Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum παθεῖν [48]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum παθεῖν


000-00-00 Serial Number=0747892201
Commentaria in Isaiam Ante [Go Back]  
 [06218]  Οὐχ οὕτως ἀνιαρὸν τὸ ὑμᾶς ἐνδίκως ταῦτα παθεῖν ὡς τὸ ἐμὲ δι' ὑμᾶς βλασφημεῖσθαι καὶ νομίζειν τὰ ἔθνη διὰ τὴν ἐμὴν ἀσθένειαν ὑμᾶς ταῦτα ὑπομεμενηκέναι.
000-00-00 Serial Number=0238054991
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00035]  ἀλλὰ τὴν τῶν εἰδώλων λατρείαν παραπλησίως τῷ προτέρῳ βδελύξασθαι, ἑαυτὸν δὲ μὴ παρα δοῦναι τοῖς κύμασιν, ἀλλ' ἀναμεῖναι βίᾳ τοῦτο παρ' ἑτέρου παθεῖν.
 [00332]  ἀλλ' ἑλοίμην ἂν ἥδιστα καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐκπεσεῖν ἀγα θῶν, καὶ πᾶν ὁτιοῦν ἀλγεινὸν καὶ νῦν παθεῖν, καὶ αὖθις ὑπο μεῖναι, ὥστε ταύτην ἄσβεστον περιφέρειν τὴν φλόγα.
 [00951]  Καὶ γὰρ ἄρκτοι καὶ παρδάλεις καὶ λύκοι καὶ λέοντες πᾶν ὁτιοῦν παθεῖν ὑπὲρ τῆς τῶν ἐγγόνων σωτηρίας αἱροῦνται·
 [02104]  Ὑπὲρ γὰρ τῶν ἀποστολικῶν πολεμού μεθα δογμάτων, ἐπειδὴ τὸν πατρῷον οὐ προϊέμεθα κλῆρον, ἀλλὰ πᾶν ὁτιοῦν παθεῖν αἱρούμεθα μᾶλλον, ἢ μίαν κεραίαν ἐκ τῆς εὐαγγελικῆς πίστεως παριδεῖν συλουμένην.
 [02384]  Ἐπειδὴ δὲ ἀθάνατον ἔχει φύ σιν, ἔλαβε τὸ παθεῖν δυνάμενον σῶμα, καὶ σὺν τῷ σώματι τὴν ἀνθρωπείαν ψυχήν.
 [02421]  Ὅτι ἔπ αθεν ὁ Υἱὸς τοῦ Θεοῦ, ὡς παθεῖν ἠδύνατο, οὐ κατὰ τὴν λαβοῦσαν φύσιν, ἀλλὰ κατὰ τὴν ληφθεῖσαν.
000-00-00 Serial Number=0595630586
Eranistes Ante [Go Back]  
 [01733]  {ΟΡΘ.} Καὶ πῶς οὐ δυσσεβές τε καὶ σχέτλιον, τὸ λέγειν ψυχὴν μὲν σώματι συναφθεῖσαν ἥκιστα παθεῖν τὸ τῆς συγχύσεως πάθος, τὴν δὲ [140] θεότητα τοῦ τῶν ὅλων δεσπότου μὴ δυνηθήναι μήτε τὴν οἰκείαν φύσιν ἀκήρατον διασῶσαι, μήτε τὴν ἀνθρωπείαν ἣν ἔλαβεν ἐπὶ τῶν ὅρων τῶν οἰκείων διατηρῆσαι, ἀλλὰ κερᾶσαι τὰ ἄκρατα, καὶ μῖξαι τὰ ἄμικτα;
 [03031]  καὶ ταῦτα εἰδότας, ὡς εἴπερ οἵα τε παθεῖν ἦν ἡ τοῦ θεοῦ λόγου φύσις, περιττὴ τοῦ σώματος ἡ πρόσληψις ἦν;
 [03056]  {ΟΡΘ.} Τὸ οὖν φάναι τὸν θεῖον ἀπόστολον, διὰ τοῦτο τοῖς παιδίοις αὐτὸν κεκοινωνηκέναι σαρκὸς καὶ αἵματος, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, οὐ σαφῶς δηλοῖ τὸ τῆς θεότητος ἀπαθὲς καὶ τὸ τῆς σαρκὸς παθητόν, καὶ ὡς, παθεῖν τῆς θείας μὴ δυναμένης φύσεως, ἔλαβε τὴν παθεῖν δυναμένην, καὶ διὰ ταύτης ἔλυσε τοῦ διαβόλου τὸ κράτος;
 [03337]  {ΕΡΑΝ.} Οὐδὲ ἐγὼ τὸν θεὸν λόγον δίχα σώματος λέγω παθεῖν, ἀλλὰ σαρκὶ πεπονθέναι φημί.
 [03483]  ἡ δὲ ἀσώματος φύσις αὐτὴ καθ' αὑτὴν παθεῖν οὐχ οἵα τε ἦν.
 [03563]  Ἡ δὲ τῶν πατέρων τῶν ἐν Νικαίᾳ συνεληλυθότων διδασκαλία τῆς πίστεως αὐτὸν τὸν μονο γενῆ, τὸν ἀληθινὸν θεόν, τὸν ὁμοούσιον τῷ πατρί, παθεῖν καὶ σταυρω θῆναί φησι.
 [03568]  {ΕΡΑΝ.} Οἱ πατέρες τὸν υἱὸν τοῦ θεοῦ, τὸ ἐκ τοῦ φωτὸς φῶς, τὸν ἐκ τῆς οὐσίας τοῦ πατρός, ἔφασαν παθεῖν τε καὶ σταυρωθῆναι.
 [03728]  Ὡς γὰρ τὸ φῶς οὐ βλάπτεται ἐν σκοτεινῷ τόπῳ, οὐδὲ ἡ ζωή τι παθεῖν δύναται ἐπισκεψαμένη τὴν θνητὴν φύσιν.
 [03777]  παθεῖν τὸ σῶμα νόμῳ φύσεως ἀνθρωπίνης παρεχώρησε.
 [04001]  Εἰ τὴν ψυχὴν οὐ δύνανται, οὐχ ᾗ οὐ βούλονται οἱ ποιοῦντες, ἀλλ' ᾗ οὐ δύνανται, κἂν θελήσωσι, παθεῖν τὰ τοῦ σώματος τοῦ συνεζευγμένου·
 [04338]  Κατ' οὐδένα γὰρ ἡ φύσει γε ἀπαθὴς θεότης παθεῖν δύναται τρόπον.
000-00-00 Serial Number=0976211905
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00084]  οὐδὲ ἐφείσατο ὁ ὀφθαλμὸς ἐπὶ σοὶ τοῦ ποιῆσαί σοι ἓν ἐκ πάντων τούτων τοῦ παθεῖν τι ἐπὶ σοί·
000-00-00 Serial Number=0662043631
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00144]  παθεῖν δὲ τοῦτον οὐδαμῶς λέγει, ἀλλὰ Σίμωνα τὸν Κυρηναῖον ὑπομεῖναι τὸ πάθος νομισθέντα εἶναι Χριστόν·
 [00489]  δόξαι δὲ εἶναι ἄνθρωπον, οὐδὲν ἀνθρώπινον ἔχοντα, καὶ δόξαι παθεῖν οὐδαμῶς πεπονθότα.
 [02197]  Ὥσπερ γὰρ κρεῖττον ἀποφῆναι δυνάμενος θανάτου (τοῦτο γὰρ δὴ καὶ μετὰ τρεῖς ἡμέρας εἰργάσατο), καὶ παθεῖν, καὶ ἀποθανεῖν συνεχώρησεν, ἵνα πληρώσῃ τὸ τῆς οἰκονομίας μυστήριον·
 [02390]  Σφαγῆναι γὰρ οὐ μό νον οὐ βούλεται, ἀλλὰ καὶ πάντα μηχανᾶται τρόπον ὥστε μὴ τοῦτο παθεῖν, καὶ τῆς γυναικὸς δὲ μοιχευ θείσης, τοῦ τὴν εὐνὴν σεσυληκότος κατηγορεῖ, καὶ λοιδορίας δεξάμενος ὕβρεως εἰσφέρει γραφήν.
000-00-00 Serial Number=0559321404
Historia ecclesiastica Ante [Go Back]  
 [01173]  καὶ τοῦτο οὐ πέπονθεν, ἀλλ' ὁ ἄν θρωπος ὃν ἐνεδύσατο, ὃν ἀνέλαβεν ἐκ Μαρίας τῆς παρθένου, τὸν ἄνθρωπον τὸν παθεῖν δυνάμενον·
 [01218]  ὁ δέ γε στρατηγὸς διαφερόντως ἐβόα, ἀντι [121] βολῶν κελεῦσαι τὸν βασιλέα μὴ συνοδικῶς ἀλλὰ δικαστικῶς ἐξετα σθῆναι τὸ παράνομον τόλμημα, καὶ τοὺς τῶν ἐπισκόπων κληρικοὺς ὑπισχνεῖτο πρώτους εἰς αἰκίαν ἐκδώσειν, χρῆναι δὲ καὶ τοῦ Στεφάνου τοὺς ὑπηρέτας ταῦτα παθεῖν.
 [01529]  ἀλλ' οἱ ἐν τῇ Ἀριμήνῳ καθαιρεθέντες, ἀπελθόντες πρὸς Κωνστάντιον, πεποιήκασιν ὑβρι [152] σθῆναι μὲν αὐτούς, ἀπειλὰς δὲ γενέσθαι μὴ ἀνακάμψειν εἰς τὰς ἰδίας παροικίας τοὺς κατ' αὐτῶν ἀποφηναμένους βίαν τε παθεῖν ἐν τῇ Θρᾴκῃ ἐν αὐτῷ τῷ χειμῶνι, ὥστε τῶν παρ' αὐτῶν καινοτομου μένων ἀνέχεσθαι.
 [01967]  οὕτω πεισθεὶς ὁ θεο μισὴς ταῦτα παθεῖν ἑτέρους οὐκ εἴασε, καὶ μέντοι καὶ τὸν Θεόδωρον ἐκέλευσε τῆς εἱρκτῆς ἀφεθῆναι·
 [02387]  ἡμεῖς μέντοι καθαροὺς ἑαυτοὺς ἀφ' ὑμῶν εἶναι θέλοντες, ὡς καὶ Πιλᾶτος ἐπὶ τῆς ἐξετάσεως τοῦ ἐν ἡμῖν πολιτευομένου Χριστοῦ, μὴ θέλοντος αὐτὸν ἀνελεῖν, [222] καὶ ὑπὲρ τοῦ παθεῖν τὸν παρακληθέντα ἐπιστραφεὶς ἐπὶ τὰ τῆς Ἀνατολῆς μέρη καὶ αἰτήσας ὕδωρ ἐπὶ χειρῶν, ἐνίψατο αὐτοῦ τὰς χεῖρας λέγων·
 [02388]  ἀθῶός εἰμι ἀπὸ τοῦ αἵματος τοῦ δικαίου τούτου , οὕτως καὶ τὸ ἡμέτερον κράτος διὰ παντὸς ἐνετείλατο μὴ διώκειν μήτε ἐπικλύζειν μήτε ζηλοῦν τοὺς ἐργαζομένους τὸ χωρίον τοῦ Χριστοῦ, μήτε τοὺς διοικητὰς ἀπελαύνειν τοῦ μεγά λου βασιλέως , ἵνα μὴ σήμερον μὲν ἐπὶ τοῦ ἡμετέρου κράτους αὔξειν δόξητε, καὶ μεταξὺ τοῦ παρακεκλημένου παθεῖν τὰ τῆς δια θήκης αὐτοῦ, ὡς ἐπὶ Ζαχαρίου τοῦ αἵματος .
 [02637]  καὶ πέπεικε τῶν ὅλων ὁ πρύτανις ὡς καὶ τοὺς ἄλλους αὐτὸς ἐνδέ δωκεν ἐκεῖνα παθεῖν, καὶ τοῦτον τῶν ἐπιβουλῶν ἀπέφηνε κρείττονα·
000-00-00 Serial Number=0690669239
Historia religiosa Ante [Go Back]  
 [00031]  Ἐρασταὶ γὰρ θερμοὶ τοῦ θείου κάλλους γενόμενοι, καὶ ἀσπασίως ἅπαντα καὶ δρᾶσαι καὶ παθεῖν ὑπὲρ τοῦ ἐρωμένου ἑλόμενοι, ἤνεγκαν μὲν γενναίως τὴν τῶν παθῶν ἐπανάστασιν, ἀπεκρούσαντο δὲ καρτερῶς τῶν τοῦ διαβόλου βελῶν τὰς νιφάδας, καὶ ἀπο στολικῶς εἰπεῖν, τὸ σῶμα πιέσαντες καὶ δουλαγωγήσαντες τὰς μὲν τοῦ θυμοῦ φλεγμονὰς κατεπράϋναν, τῶν ἐπιθυμιῶν δὲ τὸ λυσσῶδες ἡσυχίαν ἄγειν ἠνάγκασαν.
 [02519]  Οἱ τοίνυν μὴ ἑαυτοῖς ζῶντες, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθα νόντι καὶ ἀναστάντι, πάντα ὑπὲρ αὐτοῦ καὶ δρᾶσαι καὶ παθεῖν ἀσμένως ἀνέχονται.
000-00-00 Serial Number=0764582276
Interpretatio in Danielem Ante [Go Back]  
 [00084]  Ἀλλ' ὁ τῶν ὅλων Θεὸς, ὁ ταῦτα παθεῖν Ἰουδαίους διὰ τὴν πολλὴν αὐτῶν συγχωρήσας παρανομίαν, οὔτε κολάζων παντελῶς αὐτοὺς τῆς οἰκείας κηδεμονίας ἐγύμνωσεν·
 [00090]  Οὕτω τὴν τῆς οἰκουμέ νης πραγματευόμενος σωτηρίαν, τοὺς ἁγίους συν εχώρησεν ἀποστόλους ἐκεῖνα παθεῖν τὰ ἀνάγραπτα πάθη.
000-00-00 Serial Number=0326473534
Interpretatio in Ezechielem Ante [Go Back]  
 [01757]  Οὐδὲ ἐφείσατο ἐπὶ σοὶ ὁ ὀφθαλμός μου τοῦ ποιῆσαί σοι ἓν ἐκ πάντων τούτων, τοῦ παθεῖν τι ἐπὶ σοί·
 [04185]  [81.1100] Τοῦτο δὲ καὶ τὸν ἄνθρωπον παθεῖν παρεσκεύασε.
000-00-00 Serial Number=0727408648
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00627]  Οὐ παρακαλεῖ μὴ ἐλεγχθῆναι, ἀλλὰ μὴ θυμῷ ἐλεγχθῆναι, οὐδὲ ἱκετεύει μὴ παιδευ θῆναι, ἀλλὰ μὴ μετ' ὀργῆς τοῦτο παθεῖν.
 [02384]  Παρῆν γὰρ ἡ θεό της καὶ πασχούσῃ τῇ τοῦ δούλου μορφῇ, καὶ συν εχώρησε παθεῖν, πάσῃ τῇ φύσει μηχανωμένη τὴν σωτηρίαν.
 [02386]  πῶς γὰρ οἷόν τε ἦν τὴν ἀπαθῆ φύσιν παθεῖν;
000-00-00 Serial Number=0952276647
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00956]  ∆ίκαιον γὰρ ἀεὶ ὑμνεῖν τὸν ταῦτα παθεῖν ὑπὲρ τῆς τῶν ἀνθρώπων ἀνεχόμενον σωτηρίας.
 [02355]  ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον Ταῦτα γὰρ, φησὶ, παθεῖν ἡμᾶς συνεχώρησας·
 [03034]  Ἐπειδὴ γὰρ καὶ τὴν Ἱερουσαλὴμ, καὶ τὰς ἄλλας τῆς Ἰουδαίας πόλεις πορθήσαντες, ἐρήμους ἀπ έφήναν [οἱ Χαλδαῖοι], ταῦτα παθεῖν καὶ τὴν [80.1409] αὐτῶν ἱκετεύει πατρίδα·
 [03037]  εἰδέναι μέν τοι προσ ήκει, ὡς ἅπερ ᾔτησαν Ἰουδαῖοι Βαβυλωνίους παθεῖν, δυσσεβείᾳ καὶ πονηρίᾳ κατ' αὐτῶν κεχρη μένους, ταῦτα πεπόνθασιν αὐτοὶ, κατὰ τοῦ εὐερ γέτου καὶ Σωτῆρος λυττήσαντες.
000-00-00 Serial Number=0932152629
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [02425]  Οἷον γάρ τις στρατηγὸς τὴν κατ' αὐτοὺς στρατείαν συναθροίζει, διδάσκων ὡς αὐτὸς αὐτοὺς ταῦτα παθεῖν συγχωρεῖ.
000-00-00 Serial Number=0216584742
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00872]  καὶ πάλιν ἐπειδὴ ἐν τῷ καιρῷ τοῦ πάσχα τῶν Ἰουδαίων ἐχρῆν τὸν κύριον συλληφθῆναι καὶ παθεῖν ἃ ἔπαθε, διὰ τοῦτο πρὸ τοῦ πάσχα ἐρρέθη περὶ αὐτοῦ, ὅτι οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὰς χεῖρας, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ, οὐ τῆς ἀνάγκης τῆς ὥρας κωλυούσης αὐτοῦ τὴν σύλληψιν, ἀλλ' ἡ τοῦ θεοῦ πρόνοια.
000-00-00 Serial Number=0128608227
Quaestiones in Octateuchum Ante [Go Back]  
 [01878]  ΞΙΙΙ ∆ιὰ τί δὲ συνεχώρησεν ταῦτα παθεῖν τὸν λαὸν ὁ Θεός;
 [03219]  ἤρετο δὲ τῇ ὑστεραίᾳ Μωϋσῆς τὸν δεσπότην Θεὸν τί χρὴ παθεῖν τὸν ἀλάστορα.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»