Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πίστιν [153]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πίστιν


000-00-00 Serial Number=0342576146
Ad eos qui in Euphratesia et Osrhoena regione Ante [Go Back]  
 [00010]  αἴτιοι δὲ τούτων οἱ τὴν ἀποστολικὴν διαφθεῖραι πίστιν φιλονει κήσαντες καὶ τοῖς εὐαγγελικοῖς δόγμασιν ἀλλόκοτον διδασκαλίαν ἐπιθεῖναι τολμήσαντες·
 [00033]  Ἡμεῖς δὲ τὸν πατρῷον κλῆρον ἄσυλον φυλάττειν σπουδάζομεν, καὶ ἣν παρελάβομεν πίστιν μεθ' ἧς καὶ ἐβαπτίσθημεν καὶ βαπτίζομεν, ἀνέπαφον καὶ ἀκήρατον διατηροῦμεν·
 [00086]  καθότι ἔστησεν ἡμέραν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν παρασχὼν πᾶσιν, ἀναστή σας αὐτὸν ἐκ νεκρῶν.».
000-00-00 Serial Number=0091027081
Commentaria in Isaiam Ante [Go Back]  
 [00144]  Ἐπειδὴ γὰρ μέγα ἐφρόνουν ἐπὶ τῇ ῥίζῃ τοῦ Ἀβραάμ, τὴν δὲ τοῦ Ἀβραὰμ οὐκ ἐζήλωσαν πίστιν, τῆς τοῦ Ἀβραὰμ συγγενείας ἐνδίκως ἐκβάλλονται.
 [00267]  Οὐ μέγεθος αὐτῇ καὶ οἰκοδομημάτων κάλλος καὶ οἰκητόρων ἐπαγγέλλεται πλῆθος ἀλλὰ δικαιο σύνην καὶ πίστιν·
 [00276]  ὅτε δὲ αὐτὸς ὁ νομοθέτης ἀφίκετο, τὴν εἰς αὐτὸν πίστιν παρανομίαν ὑπέ λαβον.
 [01276]  Ἀκήρατον τοί νυν ἣν παρελάβομεν διαφυλάξωμεν πίστιν, ἵνα τῆς αἰωνίου ζωῆς ἀπολαύσωμεν χάριτι |113 a| τοῦ σεσωκότος ἡμᾶς Χριστοῦ, με θ' οὗ τ ῷ πατρὶ ἡ δόξα πρέπει σὺν τῷ παναγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [02643]  Πτέρυγας τῆς γῆς τὴν πίστιν καὶ τὴν θεογνωσίαν ὠνόμασεν·
 [03298]  Αἰνίττεται τοίνυν ὁ λόγος τὴν τοῦ θεοῦ εὐεργεσίαν καὶ ὅτι οὐ τῇ φύσει προσέχει ὁ δίκαιος κριτὴς ἀλλὰ πίστιν ζητεῖ.
 [03559]  Πέτραν καλεῖ τοῦ Ἐζεκίου τὴν πίστιν·
 [03726]  καὶ οἱ Ἑβδομήκοντα τοιγαροῦν νόμον τὴν καινὴν ἐκάλεσαν διαθήκην, ἣν οἱ Λοιποὶ «πίστιν» ὠνόμασαν.
 [03832]  Ὥσπερ τοὺς Ἰουδαίους ἐξἈβραὰμ τὸ γένος κατάγοντας, τὴν ἐ κείνου δὲ ζηλῶσαι πίστιν οὐκ ἐθελήσαντας ἄρχοντας Σοδόμων καὶ λαὸν Γομόρρας ὠνόμασεν, οὕτω τὴν ἐξ ἐθνῶν ἐκκλησίαν τὰ πνευματικὰ δεξαμένην χαρίσματα Ἱερουσαλὴμ καὶ Σιὼν προσαγορεύει.
 [04002]  Καλάμ ους δὲ καὶ ἕλη καλεῖ τοὺς τὴν πίστιν μὲν ἔχοντας καὶ ταύτην τεθηλότας, τοῖς δὲ τῆς ἀρετῆς οὐ κομῶντας καρποῖς.
 [05564]  κεκλῆσθαι γὰρ αὐ τοὺς εἶπεν ἐπὶ τῷ ὀνόματι Ἰσραήλ, οὐ τὴν ἐκείνου πίστιν ἔχειν·
 [05772]  Ἀλλ' ὅμως μετὰ τὴν ἀπιστίαν καὶ τὴν πίστιν προθεσπίζει·
 [06578]  Τοῦτ ο περὶ τῶν ἐθνῶν προθεσπίσας καὶ τὴν ἐκείνων πίστιν σαφῶς ἐπιδείξας προσφέρει καὶ Ἰουδαίοις τὸν λόγον ·
000-00-00 Serial Number=0438142538
De incarnatione domini Ante [Go Back]  
 [00007]  Οὐ γὰρ ἀντειπεῖν ἐπὶ τοῦ παρόντος τοῖς ἀσεβέσιν, ἀλλὰ τοῖς φοιτηταῖς τῶν ἀποστόλων ἐκθέσθαι πίστιν προὐθέμεθα.
000-00-00 Serial Number=0306891382
De providentia orationes decem Ante [Go Back]  
 [01537]  Τοσοῦτον δὲ εἶχον θάρσος, καὶ περὶ τὸν πατρῷον Θεὸν ἀγάπην καὶ πίστιν, ὡς ὑπο σχέσθαι τῷ κηδεμόνι, τὴν ἀπὸ σπερμάτων τροφὴν λαμπροτέρους αὐτοὺς ἀποδείξειν τῶν βασιλικὰ σι τουμένων σιτία.
 [01813]  Ἵνα δὲ βεβαίαν δέξῃ τὴν περὶ τῆς ἀναστάσεως πίστιν, ἐλθέ μοι πάλιν ἐπὶ τὴν τῶν φυ τῶν ἱστορίαν, καὶ βλέπε τὰ κλήματα τῶν ἀμπέλων, καὶ τῶν ἄλλων δένδρων, ἢ τὰς καλουμένας ἀποσπά δας, ἢ τὰς ἀπὸ τῶν ῥιζῶν χελώνας, τῇ μὲν τομῇ, τὴν οἱονεὶ τελευτὴν δεχόμενα, τῇ δὲ ἐν τῷ βόθρῳ θέσει, καθάπερ τινὶ τάφῳ παραδιδόμενα·
000-00-00 Serial Number=0907859206
De sancta trinitate Ante [Go Back]  
 [00013]  Κηρυττέτω δὲ τὴν εὐαγγελικὴν ὁ λόγος πίστιν ἁπλοϊκῶς οὕτω καὶ διδασκαλικῶς, μὴ διαλεκτικῶς μηδ' ἀντιλογικῶς, ἀλλ' Ἐκκλησίας Θεοῦ προσφό ρως, κατανυκτικῶς, μὴ ἐπιδεικτικῶς, διδακτικῶς, μὴ δικανικῶς, τεχνολογίας ἀπηλλαγμένος, θεολογίᾳ κε χρημένος·
 [00014]  μὴ πολυπραγμονῶν τὰ ἀνέφικτα, μὴ ἐρευνῶν τὰ ἀπερινόητα, μὴ νῷ καὶ λόγῳ τὰ ἀχώρητα περιγράφων, μὴ τεχνικαῖς τὸν ἀριστοτέχνην ὑποβάλ λων μεθόδοις, μὴ τὴν πίστιν ἐῶν, καὶ τὴν ἀπόδειξιν ἀπαιτῶν·
 [00631]  Ταύτην τὴν πίστιν κατέχομεν·
000-00-00 Serial Number=0670812666
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [01167]  ἵν' ἐπειδὴ τὴν ἀπὸ τοῦ βίου παρρησίαν οὐκ ἔχομεν, ἀπό γε τοῦ φυλάξαι τὴν πίστιν ἀκίβδηλον, οἴκτου τύχωμεν καὶ συγγνώμης ἐν τῇ τῆς ∆εσποτικῆς ἐπιφανείας ἡμέρᾳ.
 [01190]  διὰ μόνην δὲ πίστιν ἐν τῇ τῆς θείας ἐπιφανείας ἡμέρᾳ φειδοῦς τινος ἀπολαύσεσθαι προσδοκῶ.
 [01250]  Καταξιωσάτω τοίνυν ἡ ὑμετέρα φιλοθεΐα, εἴπερ ἄρα τινὲς ὅλως εἰσὶν ἐγὼ γὰρ οὐ πείθομαι , τοῖς ἀποστολικοῖς δόγμα σιν ἀπειθοῦντες, καὶ ἐπιστομίσαι αὐτούς, καὶ ἐκκλησιαστικῶς σωφρονίσαι, καὶ διδάξαι τοῖς τῶν ἁγίων Πατέρων ἀκολουθεῖν ἴχνεσι, καὶ τὴν ἐν Νικαίᾳ τῆς Βιθυνίας ἐκτεθεῖσαν πίστιν ὑπὸ τῶν ἁγίων καὶ μακαρίων Πατέρων ἀκήρατον φυλάττειν, ἅτε δὴ τὴν εὐαγγελικὴν καὶ ἀποστολικὴν διδασκαλίαν ἐν κεφα λαίῳ διδάσκουσαν.
 [01274]  καὶ πρό γε τούτων, τὴν ἐν Νικαίᾳ τῆς Βιθυνίας ἐκτεθεῖσαν πίστιν ὑπὸ τῶν ἁγίων καὶ μακαρίων Πατέρων.
 [01320]  Ἡμεῖς μὲν γάρ, μετὰ τὴν μητρῴαν θηλήν, τὴν ἀποστολικὴν τροφὴν ἐδεξάμεθα, καὶ τὴν ἐκτεθεῖσαν ἐν Νι καίᾳ πίστιν ὑπὸ τῶν ἁγίων καὶ μακαρίων Πατέρων καὶ μεμα θήκαμεν καὶ διδάσκομεν·
 [01346]  Τοῖς γὰρ ἀποσ τολικοῖς ὅροις καὶ νόμοις ἀκολουθοῦμεν, καὶ τὴν ἐκτεθεῖσαν ἐν Νικαίᾳ πίστιν ὑπὸ τῶν ἁγίων καὶ μακαρίων Πατέρων, οἷόν τινα κανόνα καὶ γνώμονα τοῖς λόγοις προσφέροντες, τὴν διδασκαλίαν εὐθύνομεν.
 [01367]  Τῆς δὲ ὑμετέρας μεγαλοφυΐας διαφερόντως ἐπὶ τοῦ παρόντος δεόμεθα, ἐπειδὴ τῶν ὅλων ὁ Κύριος καὶ πίστιν ὑμῖν εἰλικρινῆ δέδωκε, καὶ ζῆλον ὑπὲρ ταύτης θερμόν, καὶ φρένας συνέσει κεκοσμημένας, καὶ πρὸς τούτοις δύναμιν τοῖς ἀγαθοῖς ὑμῶν ὑπουργοῦσαν βουλεύμασιν.
 [01383]  Ἡμεῖς γὰρ διὰ τὴν θείαν χάριν, τῶν ἀποστολικῶν διηνεκῶς ὑπερμαχοῦμεν δογμάτων, καὶ τὴν ἐκτεθεῖσαν ἐν Νικαίᾳ πίστιν φυλάττομεν ἄσυλον, καὶ τοὺς ταῦτα παραχαράττειν τολμῶντας τὰ δόγματα ἀσεβεῖς ὀνομάζομεν.
 [01795]  Καὶ πρῶτον μὲν τὴν ἄνωθεν παρὰ τῶν ἱερῶν ἀποστόλων παραδοθεῖσαν ἡμῖν κρατύνητε πίστιν, καὶ τὴν ἐπαναστᾶσαν αἵρεσιν στηλιτεύσητε, καὶ τοὺς παρα χαράττειν τολμῶντας τῆς οἰκονομίας τὸ κήρυγμα προφανῶς ἐξελέγξητε, ἔπειτα δὲ καὶ τῶν ὑπὲρ τῆς εὐσεβείας πολεμου μένων ὑπερμαχήσητε.
 [02154]  Πληροῖ δὲ τὴν μὲν πρώτην ὁ τὴν θεόσδοτον πίστιν φυλάττων ἀκήρατον, καὶ τοὺς ταύτῃ πολεμοῦντας ὡς τῆς ἀληθείας ἐχθροὺς μυσαττόμενος, καὶ μισῶν ἐκθύμως τοὺς μισοῦντας τὸν ἀγαπώμενον·
 [02316]  Τούτους καὶ ἡμεῖς τοὺς ὅρους φυλάττειν εὐχόμεθα, καὶ τὴν εἰς τὸν ἕνα Πατέρα, καὶ τὸν ἕνα Υἱόν, καὶ τὸ ἓν ἅγιον Πνεῦμα πίστιν τε καὶ ὁμολογίαν μέχρι τέλους διατηρῆσαι.
 [02473]  Τοὺς γὰρ καθ' ἕκαστον ἔτος τῷ παναγίῳ προσιόντας βαπτίσματι, τὴν ἐκτεθεῖσαν ἐν Νικαίᾳ παρὰ τῶν ἁγίων καὶ μακαρίων Πατέρων πίστιν ἐκμανθάνειν παρασκευάζομεν·
000-00-00 Serial Number=0121881485
Eranistes Ante [Go Back]  
 [00361]  {ΟΡΘ.} Εἰ καὶ αὐτάρκη σοι εἰς πίστιν τὰ εἰρημένα, ἀλλ' ὅμως καὶ ἑτέραν ἀπόδειξιν εἰς βεβαίωσιν τῆς ἀληθείας προσθήσω.
 [00483]  Ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν, ἀδόκιμοι περὶ τὴν πίστιν·
 [01258]  καθότι ἔστησεν ἡμέραν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαι οσύνῃ, ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.
 [01513]  Καὶ οὐ μόνον οὐκ ἐδυσχέρανεν, ἀλλὰ καὶ τὴν πίστιν ἐπῄνεσε.
 [01982]  Ἤκουσα μέντοι τοῦ θεσπεσίου Παύλου βοῶντος, ὅτι Ἔστησεν ὁ θεὸς ἡμέραν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.
 [03425]  Ἡνίκα μετὰ τὴν ἀνάστασιν τῶν θυρῶν κεκλεισμένων πρὸς τοὺς ἁγίους ὁ δεσπότης εἰσελήλυθε μαθητάς, καὶ δείσαντας ἐθεάσατο, τίνι τρόπῳ τὸ δέος ἔλυσε, καὶ πίστιν ἀντὶ τοῦ δέους ἐνέθηκεν;
 [03765]  εἶχε δὲ τῆς ἀφθαρσίας τὴν πίστιν ἐκ τοῦ ἐνοικήσαντος αὐτῷ λόγου.
000-00-00 Serial Number=0236387432
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00400]  Κατὰ πίστιν, φησὶν, ἀπέθανον οὗτοι πάντες, μὴ λαβόντες τὰς ἐπαγγελίας, ἀλλὰ πόῤῥωθεν αὐτὰς ἰδόντες, καὶ ἀσπασάμενοι, καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρ επίδημοί εἰσιν ἐπὶ τῆς γῆς·
 [00615]  μέλαινα διὰ τὴν ἀπιστίαν, καλὴ διὰ τὴν πίστιν.
 [01169]  Πέτραν δὲ καλεῖ τὴν εὐσεβῆ πίστιν, τὴν ἀληθῆ ὁμολογίαν.
 [02018]  τοὺς γὰρ ἀτελῆ τὴν πίστιν κεκτημένους, καὶ μετὰ εἰλικρινοῦς πίστεως μὴ προσιόντας οὐχ ὑπο δέχεται·
 [02209]  καὶ τὴν μὲν πίστιν ἀκίνητον ἔχοντες, καὶ τὰ τῆς εὐ σεβείας δόγματα σῶα διαφυλάττοντες, καὶ πᾶσαν αἱρετικὴν καὶ ἀλλόφυλον διδασκαλίαν ἀποστρεφόμε νοι, ἀμελέστερον δὲ βιοῦντες, καὶ ποτὲ μὲν σφῶν αὐ τῶν ἐπιμελούμενοι, ποτὲ δὲ πάλιν εἰς ῥᾳθυμίαν κυλινδούμενοι, καὶ ποτὲ μὲν ἁμαρτάνοντες, ποτὲ δὲ τῆς μετανοίας πηγάζοντες δάκρυα.
 [02589]  Τὸν καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα·
000-00-00 Serial Number=0427232385
Graecarum affectionum curatio Ante [Go Back]  
 [00003]  p.1 Πολλάκις μοι τῶν τῆς Ἑλληνικῆς μυθολογίας ἐξηρτημένων ξυντετυχηκότες τινὲς τήν τε πίστιν ἐκωμῴδησαν τὴν ἡμετέραν, οὐδὲν ἄλλο λέγοντες ἡμᾶς τοῖς τὰ θεῖα παρ' ἡμῶν παιδευομέ νοις ἢ τὸ πιστεύειν παρεγγυᾶν, καὶ τῆς τῶν ἀποστόλων κατηγό ρουν ἀπαιδευσίας, βαρβάρους ἀποκαλοῦντες, τὸ γλαφυρὸν τῆς εὐεπείας οὐκ ἔχοντας·
 [00183]  Εἰ δ' ἀποχρῆν εἰς πίστιν ἐνόμιζον καὶ οἱ λέγοντες καὶ οἱ ἀκούοντες τὸ Πυθαγόρου εἶναι δόγματα καὶ μαθήματα, τίς οὕτως ἄρα ἠλίθιος, μᾶλλον δὲ ἄγαν ἐμβρόντητος, ὡς τοῦ Θεοῦ τῶν ὅλων διδάσκοντος ἐνδοιάσαι καὶ μὴ πιστεῦσαι τοῖς λεγομένοις καὶ μηδὲ τοσοῦτον ἀπονεῖμαι σέβας τῷ τῶν ὅλων Θεῷ, ὅσον τῷ Πυθαγόρᾳ προσένεμον οἱ τῆς ἐκείνου διδασκαλίας [1.58] μετεσχηκότες;
 [00287]  Καὶ γὰρ δὴ τὴν πίστιν Ἀριστοτέλης κριτήριον ἐπιστήμης ἐκάλεσεν·
 [00311]  Τί δήποτε τοίνυν τὴν μὲν ἀλογωτάτην ἐκείνην ὑπερβαίνετε πίστιν, μόνης δὲ τῆς ἡμετέρας κατηγορεῖτε, τῶν μὲν τοιούτων μύθων καὶ λήρων ἀπηλλαγμένης, τὰ θεῖα δὲ καὶ νοητὰ νοητῶς δεχο μένης;
 [00315]  καὶ ὁ μὲν ἔχει τῶν γινομένων τὴν γνῶσιν, ὁ δὲ στέργει τὴν πίστιν, κατὰ βραχὺ δέ γε διὰ τῆς πί [1.101] στεως προσλαμβάνει τὴν γνῶσιν.
 [00332]  τὴν μὲν γὰρ πίστιν καὶ οἱ ὑμέ τεροι φιλόσοφοι ὡρίσαντο εἶναι ἐθελούσιον τῆς ψυχῆς ξυγκατάθε [1.108] σιν, τὴν δὲ ἐπιστήμην ἕξιν ἀμετάπτωτον ὑπὸ λόγου.
 [00333]  Ἄτοπον δὲ καὶ λίαν παγχάλεπον, τοὺς μὲν τέχνης ἁπάσης διδασκάλους ἔχειν τὴν ἐπιστήμην, τοὺς δὲ φοιτῶντας τὴν πίστιν, ἐπὶ μόνων δέ γε τῶν θείων παιδευμάτων ἀνατετράφθαι τὴν τάξιν, καὶ πρὸ τῆς πίστεως ἀπαιτεῖσθαι τὴν ἐπιστήμην·
 [02295]  Καὶ οὐχ ἁπλῶς ἔπεισεν, ἀλλὰ τοσαύτην γε πίστιν τοῖς πλείστοις ἐντέθεικεν, ὡς ἥδιστα τὸν ὑπὲρ τῶνδε τῶν δογμάτων καταδέξασθαι θάνατον καὶ τοῖς ἀρνηθῆναι κελεύουσιν ἥκιστα μὲν προέσθαι τὰς γλώττας, προτεῖναι δὲ τὰ νῶτα τοῖς ἐθέλουσι μαστιγοῦν καὶ λαμπάσι καὶ ὄνυξι τὰς πλευρὰς καὶ τοὺς αὐχένας ὑποθεῖναι τοῖς ξίφεσι καὶ ἀποτυμπανισθῆναι προθύμως καὶ ἀνασκινδυλευθῆναι, καὶ μέντοι καὶ ἐμπρησθῆναι καὶ θῆρας ἀγρίους ἰδεῖν θοινωμένους τὰ σώματα.
 [03250]  Καὶ ὁ ἕβδομος δὲ καὶ ὁ ὄγδοος, καὶ μέντοι καὶ ὁ ἔνατος καὶ πάντες, ὡς ἔπος εἰπεῖν, οἱ ψαλμοὶ τὴν τῆς οἰκουμένης με ταβολὴν προθεσπίζουσι καὶ τὴν τῶν ἐθνῶν προκηρύττουσι κλῆσιν καὶ πίστιν, καὶ πρός γε τούτοις τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν τὴν προαιώνιον ὕπαρξιν, τὴν ἐκ τοῦ Πατρὸς γέννησιν, τὸν ἐκ παρθένου τόκον, τὰ θαύματα, τὰ παθήματα, τῶν Ἰουδαίων τὴν ἀπιστίαν, τὴν ἐκ νεκρῶν ἀνάστασιν, τὴν εἰς οὐρανοὺς ἀνάβασιν, τὴν τοῦ Πνεύματος ἐπιφοίτησιν, τὸν εἰς ἅπασαν γῆν καὶ θάλατταν τῶν ἀποστόλων δρόμον.
 [03532]  Τὸν καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα·
 [03585]  Τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεὸς τὰ νῦν παραγγέλλει πᾶσι πανταχοῦ μετανοεῖν, καθότι ἔστησεν ἡμέραν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρί, ᾧ ὥρισε, πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.
 [03617]  Μετὰ γὰρ τῶνδε τῶν κινδύνων καὶ οἱ ἀπόστολοι τὴν οἰκουμένην ἐφώτισαν, καὶ οἱ μετ' ἐκείνους, ἣν παρέλαβον, διεφύλαξαν πίστιν·
 [03626]  Ταύτης τὴν πίστιν ἀποδεχόμενος πρὸς τὸν τῶν μαθητῶν ἔφη χορόν·
000-00-00 Serial Number=0439109147
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00618]  Ὧν ἐστιν Ὑμέναιος καὶ Φιλητὸς, οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν, λέ γοντες τὴν ἀνάστασιν ἤδη γεγονέναι, καὶ ἀνατρέπουσι τήν τινων πίστιν.
 [00631]  Ταύτην γὰρ, φησὶ, τὴν παραγγελίαν παρατίθεμαί σοι, τέκνον Τιμόθεε, κατὰ τὰς προαγούσας ἐπὶ σὲ προ φητείας, ἵνα στρατεύῃ ἐν αὐταῖς τὴν καλὴν στρα τείαν, ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἥν τινες ἀπωσάμενοι, περὶ τὴν πίστιν ἐναυάγησαν·
 [00635]  Ἐκείνους δὲ ἔφη ταύτην ἀπωσαμένους ναυαγῆσαι περὶ τὴν πίστιν.
 [00643]  Ὦ Τιμόθεε, τὴν παρακαταθή κην φύλαξον, ἐκτρεπόμενος τὰς βεβήλους κενο φωνίας, καὶ ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως, ἥν τινες ἐπαγγελλόμενοι περὶ τὴν πίστιν ἠστόχησαν.
 [00650]  ὃν τρόπον δὲ Ἰάννης καὶ Ἰαμβρὴς ἀντέστησαν Μωϋσῇ, οὕτως καὶ οὗτοι ἀνθίστανται τῇ ἀληθείᾳ, ἄν θρωποι κατεφθαρμένοι τὸν νοῦν, ἀδόκιμοι περὶ τὴν πίστιν.
 [02406]  Καὶ γὰρ εὐσέβειαν, καὶ τὴν εἰς Θεὸν πίστιν, καὶ τὴν περὶ τὸν πέλας ἀγάπην, καὶ [83.512] σωφροσύνην, καὶ δικαιοσύνην, καὶ ἀνδρείαν, ἀκριβῶς ἐκπαιδεύει, καὶ προτίθησιν εἰς μίμησιν τὰ τῶν πα λαιῶν ἁγίων ἀρχέτυπα.
000-00-00 Serial Number=0087743998
Historia ecclesiastica Ante [Go Back]  
 [00380]  οὕτω δὲ τοῦ δυσσεβοῦς ἐκποδὼν γενομένου, συμφώνως ἅπαντες τὴν μέχρι καὶ νῦν ἐν ταῖς ἐκκλησίαις πολιτευομένην πίστιν ὑπαγορεύσαντες καὶ ταῖς ὑπογραφαῖς βεβαιώ σαντες διέλυσαν τὸ συνέδριον.
 [00516]  καθὼς παρελάβομεν παρὰ τῶν πρὸ ἡμῶν ἐπισκόπων, καὶ ἐν τῇ πρώτῃ κατηχήσει καὶ ὅτε τὸ λου τρὸν ἐλαμβάνομεν, καὶ καθὼς ἀπὸ τῶν θείων γραφῶν μεμαθήκαμεν, καὶ ὡς ἐν αὐτῷ τῷ πρεσβυτερίῳ καὶ ἐν αὐτῇ τῇ ἐπισκοπῇ ἐπιστεύ ομέν τε καὶ ἐδιδάσκομεν, οὕτω καὶ νῦν πιστεύοντες τὴν ἡμετέραν πίστιν προσαναφέρομεν.
 [00545]  Καὶ τὸν ἀναθεματισμὸν δὲ τὸν μετὰ τὴν πίστιν πρὸς αὐτῶν τεθέντα δεκτὸν εἶναι ἡγησάμεθα, διὰ τὸ ἀπείργειν ἀγράφοις χρῆσθαι φωναῖς, δι' ἃς σχεδὸν ἡ πᾶσα γέγονε σύγχυσις καὶ ἀκαταστασία τῆς ἐκκλησίας.
 [00552]  ὅτι δὲ καὶ ἅπαντες οἱ τηνικαῦτα συναθροισθέντες συμφώνως τὴν ἐκτεθεῖσαν κατεδέξαντο πίστιν, κἀνταῦθα ἔφη καὶ πάλιν ἐν ἑτέρῳ συγγράμματι μαρτυρεῖ, τοῦ μεγάλου Κωνσταντίνου τὴν πολιτείαν εὐφημίαις γεραίρων.
 [00556]  πλείστων δῆτα ὑφ' ἑκατέρου τάγματος προτεινο μένων πολλῆς τε ἀμφιλογίας τὰ πρῶτα συνισταμένης, ἀνεξικάκως ἐπηκροᾶτο ὁ βασιλεὺς τῶν πάντων σχολῇ τε εὐτόνῳ τὰς προτάσεις ὑπεδέχετο, ἐν μέρει τε ἀντιλαμβανόμενος τῶν παρ' ἑκάστου τάγματος λεγομένων, ἠρέμα συνῆγε τοὺς φιλονείκως ἐνισταμένους, πράως τε ποιούμενος τὰς πρὸς ἕκαστον ὁμιλίας ἑλληνίζων τε τῇ φωνῇ, ὅτι μηδὲ ταύτης ἀμαθῶς εἶχε, γλυκερός τις ἦν καὶ ἡδύς, τοὺς μὲν συμ πείθων, τοὺς δὲ καταδυσωπῶν τῷ λόγῳ, τοὺς δ' εὖ λέγοντας ἐπαι νῶν, πάντας δὲ εἰς ὁμόνοιαν ἐλαύνων, ἕως ὅτε ὁμογνώμονας καὶ [55] ὁμοδόξους αὐτοὺς ἐπὶ τοῖς ἀμφισβητουμένοις ἅπασι κατεστήσατο, ὡς ὁμόφωνον μὲν κρατῆσαι τὴν πίστιν, τῆς δὲ σωτηρίου ἑορτῆς τὸν αὐτὸν παρὰ τοῖς πᾶσιν ὁμολογηθῆναι καιρόν.
 [00572]  εἰσελθόντα δὲ τὸν Ἄρειον ἀνέκρινεν ὁ βασιλεὺς εἰ τὴν πίστιν τῆς καθολικῆς ἐκκλησίας ἔχοι.
 [00630]  ὅπερ ἐπειδὴ πᾶσιν εἶναι νομίζω φανερόν, ἐκεῖνο μάλιστά σε πεπεῖσθαι βούλομαι, ὡς ἄρα πάντων μοι μᾶλλον μέλει ὅπως τὸν ἱερὸν ἐκεῖνον τόπον, ὃν θεοῦ προστάγ ματι αἰσχίστης εἰδώλου προσθήκης ὥσπερ τινὸς ἐπικειμένου βάρους ἐκούφισα, ἅγιον μὲν ἐξ ἀρχῆς θεοῦ κρίσει γεγενημένον, ἁγιώτερον δὲ ἀποφανθέντα ἀφ' οὗ τὴν τοῦ σωτηρίου πάθους πίστιν εἰς φῶς προήγαγεν, οἰκοδομημάτων κάλλει κοσμήσωμεν.
 [00787]  Τὴν θείαν πίστιν φυλάσσων τοῦ τῆς ἀληθείας φωτὸς μετα λαγχάνω·
 [00788]  τῷ τῆς ἀληθείας φωτὶ ὁδηγούμενος τὴν θείαν πίστιν [77] ἐπιγινώσκω.
 [00798]  [78] ἐπιεικείας γὰρ καὶ ἡμερότητος ἔργοις ἀρέσκεται, πράους φιλῶν, μισῶν τοὺς ταραχώδεις, ἀγαπῶν τὴν πίστιν, ἀπιστίαν κολάζων, πᾶσαν μετ' ἀλαζονείας δυναστείαν καταρρηγνύς, ὕβριν ὑπερηφάνων τιμωρεῖται, τοὺς ὑπὸ τύφου ἐπαιρομένους ἐκ βάθρων ἀναιρεῖ, ταπει νόφροσι καὶ ἀνεξικάκοις τὰ πρὸς ἀξίαν νέμων.
 [01064]  Πολλὰ μὲν καὶ πολλάκις ἐτόλμησαν οἱ Ἀρειομανῖται κατὰ τῶν δούλων τοῦ θεοῦ τῶν τὴν πίστιν φυλαττόντων τὴν ὀρθήν.
 [01120]  ἔτι τοίνυν πρὸς τούτοις πᾶσι καὶ τοὺς πάλαι κατη γορηθέντας καὶ ἐκβληθέντας διὰ τὴν Ἀρείου αἵρεσιν οὐ μόνον ἐδέξαντο, ἀλλὰ καὶ εἰς μείζονα βαθμὸν προήγαγον, διακόνους μὲν εἰς πρεσβυτέριον, ἀπὸ δὲ πρεσβυτέρων εἰς ἐπισκοπήν, δι' οὐδὲν ἕτερον ἢ ἵνα τὴν ἀσέβειαν διασπεῖραι καὶ πλατῦναι δυνηθῶσι καὶ τὴν εὐσεβῆ διαφθείρωσι πίστιν.
 [01145]  Ἡμεῖς δὲ ταύτην παρειλήφαμεν καὶ δεδιδάγμεθα, ταύτην ἔχομεν τὴν καθολικὴν καὶ ἀποστολικὴν παράδοσιν καὶ πίστιν καὶ ὁμο λογίαν·
 [01261]  τὰς μὲν γὰρ διὰ βίου τὴν παρθενίαν ὑπεσχημένας οὐ τὴν Ἀθανασίου μόνον ἀρνεῖσθαι κοινωνίαν ἀλλὰ καὶ τῶν πατέρων ἀνα θεματίζειν τὴν πίστιν ἠνάγκαζε.
 [01262]  σύνεργον δὲ τῆς ὠμότητος εἶχε Σεβαστιανόν τινα τῶν στρατιωτικῶν καταλόγων ἡγούμενον, ὃς ἐν μέσῃ τῇ πόλει πυρὰν ἀνάψας καὶ ταύτῃ τὰς παρθένους γυμνὰς παρα στήσας ἀρνεῖσθαι τὴν πίστιν ἐκέλευεν.
 [01367]  ἀλλὰ καὶ ἐγὼ ἀξιῶ πρότερον οἰκουμενικὴν ὑπο γραφὴν προχειρίσαι βεβαιοῦσαν τὴν πίστιν τὴν κατὰ Νίκαιαν ἐκ τεθεῖσαν, ἵν' οὕτως ἀνακληθέντων τῶν ἀδελφῶν ἡμῶν ἀπὸ τοῦ ἐξορισμοῦ καὶ ἀποκατασταθέντων τοῖς ἰδίοις τόποις, εἰ ὀφθείησαν οἱ νῦν θορύβους ἐγγεννῶντες ταῖς ἐκκλησίαις συγκατατιθέμενοι τῇ ἀποστολικῇ πίστει, τότε ἐπὶ τὴν Ἀλεξανδρέων οἱ πάντες ἀπαντή σαντες, ἔνθα ὁ ἐγκαλούμενος καὶ οἱ ἐγκαλοῦντές εἰσι καὶ ὁ ἀντι ποιούμενος αὐτῶν, ἐξετάσαντες τὰ περὶ αὐτῶν συμπεριενεχθῶμεν.
 [01425]  καὶ γὰρ ἐκεχειροτόνητο μετὰ τὸν μέγαν Λιβέριον τῶν διακόνων τις τῶν ἐκείνου (Φίλιξ ὄνομα τούτῳ ἦν), ὃς τὴν μὲν ἐκτεθεῖσαν ἐν Νικαίᾳ πίστιν ἄσυλον διε φύλαττε, τοῖς δέ γε διαφθείρουσι ταύτην ἀδεῶς ἐκοινώνει.
 [01438]  Τῶν γὰρ τῆς πίστεως προμάχων ἐξελαθέντων, νομίσαντες οἱ [138] τὴν βασιλέως γνώμην μετατιθέντες εἰς ἅπερ ἐβούλοντο, εὐπετῶς μάλα καταλύσειν τὴν ἀντίπαλον αὐτοῖς πίστιν καὶ τὴν Ἀρείου βεβαιώσειν διδα σκαλίαν, ἔπεισαν τὸν Κωνστάντιον εἰς τὴν Ἀρίμηνον καὶ τοὺς τῆς Ἑῴας καὶ τοὺς τῆς Ἑσπέρας συναγαγεῖν ἐπισκόπους, καὶ προστάξαι τὴν οὐσίαν καὶ τὸ ὁμοούσιον περιελεῖν ἐκ τῆς πίστεως, τὰ κατὰ τῆς Ἀρείου.
 [01450]  ὡς γὰρ ἐπὶ πλεῖστον διασκοποῦντες εὑρήκαμεν, ἄριστον ἐφάνη τὴν πίστιν τὴν ἔκπαλαι διαμένουσαν, ἣν καὶ οἱ προφῆται καὶ τὰ εὐαγγέλια καὶ οἱ ἀπόστολοι διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν ἐκήρυξαν, τοῦ καὶ τῆς σῆς βασιλείας φρουροῦ καὶ τῆς σῆς ῥώσεως προστάτου, ἵνα ταύτην κατέχοντες φυλάξωμεν καὶ φυλάττοντες μέχρι τέλους διατη ρήσωμεν.
 [01454]  ἧς ἵνα μετάσχωσιν, ἐφ' οἷς ἑαυτοῖς συνε γνώκεισαν πλημμελήσαντες, μετανοίας τε καὶ συγγνώμης ἠξίουν τυχεῖν, ὡς καὶ τὰ ἀντίγραφα τὰ ὑπ' ἐκείνων γεγενημένα μαρτυρεῖ, δι' ὧν ἁπάντων φειδὼ γεγένηται καὶ τῶν ἐγκλημάτων συγγνώμη (ἦν δὲ ὁ καιρὸς καθ' ὃν ταῦτα ἐπράττετο ὅτε ἐν Μεδιολάνῳ τὸ συνέδριον τῆς συνόδου συνεκροτεῖτο, συμπαρόντων δὲ καὶ τῶν πρεσβυτέρων τῆς τῶν Ῥωμαίων ἐκκλησίας), ἐγνωκότες δὲ ἅμα καὶ τὸν μετὰ τελευτὴν ἄξιον μνήμης Κωνσταντῖνον μετὰ πάσης ἀκριβείας καὶ ἐξετάσεως τὴν συγγραφεῖσαν πίστιν ἐκτεθεικότα, ἐπειδὴ δὲ ὡς ἐξ ἀνθρώπων ἐγένετο βαπτισθεὶς καὶ πρὸς τὴν ὀφειλομένην εἰρήνην ἀνεχώρησεν, ἄτοπον εἶναι μετ' ἐκεῖνόν τι καινοτομεῖν καὶ τοσούτους ἁγίους ὁμολογητὰς καὶ μάρτυρας τοὺς καὶ τοῦδε τοῦ δόγματος συγγραφεῖς τε καὶ ἐφευ ρετὰς παριδεῖν, οἵτινες κατὰ τὸν παλαιὸν τῆς ἐκκλησίας θεσμὸν ἅπαντα φρονοῦντες διαμεμενήκασιν.
 [01455]  ὧν ὁ θεὸς τὴν πίστιν καὶ εἰς τοὺς σοὺς χρόνους τῆς βασιλείας μετέδωκε διὰ τοῦ δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ σοι καὶ τὸ βασιλεύειν οὕτως ὑπῆρξεν ὡς καὶ τῆς καθ' ἡμᾶς οἰκουμένης κρατεῖν.
 [01501]  Πιστεύομεν τὴν ἁγίαν πίστιν ἡμῶν ἐν τῇ διδασκαλίᾳ τῶν ἀπο στόλων θεμελιωθεῖσαν ταύτην ὑμᾶς κατέχειν καὶ ταύτην τῷ λαῷ ὑφηγεῖσθαι, ἥτις ἀπὸ τῶν ὁρισθέντων παρὰ τῶν πατέρων οὐδενὶ λόγῳ διαφωνεῖ, θεοῦ ἱερεῖς, ὑφ' ὧν δίκαιόν ἐστι τοὺς λοιποὺς παι δεύεσθαι.
 [01504]  δίκαιον οὖν ἐστι πάντας τοὺς ἐν τῷ Ῥωμαίων κόσμῳ διδασκάλους τοῦ νόμου τὰ περὶ τοῦ νόμου φρονεῖν, καὶ μὴ [148] διαφόροις διδασκαλίαις τὴν πίστιν μιαίνειν.
 [01510]  Συνορᾷ οὖν ἡ ὑμετέρα καθαρότης ταύτην μόνην τὴν πίστιν, ἥτις ἐν Νικαίᾳ κατὰ τὴν αὐθεντίαν τῶν ἀποστόλων ἐθεμελιώθη, διηνεκεῖ βεβαιότητι καθεκτέαν εἶναι, καὶ μεθ' ἡμῶν τοὺς Ἀνατολι κούς, οἵτινες ἑαυτοὺς τῆς καθολικῆς ἐπιγινώσκουσι, τοὺς δὲ ∆υτι κοὺς καυχᾶσθαι·
 [01613]  ὁ δὲ παρὰ τῶν τἀναντία φρονούντων διδασκόμενος ἔλεγε χρῆναι πρότερον τὰ κατὰ τὴν πίστιν διακριθῆναι, εἶθ' οὕτω τὰ κατ' ἐκεῖνον ἐξετασθῆναι.
 [02303]  [212] Παραυτίκα δὲ τῆς ὑπ' αὐτοῦ βασιλευομένης γῆς ἐπιβάς, πρῶτον μὲν ἔγραψε νόμον καὶ τοὺς ἐπισκόπους ἐπανελθεῖν ἐκ τῆς ἐξορίας διαγορεύοντα καὶ τὰς ἐκκλησίας ἀποδοθῆναι παρεγγυῶντα τοῖς τὴν ἐκτεθεῖσαν ἐν Νικαίᾳ πίστιν διατετηρηκόσιν ἀκήρατον.
 [02305]  ὁ δὲ τοὺς λογιμωτέρους τῶν ἐπισκόπων ἀγείρας ἀντέγραψε τὴν ἐν Νικαίᾳ ἐκτεθεῖσαν πίστιν φυλάττειν παρακαλῶν, ὡς τοῖς ἀποστολικοῖς συμβαίνουσαν δόγμασιν.
 [02310]  θελησάσης τοίνυν τῆς σῆς εὐσεβείας μαθεῖν παρ' ἡμῶν τὴν τῆς καθολικῆς ἐκκλησίας πίστιν, εὐχαριστήσαντες ἐπὶ τούτῳ τῷ [213] κυρίῳ ἐβουλευσάμεθα πάντων μᾶλλον τὴν παρὰ τῶν πατέρων ὁμο λογηθεῖσαν ἐν Νικαίᾳ πίστιν ὑπομνῆσαι τὴν σὴν θεοσέβειαν.
 [02316]  καὶ φθάσαντες μὲν οἱ ἅγιοι πατέρες ἡμῶν, συνελθόν τες ὡς προεῖπον ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ, τὴν μὲν Ἀρειανὴν αἵρεσιν ἀνεθεμάτισαν, τὴν δὲ τῆς καθολικῆς ἐκκλησίας πίστιν ὡμο λόγησαν ἐγγράφως, ὥστε ταύτης πανταχοῦ κηρυττομένης ἀποσβε σθῆναι τὴν ἀναφθεῖσαν αἵρεσιν παρὰ τῶν αἱρετικῶν.
 [02318]  ἀλλ' ἐπειδὴ τὴν Ἀρειανὴν αἵρεσιν ἀνανεῶσαι βουλόμενοι τινὲς μὲν [214] αὐτὴν τὴν ἐν Νικαίᾳ παρὰ τῶν πατέρων ὁμολογηθεῖσαν πίστιν τετολμήκασιν ἀθετῆσαι, τινὲς δὲ σχηματίζονται ὁμολογεῖν αὐτήν, ταῖς δὲ ἀληθείαις ἀρνοῦνται, παρερμηνεύοντες τὸ ὁμοούσιον, καὶ οὗτοι βλασφημοῦντες τὸ πνεῦμα τὸ ἅγιον ἐν τῷ φάσκειν αὐτοὺς κτίσμα εἶναι καὶ ποίημα διὰ τοῦ υἱοῦ γεγονός, ἀναγκαίως θεωρήσαν τες τὴν ἐκ τῆς τοιαύτης βλασφημίας βλάβην γιγνομένην κατὰ τῶν λαῶν, ἐπιδοῦναι τῇ σῇ εὐσεβείᾳ τὴν ἐν Νικαίᾳ ὁμολογηθεῖσαν πίστιν ἐσπουδάσαμεν, ἵνα γνῷ σου ἡ θεοσέβεια μεθ' ὅσης ἀκριβείας γέγρα πται καὶ ὅσον πλανῶνται οἱ παρ' αὐτὴν διδάσκοντες.
 [02323]  καὶ ὑπὲρ τοῦ γιγνώσκειν τὴν σὴν εὐσέβειαν, καίτοι γιγνώσκουσαν, ὅμως ἐσπουδάσαμεν τὴν ἐν Νικαίᾳ πίστιν ὁμολογηθεῖσαν ὑπὸ τριακοσίων δέκα καὶ ὀκτὼ ἐπισκό πων ὑποτάξαι.
 [02331]  διὰ τοῦτο γάρ, καθὰ προείπαμεν, καὶ ἡ ἐν Νικαίᾳ σύνοδος ἀνεθεμάτισε τὴν τοιαύτην αἵρεσιν, τὴν δὲ τῆς ἀληθείας πίστιν ὡμολόγησεν.
 [02372]  ἐψηφίσαντο δὲ οἱ συνελθόντες τὴν ἐν Νικαίᾳ ἐκτεθεῖσαν πίστιν κρατεῖν.
 [02419]  καὶ γὰρ καὶ ὁ αὐτὸς ἀδελφὸς καὶ συλλειτουργὸς Ἐλπίδιος διδάξει ὑμᾶς κηρῦξαι τὴν ἀληθῆ πίστιν·
 [02421]  φανερωθέντος γὰρ τούτου, φανερῶς δυνησόμεθα τὴν ἁγίαν τριάδα ὁμολογεῖν ὁμοούσιον, κατὰ τὴν πάλαι ἐκτεθεῖσαν πίστιν τὴν ἐν Νικαίᾳ, ἣν καὶ οἱ πατέρες ἐβεβαίωσαν.
 [02708]  Αὐτίκα ῥοπῆς οὐδεμιᾶς παρελθούσης ὁ προειρημένος Μάγνος, ὁ τῆς ἀσεβείας αὐτοῦ κοινωνὸς ἀδιαίρετος καὶ δορυφόρος πικρὸς καὶ σατράπης ὠμότατος, συναθροίσας καὶ τὰ ὑπὸ τὴν ἑαυτοῦ φροντίδα ἐπανακείμενα πλήθη, πρεσβυτέρους καὶ διακόνους τὸν ἀριθμὸν ἐν νεακαίδεκα συλλαβόμενος, ὧν τινες τὸ ὀγδοηκοστὸν ὑπερβεβήκασιν ἔτος, ὡς ἁλόντας ἐπὶ μυσαρῷ τινι καὶ νόμῳ Ῥωμαίων ἐχθρῷ, δη [254] μόσιον ὁρίσας κριτήριον, κατηνάγκαζεν, οὐκ εἰδὼς τοὺς ὑπὲρ τῆς ἀρετῆς Χριστιανῶν νόμους, τὴν πατρῴαν παρὰ τῶν ἀποστόλων διὰ τῶν πατέρων ἀποδοθεῖσαν ἡμῖν προδιδόναι πίστιν, ἡδόμενον ἐπὶ τούτῳ καὶ τὸν φιλανθρωπότατον Αὔγουστον Οὐάλεντα διισχυρι ζόμενος·
 [02760]  καθόλου τοίνυν παρὰ πάντων ἀπορούμενοι, ἕνδεκα τῶν ἀπὸ τῆς Αἰγύπτου τὸν ἀριθμὸν [260] ἐπισκόπων, ἄνδρας ἐκ παιδίου μέχρι γήρως τὴν ἔρημον ἀσκήσεως χάριν οἰκήσαντας καὶ λόγῳ καὶ πράξει τὰς ἡδονὰς ὑποτάξαντας, καὶ τὴν εὐ σεβῆ πίστιν ἀνεπαισχύντως κηρύττοντας καὶ τὰ τῆς εὐσεβείας γαλουχη θέντας δόγματα, καὶ νίκην πολλάκις κατὰ δαιμόνων ἐπάραντας ἀρετῇ δυσωποῦντας τὸν ἀντίπαλον, καὶ τὴν Ἀρειανὴν σοφωτάτῳ λόγῳ στηλιτεύοντας αἵρεσιν, ὄργανον ὠμότητος τὸν προειρημένον ἔχοντες, ὑπερορίους πεποιήκασιν ἐν οἰκουμένῃ παρὰ τῶν κυριοκτόνων Ἰου δαίων πόλει, τοὔνομα ∆ιοκαισαρείᾳ.
 [03119]  Κωνσταντῖνος μὲν γὰρ ὁ τῶν [286] Κωνσταντίνου παίδων πρεσβύτατος καὶ Κώνστας ὁ νεώτατος τὴν πατρῴαν πίστιν ἀκήρατον διετήρησαν·
 [03151]  καὶ κανόνας δὲ περὶ τῆς ἐκκλησιαστικῆς γράψαντες εὐκοσμίας καὶ τὴν ἐκτεθεῖσαν ἐν Νικαίᾳ πίστιν βεβαίαν μένειν διαγορεύσαντες, εἰς τὰς οἰκείας ἐπανῆλθον πατρίδας.
 [03176]  Τὰ μὲν οὖν κατὰ τὴν πίστιν τὴν παρ' ἡμῶν ἀνυποστόλως κη ρυττομένην ὡς ἐν κεφαλαίῳ τοιαῦτα·
 [03177]  περὶ ὧν καὶ ἐπὶ πλεῖον ψυχα γωγηθῆναι δυνήσεσθε, τῷ τε ἐν Ἀντιοχείᾳ τόμῳ παρὰ τῆς ἐκεῖ συνελ θούσης συνόδου γεγενημένῳ καταξιώσαντες ἐντυχεῖν καὶ τῷ πέ ρυσιν ἐν Κωνσταντινουπόλει παρὰ τῆς οἰκουμενικῆς ἐκτεθέντι συνό δου, ἐν οἷς πλατύτερον τὴν πίστιν ὡμολογήσαμεν καὶ τῶν ἔναγχος καινοτομηθεισῶν αἱρέσεων ἀναθεματισμὸν ἔγγραφον πεποιήκαμεν.
000-00-00 Serial Number=0776544034
Historia religiosa Ante [Go Back]  
 [00082]  Πόθεν γὰρ ἂν ἔμαθεν ἄλλοθεν τοῦ Ἄβελ τὴν ἀρετήν, καὶ τοῦ Ἐνὼχ τὸ φιλόθεον, καὶ τοῦ Νῶε τὸ δίκαιον, καὶ τὴν εὐσεβῆ τοῦ Μελχισεδὲκ ἱερωσύνην, καὶ τοῦ Ἀβραὰμ τὴν κλῆσιν, τὴν πίστιν, τὴν καρτερίαν, τὴν ἐπιμελῆ φιλοξενίαν, τὴν πολυθρύλητον τοῦ παιδὸς ἱερουργίαν, καὶ τὸν τῶν ἄλλων κατορθωμάτων κατάλογον καί, συντόμως εἰπεῖν, τῶν θεσπεσίων ἐκείνων ἀνδρῶν τοὺς ἀγῶνας, τὰς νίκας, τὰς ἀναρρήσεις, εἰ μὴ τοῦ νοεροῦ καὶ θείου πνεύματος τὰς ἀκτῖνας ἐδέξατο;
 [00959]  Εὐσεβὴς δὲ ὢν καὶ κατὰ τὴν πίστιν ἐρρωμένος, μεσούσης ἡμέρας, καταλαμβάνει σὺν τῷ ἵππῳ τοῦ μεγάλου Ἀφραάτου τὸ καταγώγιον καὶ τὸ πάθος εἰπὼν καὶ τὴν πίστιν δηλώσας ἱκέτευε προσευχῇ λῦσαι τὴν νόσον.
 [01049]  ∆ώσει τοίνυν, εἶπε, καὶ νῦν, οὐκ ἐμοὶ τὴν χάριν δωρούμενος, ἀλλὰ τὴν σὴν πίστιν θεώμενος.
 [01151]  Πεποιθήσεως δὲ γέμων εἰς θεὸν καὶ θαρρῶν, ὡς εἰκός, εὐμενῆ τὸν δεσπότην κεκτη μένος καὶ πίστιν ἔχων ἀδίστακτον, νυκτὸς διεγερθεὶς ἄνεισιν ἐπὶ τὴν ἄκραν τοῦ ὑδραγωγοῦ πρὶν τοὺς θιασώτας ἐπὶ τὰς συνήθεις εὐχὰς διαναστῆναι καὶ διὰ προσευχῆς τὸν θεὸν ἱκετεύσας, θαρρῶν τῷ ποιοῦντι τὸ θέλημα τῶν φοβουμένων αὐτὸν τῇ ῥάβδῳ ἐν ᾗ σκηρι πτόμενος ἐτύγχανεν, ἔτυψε τὴν πέτραν·
 [02178]  Ταῦτα δὲ ἔφην ἐπιδεῖξαι αὐτῶν τῆς διανοίας ἐθελήσας τὴν πίστιν.
000-00-00 Serial Number=0743530154
Interpretatio in Danielem Ante [Go Back]  
 [00215]  Τοσαύτην εἶχε παιδόθεν ὁ θεῖος οὗτος ἀνὴρ, καὶ τῶν θείων νόμων φροντίδα, καὶ πίστιν περὶ τὸν νομοθέτην·
 [03698]  Καὶ μετὰ βραχέα δὲ, Ἀπὸ δὲ τοῦ τέλους, φησὶ, τῶν προῤῥήσεων ἀληθείας πίστιν καὶ δόξαν θειότητος παρὰ τοῖς ὄχλοις ἀποφέρεται.
000-00-00 Serial Number=0929913104
Interpretatio in Ezechielem Ante [Go Back]  
 [02095]  αἰνίττεται διὰ τῶν Σοδόμων, καὶ τῆς Σαμαρείας, τὴν τῶν ἐθνῶν ἁπάντων καὶ τῶν Ἰουδαίων κατὰ ταυτὸν ἐσομένην εὐσέβειαν, καὶ τὴν εἰς ἕνα Θεὸν πίστιν ἐκ τῆς Νέας πρυτανευομένην ∆ιαθήκης.
 [03200]  διέλθετε εἰς τὰς διόδους Ἱερουσαλὴμ, καὶ ἴδετε, καὶ ζητήσετε ἐν ταῖς πλατείαις αὐτῆς, ἐὰν εὑρήσητε ἕνα ποιοῦντα κρῖμα, καὶ ζητοῦντα πίστιν, καὶ ἵλεως ἔσομαι αὐτῇ.
 [06186]  οὐ γὰρ [81.1244] μόνον τὴν εἰς Θεὸν πίστιν, ἀλλὰ καὶ τὴν κατὰ Θεὸν πρᾶξιν τοῦτο τὸ ὕδωρ βλαστῆσαι τοὺς ἀνθρώπους πεποίηκε.
 [06269]  Ὁ δὲ μυθολογίαις χαίρων Ἀπολινάριος, καὶ τῶν μύθους ἐξηγουμένων γραϊδίων κατ' οὐδὲν διαφέρων, ἑτέραν ἡμῖν ὑπισχνεῖ ται τῆς Ἱερουσαλὴμ οἰκοδομίαν, καὶ τὴν κατὰ νόμον τῶν Ἰουδαίων λατρείαν, καὶ πρὸς τῇ τοῦ νόμου φυ λακῇ τὴν εἰς τὸν Κύριον πίστιν·
 [06298]  Οὕτω Γαλάτας περιτμηθῆναι μετὰ τὴν πίστιν ἀνασχομέ νους ἀνοήτους ἀποκαλεῖ.
000-00-00 Serial Number=0546240330
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00675]  ἐὰν εὑρεθῇ τις ποιῶν κρῖμα, καὶ ζητῶν τὴν πίστιν·
 [00686]  Καὶ οἱ ὀφθαλμοί σου εἰς πίστιν.
 [00708]  ἀλλ' ἐπειδὴ ὑπέσχετο ὁ ∆εσπότης φιλανθρωπίαν, ἕνα γοῦν εἰ εὕρῃ ποιοῦντα κρῖμα, καὶ ζητοῦντα πίστιν, διδάσκει ὡς ἐπεζήτησε μὲν, ὡς προσετάχθη, πάντας δὲ εὗρε συντρίψαντας τὸν τοῦ νόμου ζυγόν.
000-00-00 Serial Number=0858330429
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [02016]  Οἱ δὲ υἱοὶ προσαγορευθέντες, καὶ ἐν υἱῶν τάξει γραφέντες, ἀλλοτρίους σφᾶς αὐτοὺς πεποιή κασιν, ἀγνώμονες περὶ τὰς εὐεργεσίας γενόμενοι, καὶ περὶ τὴν πίστιν χωλεύσαντες, καὶ τὴν εὐσεβῆ τρίβον καταλιπόντες.
 [05231]  Ἐπειδὴ γὰρ οὐχ ἅπαντες τὴν ἄκραν ἔχουσι τελειότητα, τοὺς μὲν καλεῖ νύμφην, ὡς τελείους ἐν ἀρετῇ, τοὺς δὲ παρ θένους, ὡς ἀκήρατον φυλάξαντας ἣν παρέλαβον πίστιν.
000-00-00 Serial Number=0376344800
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [01041]  τὸν ὅρκον λέγω καὶ τὴν πίστιν·
 [01043]  μᾶλλον δὲ μετατεθείκασι, μήτε πρὸς τοὺς εὐεργέτας, μήτε περὶ τὴν πίστιν, μήτε εἰς αὐτὸν τῶν πάντων ∆εσπότην ὀρθὸν σκοπὸν φυλάττοντες.
 [02679]  Λαμβάνων γὰρ παρὰ τῶν προσιόντων τὴν πίστιν, δωρεῖται τὴν χάριν.
 [04264]  Ἐκεῖνοι γὰρ βεβαίαν τὴν εἰς τὸν Θεὸν οὐκ ἐκτήσαντο πίστιν, τὴν εὐθεῖαν οὐκ ἐθελήσαντες πορείαν ὁδεῦσαι, ἀλλὰ γνώμην ἐσχηκότες τοῖς θείοις ἐναντιουμένην θε σμοῖς.
000-00-00 Serial Number=0646947682
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00205]  Ὁ δὲ Θεοδοτίων, Καί γε τὴν πίστιν σου ἐν ἐκκλησίᾳ ἁγίων·
 [00206]  [ἀντὶ τοῦ, Τὴν πίστιν σου ἅπαντες οἱ τὴν πεποίθησιν ἔχοντες εἰς σὲ διαφυλά ξουσιν.] Σὲ γὰρ προσήκει παρὰ πάντων ὑμνεῖσθαι·
 [02685]  ἀλλὰ κλῆσιν καὶ ἐπίγνωσιν ἀληθείας, καὶ πίστιν εἰς τὸν ∆εσπότην Χριστὸν, καὶ τῆς καινῆς διαθήκης τὴν πολιτείαν.
 [03689]  Καὶ νῦν δὲ τὰ ἔθνη οὐκ ἔχει τοῦ Ἀβραὰμ τὴν κατὰ σάρκα συγγένειαν, τοῦ δὲ Ἀβραὰμ τὴν πίστιν κτησάμενα, τέκνα χρηματί ζει τοῦ Ἀβραάμ.
 [05347]  Ὁμωνύμους τοιγαροῦν ἔχει τοὺς ὁμοτρόπους, καὶ καθαρὰν πίστιν κεκτημένους καὶ ψυχήν.
000-00-00 Serial Number=0798701048
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00264]  ὁ δὲ τὴν πίστιν κτώμενος ἐν ἐπιγνώσει γίνεται τοῦ ∆εσπότου.
 [01733]  Χειμάῤῥουν γὰρ σχοίνων τὰ ἔθνη προσαγορεύει, πάλαι μὲν τῇ πλάνῃ παρασύραντα τοὺς πελάσαντας, μετὰ δὲ τὴν εἰς τὸν Κύριον πίστιν τὰ διειδῆ τῆς ἁγίας πηγῆς ὕδατα δεξάμενα, καὶ τῶν σχοινίων τῆς ἁμαρτίας ἀπαλλαγέντα, περὶ ὧν Ἡσαΐας βοᾷ·
 [05646]  πρόβατα δὲ αὐτοὺς φυλακῆς ἄξια λέγει, δι' ἣν ἐκτήσαντο πίστιν.
 [05659]  Καὶ ἐνταῦθα τοίνυν αἰτεῖ μὲν αὐτοὺς ὁ ∆εσπότης μισθὸν τῆς εὐεργεσίας τὴν πίστιν·
000-00-00 Serial Number=0140254915
Libellus contra Nestorium ad Sporacium Ante [Go Back]  
 [00121]  Καὶ γὰρ οὕτως ἔχει, καὶ ταύτην ἡμῖν παρέδοσαν τὴν πίστιν οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου, καὶ ὁ ἱερὸς τῶν μετ' ἐκείνους ἅπαντας ἁγίων Πατέρων κατάλογος.
000-00-00 Serial Number=0662651420
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00405]  Ὁ θεὸς ὥσπερ ὅλος ἐστὶ πανταχοῦ καὶ ὅλος ἐν ἑκάστῳ καὶ ἐφ' ἑαυτοῦ, καὶ τούτου πίστιν μὲν ἔχομεν, ζήτησιν δὲ οὐκ ἔχομεν, οὕτως καὶ τὸ ἁπλοῦν αὐτοῦ ὅλον υἱός ἐστι καὶ ὅλον υἱὸν ἔχον ἐστὶ καὶ ὅλον βουλή ἐστι καὶ ὅλον βουλὴν ἔχον ἐστίν·
 [00576]  δια φορὰ δὲ τῶν προφητῶν καὶ τῶν μάντεων πολλή, πρῶτον μὲν ὅτι θεὸν οὗ τῷ ὀνόματι προεφήτευσαν οἱ προφῆται καὶ οἱ ἀπόστολοι, τούτου ἐσχήκασι τὴν γνῶσιν καὶ τὴν πίστιν καὶ τὴν λατρείαν·
 [01443]  καὶ καθώσ περ ὅταν εἴπῃ ἡ θεία γραφή ὁ ἐγείρας τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐκ τῶν νεκρῶν ζωοποιήσει τὰ θνητὰ ὑμῶν σώ ματα, οὔτε ἀτελῆ λέγει τὴν ἀνάστασιν, οὔτε φαντασίας ὑπόνοιαν δίδωσιν, ἀλλὰ τελείας ἀναστάσεως τὴν πίστιν, οὕτως καὶ ὅταν λέγῃ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη, τὴν τε λείαν λέγει ἀνάστασιν.
 [01635]  Ἐπειδὴ διὰ τὸ γῆρας τοῦ Ἀβραὰμ καὶ τῆςἐλευθέρας γαμετῆς αὐτοῦ ἐν ἀπογνώσει τοῦ παιδοποιεῖν ἐξ αὐτῆς καθισταμένου, ἐπαγγελίαν παιδοποιίας ἐδέξατο παρὰ θεοῦ, καὶ πιστεύσας τῷ θεῷ παρὰ καιρὸν ἡλικίας ἔσεσθαι πατὴρ τοῦ ἐκ τῆς γεγηρακυίας στείρας αὐτῷ γενομένου υἱοῦ, διὰ τοῦτο δέδωκεν αὐτῷ ὁ θεὸς σφραγῖδα ταύτης τῆς πίστεως τὴν περιτομὴν τοῦ τῆς ἀκροβυστίας μορίου, τοῦ διὰ μὲν τὸ γῆρας πρὸς παιδοποιίαν ἀχρήστου γενομένου, διὰ δὲ τὴν πίστιν τοῦ Ἀβραὰμ εἰς παιδο ποιίαν χρησίμου γενομένου.
 [01797]  οὐ χρὴ οὖν ἐκ τοῦ ἀνιστορήτου κατασκευάζειν τὴν ἀπορίαν τοῦ περὶ τοῦ ἐνδύματος τοῦ κυρίου, ἀλλ' ἐκ τῆς δυνάμεως αὐτοῦ λαβεῖν τὴν πίστιν περὶ τοῦ ἐνδύμα τος αὐτοῦ.
 [01808]  χρὴ δὲ ἡμᾶς ἐννοῆσαι, ὅτι τὰ ἰσοδύναμα τὴν αὐτὴν ἔχει πίστιν συγχωρουμένων αὐτῶν, καὶ τὴν αὐτὴν ἔχει ἀπιστίαν ἀναιρουμένων αὐτῶν ἰσοδυναμεῖ δὲ τὸ πε ριπατεῖν ἐπὶ τὴν θάλασσαν ἐν ἀτρέπτῳ σώματι τῷ εἰσελθεῖν πρὸς [120] τοὺς ἀποστόλους ἐν ἀτρέπτῳ σώματι τῶν θυρῶν κεκλεισμένων καὶ ὅτι τὰ ὑπὲρ φύσιν μὲν τῇ φύσει γινόμενα κατὰ τὴν θείαν δύ ναμιν, τούτων ἀδύνατον κατὰ τὸν λόγον τῆς φύσεως ποιήσασθαι τὴν παράστασιν.
000-00-00 Serial Number=0641787589
Quaestiones in Octateuchum Ante [Go Back]  
 [01397]  καὶ γὰρ πρὸ τοῦ νόμου ἦσαν πολλοὶ τῆς εὐσεβείας τρόφιμοι, κατὰ πίστιν, οὐ κατὰ νόμον πολιτευόμενοι·
 [01404]  νόμος δὲ παρεισῆλθε , διδάσκων, ὅτι καὶ πρὸ τοῦ νόμου κατὰ πίστιν ἐδικαιοῦντο, καὶ μετὰ τὸν νόμον ἡ χάρις διέ λαμψε.
 [04696]  τῶν ἑβραίων Θεῷ καὶ δηλοῖ τὴν πίστιν τὰ ῥήματα·
000-00-00 Serial Number=0502902031
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [02704]  Εἰ γὰρ ᾔδει στεῤῥὸν τῶν Ἰουδαίων τὸ φρό νημα, καὶ τὴν πίστιν ἑδραίαν, οὐκ ἂν αὐτοῖς φυγεῖν τῶν ἀλλοφύλων ἐπιμιξίαν προσέταξεν·
000-00-00 Serial Number=0211489856
Quod unicus filius sit dominus noster Jesus Christus Ante [Go Back]  
 [00071]  τοὺς γὰρ τῷ παναγίῳ προσιόντας βαπτίσματι τὴν ἐκτεθεῖ σαν ἐν Νικαίᾳ πίστιν διδάσκομεν·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»