δὲ τὸ δέος οὐκ ἀπεθέμην.
000-00-00 Serial Number=0048170745
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00010]  ἀχλύος δὲ τοιαύτης ἐπιπροσθούσης ταυτὸν ὑπομένει τοῖς τοῦ σώματος ὀφθαλμοῖς, καὶ ἕτερα ἀνθ' ἑτέρων ὁρᾷ, ἢ παντελῶς οὐχ ὁρᾷ, τοῦ πάθους ἐπικρατήσαντος.
 [00332]  ἀσώ ματον γὰρ καὶ ἀνείδεον παντελῶς, ἁπλοῦν τε καὶ ἀσύνθετον, καὶ ἀσχημάτιστον, ἀόρατόν τε καὶ ἀθέα τον, καὶ οὐδενὶ περιγραφόμενον ὅρῳ·
 [00639]  παντελῶς γὰρ ἀπο στάντες τοῦ Θεοῦ, ποτὲ μὲν ἐλάτρευον ταῖς δαμάλεσι, ποτὲ δὲ τὰ παντοδαπὰ εἴδωλα προσεκύνουν.
 [00790]  Ἀπαθὲς τὸ Θεῖον, καὶ παντελῶς ἀόργητον, τοῖς δὲ ἀνθρωπίνοις ὀνόμασι κέχρηται, τὰς τιμωρητικὰς ἐνεργείας οὕτω προσαγορεύων.
 [01436]  Ὅσοι δ' ἂν διαφύγωσι τὴν ἐν τῷ πολέ μῳ σφαγὴν, αἰχμαλώτους ἀπαχθῆναι παρασκευάσω, καὶ μετοίκους ἀποφανῶ καὶ σποράδας, ἵνα δι' αὐτῶν μάθωσι τῶν πραγμάτων, ὡς κωφὰ μὲν τὰ εἴδωλα, καὶ παντελῶς μὲν ἀδρανῆ, ἐγὼ δὲ Κύριος καὶ ∆εσπότης.
 [01484]  Τουτέστι, τοῖς ἐρήμοις παντελῶς τῆς τοῦ Πνεύματος ἐνεργείας, ψευδῆ δὲ ἀπὸ λογισμῶν οἰκείων φθεγγομένοις.
 [01741]  ὧν γὰρ ἠρνήθης τὴν εὐσέβειαν, τού των ἀπώλεσας καὶ αὐτὴν τὴν συγγένειαν, καὶ τῆς εὐγενείας ἐκείνης παντελῶς ἐγυμνώθης.
 [01980]  Σὺ, φησὶν, ἐπεσπάσω τὴν τῶν κακῶν τούτων φορὰν, οὐ βουληθεῖσα λαβεῖν εἰς διάνοιαν, οἵα ἀνθ' οἵας ἐγένου, καὶ ὅπως σε εὐτελῆ οὖσαν, καὶ σμικρὰν, καὶ παντελῶς ἄσημον, ἀοίδιμον ἀπέφηνα, καὶ λίαν περιφανῆ.
 [02079]  ν γὰρ, φησὶ, τὰς πρὸς ἐμὲ συνθήκας ἐπάτησας, ἐμὲ δὲ οὐδὲ τοῦτο πείσει παντελῶς σε καταλιπεῖν, ἀλλὰ τῇ παιδείᾳ σε σωφρονίσας, καὶ διδάξας εὐγνωμοσύ νην, τῶν συνθηκῶν ἐκείνων ἀναμνησθήσομαι, ἃς πρὸς σὲ πάλαι ἐποιησάμην ἔτι νηπίαν οὖσαν·
 [02411]  οὕτως, εἴ τις τῶν δικαίων, παντελῶς τὴν τῆς δικαιοσύνης καταλιπὼν ὁδὸν, εἰς τὴν ἑτέραν τράπη ται, πάντα μὲν τὸν πρότερον ἀπολέσει δρόμον, πρόσφορον δὲ τῇ ὁδῷ εὑρήσει τὸ τέλος·
 [02415]  οἱ δὲ παντελῶς ταύτης ἀφιστάμενοι, τοὺς τῆς ἐναν τίας ὁδοῦ τρυγῶσι καρπούς.
 [02519]  ἔρημος δὲ ἦν παντελῶς ἡ πόλις, μᾶλλον δὲ ἅπασα ἡ Ἰουδαία, καὶ τῶν τειχῶν περιῃρημένων, καὶ τῶν οἰκιῶν ἐμ πεπρησμένων, καὶ τῶν πλείστων οἰκητόρων σφαγῇ καὶ αἰχμαλωσίᾳ παραδοθέντων.
 [02988]  οὐ μὴν, φησὶ, παντελῶς κατασβέσω τὸν τῆς βασιλικῆς συγγενείας σπινθῆρα, ἕως ἂν ἔλθῃ ᾧ καθήκει, καὶ ᾧ ἁρμόττει, καὶ αὐτῷ παραδώσω τὴν βασιλείαν.
 [03824]  οὐ γὰρ μόνον ἠγνόησε τὸν δοτῆρα τῶν ἀγαθῶν, ἀλλὰ καὶ τοῖς παντελῶς ἀδρανέσι, καὶ οὐδὲ ἑαυτοῖς περι θεῖναι τὸ αἰσθητὸν δυναμένοις κάλλος, ἀναθεῖναι τού των τὴν χορηγίαν τετόλμηκεν.
 [04202]  Οἱ γὰρ ἔτι προσμέ νοντες τῇ σῇ δουλείᾳ, ὁρῶντες τῶν εἰδώλων τὴν παῦ λαν, καὶ τὰ τούτων τεμένη παντελῶς καταλελυμένα, ἐν κατηφείᾳ διάγουσιν ἀθυμοῦντες, καὶ διηνεκῶς ἀδημονοῦντες.
 [04307]  ὕστερον δὲ καὶ Μακεδόνας ἐδέξατο βασιλέας, παντελῶς τῶν Αἰγυπτίων παυσαμένων βασιλέων.
 [04533]  Τοῦ γὰρ Κυρίου νενικηκότος αὐτὸν, καὶ τῆς δυναστείας καὶ τῆς τυ ραννίδος ἔξω πεποιηκότος, οἱ πάλαι λοιμοὶ, καὶ τοῦ Θεοῦ ἀλλότριοι οἱ ἐκ τῶν ἐθνῶν, τῷ θείῳ κηρύγ [81.1125] ματι πεπιστευκότες, παντελῶς αὐτὸν ἐξωλόθρευσαν, καὶ πρόῤῥιζον αὐτοῦ τὴν τυραννίδα ἀνέσπασαν, καὶ κατέβαλον αὐτὸν ἐπὶ τῶν ὀρέων, ἔνθα πρότερον εἶχε τὰ τεμένη καὶ τοὺς βωμοὺς, τὰς τῆς φιλοσοφίας ἱδρυσάμενοι στήλας.
 [04535]  Κλάδους δὲ αὐ τοῦ καὶ στελέχη τὰ παντοδαπὰ εἰδωλεῖα προσηγόρευ σεν, ἐξ αὐτοῦ δεξάμενα τὰς τῆς ἱδρύσεως ἀφορμὰς, ἃ καὶ ἀπὸ τῶν ὀρέων καὶ ἀπὸ τῶν πεδίων φροῦδα παντελῶς διὰ τῶν πάλαι μὲν λοιμῶν, μετὰ δὲ ταῦτα πιστῶν ἐθνῶν, ἀπεφάνθη.
 [05098]  Καὶ τῶν πονηρῶν δαιμόνων τὰ στίφη, καὶ τοὺς θηριωδίαν νοσοῦντας ἀνθρώπους, τοὺς μὲν μετα [81.1164] βαλλομένους, καὶ λογικοὺς γινομένους, καὶ τοῦ εἶναι θηρία παντελῶς ἀπαλλαττομένους, τοὺς δὲ τῷ θανάτῳ παυομένους.
 [05187]  παντελῶς ἐναντία τῇ περὶ ἐκείνου ἱστορίᾳ ὄντα τυγχάνει.
000-00-00 Serial Number=0422058225
Interpretatio in Jeremiam Ante [Go Back]  
 [01278]  Τὸ γὰρ ἀποστολικὸν κήρυγμα τὴν τούτων ἠφάνισε μνήμην παντελῶς·
 [01543]  νῦν δὲ τῆς ἀοιδίμου μητροπόλεως αὐτῶν ἐστέρηνται παντελῶς.
 [01735]  Τῶν γὰρ ἀνοσίων ἐκείνων προμηθούμενος ὁ Θεὸς, συνέπεμψε καὶ προφήτας οἷόν τινας παιδονόμους καὶ διδασκάλους, ἵνα μὴ παντελῶς ἐκκλίνωσιν εἰς ἀσέ βειαν.
 [02415]  τὸν δὲ ἕτερον λίαν αἰσχρῶν, καὶ παντελῶς ἀχρήστων εἰς ἐδωδήν.
 [02991]  οὕτως ἀδύνατον παντελῶς ἀποῤῥιφῆναι τὸν Ἰσραήλ.
 [03117]  Εἰρηκὼς δὲ καὶ τὰ παρὰ τῶν δυσσεβῶν λεγόμενα, ὅτι τὰς δύο φυλὰς, ἃς ἐξελέξατο, τήν τε βασιλικὴν καὶ τὴν ἱερατικὴν, ἀπώσατο παντελῶς, ὑπέσχετο πάλιν ἅπερ ἤδη προείρηκεν.
 [03740]  Ἐν ταῖς ἐρήμοις καὶ παντελῶς ἀβάτοις, σημεῖά τινα τιθέντες ἐκ λίθων, οὕτω τὴν πορείαν ποιοῦνται, καὶ εἰς ἐκεῖνα ἀφορῶντες ὁδεύουσιν ἀπλανῶς.
 [03829]  Ἔδειξεν αὐτοῦ τὸ παντελῶς ἄχρηστον·
 [03958]  καὶ παντελῶς ἠγνοήθησαν, εἰ μὴ δήλους αὐ τοὺς πεποίηκεν ἡ θεία Γραφή·
 [03975]  καὶ γὰρ ὁ ∆αιδὰν, καὶ ἡ Θαι μὰν, καὶ ἡ Βοσὼρ ἔρημοί εἰσι παντελῶς.
 [04091]  πρῶτον μὲν ὡς ἐπαρκέσαι τοῖς προσκυνοῦσιν οὐ δυνηθέντα, ἔπειτα ὡς τῶν τιμών των παντελῶς στερηθέντα.
 [04303]  Καὶ δώσω σε εἰς ὄρος ἐμπεπυρισμένον, ἀντὶ τοῦ, ἄχρηστον παντελῶς·
 [04722]  Εἶτα παραθαῤῥύνει, καὶ διδάσκει, ὡς παρεδόθησαν εἰς δουλείαν τηνικαῦτα, οὐ παντελῶς αὐτοὺς ἀποστρα φέντος τοῦ τῶν ὅλων Θεοῦ, ἀλλὰ διὰ τῆς παιδείας αὐ τοὺς εὐεργετῆσαι πειραθέντος·
 [04774]  ἔδειξε δὲ ὁ λόγος, ὡς οὐ παντελῶς αὐτὴν ἀοίκητον ἔσεσθαι προηγόρευσεν, ἀλλ' ἐπὶ πολὺν χρόνον·
 [04830]  προσωποποιίᾳ δὲ κε χρημένος, λέγει νύκτωρ καὶ μεθ' ἡμέραν τὴν πόλιν δακρύειν, τοῦ ψυχαγωγοῦντος οὐκ ὄντος, καὶ τῶν φίλων αὐτῆς παντελῶς ἠρνημένων.
000-00-00 Serial Number=0664104283
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00537]  ἐπειδὴ πᾶσαν μὲν ἀνομίαν ἀπαγορεύεις, καὶ τοὺς πονηρίᾳ συζῶντας παντελῶς ἀποστρέφῃ·
 [00705]  ∆έδια γὰρ μὴ δίκην ἀγρίου θηρὸς ἐπελθόντες οἱ πολεμοῦντες, καὶ ἔρημόν με τῆς σῆς προνοίας εὑρόντες, παντελῶς διαφθείρωσιν.
 [01309]  τουτέστι μὴ παντελῶς τῆς θείας γυμνωθῆναι προ νοίας.
 [01892]  Τότε δὴ, φησὶν, ὅταν παντελῶς ἄμωμος γένωμαι, τελείων τεύξομαι τῶν ἀγαθῶν.
 [02201]  Εἰκότως δὲ αὐτοὺς ἀλλοτρίους ὠνόμασεν, ὡς δυσμενεῖς καὶ πολεμίους, καὶ παντελῶς ἀρνησα μένους τὴν πρὸς ἡμᾶς οἰκειότητα.
 [03286]  ∆ρυμοὺς δὲ προσηγόρευσε τὰ τῶν εἰδώλων τεμένη, ὡς ἄκαρπα παντελῶς·
 [03905]  ἅτε δὴ πλημ μελῆσαι παντελῶς εἰς τοὺς ὑπ' αὐτοῦ τεθέντας οὐκ ἀνασχόμενοι νόμους.
 [04113]  Τούτου δὲ αἴτιον, τὸ μὴ βδελύττεσθαι αὐτὸν, καὶ παντελῶς ἀποστρέφεσθαι τῆς πονηρίας τὰ εἴδη.
 [04482]  Τοῦτο κἀνταῦθα λέγει, ὅτι Κωφῷ ἐῴκειν παντελῶς οὐκ ἀκούοντι, καὶ ἐταπείνωσα ἐμαυτὸν, τὸ ἐντεῦθεν κέρδος προσμένων.
 [05275]  καὶ τὰς παν τοδαπὰς ἐκείνων καὶ ἀπατηλὰς ἐνεργείας ταπεινω θήσεσθαι, καὶ ἀφανεῖς ἔσεσθαι παντελῶς προ ηγόρευσε.
000-00-00 Serial Number=0284340620
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00011]  καὶ τὰς παν τοδαπὰς ἐκείνων καὶ ἀπατηλὰς ἐνεργείας ταπεινω θήσεσθαι, καὶ ἀφανεῖς ἔσεσθαι παντελῶς προ ηγόρευσε.
 [01388]  Εὐκαταφρόνητοι, φησὶν, ἔσονται, ὕδατι πα ραπλησίως ἐσκεδασμένῳ, καὶ παντελῶς ἀχρήστῳ.
 [01463]  οὐ τὸ παντελῶς ἀναμάρτητον ἑαυτῷ μαρτυρῶν, ἀλλὰ διδάσκων ὡς οὐδὲν τὸν Σαοὺλ ἀδικήσας, ἀλλὰ πολλὰ καὶ πολλάκις εὐεργετήσας, τὰς παντοδαπὰς ἐπιβου λὰς ὑπομένει.
 [02482]  Κα θάπερ γὰρ τὸν μὲν καπνὸν σκεδάννυσι τῶν ἀνέμων ἡ προσβολὴ, ὁ δὲ κηρὸς λύεται τῷ πυρὶ προσπε λάζων, οὕτω, ∆έσποτα, τῇ σῇ παρουσίᾳ φροῦδοι γενήσονται παντελῶς τῶν ἀνθρώπων οἱ δυσμενεῖς.
 [03243]  Ἅπαντες, φησὶν, οἱ δυσμενεῖς ταῖς ἐμαῖς ἐπεμβαίνουσι συμφοραῖς, καὶ παντοδαποῖς κακοῖς περιβάλλουσιν, ἔρημόν με τῆς σῆς κηδεμονίας ὁρῶντες, καὶ τοπάζοντές με παντελῶς παρεωρᾶσθαι, καὶ μηκέτι τῆς σῆς με τεύξεσθαι προμηθείας.
 [03575]  Ὁρῶντες δὲ τοὺς Βαβυλωνίους, δυσσεβείᾳ καὶ παρανομίᾳ συζῶντας, ἐν εὐημερίᾳ καὶ εὐκληρίᾳ πολλῇ, σφᾶς δὲ αὐτοὺς ἐν δυσπραξίᾳ καὶ κακοπαθείᾳ, λογισμοὺς περὶ τῆς θείας ἀνεκίνουν προνοίας, ἐνθυμούμενοι καὶ λογιζόμενοι, τί δήποτε παντελῶς δυσσεβοῦντες τῶν μὲν ἀνιαρῶν οὐδεμίαν λαμβάνουσι πεῖραν, εὐποτμίας δὲ ἀπολαύουσι πάσης, ἐξ οὐρίων φερό [80.1444] μενοι.
 [04001]  Ταῦτα γὰρ δι' ἄκραν ψυχρότητα καὶ θερμότητα ἀοίκητα μεμένηκε παντελῶς.
 [04147]  Ἄρα μὴ παντελῶς τὰ καθ' ἡμᾶς ἀπηγόρευσε, καὶ ἀλλοτρίους ἡμᾶς τῆς οἰκείας κηδεμονίας ἀπέφηνε;
 [04814]  [Ἀλλὰ σοῦ φαινομένου καὶ κινουμένου, φροῦδοι γενήσονται παντελῶς καὶ τὸν ὄλεθρον δέξονται.] ιηʹ.
 [05146]  Ἐπειδὴ γὰρ καὶ οἱ Βαβυλω νίων θεοὶ, καὶ μὲν δὴ καὶ οἱ τῶν ἡμετέρων προγό νων, καὶ ἄψυχοι ἦσαν καὶ ἀναίσθητοι παντελῶς, μάλα εἰκότως οἱ ἐκείνων ἀπαλλαγέντες ζῶντα τὸν ἀληθῆ Θεὸν ὀνομάζουσιν.
 [05400]  Οἱ μὲν γὰρ ἄψυχοι παντελῶς εἰσιν, οὐδὲ σφίσιν αὐτοῖς ἐπαμῦναι δυνά μενοι·
000-00-00 Serial Number=0072008073
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00531]  Ἱκετεύω σε τοίνυν τὸν ἀΐδιον, τὸν αἰώνιον, τὸν ἀεὶ καταφυγὴν ἡμῖν γενόμενον, μὴ παντελῶς ἡμᾶς παριδεῖν τοσούτοις περικλυζομένους κακοῖς.
 [00559]  Ὥριμον δὲ καρπὸν τῷ γεωργῷ δοῦναι μὴ βουλη θέντες, ἀλλὰ τὴν καρδίαν σκληρύναντες, παντελῶς ἐξηράνθησαν·
 [01690]  τῆς δὲ προτέρας εὐπαθείας παντελῶς ἐγυμνώθην.
 [02157]  τὸ τὰ σμικρὰ γένη τοῖς μεγάλοις ἐνδιαι τᾶσθαι, καὶ μὴ παντελῶς ὑπ' ἐκείνων καταναλί σκεσθαι.
 [02249]  Ἐπειδὴ γὰρ Θεοῦ λαὸς ἐχρημάτιζον, καὶ προφανῶς τῆς θείας προμηθείας ἀπήλαυον, ἔρημοι δὲ ταύτης ὕστερον ἐγένοντο παντελῶς·
 [02893]  Οἱ δὲ πάλαι τῆς τῶν προφητικῶν πο ταμῶν ἀπολαύσαντες ἀρδείας, εἶτα ταύτης στερη θέντες διὰ τὴν πονηρίαν τῆς γνώμης, καὶ ἔρημοι παντελῶς μεμενηκότες καὶ ἄκαρποι, παντοδαπαῖς περιέπεσον συμφοραῖς, καὶ εἰς ἅπασαν τὴν οἰκουμέ νην διεσκεδάσθησαν, ὥστε τὴν πολυάνθρωπον αὐτῶν μητρόπολιν ὑπὸ ὀλίγων οἰκεῖσθαι.
 [03433]  Οὐδὲν γὰρ ἡμῖν ἐγκαλεῖν ἔχοντες, καταλῦσαι παντελῶς ἐπειράθησαν.
 [03670]  Ἀκίνητα γὰρ καὶ ἄψυχα εἴδωλα παντελῶς.
 [03987]  τὸ δὲ στυγνὸν τούτων διέλυσε νέφος, καὶ τῆς ἐκεῖθέν με παντελῶς ἠλευθέρωσε λώβης.
 [04143]  Ὁ δὲ Σαοὺλ ἔρημος ταύτης γενόμενος παντελῶς, ἐγυμνώθη μὲν τῆς τοῦ πνεύ ματος χάριτος, πονηρῷ δὲ πνεύματι συνεζύγη.
 [06383]  Ταῖς οἰκείαις, φησὶν, ἐπιβουλαῖς περιπέσοιεν, καὶ ἃ κατ' ἐμοῦ τεκταίνουσιν ὑπομεί ναιεν, καὶ ἡ κατ' ἐμοῦ τυρευομένη πικρία τοὺς ταύτῃ χρωμένους παντελῶς συγκαλύψαι.
 [07321]  Ἐν ἑκάστῃ γὰρ καὶ πόλει, καὶ κώμῃ, καὶ ἀγροῖς, καὶ ἐν ἐσχατιαῖς, καὶ ὄρεσι, καὶ βουνοῖς, καὶ ἐν τῇ ἀοικήτῳ καὶ παντελῶς ἐρήμῳ, ὁ τῶν ὅλων ὑμνεῖται Θεός.
000-00-00 Serial Number=0701376319
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00872]  Ἐπειδὴ τοίνυν φησὶν, ἡ σάρξ μου, ἣν ἀναλήψομαι, ἐξ αὐτῶν ἐστιν, οὐ παντελῶς αὐτοὺς καταλείψω, ἕως ἂν ταύτην ἀναλάβω, καὶ τοὺς τῇ κλήσει πειθομένους ἐκλέξομαι.
 [01270]  καὶ ἅπαντες ἄνθρωποι, τὸν θάνατον ὁρῶντες ἄρδην ἀμῶντα τὴν φύσιν, καὶ νῦν μὲν ἀδελ φὸν ἀδελφοῦ χωρίζοντα, νῦν δὲ παιδὸς πατέρα στε ρίσκοντα, παντελῶς ἀπηγόρευον τὴν ἀνάστασιν.
 [01374]  ἐσχά την δὲ τὴν ἐρυσίβην ἐπενεχθεῖσαν, μηδὲν παντελῶς καταλείψειν ἀλώβητον.
 [01475]  τὰ δὲ μετὰ τὴν ἔφοδον, δεδῃωμένῳ πεδίῳ, καὶ παντελῶς δι εφθαρμένῳ.
 [01832]  Οὐ μόνον δὲ τὴν μητρόπολιν, ἀλλὰ καὶ τοὺς περιοίκους ἅπαντας, καὶ τοὺς ἐκ τῆς μὲν Χαῤῥὰν ἀποικισθέντας, ἐκεῖ δὲ οἰ κοῦντας, καὶ τοὺς τῷ Ὢν εἰδώλῳ παροικοῦντας, δορυαλώτους γενέσθαι παρασκευάσω, καὶ τὴν πάλαι περίβλεπτον τῆς Συρίας βασιλείαν παντελῶς κατα λύσω.
 [01877]  Καὶ τὸν Ἰούδαν, φησὶ, καὶ τὴν Ἱερουσαλὴμ, τῷ πολεμικῷ παραδώσω πυρὶ, ἐπειδὴ τῶν μὲν ὑπ' ἐμοῦ νενομοθετημένων παντελῶς κατεφρόνησαν, τοῖς δὲ χειροποιήτοις εἰδώλοις (ταῦτα γὰρ καλεῖ μάταια), λατρεύοντες διετέλεσαν, τῇ μοχθηρᾷ τῶν πατέρων ἀκολουθήσαντες γνώμῃ.
 [02024]  Φιλανθρωπίᾳ δὲ χρώμενος, καὶ δεικνὺς, ὡς οὐκ ἀπὸ ταυτομάτου ταῦτα συμβαίνει, ἀλλ' ἐμοῦ νεύοντος γίνεται, ταύτῃ μὲν τῇ πόλει παρ έξω τὸν ὑετὸν, ἐκείνῃ δὲ τῆς τοιαύτης ἀρδείας οὐ μεταδώσω, ὡς τὴν μὲν παντελῶς διαυανθῆναι γῆν, τὴν δὲ μερικῶς ὑσθῆναι.
 [02157]  Ἄθλιοι, φησὶ, καὶ τρισάθλιοι οἱ τῆς μὲν Σιὼν καταφρονοῦντες, τῇ δὲ Σαμαρείᾳ θαῤῥοῦντες, καὶ μὴ σκοποῦντες, ὡς ὁ ἐν τῇ Σιὼν θεραπευόμενος Θεὸς, εἰς τὴν τῆς ἐπαγγελίας αὐτοὺς ἐπήγαγε γῆν, τοὺς πρόσθεν ταύτην οἰκοῦντας παντελῶς ἀναλώσας, καὶ λίαν αὐτοῖς εὐρεῖαν τὴν οἴ κησιν χαρισάμενος.
 [02596]  μεταξὺ γὰρ τῆς τε ἡμε τέρας θαλάττης, καὶ τῆς Ἰνδικῆς, ἤπειρός ἐστι με γίστη, ἡ μὲν οἰκουμένη, ἡ δὲ παντελῶς ἔρημος·
 [02859]  Τοσαύτῃ γὰρ ἐρημίᾳ παραδοθήσεται, ὡς φρούδους μὲν αὐτῆς καὶ παντελῶς ἀφανεῖς γενέ σθαι τοὺς λίθους·
 [03086]  τὰ μὲν γὰρ ἐκ βάθρων ἀνεσπασμένα, φροῦδά ἐστι παντελῶς·
 [03231]  μετ' ὀλίγον δὲ, καὶ τὸν τοῦτον διαδεξόμενον, καὶ τὴν Βαβυλῶνα βασιλίδα πόλιν ἀποφανοῦντα, παντελῶς καταλύσω, [81.1772] καὶ οὐδεμίαν ὄνησιν, οὐκ ἀπὸ τῶν ἰσχυροτάτων τει χῶν, οὐκ ἀπὸ τῆς ἔξωθεν περιθεούσης εὑρήσει τά φρου·
 [03456]  Ὥσπερ γὰρ τὸ εἰς τὸν βυθὸν τῆς θαλάττης βαλλό μενον, ἀφανές ἐστι παντελῶς·
 [04211]  Ἄτοπον δὲ ᾠήθην, τῆς ἀληθείας κρατού σης, καὶ τῆς σκιᾶς ὑπὸ τοῦ σώματος καλυφθείσης, εἰς ἕτερα τὴν προφητείαν λαβεῖν, μηδὲ παντελῶς ἐκείνοις ἁρμόττουσαν.
 [06087]  Ὑμᾶς μὲν οὖν ἀπώσομαι παντελῶς·
000-00-00 Serial Number=0023659766
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [01165]  φωναῖς δὲ σημαντικαῖς τοῦ ἐν τόπῳ εἶναι τὸν οὐρανὸν πρὸς ἀλλήλους χρησαμένων, παντελῶς ἀνῄρηται ἡ τοιαύτη κατάγνωσις.
000-00-00 Serial Number=0863144875
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00305]  οὕτω πάλιν εἴ τις μίαν τῶν δακτύλων ἐκτέμῃ σκυταλίδα, ὄψεται παντελῶς αὐτὴν ἄχρηστον, ἀλλὰ συνημμένη πλείστην παρέχει τῷ σώματι χρείαν.
 [02857]  ἄλλους δὲ καὶ πίστεως ἐρήμους καὶ πράξεως ἀγαθῆς παντελῶς γεγυμνωμένους.
 [05288]  οὐ παντελῶς δὲ αὐτὸν καταλέλοιπεν ὁ φιλοικτίρμων Θεός, ἀλλ' ἰδὼν ἐπικερ τομούμενον, ᾤκτιρε καὶ εὐξαμένῳ ἐπήκουσε καὶ τοσαύτην ἰσχὺν ἐχορή γησεν, ὡς μὲν κλονῆσαι τοὺς φέροντος κίονας τὸν τῶν εἰδώλων σηκὸν συγκατενεγκεῖν δὲ τούτοις τὸν ὄροφον καὶ τρισχιλίους ἄνδρας συγχῶσαι καὶ γυναικῶν πολλαπλασίονα ἀριθμόν.
000-00-00 Serial Number=0613183200
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [02471]  Οὐροῦντα δὲ πρὸς τοῖχον λέγει τὸν ἀσθενῶς διακείμενον, καὶ στῆ ναι δίχα τοῦ ἐρείδεσθαι τῷ τοίχῳ παντελῶς μὴ δυνά μενον.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»