Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum παθῶν [81]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum παθῶν


000-00-00 Serial Number=0358264089
Ad eos qui in Euphratesia et Osrhoena regione Ante [Go Back]  
 [00164]  Οὕτως ἐν τῷ ἑνὶ Χριστῷ διὰ μὲν τῶν παθῶν θεωροῦμεν τὴν ἀνθρωπότητα, διὰ δὲ τῶν θαυμάτων νοοῦμεν αὐτοῦ τὴν θεότητα.
000-00-00 Serial Number=0764666378
De incarnatione domini Ante [Go Back]  
 [00504]  Ἐκεῖ θεν τοὺς ἀῤῥώστους ἰᾶται, καὶ λόγῳ λύει τὰς νόσους, καὶ νεύματι τῶν παθῶν ἀπαλλάττει τοὺς κάμνοντας, τοὺς δαιμονῶντας τῆς λύττης ἐλευθεροῖ, δείκνυσι τοὺς μεμηνότας καθεστηκότας, σφίγγει τοὺς παρ ειμένους, ἀρτίποδας τοὺς χωλοὺς ἀπεργάζεται, δεί κνυσι τὸν ἥλιον τοῖς τὸ βλέπειν ἀφῃρημένοις, ἀνοίγει τὰς θύρας τοῦ σώματος δι' ὧν ἐπὶ τὰ ἔξω διαχεῖται τὸ τῆς ψυχῆς ὀπτικὸν, καὶ νῦν μὲν λόγῳ μόνῳ τοῦτο ποιεῖ, τὸν πηλὸν τὸν τῶν ὀμμάτων ἐπίβουλον ὀμμά των θεραπευτὴν, καὶ τῷ πολεμίῳ φαρμάκῳ κέχρη ται, καὶ τὸ δηλητήριον ἀλεξητήριον δείκνυσι·
 [00515]  πολλάκις μὲν ταῦτα τοῖς φοιτηταῖς προμηνύσας, ἐπιτιμήσας δὲ τῷ Πέτρῳ, μεθ' ἡδονῆς μὴ καταδεξα μένῳ τὰ τῶν παθῶν εὐαγγέλια, καὶ δείξας ὡς διὰ τούτων κατορθοῦται τῆς οἰκουμένης ἡ σωτηρία·
 [00538]  Ὅτι διὰ τῶν τοῦ Χριστοῦ παθῶν ἡ ἡμετέρα γέγονε σωτηρία.
000-00-00 Serial Number=0255115271
De providentia orationes decem Ante [Go Back]  
 [00038]  Καὶ οἱ τὸ φιλοσοφεῖν ὑπισχνούμενοι, καὶ τὴν ἀπὸ τοῦ σχή ματος τιμὴν παρὰ πάντων δρεπόμενοι, καὶ τῶν παθῶν κρατεῖν ἐπαγγελλόμενοι, προσκυνεῖν τὰ πάθη τοὺς ἀνθρώπους ἐποίησαν, καὶ τὸν αὐτοκρά τορα νοῦν τῶν παθῶν ἡνίοχον, θύειν ἐπιθυμίᾳ, καὶ θυμῷ, καὶ κλοπῇ, καὶ μέθῃ, καὶ τοῖς ἄλλοις πάθεσιν ἀνοήτως πεπείκασιν.
 [00334]  οἱ δ' ὑπὸ νόσου πολεμούμενοι, καλεῖν εἰώθασι τοὺς ἰατροὺς εἰς βοήθειαν, καὶ τοῖς ὅπλοις τῆς τέχνης κατὰ τῶν παθῶν χρώμενοι συνεργοῖς, ὥσπερ τινὰς πολεμίους ἐκ τῶν σωμάτων διώκειν ἐπιχειροῦσιν.
 [00335]  Ἰατρικὴ γὰρ τέχνη σωμάτων ἐπίκουρος, καὶ παθῶν ἐπίβουλος.
 [00898]  Οὐκοῦν φρόνησις μὲν ἔστι τοῦ ἐν ἡμῖν λογικοῦ ἡ ἐγρήγορσις, ὥσπερ ἀμέλει παραφροσύνη καὶ ἀφρο σύνη πάλιν, ἡ τούτου μέθη ἐκ τῶν παθῶν τικτομένη, καὶ οἷόν τις νεφέλη γενομένη, καὶ πυκνουμένη, καὶ ἐπιπροσθοῦσα, καὶ συνορᾷν αὐτὸν οὐκ ἐῶσα τὸ δέον.
 [00900]  Καὶ σωφροσύνην δὲ πάλιν προσαγορεύομεν, τὴν τῶν παθῶν ἐλευθερίαν.
 [00902]  Τὴν τῶν παθῶν τοίνυν εὐταξίαν, καὶ τοῦ ἡνιόχου τὴν ὑγείαν, σωφροσύνην [83.648] ὀνομάζομεν.
 [00905]  ∆ικαιοσύνην δὲ, τὴν ὀρθὴν τῆς ψυχῆς ἡγεμονίαν, καὶ τῶν ὑπηκόων παθῶν τὴν συμμετρίαν.
 [00909]  Πῶς γὰρ ἄν τις κατορθώσειε σωφροσύνην διηνεκῶς γαστρι ζόμενος, καὶ συμποσίοις προστετηκὼς, καὶ συσσίτια κατασκευάζων, καὶ στιβάσι καὶ τραπέζαις ἐνασχολού μενος, καὶ σιτοποιοὺς, καὶ ὀψοποιοὺς, καὶ ποπάνων δημιουργοὺς, καὶ οἴνους ἀνθοσμίας, καὶ φιάλας, καὶ κύλικας, καὶ ἐκπωμάτων εἴδη παντοδαπὰ, καὶ ὄψων ποικιλίαν ἐν τῇ διανοίᾳ περιφέρων, καὶ χανδὸν τὸν ἄκρατον πίνων, καὶ πέρα τοῦ μέτρου τὴν γαστέρα φορτίζων, καὶ τοῦ μὲν λογικοῦ τὸν σπινθῆρα κατασβεννὺς, αὔξων δὲ τῇ ὕλῃ τῶν παθῶν τὴν πυ ρὰν, καὶ τὴν μὲν ἀκόλαστον ἡδονὴν ἐπὶ πλεῖστον ἐξάπτων, τὸν δὲ θυμὸν κατὰ τῶν διακονούντων εἰς ἀκμὴν παραθήγων, καὶ δοῦλον τῶν παθῶν τὸν ἡγε μόνα ποιῶν, καὶ τῆς γαστρὸς ὑπηρέτην τὸν ∆εσπότην ἐργαζόμενος, καὶ εἰς ἀνδραποδώδεις κατασύρων ἐπι θυμίας τὸν τοῦ ζώου τὴν ἡγεμονίαν παρὰ τοῦ πε ποιηκότος δεξάμενον, καὶ αἰχμάλωτον παραδιδοὺς τοῖς ὑπηκόοις τὸν ἄρχοντα, καὶ κατασύρεσθαι τὸν ἡνίοχον παρὰ τῶν ἵππων παρασκευάζων, καὶ τὸν κυβερνήτην τῶν οἰάκων οὐκ ἔτι ἔχεσθαι, καὶ ἅπαν τὸ σκάφος ἰθύνειν, ἀλλὰ ταῖς τῶν παθῶν τρικυμίαις ἐνδιδόναι βαπτιζούσαις τὸ σκάφος, καὶ αὐτὸ ὑποβρύ χιον ἐργαζομέναις;
 [00910]  Οὐκοῦν ὁ τοιοῦτος οὐ μόνον φρο νήσεως ἄμοιρος, ἀλλὰ καὶ παντοδαπαῖς ἀκολασίαις προσκείμενος, οὐ μόνον ἀνδρείας γεγυμνωμέ νος, ἀλλὰ καὶ ὑπὸ τῶν πολεμίων παθῶν ἐξηνδραπο δισμένος.
 [00915]  Ἔπειτα, ἡ ψυχὴ τῶν περιττῶν φορτίων ἀπαλλαττο μένη, καὶ τῶν ἔξωθεν θορύβων ἐλευθέρα τυγ χάνουσα, καὶ ἡσυχίας ἁπάσης καὶ γαλήνης ἀπολαύουσα, εἰς ἑαυτὴν νενευκυῖα, τό τε οἰκεῖον ἀξίωμα καθορᾷ, καὶ τῶν ὑπηκόων παθῶν τὴν δουλείαν γνωρίζει·
 [00919]  Συνεργοῦσι δὲ πάλιν τῷ λογικῷ πρὸς τὴν τῶν παθῶν εὐταξίαν οἱ πόνοι·
 [01067]  Καὶ ἐν ὥρᾳ μὲν χειμῶνος, ἐν ἀλεει νοῖς οἴκοις κατάκειται, ἐπὶ στρωμνῆς μαλακῆς καλινδούμενος, ἱματίοις πολλοῖς καὶ θερμοῖς ἐνει λημ[μ]ένος, ἐσχάρας ἔχων περικειμένας, καὶ τῷ κρυμῷ πολεμούσας, φάρμακα μυρία τῇ νόσῳ μαχό μενα, ἰατρῶν ὑποσχέσεις ψυχαγωγούσας, φίλους παρ όντας, καὶ τῶν παθῶν τὰς ἀκίδας τῇ διαλέξει συ λῶντας.
 [01076]  Πάντα δὲ αὐτῷ γίνεται ἡ τοῦ Θεοῦ προ μήθεια, ἀμβλύνουσα μὲν τῶν παθῶν τὰς ἀκίδας, ἀμαυροῦσα δὲ τὰς ὀδύνας, σβεννῦσα δὲ φαρμάκου [83.665] δίχα τὴν τοῦ πυρὸς φλόγα, ἀπείργουσα δὲ τὴν βλά βην, τὴν ἀπὸ κρυμοῦ, τὴν ἀπὸ φλογμοῦ, τὴν ἀπὸ τῆς ὑποκειμένης νοτίδος.
 [01140]  Οἶδε γὰρ φόβος χαλινοῦν τῶν ἀλόγων παθῶν τὰς ἀφορμὰς, καὶ τῆς ψυχῆς τὴν πρὸς τὸ χεῖρον ἀμβλύνειν ῥοπήν·
 [01280]  Εἰ δὲ καὶ τὸ παρανομίας ἐλεύθερον χωρίον, καὶ ἡ σωμάτων καὶ παθῶν ὑπερτέρα φύσις, ταύτην οὐκ ἠρνήθη τὴν τάξιν, ἀλλ' οἱ μὲν εὐπειθῶς ὑπακούουσιν, οἱ δὲ κοσμίως ἡγεμονεύουσι, τί δυσχεραίνεις, ἄνθρωπε, παρ' ἀνθρώποις βλέπων, ἔνθα πολλὴ περὶ τὸ χεῖρον ἡ ῥοπὴ, τὸ ἄρχον καὶ τὸ ἀρχόμενον;
 [01388]  Ὡς δὲ κρεῖττον ἐφάνη τῶν δικτύων τὸ θήραμα, καὶ ῥᾳδίως τοὺς παγέντας ὑπερεπήδησε στάλικας, καὶ οὓς πο τνιωμένη προσήνεγκε λόγους ἑταιρικοὺς καὶ ἡδονῇ κεχρωσμένους, ἀπῆλθον ἄπρακτοι καὶ ἀνόνητοι, τηνικαῦτα λοιπὸν τοῖς λόγοις ἐῤῥῶσθαι φράσασα, ἔργῳ προσφέρει τὴν πεῖραν, καὶ σύμμαχον λαβοῦσα τῶν θαλάμων τὴν ἐρημίαν, κατέχει τὸν νέον, δοῦλον αὐτὸν τῶν παθῶν, ἀλλὰ οὐ δεσπότην νομίσασα.
 [01390]  [83.697] καὶ οὔτε τὴν δουλείαν ἐπὶ νοῦν ἔλαβεν, οὔτε τὴν ἐκείνης ἔδεισε δεσποτείαν, οὔτε τῆς συμφορᾶς τὸ μέγεθος, ἧς ὑπέμεινε, λογισάμενος, ἐφεῖναι τὰς τῶν παθῶν ἠθέλησεν ἡνίας, ὡς οὐδενὸς ἐφορῶντος τὰ ἀνθρώπινα, καὶ ποινὴν ἀπαιτοῦντος τοὺς ἀδικεῖν προαιρουμένους.
 [01447]  «Τί ὅτι τὰ πρόσωπα ὑμῶν σκυθρωπὰ σήμερον;» Τῶν δὲ φησάντων ὀνεί ρους ἑωρακέναι, καὶ τῇ τῆς ἑρμηνείας ἀγνοίᾳ κυ κᾶσθαι τὸν λογισμὸν, οὐκ ἐθρήνησεν ὁ θεῖος ἐκεῖνος ἀνὴρ τῶν ὀνείρων ἀκούσας, οὐδὲ ὠλοφύρατο τῶν οἰκείων ἀναμνησθεὶς συμφορῶν, οὐδὲ ἀφῆκε δάκρυον ἀγεννὲς, οὐδὲ ἀνῴμωξε, καὶ τῶν παθῶν τὴν τραγ ωδίαν εἰς μέσον παρήγαγε·
 [01872]  Ἀλλ' ἆθλον αὐτὴν προτέθεικεν ἀρετῆς, ἵνα κατὰ τὸν παρόντα βίον κα λῶς ἀγωνισάμενοι, καὶ τὰ πάθη παντελῶς ἀποδυσά μενοι, καὶ φθορᾶς καὶ παθῶν ἐλεύθερον ἐνδυσάμενοι τὸ σῶμα, τηνικαῦτα τελείαν τὴν γνῶσιν ὑποδεξώμε θα·
 [01873]  οὐδεμίαν λοιπὸν, ἅτε δὴ παθῶν ἀπηλλαγμένοι, καὶ τῶν ἀγώνων ἔξω γινόμενοι, δεχόμενοι τὴν βλά βην.
 [02017]  Οὕτως ὁ μακάριος Ἡσαΐας καὶ τὰ σωτήρια ἡμῖν ὑπέδειξε πάθη, καὶ τῶν παθῶν τὰς αἰ τίας ἐδίδαξε.
000-00-00 Serial Number=0342301309
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00273]  Παρακαλῶ τοίνυν ἐκείνων ἀναμνησθῆναι τῶν λόγων, οἳ καὶ τῶν παθῶν παρεγγυῶσιν ἡμῖν κρατεῖν, καὶ τὴν αἰώνιον ὑπισχνοῦνται ζωήν, καὶ τοῦ θανάτου κηρύττουσι τὴν κατάλυσιν, καὶ τὴν κοινὴν πάντων ἡμῶν ἀνάστασιν ἐπαγ γέλλονται·
 [00787]  Τὴν δὲ φιλοσοφίαν κατασκευάζει τὸ ἐν ἡμῖν λογικόν, ἡγούμενον τῶν παθῶν, ἀλλ' οὐκ ἀγόμενον ὑπ' αὐτῶν.
000-00-00 Serial Number=0342645049
Eranistes Ante [Go Back]  
 [01198]  {ΟΡΘ.} Οὐκοῦν τὰ μὲν θερμὰ τῶν παθῶν καταψύχων, τὰ δὲ ψυχρὰ διαθερμαίνων, καὶ τὰ μὲν τεταμένα χαλῶν, τὰ δέ γε λελυμένα τονωτι κοῖς φαρμάκοις ῥωννύς, καὶ τὰ μὲν πλαδῶντα ξηραίνων, ὑγραίνων δὲ τὰ ξηρά, ἐξήλαυνες μὲν τὰς νόσους, ἐπανῆγες δὲ τὴν ὑγείαν ὑπὸ τούτων ἐκβεβλημένην;
 [02981]  μετὰ δὲ τὴν σάρκωσιν ἠνέσχετο τῶν παθῶν.
 [03648]  Ἵν' εἰ δυνηθεῖεν ὑποφθεῖραί τινας, ταῦθ' οὕτως ἔχειν ὁρίζεσθαι, τηνικαῦτα τὰς τῶν παθῶν ἀλλοιώσεις τῷ θείῳ περιάψαντες πνεύματι ῥᾳδίως ἀναπείσωσιν αὐτούς, ὡς οὐκ ἔστι τὸ τρεπτὸν ἐκ τῆς ἀτρέπτου φύσεως γεννηθέν.
 [03694]  Πέρας γοῦν ὁ προφήτης Ἡσαΐας αὐτὰ μὲν τὰ τῶν παθῶν αὐτοῦ διεξιὼν ἴχνη πρὸς τοῖς ἄλλοις ἐπιφέρει καὶ τοῦτο μεγαλοφωνοτέρᾳ βοῇ τό·
 [03831]  ὁ δὲ πάσχων ἄνθρωπος καλῶς τὰ ταπεινὰ φθέγγεται, καὶ τῶν παθῶν κατάλληλα.
 [03972]  καὶ τοῖς πάθεσιν ὑποβαλλομένη κατὰ τὸ σαρκὶ προσῆκον ἰσχύει κατὰ τῶν παθῶν διὰ τὸ θεοῦ εἶναι σάρξ.
 [03977]  Καὶ τῶν περὶ σάρκα παθῶν γινομένων, τὴν ἀπάθειαν ἡ δύναμις εἶχε τὴν ἑαυτῆς.
000-00-00 Serial Number=0743408263
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [01304]  καὶ καταλιπὼν αὐτὸν πρὸς ὀλίγον ἐγγυμνασθῆναι τῷ φόβῳ ὁ σοφὸς τῶν εὐσεβῶν παι δοτρίβης τε καὶ ἀγωνοθέτης, ἐπιφαίνεται αὐτῷ, καὶ ὡς ἀγνοῶν πυνθάνεται τῆς φυγῆς τὴν αἰτίαν, οὐκ ἐπιτωθάζων αὐτῷ, ἀλλὰ διδάσκων τῆς φυγῆς τὴν οἰκονομίαν, καὶ παιδεύων εἶναι συγγνώμονα, ἀνθρω πείαν φύσιν περικείμενον, καὶ ὑπὸ τῶν ταύτης παθῶν πολεμούμενον.
 [01782]  Τουτέστι τὴν νέκρωσιν τῶν παθῶν·
000-00-00 Serial Number=0773235321
Graecarum affectionum curatio Ante [Go Back]  
 [00774]  Οὔκουν μόνοι γε ἄθεοι ∆ιαγόρας ὁ Μιλήσιος καὶ ὁ Κυρηναῖος Θεόδωρος καὶ Εὐήμερος ὁ Τεγεάτης καὶ οἱ τούτοις ἠκολουθηκότες, παντάπασι φάντες μὴ εἶναι θεούς, ὡς ὁ Πλού ταρχος ἔφη, ἀλλὰ καὶ Ὅμηρος καὶ Ἡσίοδος καὶ αἱ τῶν φιλοσόφων ξυμμορίαι, παμπόλλους μὲν θεῶν μυθολογήσαντες ὁρμα θούς, ἀνδραποδώδεις δέ τινας καὶ παθῶν ἀνθρωπίνων ἀποφήναντες [3.5] δούλους.
 [01503]  ἐλευθέραν γὰρ αὐτὴν εἶναι ἔφησε καὶ δέσποιναν τῶν ἐνοχλούντων παθῶν καὶ ἑκοῦσαν ἢ τῇδε ἢ ἐκεῖσε χωρεῖν καὶ ἐθελουσίως γε ἢ νικᾶν ἢ ἡττᾶσθαι.
 [01688]  οἱ δὲ ἡμέτεροι ἁλιεῖς καὶ τελῶναι καὶ ὁ σκυτοτόμος καὶ Ἕλληνας ἔπεισαν καὶ Ῥωμαίους καὶ Αἰγυπτίους καὶ ἁπαξαπλῶς ἅπαν ἔθνος ἀνθρώπων, ὅτι καὶ ἀθάνατος ἡ ψυχὴ καὶ λόγῳ τετιμημένη καὶ κρατεῖν τῶν παθῶν δυναμένη καὶ ὀλιγωροῦσα, οὐ βιαζομένη, παραβαίνει τοὺς νόμους·
 [01716]  τῶν δὲ θείων λογίων καὶ τὴν ξυντομίαν θαυμάσατε καὶ τὴν δύνα μιν ἀνυμνήσατε καὶ μάθετε θείων δογμάτων ἀλήθειαν, σώματος θείαν διάπλασιν, ψυχῆς φύσιν ἀθάνατον καὶ τὸ ταύτης λογικὸν ἡγούμενον τῶν παθῶν καὶ τὰ πάθη ἀναγκαῖα τῇ φύσει καὶ [5.77] χρήσιμα.
 [02487]  ὡς δέ φησιν Ἐρατοσθένης ἐν τοῖς Περὶ ἀγαθῶν καὶ κακῶν, δείσας οὗτος, μὴ τῇ τῶν παθῶν ὑπερβολῇ βιασθεὶς ἐξείπῃ τι τῶν ξυγκειμένων καὶ τοὺς στασιώτας μηνύσῃ, τὴν γλῶτταν τοῖς ὀδοῦσι τεμὼν προσέπτυσε τῷ τυράννῳ.
 [03825]  τοὺς μὲν ἄγαν θαυμάζειν ὡς ὑπεραλλο μένους τὰ τῆς φύσεως σκάμματα, τοῖς δὲ νέμειν τινὰ ξυγγνώμην, [12.38] ὡς ὑπὸ τῶν ἐμφύτων κατασυρομένοις παθῶν.
000-00-00 Serial Number=0674904048
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00245]  Ἐκ τῶνδε τῶν παθῶν τόνδε συστῆ ναι τὸν κόσμον φασίν·
 [00247]  ἐκ δὲ τῶν ἄλλων παθῶν τὰ λοιπά·
000-00-00 Serial Number=0933948159
Historia ecclesiastica Ante [Go Back]  
 [01997]  ἐκ τῶνδε τῶν λόγων καὶ τῶν ἐπικειμένων παθῶν συνεὶς τῆς νόσου τὴν αἰτίαν [190] ὁ δείλαιος ἀποδοῦναι τὴν ἐκκλησίαν τὸν βασιλέα ἱκέτευσε τοῖς ταύτης ἐστερημένοις·
 [02463]  τούτων δὲ ὑπὸ τῆς σπουδαίας ἐλαυνομένων εὐχῆς, ἐπιφοιτᾶν λοιπὸν τὸ πανάγιον πνεῦμα, αἰσθητῶς καὶ ὁρατῶς τὴν οἰκείαν παρουσίαν σημαῖνον, καὶ τό τε σῶμα τῆς τῶν παθῶν κινή σεως ἐλευθεροῦν καὶ τὴν ψυχὴν τῆς ἐπὶ τὰ χείρω ῥοπῆς παντελῶς ἀπαλλάττειν, ὡς μηκέτι δεῖσθαι λοιπὸν μήτε νηστείας πιεζούσης τὸ σῶμα μήτε διδασκαλίας χαλινούσης καὶ βαίνειν εὔτακτα παιδευούσης.
000-00-00 Serial Number=0452164948
Historia religiosa Ante [Go Back]  
 [00030]  p.5 Παρεῖχε δὲ αὐτοῖς τὴν νίκην οὐχ ἡ φύσις θνητὴ γὰρ αὕτη, καὶ παθῶν μυρίων ἀνάπλεως , ἀλλ' ἡ γνώμη τὴν θείαν χάριν ἐφελκομένη.
 [00031]  Ἐρασταὶ γὰρ θερμοὶ τοῦ θείου κάλλους γενόμενοι, καὶ ἀσπασίως ἅπαντα καὶ δρᾶσαι καὶ παθεῖν ὑπὲρ τοῦ ἐρωμένου ἑλόμενοι, ἤνεγκαν μὲν γενναίως τὴν τῶν παθῶν ἐπανάστασιν, ἀπεκρούσαντο δὲ καρτερῶς τῶν τοῦ διαβόλου βελῶν τὰς νιφάδας, καὶ ἀπο στολικῶς εἰπεῖν, τὸ σῶμα πιέσαντες καὶ δουλαγωγήσαντες τὰς μὲν τοῦ θυμοῦ φλεγμονὰς κατεπράϋναν, τῶν ἐπιθυμιῶν δὲ τὸ λυσσῶδες ἡσυχίαν ἄγειν ἠνάγκασαν.
 [00280]  Ἢν δ' ἐγὼ ἐνθένδε ἀπέλθω καὶ τῶν τοιῶνδε παθῶν ἐλεύθερος γένωμαι, λέγειν οὐ κωλύω καὶ τῆς θείας χάριτος διηγεῖσθαι τὴν δύναμιν.
 [00867]  εἶτα τῶν ὁμοφύλων τὴν ἀσέβειαν βδελυξάμενος τὴν ἀλλοδαπὴν τῆς οἰκείας προείλετο καὶ τὴν Ἔδεσσαν καταλαβών πόλις δὲ αὕτη μεγίστη καὶ πολυάνθρωπος καὶ τῇ εὐσεβείᾳ διαφερόντως λαμπρυνομένη , ἔξω τῶν περιβόλων οἰκίδιον εὑρὼν καὶ ἑαυτὸν καθείρξας τῆς οἰκείας ἐπεμελεῖτο ψυχῆς, οἷά τις ἄριστος γεωργὸς προρρίζους τῶν παθῶν τὰς ἀκάνθας ἐκτέμνων καὶ τὸ θεῖον λήϊον ἐκκαθαίρων καὶ τοὺς τῶν εὐαγγελικῶν σπερμάτων καρποὺς ὡρίμους τῷ δεσπότῃ προσφέρων.
 [00991]  νῦν δὲ τῶν παθῶν ἀποθέμενος τὸ φορτίον ὡς νικηφόρος ἀθλητὴς πρὸς τὸν ἀγωνοθέτην παρρησιάζεται·
 [01477]  Ἰατρῶν μὲν γὰρ παῖδες ἑκάστῳ παθήματι τὸ κατάλληλον προσφέ ρουσι φάρμακον, ἡ δὲ τῶν ἁγίων προσευχὴ κοινόν ἐστι παθῶν ἁπάντων ἀλεξιφάρμακον.
 [02008]  Οὗτος τοίνυν μετὰ τῶν ἄλλων παθῶν καὶ τὴν φιλοτιμίαν τῆς ψυχῆς ἀπελάσας καὶ τῆς κενῆς δόξης τὴν τυραννίδα πατήσας κατακρύπτειν ἀεὶ τοὺς πόνους ἐσπούδασε.
 [02235]  Ἀλλ' ὅμως οὐδὲν τουτωνὶ τῶν παθῶν τὴν φιλοσοφίαν ἐξήλεγξεν, ἀλλὰ φέρει γενναίως καὶ τὰ ἑκούσια καὶ τὰ ἀκούσια, καὶ τούτων κἀκείνων τῇ προθυμίᾳ περι γινόμενος.
 [02265]  Ἰάσεις γοῦν παντοίων παθῶν καὶ θαύματα καὶ θείων δύναμις ἐνεργείων, ὥσπερ ἡνίκα περιῆν, ἐπιτελοῦνται καὶ νῦν οὐ παρὰ τὰς θήκας τῶν ἁγίων λειψάνων μόνον, ἀλλὰ καὶ παρὰ τὸ τῆς ἀριστείας αὐτοῦ καὶ ἀθλήσεως τῆς πολυχρονίου μνημόσυνον, τὸν μέγαν λέγω καὶ ἀοίδιμον κίονα τούτου δὴ τοῦ δικαίου καὶ πολυϋμνήτου Συμεών, οὗ ταῖς ἁγίαις πρεσβείαις εὐχόμεθα αὐτοί τε ἡμεῖς διασῴζεσθαι καὶ τῇ ὀρθῇ ἐπιστηρίζεσθαι πίστει καὶ πᾶσαν πόλιν τε καὶ χώραν ἐφ' ἣν τὸ ὄνομα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπικέκληται παντοίας ἐπηρείας τε καὶ βλάβης ἀπείραστον ἐξ οὐρανοῦ τε καὶ πολεμίων φυλάττεσθαι·
 [02506]  Ἡ γὰρ αἰτία τῶν παθῶν, ψυχαγωγία μοι γίνεται.
 [02699]  τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν, καὶ τὰ ἄλλα ὅσα περὶ τῶν σωτηρίων παθῶν διεξέρχεται.
000-00-00 Serial Number=0448967218
Interpretatio in Danielem Ante [Go Back]  
 [00989]  τουτέστιν, αἱ πνευματικαὶ τῶν δικαίων ψυχαὶ, αἱ τῶν ἀνθρωπίνων παθῶν ὑπέρ τεραι γενόμεναι, αἱ τοῦ Πνεύματος τὴν χάριν ὑποδεξάμεναι.
 [02715]  Ἐσφράγισε δὲ τὰς ἁμαρτίας, παύσας μὲν τὴν κατὰ νόμον πολιτείαν, τὴν δὲ τοῦ Πνεύματος δωρησάμενος χάριν, ὑφ' ἧς βοηθούμενοι περιγίνονται τῶν παθῶν οἱ πνευματικῶς πολιτευόμενοι.
 [03023]  Ὅτι μὲν γὰρ παθῶν ἐστι τῶν ἀγγέλων ἡ φύσις ἀμείνων, καὶ ἁγιωσύνης ἀνάπλεως, παντί που δῆλον.
000-00-00 Serial Number=0491702497
Interpretatio in Ezechielem Ante [Go Back]  
 [04177]  Πολλῇ πονηρίᾳ, φησὶ, χρησάμενος, τῆς ἄνω μὲν ἐξέπεσας τάξεως, κάτω δὲ ἀπεῤῥίφης, εἰς τὸ γελᾶσθαι παρὰ τῶν τὴν δοθεῖσαν αὐτοῖς φυλαττόν των τάξιν, καὶ καλῶς βασιλεύειν τῶν ἐν αὐτοῖς ἐπι σταμένων παθῶν.
000-00-00 Serial Number=0201570392
Interpretatio in Jeremiam Ante [Go Back]  
 [02971]  Ἐν ἐκείνῳ γὰρ οὐκέτι δεόμεθα τῆς παρ' ἀλλήλων διδασκαλίας, τῶν πραγμάτων ἐναργῶς φαινομένων, καὶ τῶν παθῶν πεπαυμένων, καὶ τῶν μὲν σωμάτων ἀφθάρτων, τῶν δὲ ψυχῶν γενομένων ἀτρέπτων.
000-00-00 Serial Number=0745245516
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [01617]  Ἀλλὰ διὰ τῶν παθῶν ὁδεῦσαι συνεχώρησεν ἣν ἀνέλαβε φύ σιν, ἵνα οὕτω τῆς ἁμαρτίας καταλύσας τὴν δυνα στείαν, παύσῃ μὲν τοῦ διαβόλου τὴν τυραννίδα, κατα λύσῃ δὲ τοῦ θανάτου τὸ κράτος, καὶ πᾶσιν ἀνθρώ ποις παράσχῃ τὴν τῆς ἀναβιώσεως ἀφορμήν.
 [02210]  καὶ εἰς τὸν ἔπειτα χρόνον ἱκανὴν βοήθειαν ἔχοντες, καὶ τῶν ἐπανισταμένων παθῶν καὶ τῶν ἐπιβούλων καὶ πονηρῶν περιγίνονται πνευμάτων.
000-00-00 Serial Number=0531883717
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00706]  ∆ιὸ ἱκετεύω τὴν προτέραν ἡγεμονίαν ἀπολαβεῖν μου τὸν νοῦν, καὶ τὸν ὑπὸ τῶν παθῶν δουλωθέντα, τὴν κατὰ τούτων αὖθις ἀπολαβεῖν ἐξουσίαν.
 [05468]  [Κυρίως δὲ σημεῖον ἀγαθὸν τοῖς ἔθνεσιν ὁ ἐκ Θεοῦ Θεὸς τὸν σταυρὸν ἐχαρίσατο, δι' οὗ τὸν κοινὸν ἐχθρὸν ἐτροπώσατο καὶ τρόπαιον κατὰ δαιμόνων καὶ παθῶν ἔπηξεν.
000-00-00 Serial Number=0606478393
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00817]  ἅτε δὴ τῆς πολυ θέου πλάνης ἀπηλλαγμένοι, καὶ σὲ τὸν ὄντως ὄντα προσκυνοῦντες Θεὸν, [τὸ κέρας τοῦ σταυροῦ ὅπλον κατὰ παθῶν καὶ δαιμόνων δεξάμενοι.] Τὸν γὰρ μο νόκερων πάλιν ἐνταῦθα παρήγαγεν, ἵνα διὰ τοῦ ἑνὸς κέρατος τὸν ἕνα παραδηλώσῃ Θεόν.
 [03217]  Καὶ βλάβην μὲν αὐτὸς ἐκ τῶν ταύτης παθῶν οὐδεμίαν ἐδέξατο, τῆς δὲ οἰκείας αὐτὴν ἐπλήρωσε δόξης, καὶ σὺν αὐτῇ βασιλεύει, καὶ τῶν ἁπάντων κρατεῖ.
 [04596]  Τοιγάρτοι καὶ ὁ Προφήτης, ἐπειδὴ διωκόμενος ὑπὸ τοῦ Σαοὺλ, κρείττων ἦν τῶν παθῶν·
 [07129]  δυνά μεις δὲ, ὡς τῶν σωματικῶν παθῶν ἐλευθέρας, καὶ πληροῦν τὰ κελευόμενα δυναμένας.
000-00-00 Serial Number=0016666532
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [04833]  εὐῶδες δὲ τὸ φυτὸν, καὶ τὰ θερμὰ τῶν παθῶν καταψύχειν δυνάμενον.
000-00-00 Serial Number=0071685612
Libellus contra Nestorium ad Sporacium Ante [Go Back]  
 [00037]  Τοῦτον, κατὰ τὸν ἀποστολικὸν λόγον, πειραθῆναι καὶ τῶν ἀνθρωπίνων παθῶν κατὰ πάντα, καθ' ὁμοιότητα καὶ νόμον τὸν ἀνθρώπειον, χωρὶς ἁμαρτίας·
000-00-00 Serial Number=0487377882
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00235]  ὅτι καὶ τὰ δοκοῦντα εἶναι δηλητήρια, παθῶν ἐστιν
 [00750]  οἱ δὲ εἰς ἀκολασίαν καὶ πονηρίαν παντά πασιν ἀποκλίνοντες, καὶ δοῦλον τῶν παθῶν τὸν λογισμὸν ἀποφαίνοντες, ὥστε καὶ προσεπινοεῖν ἑτέρας κακίας ἰδέας, καὶ τοῦτο οὐχ ἅπαξ ἢ δίς, ἀλλὰ παρὰ πάντα τὸν βίον, ποίας ἄξιοι συγγνώμης;
 [00775]  ἡ δὲ θεία φύσις ἐλευθέρα παθῶν.
 [03690]  οἱ μὲν γὰρ οὐ φέρουσι διὰ τὴν τῆς ψυχῆς ἀσθένειαν τὴν τῶν παθῶν ἐπανάστασιν, καὶ ἐνδιδόντες ἡττῶνται·
 [03699]  ἡττώμενος τῶν παθῶν, εἶτα στένων καὶ ὀδυρόμενος, ἔχει τινὰ γοῦν σμικρὰν συγγνώμην·
000-00-00 Serial Number=0185552537
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00484]  Εἰ γὰρ ὁ τοῦ προφήτου ∆εσπότης, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, τὸ σωτήριον καταδεξά μενος πάθος, τῇ δειλίᾳ τὴν ἀνθρωπείαν ἔδειξε φύσιν, τίς οὕτω παθῶν ἐλεύθερος, ὡς τῷ προφήτῃ δείσαντι νεμεσῆσαι;


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»