Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum παναγίου [103]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum παναγίου


000-00-00 Serial Number=0890992761
Commentaria in Isaiam Ante [Go Back]  
 [00017]  Οὕτως γὰρ τοῦ παναγίου πνεύματος εὑρόντες τὸν θησαυρὸν τοῖς φιλομαθέσι προθήσομεν.
 [00217]  Εἰσάγων φησὶν ὑμᾶς εἰς δικαστήριον οὐ δίκας εἰσπράξομαι τῶν τετολμημένων, ἀλλὰ τὴν μεταμέλειαν ὁρῶν μιμήσομαι τοὺς δευσοποιοὺς καὶ τῷ τοῦ παναγίου βαπτίσματος λουτρῷ ἀμείψω τοῦ αἵματος τὴν χροιὰν καὶ οὐκ ἐάσω ὑμᾶς φέρειν ἔλεγχον τῆς μιαιφονίας διηνεκῆ.
 [00263]  Καὶ τοῦ παναγίου πνεύματος κατὰ τὴν ἡμέραν τῆς πεντηκοστῆς ἐπιφοιτήσαντος ἐγένοντο ἐν τοῖς ἀποστόλοις «διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός».
 [01580]  Περὶ τούτων ἡ τοῦ παναγίου πνεύματος χάρις καὶ διὰ Ἡσαΐου προηγόρευσε τοῦ προφήτου ὅτι αὐτοὺς καὶ ζητήσει καὶ τῆς σωτηρίας ἀξιώσει.
 [01983]  Ταύτην φησὶ τὴν προφητείαν ὄργανον τοῦ παναγίου γενόμενος πνεύματος τῷ Μωὰβ οἷόν τινα ἠχὴν κιθάρας προσήνεγκα καὶ τῷ τείχει ὃ ἀσφαλείας εἵνεκα κατεσκεύασας.
 [03282]  Τοὺς αὐτοὺς καὶ πτωχοὺς ὀνομάζει τοῦ παναγίου πνεύματος τὴν εὐπορίαν οὐκ ἐσχηκότας.
 [03962]  Αἰνίττεται δὲ τοῦ κρίνου τὸ ἄνθος τὴν ὑπὸ τοῦ παναγίου πνεύματος προςγινομένην διὰ τοῦ βαπτίσματος καθαρότητα.
 [05635]  Οὐκ ἀπ' ἐμαυτοῦ φησι φθέγγομαι ἀλλ' ὑπὸ τοῦ θεοῦ τῶν ὅλων καὶ τοῦ παναγίου πνεύματος ἐκπεμφθείς.
 [06302]  Μεγίστη τοῦ παναγίου πνεύματος ἡ ἐνέργεια·
 [06429]  τοιαῦται γὰρ τοῦ παναγίου πνεύματος αἱ ὠδῖνες.
 [06544]  ∆ιὰ γὰρ τοῦ παναγίου βαπτίσματος «δικαιούμεθα δωρεὰν» κατὰ τὸν θεῖον ἀπόστολον «διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ».
 [07301]  Ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης τοῦ παναγίου βαπτίσματος τὴν χάριν καλεῖ·
 [07309]  ∆ηλοῖ δὲ ὁ λόγος τοῦ παναγίου πνεύματος τὰ ποικίλα χαρίσματα.
 [07321]  Χριστιανοὶ γὰρ παρὰ πάντων καλοῦνται ἅτε δὴ διὰ τοῦ παναγίου βαπτίσματος τὸν Χριστὸν ἐνδυσάμενοι.
000-00-00 Serial Number=0188453019
De incarnatione domini Ante [Go Back]  
 [00422]  τὸν δὲ ὕστερόν ποτε χρισθέντα διὰ τὸ περὶ τὴν ἁμαρτίαν μῖσος, καὶ τὴν ἀγαπηθεῖσαν ὑπ' αὐτοῦ δικαιοσύνην, τὸ ἐξ ἡμῶν ληφθὲν, τὸ ἐκ ∆αβὶδ, τὸ ἐξ Ἀβραὰμ, τὸ μετόχους ἔχον, οἷς πλεονεκτεῖ τῷ χρίσματι, ἐν ἑαυτῷ δεξά μενον πάντα τὰ χαρίσματα τοῦ παναγίου Πνεύμα τος·
000-00-00 Serial Number=0417837381
De sancta trinitate Ante [Go Back]  
 [00015]  τοῖς ἁλιεῦσιν ἑπόμενος, τὸν σκυτοτόμον ἰχνηλατῶν, ὑπὸ τοῦ τελώνου ποδηγούμενος, τῷ προ φητικῷ καταυγαζόμενος λύχνῳ, τῷ εὐαγγελικῷ φω τιζόμενος ἡλίῳ, μηδὲν τῶν οἰκείων λογισμῶν ἀναμι γνὺς, πάντα δὲ τοῦ παναγίου Πνεύματος ὑφαίνων διδάγματα·
000-00-00 Serial Number=0051888883
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00350]  Ἀλγῶ δὲ πλέον ὅτι τῇ ἀδοκήτῳ ταύτῃ ζημίᾳ περιπεπτωκώς, καὶ ἀθυμῶν, ὡς εἰκός, οὐδὲ τὸν ψυχα γωγοῦντα ἔχεις καὶ τὴν ἀθυμίαν ταῖς τοῦ παναγίου Πνεύματος ἐπῳδαῖς ἀπελαύνοντα.
000-00-00 Serial Number=0120620608
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [01693]  Εἰ Παῦλος, τῆς ἀληθείας ὁ κήρυξ, ἡ τοῦ παναγίου Πνεύ ματος σάλπιγξ, πρὸς τὸν μέγαν ἔδραμε Πέτρον, ὥστε τοῖς ἐν Ἀντιοχείᾳ περὶ τῆς κατὰ νόμον πολιτείας ἀμφισβητοῦσι παρ' αὐτοῦ κομίσαι τὴν λύσιν, πολλῷ μᾶλλον ἡμεῖς οἱ εὐτελεῖς καὶ σμικροί, πρὸς τὸν ἀποστολικὸν ὑμῶν τρέχομεν θρόνον, ὥστε παρ' ὑμῶν λαβεῖν τοῖς τῶν Ἐκκλησιῶν ἕλκεσι θεραπείαν.
 [01722]  Ἡμεῖς δὲ τὴν πνευματικήν σου σοφίαν θαυμάσαντες, τὴν δι' ὑμῶν φθεγξαμένην τοῦ παναγίου Πνεύ ματος ἀνυμνήσαμεν χάριν·
000-00-00 Serial Number=0189266741
Eranistes Ante [Go Back]  
 [00048]  Τοῦ θεοῦ, καὶ πατρὸς καὶ τοῦ μονογενοῦς υἱοῦ καὶ τοῦ παναγίου πνεύματος, μίαν οὐσίαν φαμέν, ὡς παρὰ τῆς θείας γραφῆς ἐδιδάχθημεν παλαιᾶς τε καὶ νέας καὶ τῶν ἐν Νικαίᾳ συνεληλυθότων πατέρων, ἢ ταῖς Ἀρείου βλασφημίαις ἀκολουθοῦμεν;
 [01610]  {ΕΡΑΝ.} ∆ῆλον ὅτι μετὰ τὴν ἕνωσιν καὶ τὴν γέννησιν καὶ τὰ θαύ [135] ματα καὶ τὸ πάθος καὶ τὴν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς ἀνάληψιν καὶ τὴν τοῦ παναγίου πνεύματος ἐπιφοίτησιν.
 [01646]  {ΟΡΘ.} Εἰ τοίνυν μία φύσις ὁ δεσπότης Χριστός, πῶς οἷόν τε αὐτὸν καὶ πάντων ὁρατῶν τε καὶ ἀοράτων ὑπάρχειν δημιουργόν, καὶ μετὰ γενεὰς τοσαύτας ὑπὸ τοῦ παναγίου πνεύματος διαπλασθῆναι ἐν μήτρᾳ παρθενικῇ;
000-00-00 Serial Number=0596304417
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00021]  τῶν Βαβυλωνίων καὶ τὸν θεῖον ναὸν ἐμπρησάντων, καὶ τὴν πόλιν ἀνάστατον πεποιηκό των, καὶ τὸν λαὸν ἐξανδραποδισαμένων μετὰ πολὺν ἐτῶν ἀριθμὸν, τοῦ λαοῦ πάλιν ἀνακλήσεως τετυχη κότος, ὁ μακάριος Ἔσδρας, ἀνὴρ ἀρετῇ διαπρέπων, καὶ τοῦ παναγίου Πνεύματος πλήρης γενόμενος, ὡς βοᾷ τὰ πράγματα, τὰς ἀναγκαίας ἡμῖν καὶ σωτηρίας παρεκτικὰς ἀναγράφει Γραφάς·
 [00030]  Κατὰ γὰρ τοῦ παναγίου Πνεύματος ἡ κατὰ τοῦ βιβλίου λοιδορία τολμᾶται.
 [00038]  Συνίδωμεν τοίνυν, εἰ δίκαιον τοσούτους καὶ τοιούτους ἄνδρας διαπτύσαν τας, καὶ αὐτοῦ δὲ τοῦ παναγίου καταφρονήσαντας Πνεύματος, ταῖς οἰκείαις ἐννοίαις ἀκολουθεῖν, μὴ πει θομένους τῷ καλῶς εἰρηκότι·
 [00478]  ὡς ἐν τύπῳ τῷ μύρῳ τὴν ἀόρατον τοῦ παναγίου Πνεύματος χάριν ὑποδεχόμενοι.
 [01152]  Φωνὴν πάλιν τρυγόνος τὴν τοῦ παναγίου Πνεύματος διδασκαλίαν καλεῖ.
 [01716]  ἐκεῖνοι γὰρ τοὺς λειμῶνας τοῦ παναγίου περιιπτάμενοι Πνεύ ματος, τὰ κηρία τῶν θείων ἡμῖν Γραφῶν οἷον πηξά μενοι, καὶ τοῦ μέλιτος τῆς διδασκαλίας ἐμπλήσαντες, εἰς ἡμᾶς τὴν ὠφέλειαν παρέπεμψαν.
 [02608]  οὔτε μὴν ἵνα τοῦ παναγίου Πνεύματος ὑποδέξῃ τὴν χάριν·
 [02622]  Τίς δὲ ὁ τοῦ παναγίου Πνεύματος οἶκος (αὐτὸ γὰρ τὴν νύμφην ἐγέννησεν), εἰ μὴ ὁ θεῖος νεὼς, ὁ τὴν ἄνω μιμούμενος Ἱερουσαλὴμ, ἔνθα εἰσιόντες μετὰ παῤῥησίας τῷ νυμφίῳ προσδιαλέγονται, τὸ τῆς νύμφης ἀξίωμα λαβόντες;
000-00-00 Serial Number=0223763168
Graecarum affectionum curatio Ante [Go Back]  
 [02205]  Τοῦτο δὲ σαφῶς τὴν τοῦ παναγίου βαπτίσματος αἰνίττεται δωρεάν.
 [02211]  Οὕτω πάλιν δείξας ἀνόνητα τῆς νομικῆς ἱερουργίας τὰ εἴδη, ὑπισχνεῖται τῶν ἁμαρ τημάτων τὴν ἄφεσιν, ἣν διὰ τοῦ παναγίου βαπτίσματος ἐδω ρήσατο·
000-00-00 Serial Number=0733171582
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00714]  διωρθωκέναι τὰ οὐκ εὖ ἔχοντα λέγοντες, καὶ σοφωτέρους ἑαυτοὺς τοῦ παναγίου Πνεύματος ἀποφαίνοντες.
 [01008]  Ἀλλ' ὅμως καὶ τούτων οὕτως γεγενημένων, καὶ λίαν ἐναργῶς τῆς ψήφου τῆς θείας ἐπιδειχθείσης, ἐπέμειναν οἱ τὴν νόσον εἰσδεδεγμένοι, κατὰ τοῦ Μονογενοῦς καὶ τοῦ παναγίου Πνεύματος ἀκονῶντες τὰς γλώττας.
 [01048]  Οὗτος τὴν θεολογίαν τεχνολογίαν ἀπέφηνε, καὶ προ φανῶς τὰς κατὰ τοῦ Μονογενοῦς καὶ τοῦ παναγίου Πνεύματος ἠρεύξατο βλασφημίας.
 [02409]  Ἀντὶ δὲ τῶν περιῤῥαντηρίων ἐκείνων ἀπόχρη τοῖς πιστεύουσιν ἡ τοῦ παναγίου βαπτίσματος δωρεά.
 [02421]  Ταῦτα φρονεῖν ἡμᾶς περὶ τοῦ παναγίου βαπτίσματος ἐδίδαξεν ὁ θεῖος Ἀπό στολος, ὅτι συνθαπτόμενοι τῷ Χριστῷ, τῆς ἀναστά σεως κοινωνήσομεν.
 [02682]  Καθάπερ γὰρ ὁ μονογενὴς τοῦ Θεοῦ Υἱὸς, τοῖς μὲν ἁγίοις προφήταις, καὶ τοῖς ἱεροῖς ἀποστόλοις, καὶ μέντοι καὶ τοῖς ἄλλοις ἁγίοις, δι ένειμε τοῦ παναγίου Πνεύματος τὰ χαρίσματα, ἐναν θρωπήσας δὲ οὐ μερικήν τινα τῇ ληφθείσῃ φύσει δέδωκε χάριν, ἀλλὰ πᾶν τὸ πλήρωμα τῆς θεότητος, κατὰ τὸν Ἀπόστολον, ηὐδόκησεν ἐν αὐτῷ κατοικῆσαι·
000-00-00 Serial Number=0217092335
Historia ecclesiastica Ante [Go Back]  
 [00371]  παυσαμένου δὲ τούτου, βασιλεὺς ὁ πανεύφημος τοὺς περὶ τῆς ὁμονοίας τε καὶ συμφωνίας προσενήνοχε λόγους, τῆς τε τῶν τυράννων ἐκείνων ἀναμιμνήσκων ὠμότητος καὶ τῆς ἐπ' αὐτοῦ θεόθεν παρασχεθείσης ἐντιμοτάτης εἰρήνης, καὶ ὡς δεινὸν εἴη καὶ ἄγαν δεινόν, τῶν πολε μίων καταλυθέντων καὶ μηδενὸς ἀντιτείνειν τολμῶντος, ἀλλήλους βάλλειν καὶ τοῖς δυσμενέσιν ἡδονὴν καὶ γέλωτα προξενεῖν, ἄλλως τε καὶ περὶ θείων διαλεγομένους πραγμάτων καὶ τοῦ παναγίου πνεύ ματος τὴν διδασκαλίαν ἀνάγραπτον ἔχοντας.
 [02365]  ἐπειδὴ δὲ καὶ τῆς θείας τοῦ παναγίου βαπτίσματος ἀπήλαυσε δωρεᾶς καὶ τὴν ἀρχιερατικὴν ἐδέξατο χάριν, τοῦτον ὁ πάντα ἄριστος βασιλεὺς προσενηνοχέναι λέγεται τῷ σωτῆρι καὶ δεσπότῃ τὸν ὕμνον (καὶ γὰρ τοῖς γεγενημένοις παρῆν)·
 [02460]  τοιγάρτοι εἰπέ μοι, ὅπως φατὲ καὶ τὸ πνεῦμα τὸ ἐναντίον ὑποχωρεῖν καὶ τοῦ παναγίου πνεύματος τὴν χάριν ἐπιφοιτᾶν.
 [02472]  ἔδοξε δὲ αὐτῷ μὴ γυμνὸν τῆς θείας παρατάξασθαι χάριτος, ἀλλὰ τῇ τοῦ παναγίου βαπτίσματος πανοπλίᾳ φραξάμενον.
 [02617]  τότε ὁ μέγας Βασίλειος καταλαβὼν τὰ βασίλεια καὶ τὸν τοῦ βασιλέως υἱὸν παρ' αὐτὴν ὄντα τὴν τελευτὴν θεασάμενος, πρὸς τὴν ζωὴν τοῦτον ἀναστρέψειν ὑπέ σχετο, εἰ τοῦ παναγίου διὰ τῶν εὐσεβούντων ἀξιωθείη βαπτίσματος·
000-00-00 Serial Number=0166392088
Historia religiosa Ante [Go Back]  
 [00064]  p.10 Ἀξιῶ δὲ τοὺς ἐντευξομένους τῇδε τῇ φιλοθέῳ ἱστορίᾳ ἢ ἀσκητικῇ πολιτείᾳ ὡς γὰρ βούλεταί τις καλείτω τὸ σύγγραμμα μὴ ἀπιστεῖν τοῖς λεγομένοις, εἴ τι ὑπὲρ τὴν ἑαυτῶν ἀκούοιεν δύναμιν, μηδὲ σφίσιν αὐτοῖς τὴν ἐκείνων μετρεῖν ἀρετήν, ἀλλ' εἰδέναι σαφῶς ὡς ταῖς τῶν εὐσεβῶν γνώμαις μετρεῖν εἴωθεν ὁ θεὸς τοῦ παναγίου πνεύματος τὰ χαρίσματα, καὶ ταῖς τελειοτέραις τὰ μείζονα δίδωσιν.
 [00095]  Ἐντεῦθεν καὶ τὰ ἐσόμενα προφητικῶς προεώρα, καὶ δύναμιν εἰς θαυματουργίαν ἐκ τῆς τοῦ παναγίου πνεύματος ἐδέξατο χάριτος.
 [00127]  [1.8] Ὅσῳ δὲ πλείονα τῆς ἀρετῆς τὸν πλοῦτον συνέλεγε, τοσούτῳ μείζονος καὶ τῆς τοῦ παναγίου πνεύματος ἀπέλαυε χάριτος.
 [00145]  [1.10] Ἐπειδὴ γὰρ Ἄρειος, ὁ τῆς κατὰ τοῦ μονογενοῦς καὶ τοῦ παναγίου πνεύματος βλασφημίας πατὴρ καὶ δημιουρ γός, κατὰ τοῦ πεποιηκότος τὴν γλῶτταν κεκινηκώς, ἐνέπλησε τὴν Αἴγυπτον θορύβου καὶ ταραχῆς, Κωνσταντῖνος δὲ ὁ μέγιστος βασιλεύς, ὁ τῆς ἡμετέρας ἀγέλης Ζοροβάβελ κατ' ἐκεῖνον γὰρ τὴν τῶν εὐσεβῶν αἰχμαλωσίαν ἐκ τῆς ὑπερορίας ἅπασαν ἐπανήγαγε, καὶ τοὺς θείους νεὼς εἰς ἔδαφος ἐρριμμένους εἰς ὕψος ἀνήγειρεν , ἐπειδὴ τοίνυν οὗτος πάντας τῶν ἐκκλησιῶν τοὺς προέδρους κατ' ἐκεῖνον τὸν καιρὸν συνήγειρεν εἰς τὴν Νίκαιαν, ἀφίκετο μετὰ τῶν ἄλλων καὶ ὁ μέγας Ἰάκωβος, τῶν ὀρθῶν ὑπερμαχήσων δογμάτων οἷά τις ἀριστεὺς καὶ πρόμαχος ἁπάσης τῆς φάλαγγος τῆς Ῥωμαίων γὰρ ἡγεμονίας τηνικαῦτα ὑπῆρχεν ἡ Νίσιβις.
 [01450]  ∆έξαι τοίνυν, ἔφη, τῆς ἱερωσύνης τὸ δῶρον, τῆς μὲν ἐμῆς δεξιᾶς ὑπουργούσης, τῆς δὲ τοῦ παναγίου πνεύματος τοῦτο χάριτος χορηγούσης.
 [02063]  Ἐπειδὴ δὲ τῶν εὐσεβούντων γῆ καὶ θάλαττα πλήρης, οἵ τε τὰ θεῖα πεπαιδευμένοι καὶ τοῦ παναγίου πνεύματος τὴν χάριν δεδιδαγμένοι τοῖς λεχθησομένοις οὐκ ἀπιστήσουσιν, ἀλλὰ καὶ μάλα πιστεύ σουσι, προθύμως καὶ θαρσαλέως ποιήσομαι τὴν διήγησιν.
000-00-00 Serial Number=0802806795
Interpretatio in Danielem Ante [Go Back]  
 [01220]  Πόθεν γὰρ ἑτέρω θεν ἐγνώκει τοῦ παναγίου Πνεύματος τὴν προσηγο ρίαν τοῖς κιβδήλοις εἰδώλοις προστετηκώς;
 [02840]  μετὰ δὲ τὸν σταυρὸν καὶ τὸν θάνατον, καὶ τὴν ἀνά στασιν, καὶ τὴν εἰς οὐρανοὺς ἀνάβασιν, καὶ τὴν τοῦ ἁγίου Πνεύματος ἐπιφοίτησιν, τὸν λοιπὸν τῆς ἑβδο μάδος χρόνον οἱ ἅγιοι ἀπόστολοι ἐν Ἱεροσολύμοις κηρύττοντές τε καὶ θαυματουργοῦντες, πολλάς τε ἀνθρώπων χιλιάδας εἰς τὴν εὐαγγελικὴν ποδηγήσαν τες διδασκαλίαν, τῆς Νέας ∆ιαθήκης ἠξίωσαν καὶ τῆς τοῦ παναγίου βαπτίσματος χάριτος τυχεῖν παρεσκεύα σαν.
000-00-00 Serial Number=0378120780
Interpretatio in Ezechielem Ante [Go Back]  
 [03474]  Ἧς ἀπολαύειν ἡμᾶς γένοιτο, μὴ τῇ πείρᾳ τῶν κακῶν διδασκομένους, ἀλλὰ τῶν θείων εὐεργεσιῶν αἰσθανομένους, καὶ τὴν ἀγνώμονα γνώμην μυσαττομένους, καὶ τῇ θείᾳ μνήμῃ καθ' ἑκάστην ἀνανεουμένους ἡμέραν, καὶ τῇ τοῦ παναγίου Πνεύματος ἐνεργείᾳ εἰς τὴν τοῦ Θεοῦ ἀγάπην πυρπολουμένους, καὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι στοῦ τὴν ἐπιφάνειαν ἀναμένοντας, μεθ' οὗ τῷ Πα τρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [04752]  Ταῦτα τοίνυν μεμαθηκότες, καὶ διὰ τῶν θείων ἐγνωκότες λογίων, οἵας τίνουσι δίκας οἱ τὴν ψυχὴν ἔχοντες ἀπερίτμητον, δεξώμεθα, παρακαλῶ, τοῦ παναγίου Πνεύματος τὴν ἀχειροποίητον περιτομὴν, περὶ ἧς ὁ μακάριος λέγει Παῦλος·
 [05464]  οὐ γὰρ τοῖς τοῦ σώμα τος ὀφθαλμοῖς ἑώρα τὰ ὑποδεικνύμενα, ἀλλὰ τοῦ παναγίου πνεύματος ἐδέχετο τὴν ἀποκάλυψιν.
000-00-00 Serial Number=0386004508
Interpretatio in Jeremiam Ante [Go Back]  
 [05281]  Προΐδωμεν δὲ τὰ κατ' αὐτὸν, τοῦ παναγίου ἡμᾶς φωτίσαντος Πνεύματος.
000-00-00 Serial Number=0598376274
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00050]  Εἰ δὲ κἀκεῖνος ὑπὸ τοῦ παναγίου Πνεύματος τὴν τούτων ἀνενεώσατο μνήμην, καὶ οὗτοι, μὴ δίχα τῆς θείας ἐπιπνοίας, μετὰ πολλῆς συμφωνίας μετήνεγκαν ταύτας εἰς τὴν Ἑλλάδα φωνὴν, πρὸς δὲ ταῖς ἄλλαις θείαις Γραφαῖς καὶ τὰς ἐπιγραφὰς ἡρμηνεύκασιν·
 [02208]  ∆ιὰ τούτων μέντοι τὴν καινὴν διαθή [80.1000] κην προαγορεύει, καὶ τοῦ βαπτίσματος τὴν χάριν, καὶ τὴν τοῦ παναγίου Πνεύματος δωρεάν·
 [02214]  λυτρωτὴν δὲ, ὡς διὰ τῆς παλιγγενέ σεως τοῦ παναγίου βαπτίσματος, τῆς μὲν προτέ ρας ἐλευθεροῦντα φθορᾶς, καὶ τῆς τῶν δαιμόνων δουλείας λυτρούμενον, ἀφθαρσίαν δὲ καὶ ἀθανασίαν δωρούμενον·
 [02228]  Ταῦτα πρὸ πολλῶν γενεῶν ὁ μακάριος προαγορεύει ∆αβὶδ, ὑπὸ τοῦ παναγίου φωτιζόμενος Πνεύματος, καὶ τὸν παρόντα λέγει ψαλμὸν, τὸν λαὸν ὑποδεικνὺς τῷ βασιλεῖ συνευχόμενον, καὶ παρακαλοῦντα δεκτὴν αὐτοῦ γενέσθαι τὴν ἱκετείαν.
 [02981]  Πῶς γὰρ, φασὶ, οἷόν τε ἦν μηδέπω χρισθέντα τὸν ∆αβὶδ, μηδὲ τοῦ παναγίου [80.1049] Πνεύματος τὴν χάριν δεξάμενον, προφητικοὺς γρά ψαι ψαλμούς;
 [03256]  Πυροειδῆ γὰρ τοῦ παναγίου Πνεύματος τὴν χάριν ὑποδεξάμενος ὁ τῶν ἱερῶν ἀποστόλων χορὸς, ἐφωτί ζετο μὲν, οὐκ ἐκαίετο δέ.
 [03566]  Τοῖς δὲ προφητικοῖς ὀφθαλμοῖς προορῶν τῆς καινῆς διαθήκης τὴν χάριν, καὶ τὴν διὰ τοῦ παναγίου βα πτίσματος χορηγουμένην τοῖς πιστεύουσιν ἄφεσιν, μακαρίζει τούτους, ἅτε δὴ δίχα πόνων τὴν τῶν ἁμαρτάδων δεχομένους ἀπαλλαγήν·
 [03842]  ∆ιὰ γὰρ τοῦ παναγίου βαπτίσματος ὁ ἀληθὴς φωτισμὸς τοῖς προσιοῦσι προσγίνεται, καὶ τῆς ζωοποιοῦ τροφῆς ἡ γεῦσις τὴν ἀγαθότητα τοῦ Σωτῆρος δείκνυσιν ἐν αργῶς.
 [04154]  Ὑπὸ γὰρ τοῦ παναγίου Πνεύματος φωτιζόμενοι τὰς τοῦ Μονογενοῦς σου θεωροῦμεν ἀκτῖνας.
000-00-00 Serial Number=0940692127
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00226]  Παρεγ γυᾷ τοίνυν ὁ προφητικὸς λόγος, ἡ τοῦ παναγίου Πνεύματος χάρις, τοῖς τὸ σωτήριον κήρυγμα πιστευ θεῖσι, περινοστεῖν καὶ διατρέχειν, καὶ τούς τε πύργους στηρίζειν τῇ διδασκαλίᾳ, τήν τε ἄλλην αὐτῆς δύναμιν βεβαιοῦν, πρὸς δὲ τούτοις καὶ διανεί μασθαι τὴν τῶν Ἐκκλησιῶν ἐπιμέλειαν·
 [00657]  Οὐ γὰρ μόνον με τοῖς βασιλικοῖς ἐνίδρυ σας θώκοις, ἀλλὰ καὶ προφητικῆς ἠξίωσας χάριτος, καὶ τὰ μετὰ μακρὸν ἐσόμενα προδεδήλωκας χρόνον, καὶ τὰ τοῖς ἄλλοις ἄδηλα, ἐμοὶ δὲ δῆλα πεποίηκας, ὡς καὶ τοὺς ἄλλους διδάξαι τὴν τοῦ μονογενοῦς σου Υἱοῦ ἐνανθρώπησιν, καὶ τὸ σωτήριον πάθος, καὶ τὴν ἀνάστασιν, καὶ τῆς οἰκουμένης τὴν σωτηρίαν, καὶ τῶν ἁμαρτημάτων τὴν φιλότιμον ἄφεσιν, τὰ μεγα λοπρεπῆ καὶ θεῖα τοῦ ἁγίου βαπτίσματος δῶρα Ταῦτα πάντα παρὰ τοῦ παναγίου σου προδιδαχθεὶς Πνεύματος, ἱκετεύω μεταλαχεῖν ἐκείνης τῆς χάριτος, ἣν προθεσπίζων τοῖς ἄλλοις βοῶ·
 [00695]  Σαφῶς διὰ τούτων μεμαθήκαμεν τῶν λόγων, ὡς οὐκ ἐγυμνώθη τῆς τοῦ παναγίου Πνεύματος χάρι τος.
 [00757]  Ἐπειδὴ γὰρ τοῦ παναγίου Πνεύματος ἄνω τὰ δῶρα προτέθεικεν, εἶτα κατιὼν ἔδειξε τὸν τῶν ὅλων Θεὸν ταῖς κατὰ νόμον θυσίαις οὐκ ἀρεσκόμενον, ἱκετεύει τὴν νέαν ἀναφανῆναι Σιὼν, καὶ τὴν ἐπου ράνιον Ἱερουσαλὴμ ἐπὶ γῆς πολισθῆναι, καὶ ὅτι τάχιστα παρασχεθῆναι τὴν καινὴν πολιτείαν, τὴν οὐκ ἄλογα προσφέρουσαν θύματα, ἀλλὰ τὴν τῆς δικαιοσύνης ἀναφορὰν καὶ θυσίαν, καὶ τὰ λογικὰ καὶ ζῶντα ὁλοκαυτώματα, περὶ ὧν μακάριος λέγει [80.1253] Παῦλος, Παρακαλῶ ὑμᾶς, ἀδελφοὶ, διὰ τῶν οἰ κτιρμῶν τοῦ Θεοῦ παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ τὴν λο γικὴν λατρείαν ὑμῶν.
 [01666]  Τουτ έστι, διὰ τῆς τοῦ παναγίου Πνεύματος χάριτος ὀρ γάνῳ τῇ τοῦ προφήτου χρησαμένης γλώττῃ.
 [02469]  Ὁρῶν ὁ θεῖος ∆αβὶδ τὴν πολιτευομένην παρὰ τοῖς ἀνθρώ ποις ἀσέβειαν, καὶ τοῦ διαβόλου τὴν ἐπικράτειαν, δι δαχθεὶς δὲ ἀπὸ τοῦ παναγίου Πνεύματος τοῦ Θεοῦ καὶ τοῦ Σωτῆρος ἡμῶν τὴν ἐπιφάνειαν, ἱκετείαν προσφέρει, ταύτην ὡς τάχιστα γενέσθαι παρακαλῶν.
 [02635]  Προλέγει δὲ τοῦ παναγίου Πνεύματος τὴν ἐπιφοίτη σιν, τὴν κατὰ τὴν ἡμέραν τῆς Πεντηκοστῆς γενομέ νην, καθ' ἣν αὐτοὶ τῆς τῶν γλωσσῶν διαφορᾶς τὴν χάριν ἐδέξαντο.
 [02639]  ἐν ἐκείνῃ γὰρ διάγων ὁ τῶν ἀποστόλων χορὸς, τῆς τοῦ παναγίου Πνεύματος ἀπ ήλαυσε χάριτος.
 [02815]  Μέμνηται δὲ αὐτῶν καὶ ἡ τῶν Πράξεων ἱστορία, διηγουμένη τοὺς συνειλεγμένους κατὰ τὴν τῆς Πεντηκοστῆς ἡμέραν, ἐν ᾗ τοῦ παναγίου Πνεύματος τοῖς ἀπο στόλοις ἐπεφοίτησεν ἡ χάρις.
 [02829]  Σημαίνει δὲ διὰ τούτων, τὴν μετὰ τὴν ἀνάληψιν τοῦ Σωτῆρος ἡμῶν γενομένην τοῦ παναγίου Πνεύματος ἐπιφοίτησιν.
 [02842]  καὶ οἱ μετ' ἐκείνους δὲ τὸ δι [80.1400] δασκαλικὸν δεξάμενοι χάρισμα, καθάπερ τινὲς νεφέ λαι ἐκ τῆς τοῦ παναγίου Πνεύματος θαλάττης τὸν ὑετὸν ἀνιμώμεναι, τὴν ἀρδείαν τοῖς ἀνθρώποις προσ φέρουσι.
 [03576]  Ταῦτα ἡ τοῦ παναγίου Πνεύματος χάρις πόῤῥωθεν προορῶσα, ὠφέλειαν ἐκείνοις μηχανωμένη, καὶ μέντοι καὶ πᾶσιν ἀνθρώποις, τοῦτον γέγραφε τὸν ψαλμὸν, καὶ τοὺς ἐκείνων σαφῶς ἐξαγγέλλουσα λογισμοὺς, καὶ τῶν ζητουμένων τὴν λύσιν προσφέ ρουσα.
000-00-00 Serial Number=0912951112
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00892]  [Εἰ γὰρ καὶ ἄνθρωπος ἐγέ νου, οὐκ ἐνδεὴς τῆς θεότητος, οὐδὲ τοῦ Πατρὸς ἢ τοῦ παναγίου Πνεύματος ἐχωρίσθης·
 [01894]  Καὶ τοῦ παναγίου βα [80.1689] πτίσματος ἡ θάλασσα τύπον ἐδέξατο·
 [01967]  Ἡ τοῦ παναγίου Πνεύματος χάρις οὐ μόνον ἠθικὴν καὶ δογματικὴν διδασκαλίαν τοῖς ἀνθρώποις προσφέρει, ἀλλὰ καὶ ὅπως ὑμνεῖν προσήκει τὸν Ποιητὴν ἀκριβῶς ἐκπαι δεύει.
 [02195]  Ἐνταῦθα σαφῶς ἡμῖν τὴν ἀνάστασιν προεκήρυξε, καὶ τὴν διὰ τοῦ παναγίου Πνεύματος ἀναβίωσιν.
 [02965]  Ἀντὶ τοῦ, διὰ τῆς τοῦ παναγίου Πνεύματος χάριτος.
 [05645]  Ἐπειδὴ δὲ δύο σκηναὶ, ἡ μὲν ἐκ λίθων καὶ ξύλων, ἡ δὲ ἐκ σώματος καὶ ψυχῆς, καὶ ἡ μὲν ἐν Ἱεροσολύμοις ὑπὸ Σολομῶντος ἐγένετο, τὴν δὲ ἐν τῇ Βηθλεὲμ τοῦ παναγίου Πνεύματος ἡ χάρις ἐξύφηνεν·
 [05766]  Οὐκ ἐν Ἀερμὼν, ἀλλ' ἐν τῇ Σιὼν, ἐν ᾗ καὶ τοῦ παναγίου Πνεύματος ἐπὶ τοὺς ἱεροὺς ἀποστόλους ἡ ζωοποιὸς κατεπέμφθη δρόσος, δι' ἧς ἅπαντες οἱ πιστεύοντες τὴν αἰώνιον εὐλογίαν καρποῦνται.
 [06157]  Ταύτην δὲ ὁ Προφήτης προσεν ήνοχεν ὑπὸ τῆς τοῦ παναγίου Πνεύματος μεμαθηκὼς χάριτος, ὡς τὸ χρέος τῆς φύσεως ὁ Ποιητὴς ἐκτίσει τῆς φύσεως.
 [06806]  Ἔφη γὰρ, ὑπὸ τοῦ παναγίου Πνεύματος δεδόσθαι, οὐ μόνον χαρίσματα ἰαμάτων, ἀλλὰ καὶ ἐνεργήματα δυνάμεων.
000-00-00 Serial Number=0186054528
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00013]  Καὶ μέχρι δὲ νῦν ἐν ταῖς θείαις Ἐκκλησίαις ἡ τοῦ παναγίου Πνεύματος ἀναβλύζει πηγὴ, καὶ διανέμει τοῖς ἀνθρώποις τὰ θεόσδοτα δῶρα.
 [01351]  Προστέ θεικε δὲ καὶ τὰς μετὰ τὴν ἐνανθρώπησιν τοῦ Σωτῆ ρος ἡμῶν ὑπὸ παναγίου Πνεύματος χορηγηθείσας δωρεὰς τοῖς ἀνθρώποις.
 [03493]  Ἡ τοῦ παναγίου Πνεύματος χάρις διαφόρως ἐν τοῖς θαυμασίοις ἐνεργοῦσα προφήταις, τοὺς μὲν ὁρᾷν τινα παρεσκεύαζεν, ὡς τὸν θεσπέσιον Ἡσαΐαν, καὶ Μιχαίαν, καὶ ∆ανιὴλ, καὶ Ἰεζεκιὴλ, καὶ Ζαχαρίαν·
 [04663]  Πᾶσαν ῥᾳστώνην καὶ δειλίαν ἀποσεισάμενοι, δέξασθε τὴν παρ' ἐμοῦ χορηγουμένην ὑμῖν ἰσχὺν, κἀμὲ διὰ τῆς νομοθεσίας ὑμῖν συνεῖναι πιστεύοντες, καὶ τοῦ παναγίου Πνεύ ματος προμηθεῖσθαι ὑμῶν τὴν χάριν.
 [04783]  ∆έξασθε τοίνυν προθύμως τὰ ὑπὸ τοῦ παναγίου Πνεύματος διὰ τῶν προφητῶν ὑμῖν προσφερόμενα.
000-00-00 Serial Number=0234603167
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00007]  παρ' αὐτοῦ τοίνυν τῆς νοερᾶς ἀκτῖνος ἀντιβολήσας τυχεῖν, τῶν τοῦ παναγίου πνεύματος ἀδύτων κατατολμῆσαι πειράσομαι.
 [02598]  τῇ δὲ τοῦ παναγίου πνεύματος χάριτι προσιόντες, ἀπαλλά σσονται μὲν τοῦ προκαλύμματος, θεωροῦσι δὲ τὴν δόξαν ἧς Μωϋ σῆς ἐνεπλήσθη.
 [02816]  τὸ μὲν αἷμα τοῦ σωτηρίου αἵματος, τὸ δὲ ἔλαιον τοῦ παναγίου χρίσματος.
 [02969]  οὕτως ὁ τῷ σωτῆρι πιστεύων Χριστῷ, καὶ τῷ τοῦ παναγίου βαπτίσματος ὕδατι καθαιρόμενος, τὰς τῶν ἁμαρτημάτων ἀποβάλλει κηλίδας.
 [02973]  τὸ δὲ ὕσσωπον τῆς τοῦ παναγίου πνεύματος θερμότητός τε καὶ εὐοσμίας.
 [03846]  τούτου χάριν τὸ ἀκάθαρτον στόμα τοῦ παναγίου πνεύματος ἐδέξατο τὴν ἐνέρ γειαν, καὶ φθέγγεται ἃ μὴ βούλεται·
 [03893]  αἱ μέντοι προρρήσεις αὗται οὐ τῆς ψευδοῦς ἦσαν μαντείας, ἀλλὰ τῆς τοῦ παναγίου πνεύματος ἐνεργείας.
 [04723]  ὥσπερ τοίνυν τῶν ἱερέων τὴν κιβωτὸν φερόντων καὶ πρῶτον εἰς τὸν Ἰορδάνην εἰσελη λυθότων καὶ μετὰ τοῦ Ἰησοῦ τοῦ προφήτου καὶ στρατηγοῦ ἅπας διελή λυθεν ὁ λαός, οὕτως Ἰωάννου τοῦ πάνυ βαπτίζειν ἀρξαμένου, καὶ Ἰησοῦ τοῦ σωτῆρος ἁγιάσαντος τῶν ὑδάτων τὴν φύσιν, ὁ εὐσεβὴς λαὸς διὰ τοῦ παναγίου βαπτίσματος εἰς τὴν τῶν οὐρανῶν εἴσεισι βασιλείαν.
 [04774]  καὶ ἡμεῖς δὲ μανθάνομεν, ὡς ὁ τοῦ παναγίου βαπτίσματος ἀξιούμενος, καὶ τὴν πνευματικὴν περιτομὴν δεχόμενος, τὸ τῆς ἁμαρτίας ὄνειδος ἀποτίθεται.
 [05129]  οὐδενὸς γὰρ ἐξ ἐκείνων εὑρεθέντος ἀξίου τῆς χάριτος, αὕτη τῆς τοῦ παναγίου πνεύ ματος τετύχηκε δωρεᾶς·
000-00-00 Serial Number=0172880590
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00065]  καὶ τὸ, Κύριος ἀνέβη εἰς οὐρανοὺς, καὶ ἐβρόντησε, τὴν τοῦ Σωτῆρος ἡμῶν ἀνάληψιν προθεσπίζει, καὶ τὴν τοῦ παναγίου Πνεύματος ἐπι φοίτησιν, καὶ τῶν ἀποστολικῶν κηρυγμάτων τὸ με γαλόφωνον.
 [00906]  Οὕτω καὶ διὰ [80.592] τοῦ Βαλαὰμ ηὐλόγησε τὸν λαὸν, καὶ διὰ τοῦ δυσσε βοῦς μάντεως προηγόρευσε τὰ ἐσόμενα, καὶ τὴν τῆς οἰκουμένης προεθέσπισε σωτηρίαν, οὐ τοῦ μια ροῦ πνεύματος φθεγξαμένου, ἀλλὰ τοῦ θείου καὶ παναγίου Πνεύματος ἐνεργήσαντος.
 [03903]  Τὸ δὲ, Ἐπορεύετο ∆αβὶδ, πορευόμενος καὶ μεγαλυνόμενος, καὶ Κύριος παντοκράτωρ ἦν μετ' αὐτοῦ, δηλοῖ τοῦ παναγίου Πνεύματος τὴν ἀξίαν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»