Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πόνων [105]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πόνων


000-00-00 Serial Number=0476120532
Commentaria in Isaiam Ante [Go Back]  
 [06922]  Τρυφερὰ μέντοι καλεῖ τὰ σάββατα ὡς σωματικῶν πόνων ἀπηλλαγμένα.
 [07352]  Σοῦ γὰρ γενναίως ἀγωνιζομένης ἐγὼ στρατηγήσω καί, ἐπειδὴ οὐδένα ἄλλον ἔχω μείζονα καθ' ὃν ὀμνύναι δεῖ, κατὰ τῆς οἰκείας δόξης καὶ κατὰ τῆς οἰκείας δυνάμεως ὄμνυμι, ὡς σοὶ τοὺς σοὺς φυλάξω καρποὺς καὶ οὐ συγχωρήσω τούτους ἁρπαγῆναι συνήθως, ἀλλὰ σὺ τῶν πόνων ἀπολαύσῃ τῶν σῶν.
 [07730]  Κατὰ γὰρ τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς ἔσονται αἱ ἡμέραι τοῦ λαοῦ μου, τὰ ἔργα τῶν πόνων αὐτῶν παλαι<ώ>σουσιν.
 [07926]  εἰ δὲ τῆς ὑποσχέσεως ἀποδέουσαν τὴν σαφήνειαν, τὸν σκοπὸν ἀποδεξάμενοι δότε συγγνώμην καὶ τὸ εὑρισκόμενον συλλέγοντες κέρδος ἱκετείαν τῶν πόνων ἀμείψασθε, ἵνα σὺν ὑμῖν καὶ ἡμεῖς τὴν ἀξιάγαστον ἐκείνην καὶ τριπόθητον ἴδωμεν πόλιν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ πατρὶ ἡ δόξα
000-00-00 Serial Number=0536524296
De incarnatione domini Ante [Go Back]  
 [00057]  Ὡς γὰρ τὴν ἄπονον ἐκείνην καὶ ἄλυπον οὐκ ἐνεγκὼν εὐγνωμόνως ζωὴν, τῇ δυσ ημερίᾳ συζεύγνυται, ἵνα τὴν ἀπὸ τῆς εὐημερίας φε ρομένην νόσον διὰ τῶν πόνων ἀποσκευάσηται.
 [00060]  ∆ιαλύει γὰρ τοῦτο τὸ ζῶον ὁ θάνατος, καὶ παύει μὲν τὴν τῆς πονηρίας ἐνέργειαν, ἀπαλλάττει δὲ πόνων, καὶ ἱδρώτων ἐλευθεροῖ, λύπας καὶ φροντί δας ἐλαύνει, τέλος τοῖς τοῦ σώματος δίδωσι πάθεσι.
 [00318]  δι' ὃν καὶ τὸ σῶμα τὸ συναθλοῦν, ἆθλον τῶν πόνων ἔχει τὴν τῶν οὐρανῶν βασιλείαν·
000-00-00 Serial Number=0000759780
De providentia orationes decem Ante [Go Back]  
 [00137]  Οὕτω καὶ τῶν πόνων κορεννύμενοι μεθ ημέραν, καὶ κοπούμενον τὸ σῶμα νύκτωρ διαναπαύομεν·
 [00140]  ∆ιὰ ταύτην μισθωτὸς ἀναπαύεται, καὶ οἰκέτης παῦλαν λαμβά νει τῶν πόνων.
 [00600]  νῦν δὲ τὰ λήϊα κείρουσι, καὶ δρέπονται τῶν πόνων τὰ ἐπίχειρα χερσὶ χρώμενοι, ἀμαλλοδετῆρες δεσμοῦσι, καὶ εἰς τὰς ἅλως τὰ φορτία κομίζουσι, καὶ τῶν ἀχύρων τοὺς πυροὺς ἀποκρί νουσι.
 [00747]  καὶ αἱ μὲν πονοῦσι, σὺ δὲ τῆς ἀπὸ τῶν πόνων ἀπολαύεις χλιδῆς.
 [01229]  Μὴ τοίνυν μόνους ὅρα τοὺς πόνους, ἀλλὰ καὶ τὰς τῶν πόνων θεώρει παραμυθίας, καὶ τὸν τῶν ὅλων Πρύτανιν διὰ πάντων ἀνύμνει.
 [01233]  Τὰ ἐκ γηπονίας ἀγαθὰ διὰ πόνων καρπούμεθα, καὶ τοὺς τῆς ἐμπορίας καρ πούς·
 [01235]  πόνων ἡγουμένων, οἰκιῶν ἀπο λαύομεν, ἐσθῆτι τὸ σῶμα καλύπτομεν, ὑποδήματα τοῖς ποσὶ περιτίθεμεν, σιτία παντοδαπὰ προσφερό μεθα.
 [01237]  Ἀλλ' ἔοικας κηφήν τις εἶναι, καὶ ἀργίᾳ συντεθραμμένος, καὶ τῶν ἀλλοτρίων πόνων δρεπόμενος τοὺς καρποὺς, οὐδὲν δὲ αὐτὸς συνεισφέρων τῷ βίῳ, ἀλλὰ γλῶτταν μόνην, πάντα σκώπτειν πεπιστευμένην.
 [01250]  καὶ τὰς τούτου δὲ γαμετὰς, δι' ἃς καὶ τῶν πόνων ἠνέσχετο, πρόβατα νεμούσας ἐν ταῖς ἱστορίαις εὑρίσκομεν.
 [01254]  Ἀλλὰ γὰρ περιττὸν μηκύνειν τὸν λόγον, καὶ πάντας εἰς μέσον ἄγειν τῆς θείας Γραφῆς τοὺς μετὰ πόνων τοῦ βίου διαδραμόντας τὸν δίαυλον.
 [01256]  Τῶν [83.684] μὲν γὰρ πόνων οἱ δοῦλοι κοινωνοὺς ἔχουσι τοὺς δε σπότας, τῶν δὲ φροντίδων τοῖς δεσπόταις οὐ κοινω νοῦσιν.
 [01322]  καὶ τὰς μὲν καμήλους καθίζει, φάρμακον τῶν πόνων τὴν ἀνά παυλαν προσφέρων, αὐτὸς δὲ μακρὰ χαίρειν εἰπὼν οἷς ἐκόμιζε δώροις, καὶ πάσῃ τῇ τοῦ πλούτου περι φανείᾳ, εἰς οὐρανὸν τὰς χεῖρας ἐκτείνας, τὸν Θεὸν ἱκετεύει, προμνήστορα τοῦ τροφίμου γενέσθαι, καὶ κατεγγυῆσαι κόρην αὐτῷ τοῖς δεσποτικοῖς συμβαί νουσαν ἤθεσιν.
 [01378]  Σύμμετρον γὰρ τῇ ἀρετῇ τὴν χάριν θεόθεν ἐδέχετο, μᾶλλον δὲ πολλαπλασίους τῶν πόνων ἐδρέπετο τοὺς καρπούς.
 [01616]  ποῖα τῶν [83.720] πόνων τὰ ἐπίχειρα;
 [01635]  Οὐ τοίνυν μισθὸν ὁρίζονται τῶν πόνων τὸν παρὰ τῶν ἀνθρώπων ἔπαινον τῶν θείων νόμων οἱ φύλακες, ἀλλὰ τὰς θείας ἀναμένου σιν ὑποσχέσεις, τὸν τῶν ἄθλων ἀγωνοθέτην προσμέ νοντες, τοὺς ἀκηράτους ἀναμένουσι στεφάνους, τὰ θεόσδοτα καραδοκοῦσι βραβεῖα, τοῦ δικαίου κριτοῦ τὴν ψῆφον προσδέχονται, τὴν τῶν σωμάτων ἀνάστα σιν, τὴν εἰς οὐρανοὺς ἀνάβασιν, τὴν μετ' ἀγγέλων χορείαν, καὶ πρὸ τούτων ἁπάντων, τὸ διηνεκῶς αὐτὸν ὁρᾷν τὸν ἐρώμενον, δι' ὃν τοῦ βίου τὸ πέλαγος διαπερῶντες, τῶν τῆς πονηρίας ὑπερέπλευσαν κυμά των, καὶ μετὰ πολλῶν διανηχόμενοι πόνων, οὐκ ἠθέ λησαν ὑποβρύχιοι γενέσθαι, ἀλλὰ τὴν τῶν λιμένων ἐπιθυμίαν τοῖς πόνοις συζεύξαντες, ὑπεστήριξαν τὴν ἀσθένειαν.
 [01657]  Εἰ τοίνυν καλὰ ταῦτα, καὶ καλῶν κάλλιστα, καὶ ἀγαθὰ, καὶ ἀγαθῶν ἄριστα, καὶ οὐδεὶς ἀντείποι ταῦθ' οὕτως ἔχειν μὴ σφόδρα παραπαίων, καὶ τὸ φρονεῖν ἀφῃρημένος, προσήκει δηλονότι τοὺς τούτων ἐραστὰς καλοὺς καὶ ἀγαθοὺς ὀνομάζεσθαι, καὶ καρπὸν ἔχειν, οὐ μόνον τῶν πόνων ἰσόῤῥοπον, ἀλλὰ καὶ πολλαπλάσιον.
 [01658]  Πῶς γὰρ οὐκ ἄτοπον, τὸν μὲν γηπόνον σπέρματα καταβάλλοντα πολλαπλάσια δρέπεσθαι τῶν πόνων τὰ ἐπίχειρα, καὶ τὸν φυτουργὸν ὡσαύτως δένδρα φυ τεύοντα, παραψυχὴν ἔχειν τῶν καρπῶν τὰς ὠδῖνας·
 [01663]  Καὶ τραγῳδίας μὲν καὶ κωμῳδίας ὑποκριταὶ, ἔχουσιν εἰς ὃ βλέποντες τὴν τέχνην μετίασι, καὶ τῇ τῶν στεφάνων ἐλπίδι τῶν πόνων ἀνέχονται·
 [01667]  Καὶ ὁ σκυτοτόμος δὲ, καὶ ὁ χαλκοτύπος, καὶ ἅπας τέχνην τινὰ μεταχειριζόμε νος, τὸ τέλος τῶν πόνων προσδέχεται, καὶ τὴν τῆς ὠφελείας ἐλπίδα τῇ περὶ τὴν τέχνην ταλαιπωρίᾳ παραζευγνὺς, ἡδονὴν ἔχει τοῖς ἱδρῶσι συγκεκραμέ νην.
 [01668]  Μόνην δὲ, ὡς ἔοικε, τὴν τῆς ἀρετῆς, εἴτε τέχνην τις ὀνομάζειν ἐθέλοι, εἴτε ἐπιστήμην ἐπὶ ἀγῶνας καὶ ἄθλους, εἴτε γεωργίαν καὶ φυτουργίαν, οὐκ ἔχειν τέλος χρηστὸν ἐν καιρῷ τῶν πόνων ψυχαγωγῆσαι δυνάμενον;
 [01685]  Προσήκει τοίνυν τὴν παρὰ πάντων ἐπαινουμένην, καὶ τῶν οἰκείων, καὶ τῶν ἀντιπάλων, καὶ μετὰ πολλῶν πόνων καρπουμέ νην, ἀξίας ἔχειν τὰς ἀντιδόσεις.
 [01686]  Ἀλλ' ὁρῶμεν κατὰ τὸν παρόντα βίον, πολλοὺς μὲν ταύτην αἱρουμένους, καὶ πολλῶν ὑπὲρ αὐτῆς πόνων ἀνεχομένους, οὐ πάν τας δὲ ἐπαίνου τινὸς καὶ τιμῆς δι' αὐτὴν ἀπο λαύοντας·
 [01703]  ἔστιν ἕτερος βίος, ἐν ᾧ καὶ οἱ διαφυγόντες τὴν τιμω ρίαν ἐνθάδε, τὰς ἀξίας τίσουσι δίκας, καὶ οἱ τιμῆς οὐδεμιᾶς κατὰ τὸν παρόντα βίον ὑπὲρ τῶν τῆς ἀρε τῆς ἀπολαύσαντες πόνων, κομιοῦνται τῶν ἱδρώτων τὰς ἀντιδόσεις.
000-00-00 Serial Number=0609212995
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00429]  Ταύτην ἡγοῦμαι τὴν ἡδονὴν καὶ τὴν σὴν ἔχειν φιλοθεΐαν, καὶ ῥᾷον φέρειν τὸ γῆρας, μεμνημένην τῶν τῆς νεότητος πόνων.
 [01184]  Καὶ ὁ μέγας δὲ τῆς οἰκουμένης διδάσκαλος, ὁ θεσπέσιος Παῦλος, ἔσχατον ἑαυτὸν τῶν ἁγίων καὶ πρῶτον τῶν ἁμαρτωλῶν ὀνομάζων ἀεὶ, ἠναγκάσθη, τῶν ψευδηγόρων ἐμφράττων τὰ στόματα, τὸν τῶν οἰκείων πόνων ἐνθεῖναι κατάλογον·
 [01458]  ∆ιὰ γὰρ δὴ ταῦτα καὶ οἱ θεοφιλέστατοι ἐπίσκοποι καὶ τὰς ὑπ' αὐτῶν ποιμαινομένας κατέλιπον Ἐκκλησίας καὶ τῆς τοῦ χειμῶνος κατεφρόνησαν ὥρας καὶ τῶν τῆς ὁδοιπο ρίας ἠνέσχοντο πόνων, ἵνα τὸν ἐπαναστάντα καταπαύσωσι χειμῶνα.
 [01552]  Τούτου δὴ χάριν κἀγὼ τοὺς ἀξιεπαίνους πόνους τῆς σῆς φιλοθεΐας μεμα θηκὼς γράφω καὶ προσφθεγγόμενός σε, θεοφιλέστατε, καὶ παρακαλῶν αὐξῆσαι τὸ κλέος τῇ προσθήκῃ τῶν πόνων καὶ τῆς εὐαγγελικῆς ὑπερμαχῆσαι διδασκαλίας, ἵνα καὶ τὸν πατ ρῷον κλῆρον φυλάξωμεν ἄσυλον, καὶ τὸ τάλαντον τῷ ∆εσπότῃ μετὰ τῆς καλῆς προσενέγκωμεν ἐργασίας.
 [01591]  Τούτων γὰρ δὴ χάριν καὶ οἱ θεοφιλέστατοι ἐπίσκοποι, καὶ τῶν τῆς ὁδοιπορίας πόνων καὶ τῆς χειμερινῆς καταφρονή σαντες ὥρας, ἐπὶ τὴν βασιλεύουσαν ὥρμησαν πόλιν, λύσιν τινὰ πορίσαι τῷ κλύδωνι μηχανώμενοι.
 [02290]  ἵνα καὶ τῶν ἀξιεράστων τούτων πόνων παρὰ τοῦ φιλανθρώπου Κυρίου κομίσησθε τοὺς καρπούς.
000-00-00 Serial Number=0967874348
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00316]  ∆ιὸ τοὺς ἀπόνως τοὺς ἡμετέρους καρπουμένους πόνους παρακαλοῦμεν, εὐχὰς ἡμῖν ἀντιδοῦναι τῶν πόνων.
 [01876]  Εἰ δὲ εὐθὺς ὑπήκουσε τῷ καλέσαντι, τούτων ἂν ἁπάντων ἀπηλλάγη τῶν πόνων·
 [02198]  Νοήσωμεν τοίνυν, νύμφην μὲν εἶναι τὰς ἐν πάσῃ φιλοσοφίᾳ καὶ ἀρετῇ τετελειωμένας ψυχὰς, τὰς διὰ μόνην τὴν περὶ τὸν νυμφίον ἀγάπην τῶν πόνων τῆς ἀρετῆς ἀνεχομένας, καὶ πάντα ποιεῖν καὶ πάσχειν αἱρουμένας.
000-00-00 Serial Number=0777327299
Graecarum affectionum curatio Ante [Go Back]  
 [01397]  ∆ῆλα δὲ τοῖς πειθομένοις ποιεῖ καὶ τῶν πόνων τὰ ἆθλα, ὅτι ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα [5.6] αὐτοῦ εἰς δέησιν αὐτῶν.
 [01421]  [5.12] ἐχρῆν γὰρ ἡμᾶς ξύλλογον ποιουμένους τὸν φύντα θρηνεῖν, εἰς ὅσ' ἔρχεται κακά, τὸν δ' αὖ θανόντα καὶ πόνων πεπαυμένον χαίροντας εὐφημοῦντας ἐκπέμπειν δόμων.
 [01839]  [6.24] Ἐπειδὴ γὰρ οὐχ ἅπαντες οἱ πλημμελοῦντες τῇδε τίνουσι δίκην, οὔτε μὴν οἱ ἀξιόνικοι τῆς ἀρετῆς ἀθληταὶ τὰ τῶν ἀγώνων ἆθλα πάντες πρὸς ἀξίαν ἐνθάδε κομίζονται, μάλα εἰκότως οὗτος τὸν πάντα ἐφορῶντα ἐπέδειξεν ὀφθαλμὸν καὶ τὴν ἐσομένην προηγόρευσε κρίσιν, ἵνα κἀκεῖνα δειμαίνοντες καὶ τοῦτον ὁρᾶν πιστεύοντες, ἅπαντες τοὺς ἀξιεράστους τῆς ἀρετῆς ἀγῶνας ἀσπάσωνται καὶ μὴ δυσχεραίνωσι μὴ ὁρῶντες τῶν πόνων τἀπί [6.25] χειρα.
 [03258]  ἐπειδὴ δὲ τὰ πάλαι καὶ πρόπαλαι προρρηθέντα νῦν ὁρῶμεν τετελεσμένα, καὶ τὰ ῥήματα ἐκεῖνα γενόμενα πράγματα, οὐ δεῖ πόνων ἡμῖν εἰς τὸ πεῖσαι τὰς ἀκοάς.
 [03445]  Καὶ γὰρ καὶ σφῆκες καὶ μέλιτται πλήττειν τῷ κέντρῳ πεφύκασι, καὶ μύρμηκες συλῶσι τὰ λήϊα καὶ τοῖς γηπόνοις ξυνδιανέμονται τοὺς καρπούς, ἥκιστα κεκοινωνηκότες τῶν πόνων·
 [03568]  Οὕτω τούτους ἀνακηρύ ξας καὶ δεδωκὼς τὰ γέρα τῶν πόνων, ἐρεῖ φησι καὶ τοῖς ἐξ εὐωνύμων·
000-00-00 Serial Number=0380157411
Haereticarum fabularum compendium Ante [Go Back]  
 [02949]  Ἀπόπλυνε ἀπὸ κακίας τὴν καρδίαν σου, Ἰσραὴλ, ἵνα σωθῇς, μήποτε εὑρεθῶσιν ἐν σοὶ διαλογισμοὶ πόνων σου.
000-00-00 Serial Number=0415600181
Historia ecclesiastica Ante [Go Back]  
 [00639]  Τούτοις τοῖς γράμμασιν οὐκ ἄλλος τις διηκόνησεν ἀλλ' αὐτὴ τοῦ βασιλέως ἡ μήτηρ, ἡ καλλίπαις ἐκείνη καὶ παρὰ πάντων ᾀδομένη τῶν εὐσεβῶν, ἡ τὸν μέγαν τοῦτον φωστῆρα τεκοῦσα καὶ τὴν τῆς εὐσεβείας αὐτῷ προσενεγκοῦσα τροφήν, αὕτη τῶν τῆς ὁδοιπορίας [64] πόνων ἀνασχομένη καὶ τοῦ γήρως οὐ λογισαμένη τὰ πάθη·
 [02058]  ἀλλ' ἐκεῖνος μὲν ἐνιαυτοῦ καὶ μηνῶν διεληλυθότων ὀλίγων μισθὸν τῆς ὁμολογίας τὴν βασιλείαν ἐδέξατο οὐ γὰρ μόνον ἐν ἐκείνῳ τῷ βίῳ τοὺς τῶν θείων ἐπιμελουμένους ὁ δίκαιος γεραίρει κριτής, ἀλλ' ἔστιν ὅτε καὶ παραυτίκα τῶν ἀγαθῶν πόνων ὀρέγει τὰς ἀντιδόσεις, ταῖς ἄρτι χορηγουμέναις δωρεαῖς τὰς ἐλπιζομένας πιστούμενος.
 [02640]  Ἐν Ἀλεξανδρείᾳ δέ, Ἀθανασίου τοῦ νικηφόρου μετὰ τοὺς πολλοὺς ἀγῶνας καὶ τοὺς ἰσαρίθμους στεφάνους λύσιν τῶν πόνων εἰληφότος καὶ εἰς τὴν πόνων ἐλευθέραν βιοτὴν μεταστάντος, Πέτρος ἀνὴρ ἄριστος τὴν προεδρίαν ἐδέξατο, πρώτης μὲν τῆς μακαρίας ἐκείνης ψηφισαμένης αὐτὸν κεφαλῆς, πάντων δὲ συμψήφων γεγενημένων, καὶ τῶν ἱερωμένων καὶ τῶν ἐν τέλει καὶ ἀξιωτάτων.
 [03597]  ἀλλ' ἔχεις, ἔφη, μείζους τῶν πόνων τὰς ἀντιδόσεις·
000-00-00 Serial Number=0964972556
Historia religiosa Ante [Go Back]  
 [00049]  p.7 Τούτους τοίνυν τοὺς διὰ πόνων μυρίων τὸν βίον ὁδεύσαντας, ἱδρῶσι δὲ καὶ ταλαιπωρίαις τὸ σῶμα δαμάσαντας, καὶ γέλωτος μὲν τὸ πάθος ἀγνοήσαντας, ἐν κλαυθμῷ δὲ καὶ δάκρυσιν ἅπαντα τὸν βίον δαπανήσαντας, καὶ τροφὴν μὲν συβαριτικὴν τὴν ἀσιτίαν νομίσαντας, ὕπνον δὲ ἥδιστον τὴν ἐπίπονον ἀγρυπνίαν, στρωμνὴν δὲ μαλακὴν τὴν τοῦ ἐδάφους ἀντιτυπίαν, ἡδονὴν δὲ ἄμετρόν τε καὶ ἄπληστον, τὴν ἐν προσευχαῖς καὶ ψαλμῳδίαις διατριβήν, τούτους τοὺς πᾶν εἶδος ἀρετῆς συνειληχότας τίς οὐκ ἂν εἰκότως θαυμάσειεν;
 [01128]  [10.3] Ἐπειδὴ δὲ, τοῦ χρόνου προϊόντος, πάντοσε αὐτοῦ τὸ κλέος διέτρεχε, συνέθεον πολλοὶ πολλαχόθεν, κοινωνῆσαι αὐτῷ καὶ οἰκήσεως καὶ πόνων καὶ πολιτείας ἐπιθυμοῦντες·
 [01135]  καὶ γὰρ ἄτοπον τοὺς μὲν ἐν βίῳ στρεφομένους καὶ παιδία καὶ γυναῖκας ταλαιπωρουμένους καὶ πονοῦντας ἀποτρέφειν, καὶ πρὸς τούτοις καὶ φόρους εἰσφέρειν καὶ δασμοὺς ἀπαιτεῖσθαι καὶ τῷ θεῷ προσφέρειν τὰς ἀπαρχὰς καὶ τῶν προσαιτῶν εἰς δύναμιν θεραπεύειν τὴν ἔνδειαν, ἡμᾶς δὲ τὴν ἀναγκαίαν ἐκ τῶν πόνων μὴ πορίζεσθαι χρείαν καὶ ταῦτα εὐτελεῖ μὲν τροφῇ καὶ βραχείᾳ, εὐτελεῖ δὲ ἐσθῆτι χρωμένους , ἀλλὰ καθῆσθαι εἴσω τὰς χεῖρας ἔχοντας καὶ τὰ τῶν ἀλλοτρίων χειρῶν καρπουμένους.
 [01183]  Ἀλλ' οὐ μόνος τῶν πόνων ἀπέλαυσε·
 [01188]  [11.4] Πρὸς δὲ τῷ μεγέθει καὶ τῷ πλήθει τῶν πόνων καὶ ἡ ἐπανθοῦσα χάρις θαυμάζειν αὐτὸν ἅπαντας καὶ γεραίρειν ἀνέπειθε.
 [01384]  Μετὰ πολλῶν, ὦ παιδίον, γεγέννησαι πόνων·
 [01386]  Ἀξίως τοίνυν πολιτεύου τῶν πόνων.
 [01394]  Ἐδέξατο δὲ ὅμως καὶ κατὰ τόνδε τὸν βίον ἡ τελευτὴ τῶν πόνων ἀξίαν τιμήν·
 [01580]  [18.3] Πολλῶν δὲ ὡς αὐτὸν ἀφικνουμένων καὶ τῆς εὐλογίας ἀπαιτούντων τὸ δῶρον, σφόδρα τούτων δυσχεράνας τὸν θόρυβον οὔτε τὸ γῆρας εἰς νοῦν λαβὼν οὔτε τὴν ἐπικειμένην ἀσθένειαν λογισάμενος ὑπερβαίνει τὸ θριγκίον οὐκ εὐεπί βατον ὂν οὐδὲ τοῖς μάλα σφριγῶσιν, καὶ τὴν πελάζουσαν τῶν ἀσκητῶν καταλαβὼν συμμορίαν, θριγκίῳ πάλιν σμικρῷ παρὰ τὴν τοῦ τοίχου γωνίαν χρησάμενος μετὰ τῶν συνήθων ἠγωνίζετο πόνων.
 [01613]  [20.2] Καὶ τὸν πρότερον δὲ βίον μετὰ τῶν τῆς ἀρετῆς διώδευσε πόνων, ὅθεν καὶ τῷ σώματι τὴν ἁγνείαν καὶ τῇ ψυχῇ διετήρησε.
 [01646]  Γυμνασάμενος δὲ ἄριστα καὶ τῶν ἀγαθῶν πόνων ἐθάδα τὴν ψυχὴν ἀποφήνας τῶν μειζόνων κατετόλμησεν ἄθλων·
 [01716]  Τοῦ γὰρ ὑπὲρ τῶν πόνων μισθοῦ οὐχ οὗτοι δοτῆρες, ἀλλ' ὁ θεὸς χορηγός.
 [01735]  [21.14] Ἐκ τούτων τῶν πόνων τὰ τῆς θείας χάριτος ἐδρέψατο δῶρα ὧν πάντες μεταλαγχάνουσιν οἱ βουλόμενοι.
 [01975]  Οἱ δὲ τὴν παννύχιον αὐτοῦ δειμαίνοντες στάσιν, ἀσχολίας τινὰς σκηπτόμενοι, τῶν πόνων ἐκείνων σφᾶς αὐτοὺς ὑπεξῆγον.
 [02017]  [24.7] Ἐκ τούτων αὐτῷ τῶν πόνων ἐπανθεῖ καὶ θεόσδοτος χάρις καὶ πόλλα θαύματα ταῖς ἐκείνου προσευχαῖς ἐνεργεῖται.
 [02033]  [24.9] Τούτου τὴν φιλοπονίαν οὐδὲ παντοδαπὰ προσπεσόντα διήλεγξε πάθη, ἀλλ' ὑπὸ νόσου ποικίλης πολιορκούμενος τῶν αὐτῶν πόνων ἀνέχεται.
 [02374]  Λεπτότατον γὰρ τὸ δέρμα καὶ ὑμενῶδες λεπτοῖς τοῖς ὀστέοις περίκειται καὶ πιμελῆς καὶ σαρκῶν ὑπὸ τῶν πόνων δαπανηθεισῶν.
000-00-00 Serial Number=0787253380
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00476]  Ἐνταῦθα σαφῶς δείκνυσι τῶν ἀποστολικῶν πόνων καὶ προφητικῶν τὸ διάφορον.
 [00481]  οἱ δὲ τὸν δυσήνιον ἐκεῖ νον ἐγχειρισθέντες λαὸν, πολὺν μὲν ὑπέμειναν τὸν πόνον, οὐκ ἀξίους δὲ τῶν πόνων ἐδρέψαντο τοὺς καρπούς·
 [00568]  οὐκοῦν ἀναγκαίως ἀπολέσει τῶν προτέρων πόνων τὸ
 [01603]  Ἐπειδὴ γὰρ πόῤῥω τῆς ἐμῆς κηδεμονίας σφᾶς αὐτοὺς καθιστᾶσι, καὶ τῇ τῶν ψευδοπροφητῶν χαίρουσιν ἐξαπάτῃ, συγχωρήσω αὐτοῖς τῶν οἰκείων πόνων δρέψασθαι τοὺς καρπούς.
 [02718]  καὶ ἐν ταῖς ἀπαρχαῖς τῶν πόνων ὑμῶν, καὶ ἐν τοῖς ἀφορισμοῖς ὑμῶν ἐν τῷ διάγειν τὰ τέκνα ὑμῶν ἐν πυρὶ ὑμεῖς μιαίνεσθε, καὶ ἐν πᾶσι τοῖς ἐνθυμήμασιν ὑμῶν ἕως τῆς σήμερον ἡμέρας, [81.1000] καὶ ἐγὼ ἀποκριθῶ ὑμῖν, οἶκος Ἰσραὴλ, εἰ ἀποκριθήσομαι ὑμῖν, καὶ εἰ ἀναβήσεται ἐπὶ τὸ πνεῦμα ὑμῶν τοῦτο.
 [04320]  Ὑπισχνεῖται δὲ τῷ Ναβουχο δονόσορ τὸν μισθὸν δώσειν τὴν Αἴγυπτον, ὑπὲρ τῶν πόνων τῶν περὶ τὴν πολιορκίαν τῆς Τύρου γεγενημέ νων·
 [04389]  μισθὸν γὰρ ἔφη δώσειν τῷ Ναβουχοδονόσορ, τῆς Αἰγύπτου τὴν δούλωσιν, ὑπὲρ τῶν γεγενημένων αὐτῷ πόνων ἐν τῇ πολιορκίᾳ τῆς Τύρου.
 [06372]  εἰ δὲ ἔλαττον τῆς ἐλπίδος τὸ κέρδος, καὶ τῶν πόνων οὐκ ἰσοστάσιον τὸν καρπὸν, τῇ μὲν τῆς φύσεως ἀσθενείᾳ νεῖμαι συγγνώμην, ἀποδέξασθαι δὲ ὅμως τὴν προθυμίαν, καὶ τοὺς πόνους προσευχαῖς ἀμείψασθαι, ἄφεσιν ἡμῖν ἁμαρτημάτων παρὰ τοῦ Σωτῆρος τῶν ὅλων αἰτοῦντας·
000-00-00 Serial Number=0596717060
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00153]  Καὶ γὰρ οἱ τῆς ἀρετῆς ἀθληταὶ τῶν μὲν πόνων κατὰ τὸν μέλλοντα βίον κομίσονται τοὺς καρπούς·
 [00154]  οἷον δέ τινα φύλλα, τὴν ἀγαθὴν ἐλπίδα διηνεκῶς ἐν ἑαυτοῖς φέροντες τεθήλασι καὶ ἀγάλλονται, καὶ συλῶσι τῇ ψυχαγωγίᾳ τὴν τῶν πόνων βαρύτητα.
 [00796]  Ταῖς οἰκείαις, φησὶν ἁλώσεται πάγαις, καὶ τῶν οἰκείων πόνων τὰ ἐπίχειρα δέξεται, καὶ θηρευθήσεται δι κτύοις, ἃ πρὸς ἄγραν ἑτέρων διέπηξεν.
 [03566]  Τοῖς δὲ προφητικοῖς ὀφθαλμοῖς προορῶν τῆς καινῆς διαθήκης τὴν χάριν, καὶ τὴν διὰ τοῦ παναγίου βα πτίσματος χορηγουμένην τοῖς πιστεύουσιν ἄφεσιν, μακαρίζει τούτους, ἅτε δὴ δίχα πόνων τὴν τῶν ἁμαρτάδων δεχομένους ἀπαλλαγήν·
000-00-00 Serial Number=0276907563
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00333]  Ὁ γὰρ τοὺς ὑπὲρ εὐ σεβείας καὶ δικαιοσύνης ὑπομείνας ἱδρῶτας, καὶ τοὺς ὑπὲρ αἰωνίων ἀγαθῶν ἀναδεξάμενος πόνους, τὴν ἀνώλεθρον ἔχει ζωὴν τῶν πόνων καρπόν·
 [00577]  Καὶ ἐν τῷ τρια κοστῷ πρώτῳ ψαλμῷ μακαρίζει τοὺς δίχα πόνων εἰληφότας τῶν ἁμαρτημάτων τὴν ἄφεσιν, ὅπερ μόνη δωρεῖσθαι πέφυκεν ἡ τοῦ βαπτίσματος χάρις.
 [04875]  τὰ δὲ νῶτα διαφερόντως τῶν τοιούτων ἐπαισθάνε ται πόνων.
000-00-00 Serial Number=0098091424
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00590]  Ἀλλ' ὅμως, φησὶ, καὶ ὁ βραχὺς οὗτος χρόνος ὀδύνης καὶ πόνων ἐμπέπλησται·
 [00766]  τῶν σωματικῶν τοίνυν πόνων παῦ λαν ἔχειν ὁ περὶ τοῦ Σαββάτου διηγόρευσε νόμος.
 [01082]  Ἐκεῖνοι δὲ τρυγήσουσι τοὺς τῶν ἰδίων πόνων καρποὺς, καὶ τῆς πονηρίας ἄξια τὰ ἐπίχειρα δέξονται.
 [01473]  Προσμένοντες γὰρ τῶν πόνων τὰς ἀντιδόσεις, ἀγάλλονται τοῦ κριτοῦ τὸ δίκαιον ἐπιστάμενοι.
 [02467]  Οὐ γὰρ μόνον τῆς Αἰγυπτίων ἠλευθέρωσε δουλείας, ἀλλὰ καὶ τῶν Χανα ναίων αὐτοῖς ἐδωρήσατο γῆν, καὶ τῶν ἀλλοτρίων πόνων δεσπότας ἀπέφηνε·
 [02773]  καὶ πάντες ἄν θρωποι, μετὰ τὴν παράβασιν τῆς ἐντολῆς, ὑπεβλήθη σαν τῇ τῶν πόνων ταλαιπωρίᾳ.
 [03776]  Χώραν δὲ ζώντων, οὐ τὸν παρόντα βίον καλεῖ, ἐν ᾧ θρῆνοι, καὶ ὀδυρμοὶ, καὶ νόσοι, καὶ θάνατοι, καὶ ἁμαρτίαι, καὶ συμφοραὶ, ἀλλὰ τὸν τούτων ἁπάντων ἀπηλλαγμένον βίον, ἐν ᾧ ἀταλαίπωρος τῆς ἀρετῆς ἡ κτῆσις, καὶ δίχα πόνων ὁ τῆς δικαιοσύνης προσγίνεται πλοῦτος.
 [03777]  Οἱ γὰρ μετὰ πόνων ἐνταῦθα τοῦτον θελόμενοι συναγεῖραι, πολ λαπλασιάσουσιν αὐτὸν πόνων χωρίς·
 [04915]  ὁ δὲ ταῖς θείαις ἀκολουθῶν ἐντολαῖς, μισθὸν ἔχει τῶν πόνων τὴν ζωὴν τὴν αἰώνιον.
000-00-00 Serial Number=0486773729
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [02388]  Τῆς δὲ αἰχμαλωσίας ἀπαλλαγεὶς ὁ λαὸς, τὰς ἀναστάτους γενομένας ἀνοι κοδομήσει πόλεις, καὶ ἐν αὐταῖς κατοικῶν ἀδεῶς γεωργήσει τὴν γῆν, καὶ φυτεύων, καὶ σπείρων, καὶ τῶν πόνων δρεπόμενος τοὺς καρπούς·
 [02484]  Μηδὲ εἰσέλθῃς εἰς πύλας λαῶν ἐν ἡμέρᾳ πόνων αὐτῶν.
 [04314]  οἷς ἁρπαγὴν ἀπειλεῖ, καὶ οἰκιῶν ἀφανισμὸν, καὶ πόνων ἀκαρπίαν.
 [04622]  Πρὸς γὰρ αὐτοῖς τοῖς κεκτημένοις, καὶ οἱ ἀποχει ροβίωτοι μισθαρνεῖν εἰωθότες, καὶ τὸν μισθὸν συν αθροίζειν, οὐδὲν τῶν πολλῶν ἀπώναντο πόνων, τῶν ἀθροιζομένων σκεδαννυμένων.
 [05213]  Οὐ γὰρ μόνον ὑμεῖς οἱ παρόντες ταῦτα δράσετε, ἀλλὰ καὶ οἱ πόῤ ῥωθεν ὑμῶν οἰκοῦντες πανταχόθεν συνδραμοῦνται, καὶ τῶν καλῶν ὑμῖν τούτων κοινωνήσουσι πόνων.
000-00-00 Serial Number=0451525152
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [01871]  ὅταν οὖν ὁρῶμεν προσόντα τοῖς εὐσεβέσιν ἃ πρόσεστι καὶ τοῖς ἀσεβέσιν, ἀναλογισώμεθα ἐκ τούτου μὴ εἶναι ἄξια τὰ παρόντα τῶν τῆς ἀρετῆς πόνων.
000-00-00 Serial Number=0102375865
Quaestiones in Octateuchum Ante [Go Back]  
 [01984]  ἠβουλήθη τοίνυν μισθὸν αὐτοὺς τῶν πόνων λαβεῖν ὁ δεσπότης Θεός.
 [02716]  τινὲς δὲ διδάσκεσθαι ἡμᾶς εἰρήκασιν, ἐξ οἰ κείων πόνων τὰς θυσίας ἐπιτελεῖν, κατὰ τὴν τοῦ Σολομῶντος παραί νεσιν τὴν λέγουσαν τίμα τὸν Κύριον ἀπὸ σῶν δι καίων πόνων, καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρ πῶν δικαιοσύνης .
000-00-00 Serial Number=0702008784
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [01916]  Ταῦτα παρ' αὐτοῦ μεμαθηκὼς ὁ υἱὸς αὐτοῦ Σολομὼν, παραινεῖ λέγων, Τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων, καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρ πῶν δικαιοσύνης.
 [01975]  Πρῶτον μὲν ᾐδέσθη αὐτὸν, ἅτε τῶν πόνων καὶ κινδύνων γενόμενον κοινωνόν·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»