Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum οὐσίας [136]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum οὐσίας


000-00-00 Serial Number=0749546945
Ad eos qui in Euphratesia et Osrhoena regione Ante [Go Back]  
 [00107]  ἀντὶ φύσεως γὰρ καὶ οὐσίας ἡ μορφὴ πρόκειται·
000-00-00 Serial Number=0702939391
Commentaria in Isaiam Ante [Go Back]  
 [00648]  Ὅτι τῶν εἰς τὸν κύριον πεπιστευκότων τὰς οὐσίας διήρπασαν οἱ τοῖς εὐαγγελικοῖς ἀντιλέγοντες δόγμασιν, ἄντικρυς ἡμᾶς ἐδί δαξεν ὁ ἀπόστολος·
 [04953]  Εἰ δὲ σωτήρ ἐστιν, ἐκ τῆς αὐτῆς ἄρα οὐσίας ἐστίν, ἧς μόνης ἴδιον τὸ σῴζειν.
 [05377]  ρ θεὸς καὶ ὁ υἱὸς θεὸς καὶ ὁ πατὴρ σ ωτὴρ κ αὶ ὁ υἱ ὸς σωτήρ , μοναδικῶς δὲ αὐτὰ ὁ προφητικὸς τέθεικε λόγος, λίαν ἐναργῶς τὸ αὐτὸν τῆς οὐσίας δεδήλωκεν.
000-00-00 Serial Number=0916431487
De incarnatione domini Ante [Go Back]  
 [00095]  εἰ γὰρ ἡ τοῦ Θεοῦ μορφὴ τὴν οὐσίαν δηλοῖ τοῦ Θεοῦ, εὔδηλον ὡς καὶ ἡ τοῦ δούλου τῆς οὐσίας ἐστὶ τοῦ δούλου ση μαντική·
 [00296]  Τί γὰρ νοῦς ἀνθρώπινος πρὸς Θεοῦ δυνάμιν καὶ Θεοῦ σοφίαν, καὶ φῶς, καὶ δικαιοσύνην, καὶ ζωὴν, καὶ τὰς ἄλλας ἐνεργείας τῆς σῆς οὐσίας, αἳ καθάπερ ἀκτῖνες καὶ λαμπηδόνες ἐκ τῆς σῆς ἀν ίσχουσι φύσεως;
 [00342]  οὐδὲ τρο πήν τινα τῆς θείας οὐσίας εἰς σάρκα φησὶ γεγενῆ σθαι, ἀλλὰ τὴν ὑπὸ τοῦ Θεοῦ Λόγου ἀνάληψιν τῆς ἀνθρωπείας κηρύττει φύσεως·
 [00610]  Ἀνάγκη γὰρ ἐκστῆναι τῶν τῆς οὐσίας ὅρων ἑκάτερον, καὶ μήτε τὸν Θεὸν γνωρίζεσθαι Θεὸν, μήτε τὸν ἄνθρωπον, ἄνθρωπον.
000-00-00 Serial Number=0492446899
De providentia orationes decem Ante [Go Back]  
 [01183]  Ἐφύλαξε γὰρ μέχρι τέλους τὴν τῆς οὐσίας ταυτό τητα, τὴν δὲ ἀταξίαν τῆς ἁμαρτίας τῇ τάξει τῆς ἡγεμονίας ἐξέλασε, καὶ τὴν ἐκείνης πλεονεξίαν τῷ κανόνι τῆς νομοθεσίας ἐῤῥύθμισεν, οἷόν τις ναυ πηγὸς σπαρτίῳ τινὶ σανίδας ἀπευθύνων, καὶ τὸ περιττὸν ἀφαιρούμενος.
 [02009]  Γίνε ται δὲ πρόβατον, οὐκ εἰς πρόβατον μεταβληθεὶς, οὐδὲ τροπὴν ὑπομείνας, οὐδὲ τῆς οἰκείας οὐσίας ἐκστάς·
000-00-00 Serial Number=0802425563
De sancta trinitate Ante [Go Back]  
 [00363]  λογιζόμενοι ὡς οὐκ ἂν ἑτέρως ἐν Υἱῷ Πατὴρ ἐγνωρίσθη, εἰ μὴ τῆς αὐτῆς οὐσίας ἐτύγχανε·
 [00507]  Ὅτι δὲ οὐσίας θείας ὑπάρχει τὸ Πνεῦμα τὸ ἅγιον, [75.1180] αὐτὸς ὁ Θεὸς ἡμᾶς διδάσκει διὰ τοῦ προφήτου λέγων Ἰωήλ·
 [00538]  Οὐκοῦν τῷ εἰπεῖν ὅτι «Οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ,» ἐδίδαξεν οὐχ ὁμογενὲς τῷ κόσμῳ, ἀλλὰ τῆς θείας ὑπάρχον οὐσίας τὸ Πνεῦμα τὸ ἅγιον.
 [00558]  Εἰ δὲ κτίσμα, καὶ ἐξ ἑτέρας οὐσίας τυγχάνει, οὐκ εἰκότως ἂν ναοὶ προσαγορευθεῖεν Θεοῦ οἱ τῆς τούτου τυγχάνοντες δωρεᾶς·
 [00618]  Τὸ δὲ ἐκ τοῦ Θεοῦ κηρυττόμενον, οὐ κτίσμα, ἀλλ' ἐκ τῆς θείας οὐσίας ὑπάρχον·
 [00626]  Οὕτω γὰρ καὶ μονὰς ἐν τῷ ταὐτῷ τῆς οὐσίας δείκνυται, καὶ ἡ Τριὰς οὐκ ἐν ψιλοῖς τοῖς ὀνόμασι, ἀλλ' ἐν ταῖς ὑποστάσεσι γνω ρίζεται.
000-00-00 Serial Number=0695914865
Eranistes Ante [Go Back]  
 [00043]  {ΟΡΘ.} Οὐκοῦν περὶ τῶν θείων ὀνομάτων, οὐσίας φημὶ καὶ ὑπο στάσεων καὶ προσώπων καὶ ἰδιοτήτων, διευκρινησώμεθα πρότερον, καὶ γνῶμεν καὶ ὁρισώμεθα τίνα ἔχει πρὸς ἄλληλα διαφοράν·
 [00050]  {ΟΡΘ.} Τὴν δὲ ὑπόστασιν ἄλλο τι παρὰ τὴν οὐσίαν σημαίνειν νομί ζομεν, ἢ τῆς οὐσίας ἕτερον ὑπειλήφαμεν ὄνομα;
 [00076]  ἀλλ' εἰς τὸν περὶ τῆς οὐσίας καὶ τῆς ὑποστάσεως ἐπανέλθωμεν λόγον.
 [00089]  {ΟΡΘ.} Ἐπειδὴ τοίνυν τινὰ μὲν ἔφαμεν τῆς ἁγίας τριάδος κοινά, τινὰ δὲ ἑκάστης ὑποστάσεως ἴδια, τὸ ἄτρεπτον ὄνομα κοινὸν εἶναι τῆς οὐσίας φαμὲν ἤ τινος ὑποστάσεως ἴδιον;
 [00091]  Οὐδὲ γὰρ οἷόν τε, τὸ μὲν εἶναι τῆς οὐσίας τρεπτόν, τὸ δὲ ἄτρεπτον.
 [00880]  Τίς δὲ ἀκούων ὅτι οὐκ ἐκ Μαρίας ἀλλ' ἐκ τῆς ἑαυτοῦ οὐσίας μετε ποίησεν ἑαυτῷ σῶμα παθητὸν ὁ λόγος, εἴποι ἂν Χριστιανὸν τὸν λέγοντα ταῦτα;
 [00882]  ὡς διὰ τοῦτο τοὺς οὕτω διακειμένους τῆς οὐσίας τῆς τριάδος λέγειν τὴν σάρκα, ἣν ἐνεδύσατο ἐκ Μαρίας ὁ σωτήρ.
 [00883]  Πόθεν δὲ πάλιν ἠρεύ ξαντό τινες ἴσην ἀσέβειαν τοῖς προειρημένοις, ὡς εἰπεῖν μὴ νεώτερον εἶναι τὸ σῶμα τῆς τοῦ λόγου θεότητος, ἀλλὰ συναΐδιον αὐτῷ δια παντὸς γεγενῆσθαι, ἐπειδὴ ἐκ τῆς οὐσίας τῆς σοφίας συνέστη;
 [01156]  Ὁ μὲν γὰρ διαιρεῖ τὰς οὐσίας, ὁ δὲ τὰς ὑποστάσεις συγχέει.
 [01157]  Ὁ μὲν Ἄρειος τρεῖς οὐσίας εἰσφέρει·
 [01165]  [117] Περὶ μὲν γὰρ τῆς οὐσίας οὐδένα προσοίσομεν λόγον·
 [01745]  πῶς δ' ἂν δείξειας οὐκ ἐλαττούμενον ἐκ τούτων τὸν υἱόν, οὐδέ γε ἑτεροούσιον ὄντα, ἀλλ' ἐκ τῆς τοῦ πατρὸς γεγεννημένον οὐσίας;
 [01869]  {ΟΡΘ.} Καὶ δι' ὅλης γε τῆς οὐσίας αὐτοῦ χωρεῖ τὸ πῦρ;
 [01963]  {ΕΡΑΝ.} Ἐπειδὴ μετέχει τῆς αὐτῆς οὐσίας τὰ ἀμφότερα.
 [01971]  {ΟΡΘ.} Τοιγάρτοι καὶ τὴν φθορὰν καὶ τὸν θάνατον συμβεβηκός, οὐκ οὐσίας ὀνομαστέον·
 [02054]  μένει γὰρ ἐπὶ τῆς προτέρας οὐσίας, καὶ τοῦ σχήματος καὶ τοῦ εἴδους, καὶ ὁρατά ἐστι, καὶ ἁπτά, οἷα καὶ πρότερον ἦν·
 [02176]  Οὐκοῦν οἱ ἀρνού μενοι ἐκ τοῦ πατρὸς εἶναι φύσει καὶ ἴδιον τῆς οὐσίας αὐτοῦ τὸν υἱόν, ἀρνησάσθωσαν καὶ ἀληθινὴν σάρκα καὶ ἀνθρωπίνην αὐτὸν μὴ εἰληφέναι ἐκ Μαρίας τῆς ἀεὶ παρθένου.
 [02213]  ∆ιὸ ἕνα Χριστόν, ἕνα υἱὸν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ καθομολογοῦμεν, εἰδότες ὅτιπερ συναΐδιος ὑπάρχων τῷ ἑαυ τοῦ πατρὶ κατὰ τὴν θεότητα, καθ' ἣν καὶ πάντων ὑπάρχει δημιουργός, [162] κατηξίωσε μετὰ τὴν συγκατάθεσιν τῆς ἁγίας παρθένου, ἡνίκα εἴρηκε πρὸς τὸν ἄγγελον, Ἰδοὺ ἡ δούλη κυρίου, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου, ἀπορρήτως ἑαυτῷ ἐξ αὐτῆς οἰκοδομῆσαι ναόν, καὶ τοῦτον ἑνῶσαι ἑαυτῷ ἐξ αὐτῆς τῆς συλλήψεως, οὐ συναΐδιον ἐκ τῆς ἑαυτοῦ οὐ σίας οὐρανόθεν ἐπιφερόμενον σῶμα, ἀλλ' ἐκ τοῦ φυράματος τῆς ἡμετέρας οὐσίας, τουτέστιν ἐκ τῆς παρθένου, τοῦτο εἰληφὼς καὶ ἑαυτῷ ἑνώσας.
 [02231]  οὐκοῦν καὶ ὁ πατὴρ τῆς αὐτῆς οὐσίας μετὰ τοῦ σώματος ὀφείλει νομίζεσθαι.
 [02232]  Καὶ τί ἔτι τοῖς Ἀρειανοῖς χολᾶτε, τοῖς λέγουσι τὸν υἱὸν τοῦ θεοῦ κτίσμα εἶναι, αὐτοὶ λέγοντες τὸν πατέρα μιᾶς εἶναι μετὰ τῶν κτισμάτων οὐσίας;
 [02256]  Ἀρειανοὶ γὰρ ἤδη τυγχάνουσιν ἀνεκτότεροι, ὧν ἡ ἀπιστία διὰ τούτους κρατύνεται, ὥστε μείζων φιλονεικία πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα μιᾶς οὐσίας μὴ λέγειν·
 [02260]  ἀλλ' ἐν ἐκείνῃ τῇ ἐξετάσει οἱ ἡμέτεροι πατέρες, οὐχὶ τὴν σάρκα, τὸν δὲ τοῦ θεοῦ λόγον, ἐκ μιᾶς ἐν τῷ πατρὶ οὐσίας εἶναι εἰρήκασι.
 [02261]  Καὶ τὸν μὲν λόγον ἐκ τῆς τοῦ πατρὸς προεληλυθέναι οὐσίας, τὴν δὲ σάρκα ἐκ τῆς παρθένου τυγχάνειν ὡμολογήκασι.
 [02288]  Ὡς γὰρ τὸ μορφὴν ἀνειληφέναι δούλου ἐν τῇ οὐσίᾳ τῆς ἀνθρωπότητος τὸν κύριον ἡμῶν γεγενῆσθαι σημαίνει, οὕτως ὁ λέγων ἐν μορφῇ θεοῦ ὑπάρχειν τῆς θείας οὐσίας παρίστησι τὴν ἰδιότητα.
 [03568]  {ΕΡΑΝ.} Οἱ πατέρες τὸν υἱὸν τοῦ θεοῦ, τὸ ἐκ τοῦ φωτὸς φῶς, τὸν ἐκ τῆς οὐσίας τοῦ πατρός, ἔφασαν παθεῖν τε καὶ σταυρωθῆναι.
 [03578]  Τίνι γάρ, εἰπέ μοι, προσαρμόττεις τό, ἐκ τῆς οὐσίας τοῦ πατρός;
 [03591]  Τοὺς δὲ λέγοντας, Ἦν ποτε ὅτε οὐκ ἦν, καὶ πρὶν γεννηθῆναι οὐκ ἦν, καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας τινὸς ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι ἢ τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν υἱὸν τοῦ θεοῦ, τούτους ἀναθεματίζει ἡ ἁγία καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία.
 [04147]  Πῶς γὰρ οἷόν τε τῆς ἁπλῆς οὐσίας τὸ μὲν εἶναι τρεπτόν, τὸ δὲ ἄτρεπτον;
 [04154]  Τρεπτὸν γὰρ δήπουθεν καὶ αὐτὸν ὀνομάσει τῆς αὐτῆς γε οὐσίας μετέχοντα.
 [04336]  Τὸ γὰρ ταὐτὸν τῆς οὐσίας τοῦτον ἐκπαιδεύει τὸν ὅρον.
000-00-00 Serial Number=0732671082
Graecarum affectionum curatio Ante [Go Back]  
 [00244]  εἰσὶ δὲ οὗτοι, οἱ οὐδὲν ἄλλο ἡγούμενοι εἶναι ἢ οὗ ἂν ἀπρὶξ ταῖς χερσὶ λαβέσθαι δύναιντο, πρά ξεις δὲ καὶ γενέσεις καὶ πᾶν τὸ ἀόρατον οὐκ ἀποδεχόμενοι ὡς [1.81] ἐν οὐσίας μέρει.
 [00452]  Καὶ μὴν ἔοικέ γε ἐν αὐτοῖς οἷον γιγαντομαχία τις εἶναι διὰ τὴν ἀμφισβήτησιν περὶ τῆς οὐσίας πρὸς ἀλλήλους.
 [00596]  ἅπαξ γὰρ εἰπὼν τὸ Θεός καὶ δὶς τὸ Κύριος ὑπειπών, τῆς Τριάδος τὸν ἀριθμὸν παρεδήλωσεν, ἐπαγαγὼν δὲ τὸ εἷς ἐστιν, καὶ τὴν πρόσφορον Ἰουδαίοις διδασκαλίαν προσήνεγκε καὶ τὸ ταὐτὸν τῆς [2.60] θείας οὐσίας ἐμήνυσεν.
 [01114]  τίνα τε χρὴ δοξάζειν τῆς οὐσίας πέρι τῆς θείας, καὶ ὁποῖα προσήκει φρονεῖν περὶ τῶν ἀοράτων μέν, γενητῶν δὲ φύσεων, ἐπεδείξαμεν, καὶ τὸ τῆς ποιητικῆς μυθολογίας ἀπογυμνώσαντες αἶσχος καὶ τὴν τερατώδη τῶν φιλοσόφων ἀλληγορίαν ἐλέγξαντες.
 [01238]  Τοῖς γενομένοις γάρ φησι μὴ μόνον τὸ γενέσθαι φάναι ὑπὸ τοῦ ἀγαθοῦ παρεῖναι, ἀλλὰ καὶ τὸ εἶναί τε καὶ τὴν οὐσίαν αὐτοῖς ὑπ' ἐκείνου προσεῖναι, οὐκ οὐσίας ὄντος τἀγαθοῦ, ἀλλ' ἐπέκεινα οὐσίας, πρεσβείᾳ καὶ δυνάμει ὑπερέχοντος.
 [01240]  ὑπὲρ οὐσία γάρ ἐστι καὶ οὐσίας ἐπέκεινα, οὐκ ἀϊδιότητί γε μόνῃ, ἀλλὰ καὶ δυνάμει τῶν ποιημάτων ὑπέρτερος [4.37] ὤν.
 [01452]  ὁ δὲ Ἐμπεδοκλῆς μῖγμα ἐξ αἰθερώδους καὶ ἀερώδους οὐσίας.
 [01642]  Ὡς ἂν δὲ μή τις ὑπολάβῃ ἄλλως μὲν Ἕλληνας φῦναι, ἄλλως δὲ Ῥωμαίους, καὶ Αἰγυπτίους ἑτέρως, καὶ Πέρσας καὶ Μασσαγέτας καὶ Σκύθας καὶ Σαυρο μάτας ἄλλης οὐσίας μετειληχέναι, ἐδίδαξεν ὁ τὴν κοσμογονίαν ξυγγράψας τὴν ἡμετέραν, ὡς ἄνδρα ἕνα ἀπὸ γῆς ὁ ποιητὴς διαπλάσας καὶ ἐκ τῆς τούτου πλευρᾶς τὴν γυναῖκα δημιουργή σας, ἐκ τῆς τούτοιν ὁμιλίας ἅπασαν τὴν οἰκουμένην ἀνθρώπων ἐπλήρωσε τῶν παίδων τῶν ἐκείνων καὶ τῶν ἐκγόνων κατὰ μέ [5.56] ρος αὐξησάντων τὸ γένος.
 [02063]  Ὥσπερ γὰρ οὐρανόθεν διαλεχθῆναι τοῖς ἀνθρώποις δυνάμενος καὶ τοὺς ῥᾳστώνῃ ξυ ζῶντας δεδίξασθαι, τοῦτο μὲν οὐ πεποίηκεν, εἰδὼς οὐ χωροῦσαν τοῦτο τῶν ἀνθρώπων τὴν φύσιν, ἀλλ' ὀλιγάκις μὲν ἐπεφάνη, ξυμμέτρους τοῖς ὁρῶσι τὰς ἐπιφανείας ποιούμενος, ἀεὶ δὲ δι' ἀνθρώπων ἀνθρώποις καὶ νομοθετῶν καὶ παραινῶν διετέλεσεν, ὑπουργοῖς τῶν λόγων καὶ διακόνοις χρώμενος τοῖς προφήταις, Οὕτω δὴ ὕστερον πᾶσιν ἀνθρώποις προσενεγκεῖν ἐθελήσας τὰ σωτήρια φάρμακα, οὐκ ἀγγέλοις ὑπηρέταις οὐδ' ἀρχαγγέλοις ἐχρήσατο οὐδ' οὐρανόθεν γεγωνοτάτην καὶ πᾶσιν ἀνθρώποις ξύμμετρον ἀφῆκε φωνήν, ἀλλ' ἐν μήτρᾳ παρθενικῇ τὴν ἀνθρω πείαν ἑαυτῷ περιπήξας σκηνήν, προῆλθεν ἐκεῖθεν ἄνθρωπος ὁρώμενος καὶ Θεὸς προσκυνούμενος, ἐκ μὲν τῆς τοῦ Πατρὸς οὐσίας πρὸ τῶν αἰώνων γεγεννημένος, ἐκ δὲ τῆς παρθένου λαβὼν [6.80] τὸ φαινόμενον, πρόσφατος ὁ αὐτὸς καὶ αἰώνιος.
000-00-00 Serial Number=0908230066
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00471]  Τέτταρας γὰρ ἀγεννήτους οὐσίας τῷ λόγῳ διέπλασε·
 [00478]  ἐκ δὲ τούτου βῶλον μίαν λα βὼν, ἔπλασε τὸν Ἀδὰμ, ἐκ τῆς οἰκείας οὐσίας δεδω κὼς αὐτῷ τὴν ψυχήν.
 [00507]  Καὶ τῷ Χριστῷ δὲ περιτέθεικε σῶμα, οὐκ ἀνθρώ πειον, ἀλλ' ἐκ τῆς τοῦ κόσμου οὐσίας.
 [01424]  Ταῦτα δὲ τὸ ἀπε ρίγραφον αὐτοῦ καὶ τῆς οὐσίας καὶ τῆς δυνάμεως δείκνυσι.
 [01437]  εὕροι δ' ἄν τις ἕτερα παραπλήσια τῶν εἰρημένων, τὸ ἀπερίγραφον καὶ τῆς οὐσίας, καὶ τῆς σοφίας, καὶ τῆς δυνάμεως τῆς θείας διδάσκοντα.
 [01605]  Καὶ οὐκ εἶπεν, Ἐκπορεύσεται, ἀλλ', Ἐκπορεύεται, δεικνὺς καὶ τῆς φύσεως τὴν ταυτότητα, καὶ τῆς οὐσίας τὸ ἄτμητον, καὶ ἀδιάφορον, καὶ τὸ ἡνωμένον τῶν ὑποστάσεων.
 [02091]  Ἐνανθρωπῆσαι δὲ τὸν Ἰησοῦν ἔφη, τὸν ἔξω Χριστὸν ἐνδυσάμε νον, καὶ σῶμα ἐκ τῆς ψυχικῆς οὐσίας ἀνειληφότα·
 [02993]  Τῆς γὰρ πατρῴας οὐσίας τὴν προσ ήκουσαν μοῖραν λαβὼν, καὶ ταύτην ἀσώτως κατεδη δοκὼς, ἐπανῆλθεν·
000-00-00 Serial Number=0211570203
Historia ecclesiastica Ante [Go Back]  
 [00320]  ὅτι γὰρ οὔτε δύο ἀγέννητα ἀκηκόαμεν οὔτε ἓν εἰς δύο διῃρημένον οὐδὲ σωματικόν τι πεπονθὸς μεμαθήκαμεν ἢ πεπιστεύκαμεν, δέσποτα, ἀλλ' ἓν μὲν τὸ ἀγέννητον, ἓν δὲ τὸ ὑπ' αὐτοῦ ἀληθῶς καὶ οὐκ ἐκ τῆς οὐσίας αὐτοῦ γεγονός, καθόλου τῆς φύσεως τῆς ἀγεννήτου μὴ μετέχον ἢ ὂν ἐκ τῆς οὐσίας αὐτοῦ, ἀλλὰ γεγονὸς ὁλοσχερῶς ἕτερον τῇ φύσει καὶ τῇ δυνάμει, πρὸς τελείαν ὁμοιότητα διαθέσεώς τε καὶ δυνάμεως τοῦ πεποιηκότος γενόμενον·
 [00326]  εἰ δὲ ἐξ αὐτοῦ, τουτέστιν ἀπ' αὐτοῦ ἦν, ὡς ἂν μέρος αὐτοῦ ἢ ἐξ ἀπορροίας τῆς οὐσίας, οὐκ ἂν ἔτι κτιστὸν οὐδὲ θεμελιωτὸν εἶναι ἐλέγετο·
 [00329]  εἰ δὲ τὸ γεννητὸν [29] αὐτὸν λέγεσθαι ὑπόφασίν τινα παρέχει, ὡςἂν ἐκ τῆς οὐσίας τῆς πατρικῆς αὐτὸν γεγονότα καὶ ἔχειν ἐκ τούτου τὴν ταυτότητα τῆς φύσεως, γιγνώσκομεν ὡς οὐ περὶ αὐτοῦ μόνου τὸ γεννητὸν εἶναί φησιν ἡ γραφή, ἀλλὰ καὶ ἐπὶ τῶν ἀνομοίων αὐτῷ κατὰ πάντα τῇ φύσει.
 [00334]  οὐδὲν γάρ ἐστιν ἐκ τῆς οὐσίας αὐτοῦ, πάντα δὲ βουλήματι αὐτοῦ γενόμενα ἕκαστον, ὡς καὶ ἐγένετο, ἐστίν.
 [00405]  ἀλλ' οἱ ἐπίσκοποι, θεωρή σαντες τὴν κακουργίαν ἐκείνων καὶ τὴν τῆς ἀσεβείας κακοτεχνίαν, λευκότερον εἰρήκασι τὸ ἐκ τοῦ θεοῦ καὶ ἔγραψαν ἐκ τῆς οὐσίας τοῦ θεοῦ εἶναι τὸν υἱόν, ἵνα τὰ μὲν κτίσματα, διὰ τὸ μὴ ἀφ' ἑαυτῶν χωρὶς αἰτίου εἶναι ἀλλ' ἀρχὴν ἔχειν τοῦ γίνεσθαι, λέγηται ἐκ τοῦ θεοῦ, ὁ δὲ υἱὸς μόνος ἴδιος ἐκ τῆς τοῦ πατρὸς οὐσίας.
 [00407]  καὶ περὶ μὲν τοῦ γεγράφθαι ἐκ τῆς οὐσίας ἡ πρόφασις αὕτη.
 [00528]  Πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν, καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ, γεννηθέντα ἐκ τοῦ πατρὸς μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ πατρός, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸν ἀληθι νὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ πατρί, δι' οὗ τὰ πάντα ἐγένετο τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ, τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν [51] κατελθόντα καὶ σαρκωθέντα, ἐνανθρωπήσαντα, παθόντα καὶ ἀνα στάντα τῇ τρίτῃ ἡμέρᾳ, ἀνελθόντα εἰς τοὺς οὐρανούς, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς·
 [00530]  τοὺς δὲ λέγον τας ἦν ποτε ὅτε οὐκ ἦν καὶ πρὶν γεννηθῆναι οὐκ ἦν καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι, τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν υἱὸν τοῦ θεοῦ, ἀναθεματίζει ἡ ἁγία καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία.
 [00531]  Καὶ δὴ ταύτης τῆς γραφῆς ὑπ' αὐτῶν ὑπαγορευθείσης, ὅπως εἴρηται αὐτοῖς τὸ ἐκ τῆς οὐσίας τοῦ πατρὸς καὶ τὸ τῷ πατρὶ ὁμο ούσιον, οὐκ ἀνεξέταστον αὐτοῖς καταλιμπάνομεν.
 [00533]  καὶ δὴ τὸ ἐκ τῆς οὐσίας ὡμολογεῖτο πρὸς αὐτῶν δηλωτικὸν εἶναι τοῦ ἐκ μὲν τοῦ πατρὸς εἶναι, οὐ μὴν ὡς μέρος ὑπάρχειν τοῦ πατρός.
 [00534]  ταύτῃ καὶ ἡμῖν ἐδόκει καλῶς ἔχειν συγκατατίθεσθαι τῇ διανοίᾳ, τῆς εὐσεβοῦς διδασκαλίας ὑπαγορευούσης ἐκ τοῦ πατρὸς εἶναι τὸν υἱόν, οὐ μὴν μέρος τῆς οὐσίας αὐτοῦ τυγ χάνειν.
 [00537]  διὸ δὴ μὴ εἶναι αὐτὸν ποίημα τοῖς δι' αὐτοῦ γενομένοις ἐμφερές, κρείττονος δὲ ἢ κατὰ πᾶν ποίημα τυγχάνειν οὐσίας, ἣν ἐκ τοῦ πατρὸς γεγεννῆσθαι τὰ θεῖα διδάσκει λόγια, τοῦ τρόπου τῆς γεννήσεως καὶ ἀνεκφράστου καὶ ἀνεπιλογίστου πάσῃ γενητῇ φύσει τυγχάνοντος.
 [00541]  παραστατικὸν δ' εἶναι τὸ ὁμοούσιον τῷ πατρὶ τοῦ μηδεμίαν ἐμφέρειαν πρὸς τὰ γενητὰ κτίσματα τὸν υἱὸν τοῦ θεοῦ φέρειν, μόνῳ δὲ τῷ πατρὶ τῷ γεγεννη κότι κατὰ πάντα τρόπον ἀφωμοιῶσθαι καὶ μὴ εἶναι ἐξ ἑτέρας τινὸς ὑποστάσεώς τε καὶ οὐσίας ἀλλ' ἐκ τοῦ πατρός.
 [01130]  τοὺς γὰρ χωρίζοντας τῆς τοῦ πατρὸς οὐσίας καὶ θεότητος τὸν υἱὸν καὶ ἀπαλλοτριοῦντας τὸν λόγον ἀπὸ τοῦ πατρὸς χωρίζεσθαι ἀπὸ τῆς καθολικῆς ἐκκλησίας προσήκει καὶ ἀλ λοτρίους εἶναι τοῦ Χριστιανῶν ὀνόματος.
 [01442]  ἔφασκον δὲ μὴ χρῆναι δυοῖν ἕνεκα λέξεων, καὶ τούτων ἀγράφων, διασπασθῆναι τῆς ἐκκλησίας τὸ σῶμα, ἀλλ' εἰπεῖν μὲν ὅμοιον τῷ γεγεννηκότι τὸν υἱὸν κατὰ πάντα, τὸ δὲ τῆς οὐσίας παραλιπεῖν ὡς ἄγραφον ὄνομα.
 [01490]  τὸ δὲ ὄνομα τῆς οὐσίας, ὅπερ ἁπλούστερον ἐνετέθη ὑπὸ τῶν πατέρων, ἀγνοούμενον δὲ τοῖς λαοῖς σκάνδαλον ἔφερε διὰ τὸ ἐν ταῖς γραφαῖς τοῦτο μὴ ἐμφέρεσθαι, ἤρεσε περιαιρεθῆναι καὶ παντελῶς μηδεμίαν μνήμην οὐσίας τοῦ λοιποῦ γίνεσθαι, διὰ τὸ μάλιστα τὰς θείας γραφὰς μηδαμοῦ περὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ οὐσίας μεμνῆσθαι, μήτε μὴν δεῖν ἐπὶ προσώπου πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος μίαν ὑπόστασιν ὀνομάζεσθαι.
 [01506]  ὥστε τὸν πατέρα καὶ τὸν υἱὸν μιᾶς οὐσίας, μιᾶς θεότητος, μιᾶς ἀρετῆς, μιᾶς δυνάμεως καὶ ἑνὸς χαρακτῆρος πιστεύ εσθαι χρῆναι, καὶ τῆς αὐτῆς ὑποστάσεως καὶ τὸ πνεῦμα τὸ ἅγιον, τὸν δὲ ἄλλως φρονοῦντα ἀλλότριον εἶναι τῆς ἡμετέρας κοινωνίας κρίναντες·
 [01534]  οἱ ἐν Νικαίᾳ συνελθόντες οὐ καθαιρεθέντες συνῆλθον, ἀλλὰ καὶ ὡμολόγησαν τῆς οὐσίας τοῦ πατρὸς εἶναι τὸν υἱόν·
 [01646]  εἰ ἐξ οὐκ ὄντων οὐκ ἔστιν οὔτε κτίσμα οὔτε ἐξ ἑτέρας οὐσίας ὁ θεὸς λόγος, ὁμοούσιος ἄρα ἐστὶ τῷ γεγεννηκότι θεῷ, ὡς θεὸς ἐκ θεοῦ καὶ φῶς ἐκ φωτός, καὶ τὴν αὐτὴν ἔχει τῷ γεννήτορι φύσιν.
 [02326]  καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ, γεννηθέντα ἐκ τοῦ πατρὸς μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ πατρός, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ πατρί, δι' οὗ τὰ πάντα ἐγένετο τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς, τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα, σαρκωθέντα, ἐνανθρωπήσαντα, παθόντα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, ἀνελθόντα εἰς τοὺς οὐρανούς, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς·
 [02328]  τοὺς δὲ λέγοντας ὅτι ἦν ποτε ὅτε οὐκ ἦν, καὶ πρὶν γεννηθῆναι οὐκ ἦν, καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι, ἢ κτιστὸν ἢ τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν υἱὸν τοῦ θεοῦ, τούτους ἀναθεματίζει ἡ ἁγία καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία.
 [02424]  ἐγράψαμεν οὖν ὑμῖν, ἵνα εἰδέναι ἔχητε τοὺς καθαιρεθέντας Ἀρειομανίτας, τοὺς μὴ ὁμολογοῦν τας ἐκ τῆς οὐσίας τοῦ πατρὸς τὸν υἱὸν μήτε τὸ ἅγιον πνεῦμα, ὧν τὰ ὀνόματα ὑπετάξαμεν·
 [02720]  οἱ γοῦν ἡμέτεροι κατὰ πᾶσαν τὴν οἰκουμένην πατέρες, ὧν ἐκπεσόντες οὗτοι εἰκότως ἀπάτορες γεγόνασιν, ἐν Νικαίᾳ συνελθόντες, ἀναθεματίσαντες τὴν Ἀρείου κακοδοξίαν, ἧς ὁ νεώτερος οὗτος νῦν προΐσταται, οὐχ ἑτεροούσιον, ὃ νῦν ἡμᾶς εἰπεῖν καταναγκάζεις, τὸν υἱὸν εἰρήκασι τοῦ πατρός, ἀλλ' ἐκ τῆς αὐτοῦ οὐσίας·
 [03174]  ταύτην γὰρ καὶ ὑμῖν καὶ ἡμῖν καὶ πᾶσι τοῖς μὴ διαστρέφουσι τὸν λόγον τῆς ἀληθοῦς πίστεως συναρέσκειν † δεῖ [ἣν μόλις ποτὲ] πρε σβυτάτην τε οὖσαν καὶ ἀκόλουθον τῷ βαπτίσματι, καὶ διδάσκουσαν ἡμᾶς πιστεύειν εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, δηλαδὴ θεότητος καὶ δυνάμεως καὶ οὐσίας μιᾶς τοῦ πα τρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος πιστευομένης, ὁμοτίμου τε τῆς ἀξίας καὶ συναϊδίου τῆς βασιλείας, ἐν τρισὶ τελειοτάταις ὑπο στάσεσιν, ἤγουν τρισὶ τελείοις προσώποις, ὡς μήτε τὴν Σαβελλίου νόσον χώραν λαβεῖν συγχεομένων τῶν ὑποστάσεων εἴτ' οὖν τῶν ἰδιοτήτων ἀναιρουμένων, μήτε μὴν τὴν Εὐνομιανῶν καὶ Ἀρειανῶν καὶ Πνευματομάχων βλασφημίαν ἰσχύειν, τῆς οὐσίας ἢ τῆς φύσεως ἢ τῆς θεότητος τεμνομένης καὶ τῇ ἀκτίστῳ καὶ ὁμοουσίῳ καὶ συναϊδίῳ τριάδι μεταγενεστέρας τινὸς ἢ κτιστῆς ἢ ἑτεροουσίου φύσεως ἐπαγο μένης.
 [03210]  Ἐπειδὴ μετὰ τὴν ἐν Νικαίᾳ σύνοδον αὕτη ἡ πλάνη ἀνέκυψεν [298] ὥστε τολμᾶν τινας βεβήλῳ στόματι εἰπεῖν τὸ πνεῦμα τὸ ἅγιον γεγενῆσθαι διὰ τοῦ υἱοῦ, ἀναθεματίζομεν τοὺς μὴ μετὰ πάσης ἐλευθερίας κηρύττοντας σὺν τῷ πατρὶ καὶ τῷ υἱῷ τῆς μιᾶς καὶ τῆς αὐτῆς οὐσίας τε καὶ ἐξουσίας ὑπάρχειν τὸ ἅγιον πνεῦμα.
 [03222]  Εἴ τις μὴ εἴπῃ τὸν υἱὸν γεννηθέντα ἐκ τοῦ πατρός, τουτέστιν ἐκ τῆς οὐσίας τῆς θείας αὐτοῦ, ἀνάθεμα ἔστω.
 [03227]  Εἴ τις μὴ εἴπῃ τὸ πνεῦμα τὸ ἅγιον ἐκ τοῦ πατρὸς εἶναι ἀληθῶς καὶ κυρίως, ὡς καὶ τὸν υἱὸν ἐκ τῆς θείας οὐσίας καὶ θεὸν θεοῦ λόγον, ἀνάθεμα ἔστω.
000-00-00 Serial Number=0748998523
Historia religiosa Ante [Go Back]  
 [01236]  Ἐπειδὴ γὰρ κοινὰ ἦν τά τε χρήματα καὶ τὰ κτήματα, αὐτὸς μὲν καταλαβεῖν τῆς διανομῆς ἕνεκεν τὴν ἐνεγκοῦσαν οὐκ ἠθέλησεν, ἑτέρῳ δὲ τῆς οὐσίας ἀποδόσθαι τὸ μέρος ἐδεδίει μὴ πλεονεξίᾳ οἱ ὠνούμενοι κατὰ τῶν ἀδελφιδῶν χρησάμενοι, βλασφημίαις αὐτὸν περιβάλωσι, τούτους ἐν ἑαυτῷ στρέφων τοὺς λογισμοὺς πολὺν τὴν ἀπόδοσιν ἀνεβάλετο χρόνον, ὕστερον δέ τινι τῶν γνωρίμων μυρίων ἀποδόμενος ἅπαντα, τὰ μὲν πλεῖστα διένειμε·
 [01310]  Οὕτω τοίνυν εἰς αὐτὴν τῆς οὐσίας δαπανωμένης, οἰκτείραντες οἱ προσήκοντες τὸν θεῖον ἐκεῖνον ἱκετεύουσιν ἄνθρωπον.
000-00-00 Serial Number=0981867373
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00519]  ἀλλὰ διὰ μὲν τοῦ προσώπου τῆς θείας νοουμένης οὐσίας, διὰ δὲ τῶν ὀπισθίων, τῶν οἰκονομιῶν καὶ εὐεργεσιῶν, αἳ περὶ ἡμᾶς πολλαὶ γίνονται, καὶ παντοδαπαί.
000-00-00 Serial Number=0185299397
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [01382]  [Οἱ μὲν πάντη τὸ Θεῖον ἀρνησάμενοι, καὶ μηδὲ τὴν ἀρχὴν εἶναι Θεὸν ἀποφηνάμενοι, ὑπόκενον δὲ εἶναι τοὔνομα, καὶ κατὰ μηδεμιᾶς οὐσίας ὑποκείμενον τεταγμένον.
 [03720]  Τῶν οὐρανῶν μνημονεύσας, καὶ τῶν ἀοράτων δυνάμεων, ἔπειτα τῆς τῶν ὑδάτων οὐσίας, ἄγει καὶ τὴν γῆν εἰς μέσον, καὶ τοὺς ταύτην κατοικοῦντας, ποιήματα αὐτοῦ εἶναι διδάσκων, καὶ παρεγγυῶν δεδιέναι καὶ τρέμειν τὸν Ποιητὴν, καὶ τοῖς αὐτοῦ νεύμασι πείθεσθαι.
000-00-00 Serial Number=0556387603
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [01962]  Καλέσας γὰρ εἰς κοινωνίαν τῆς ὑμνῳδίας τὰς νοητὰς οὐσίας, διδά σκει καὶ ἡμᾶς, ὡς δυνατὸν γεραίρειν τὸν Ποιητὴν, καὶ ἰσόμετρον τῇ δυνάμει προσφέρειν τὸν χαριστή ριον ὕμνον.
 [03244]  Καὶ τὸ κοινὸν δὲ τῶν ὀνομάτων τὴν ταυτότητα τῆς οὐσίας δηλοῖ.
 [03303]  Ἐκ γαστρὸς, τὸ ταυτὸν τῆς οὐσίας διδάσκει.
 [07074]  Ἐκ γὰρ τῆς μιᾶς τῶν ὑδά των οὐσίας γίνεται μὲν ἀντίτυπος κρύσταλλος·
000-00-00 Serial Number=0436470151
Libellus contra Nestorium ad Sporacium Ante [Go Back]  
 [00100]  Οὐ δή που τῆς θείας τοῦ Μονογενοῦς οὐσίας μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν τῆς τοῦ Πατρὸς δόξης ἀξιουμένης·
000-00-00 Serial Number=0003681004
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00013]  Εἰ τὸ μὲν θεὸς τῆς οὐσίας, τὸ δὲ πατὴρ τοῦ προσώπου ἐστὶ δηλωτικόν, πῶς ταὐτὸν τὸ λέγειν υἱὸν θεοῦ τῷ λέγειν υἱὸν τοῦ πατρός;
 [00396]  ἡ διαφορὰ δὲ τῶν τῆς ὑπάρξεως τρό πων οὐ διαιρεῖ τὸ ἓν τῆς οὐσίας.
 [00397]  καὶ ὥσπερ ἐπὶ τοῦ Ἀδὰμ καὶ τῆς Εὔας καὶ τοῦ Σὴθ εἷς ἐστι μὲν ὁ τῆς οὐσίας λόγος (ψυχὴ [18] γὰρ λογικὴ καὶ σῶμα θνητόν), τρόποι δὲ τῆς ὑπάρξεως διάφοροι (ὁ μὲν γὰρ Ἀδὰμ γέγονεν ἀπὸ τῆς γῆς, ἡ δὲ Εὔα ἐκ τῆς πλευ ρᾶς, ὁ δὲ Σὴθ ἐκ τοῦ σπέρματος) καὶ ἐν τοῖς διαφόροις τῆς ὑπάρ ξεως τρόποις μένει ὁ τῆς οὐσίας λόγος εἷς, ἀδιαίρετός τε καὶ ἀπαράλλακτος, οὕτως καὶ ἐπὶ τοῦ θεοῦ τῇ ταὐτότητι τῆς τῶν προσώπων οὐσίας εἶς θεὸς πεπίστευται ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα·
 [00398]  οὐδὲν γὰρ συντελεῖ πρὸς τὸν τῆς οὐσίας λόγον ὁ τρόπος τῆς ὑπάρξεως.
 [00399]  τὰ μὲν οὖν ἐπὶ τῶν τριῶν θείων ὑπο στάσεων ὡσαύτως ἀπαραλλάκτως λεγόμενα, ἐν τούτοις νόει τὸ ἓν τῆς οὐσίας·
 [00410]  Εἰ ἁπλοῦν μὲν τὸ καθ' ἑαυτό, ὡς ἐπὶ τῶν κατὰ γράμματα στοιχείων, οἷον ἰῶτα, σύνθετον δὲ τὸ μεθ' ἑτέρου, οἷον πῖ, καὶ τῷ τῆς αὐτῆς εἶναι οὐσίας ἀμφότερα, τό τε ἰῶτα καὶ τὸ ἐκ τῶν τριῶν ἰῶτα συγκείμενον πῖ, οὐκ ἀφαιρεῖται τοῦ ἐξ [19] ἀμφοτέρων συγκειμένου τὸ σύνθετον, πῶς ὁ θεὸς ἀσύνθετος λέ γεται, τὴν ἐκ δύο προσώπων ὁμοουσίων νοουμένων (πατρὸς λέγω καὶ υἱοῦ) καὶ ἑνὸς προσώπου, ἰδιαζούσης οὐσίας ἐκ τοῦ προχείρου ὑπόνοιαν διδόντος (τοῦ πνεύματος φημὶ τοῦ ἁγίου), <τὴν> σύνθε σιν ἔχων, καὶ εἷς καλεῖται καὶ ἀπερίγραφος, τοσαύτης καὶ τοιαύτης οὔσης τῆς τῶν ὑποστάσεων αὐτοῦ, εἴτουν τῶν προσώπων, δια κρίσεώς τε καὶ διαιρέσεως;
 [00425]  εἷς τοίνυν ἐστὶν ὁ θεός, ἡ τριὰς τῇ μονάδι τῆς οὐσίας, χωρὶς πάσης κατὰ τοῦτο διαιρέσεώς τε καὶ διακρίσεως, ὥσπερ ἓν τὸ πῖ τῇ μονάδι τῆς γραμμῆς, χωρὶς πάσης κατὰ τοῦτο διαιρέσεώς τε καὶ διακρίσεως.
 [00431]  Τῶν θείων ὑποστάσεων τὸ μὲν τῆς οὐσίας ἕν ἐστιν ἀδιαίρετον, τὸ δὲ αὐτῶν τρεῖς ἐστι διαιρετόν.
 [00435]  διὸ εἷς ἐστιν ὁ θεὸς τῷ ἑνὶ καὶ ἀδιαιρέτῳ τῆς οὐσίας, τρία δὲ τὰ πρόσωπα τῇ διαιρέσει τῶν ὑποστάσεων.
 [00438]  Εἰ τὸ μὲν θεὸς τῆς οὐσίας, τὸ δὲ πατὴρ τοῦ προσώπου ἐστὶ δηλωτικόν, πῶς ταὐτὸν τὸ λέγειν υἱὸν θεοῦ τῷ λέγειν υἱὸν τοῦ πατρός;
 [00443]  ταὐτὸν δὲ τὸ λέγειν υἱὸν τοῦ πατρὸς τῷ λέγειν υἱὸν τοῦ θεοῦ, ἐπειδὴ εἴ τί ἐστι τοῦ προσώπου, τοῦτό ἐστι καὶ τῆς τοῦ προσώπου οὐσίας.
 [01197]  Μόνος ἔχων τὴν ἀθανασίαν λέγεται ὁ θεός, ὅτι οὐκ ἐκ θελήματος ἄλλου ταύτην ἔχει, καθάπερ οἱ λοιποὶ πάντες ἀθάνατοι, ἀλλ' ἐκ τῆς οἰκείας οὐσίας.
 [01298]  ἀναγ καίως γὰρ χρῄζει ὁ κόσμος τῶν μερῶν τῶν καθυπέρβασιν καὶ ὑπόβασιν οὐσίας ἀλλήλων διαφερόντων·
 [01803]  εἰ δὲ τὸ σῶμα ποτὲ μὲν σῶμα ποτὲ δὲ πνεῦμα ἐγίνετο, πῶς οὐχὶ τροπὴν τὰ τῆς τοῦ σώ ματος οὐσίας ἐδέχετο;
 [01965]  ὑπὲρ ἡμᾶς γὰρ ὁ λόγος τῆς θείας οὐσίας, καθ' ἡμᾶς δὲ ὁ τῆς οἰκονομίας, καθ' ὃν ἡμῖν προσέρχεται ὁ θεός·
 [02049]  διὸ καὶ ἡ κατάφασις οὐσίας τε καὶ ἐνεργείας αὐτοῦ ἀντιστρέφει·
000-00-00 Serial Number=0117172956
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00121]  ὡς εἶναι δῆλον ὅτι πᾶν ὁτιοῦν ἐν τούτοις ὄν, ἢ ὁρατὸν ἢ ἀόρατον ἢ αἰσθητὸν ἢ νοητόν, πλὴν τῆς θείας οὐσίας, κτιστὴν ἔχει τὴν φύσιν.
 [00200]  οὗτος γὰρ ἐξ αὐτοῦ τοῦ πράγματος τὴν προσηγορίαν ἐδέξατο, ἐπειδὴ γὰρ ἐκ τῆς ῥοώδους τῶν ὑδάτων οὐσίας συνέστη, καὶ ἡ ῥυτὴ φύσις στεγανωτάτη γέγονε καὶ στερέμνιος προσηγορεύθη στερέωμα.
 [00331]  καὶ ἐνταῦθα τοίνυν, ἐπειδὴ τὸ λογικὸν διέπλαττε ζῷον, ὃ μετὰ πολλὰς ἀνακαινίζειν ἤμελλε γενεάς, ταῖς τῆς ἁγίας τριάδος ἐπικλήσεσι τελεσιουργῶν τὸ πανάγιον βάπτισμα, μέλλων δημιουργεῖν τὴν ἐκεῖνα παραληψομένην τὰ μυστήρια φύσιν, αἰνιγματωδῶς καὶ τὸ ταὐτὸν τῆς οὐσίας καὶ τὸν τῶν προσώπων παρε δήλωσεν ἀριθμόν·
 [00433]  ΞΞΙΙΙ Εἰ ἐκ τοῦ θείου ἐμφυσήματος γέγονεν ἡ ψυχή, ἐκ τῆς οὐσίας ἄρα τοῦ Θεοῦ ἐστιν ἡ ψυχή;
 [02173]  [127] οἱ δὲ τὴν Ἀρείου καὶ Εὐνομίου περικείμενοι λώβην, τὸν θεῖον νόμον ἄν τικρυς παραβαίνουσιν, Θεὸν μὲν τὸν υἱὸν ὁμολογοῦντες, κτιστὸν δὲ ἀπο καλοῦντες καὶ τῆς θείας οὐσίας ἀλλότριον.
 [02413]  ἐπειδὴ γὰρ ἡ θεία φύσις ἀνείδεός τε καὶ ἀσχημάτιστος, ἀόρατός τε καὶ ἀπερίληπτος, καὶ τῆς τοιαύτης οὐσίας εἰκόνα τεκτήνασθαι παντάπασι τῶν ἀδυνάτων, τὰ σύμβολα τῶν μεγίστων αὐτοῦ δωρεῶν ἔνδον κεῖσθαι προσέταξεν.
 [04061]  τὸ γὰρ Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστι , καὶ τὸ τῆς οὐσίας διδάσκει μοναδικόν, καὶ παραδηλοῖ τῶν προσώπων τὸν ἀριθμόν·
000-00-00 Serial Number=0018823564
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [02291]  Σκότος δὲ καὶ γνόφος τῆς θείας αἰνίττεται οὐσίας τὸ ἀόρατον.
000-00-00 Serial Number=0524992347
Quod unicus filius sit dominus noster Jesus Christus Ante [Go Back]  
 [00008]  Ἄτρεπτον γὰρ ἔχει τὴν τῆς θεότητος φύσιν καὶ ἀναλλοίωτον, καθάπερ ὁ πρὸ τῶν αἰώνων γεννήσας αὐτὸν Πατὴρ, καὶ ὅπερ ἄν τις ἐπὶ τῆς τοῦ Πατρὸς οὐσίας νοήσειε, καὶ ἐπὶ τῆς τοῦ Μονογενοῦς τοῦτο πάντως εὑρήσει.
 [00009]  Ἐξ ἐκείνης γὰρ τῆς οὐσίας γεγέννηται.
 [00016]  Καὶ ἕτερα δὲ μυρία ἔστιν εὑρεῖν τὸ ταυτὸν τῆς οὐσίας σημαίνοντα Θεὸς μὲν οὖν οὐκ ἐγένετο, ἀλλ' ἦν·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»