Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum οἰκουμένην [246]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum οἰκουμένην


000-00-00 Serial Number=0742652059
Ad eos qui in Euphratesia et Osrhoena regione Ante [Go Back]  
 [00086]  καθότι ἔστησεν ἡμέραν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν παρασχὼν πᾶσιν, ἀναστή σας αὐτὸν ἐκ νεκρῶν.».
000-00-00 Serial Number=0287283719
Commentaria in Isaiam Ante [Go Back]  
 [00332]  πόλεμοι γὰρ ἐπάλληλοι ἦσαν κατὰ πᾶσαν τὴν οἰκουμένην, εἰς πολλὰ τῆς βασιλείας μεμερισμένης καὶ τῶν κατ' ἔθνος βασιλευόντων ἐπανισταμένων ἀλλήλοις.
 [00336]  Κατ' αὐτὴν γὰρ τὴν ςωτήριον τῆς παρθένου γέννησιν ἔπεμψέ φησιν Αὔγουστος «ἀπογράψασθαι πᾶσαν τὴν οἰκουμένην».
 [00614]  οἱ γὰρ ὀφθαλμοὶ αὐτοῦ ἐπιβλέπουσι τὴν οἰκουμένην.
 [01084]  Ἐκεῖνοι γὰρ τὴν οἰκουμένην περινοστοῦντες ἐβόων τό·
 [01092]  Ταῦτα πᾶσι τοῖς τὴν οἰκουμένην οἰκοῦσιν ὁ προφητικὸς λόγος παρεγγυᾷ ὅτι, κἂν μυριάκις περιζώσωνται καὶ παρατάξωνται κατὰ τῶν ἱερῶν ἀποστόλων, ὕστερον ἡττηθήσονται·
 [01214]  Ὥσπερ γὰρ ἐκείνους ὅπλων δίχα κατέλυσεν, οὕτω τὴν οἰκουμένην ἅπασαν διὰ δυοκαίδεκα κηρύκων μετέβαλε καὶ τούτων οὐχ ὡπλισμένων ἀλλ' ἕνα χιτῶνα ἐνδεδυμένων, ἀνυποδήτων, οὐδὲ ῥάβδον φέρειν κεκελευσμένων.
 [01411]  Τῇ ἰσχύι τῆς χειρός μου ποιήσω καὶ τῇ σοφίᾳ τῆς συνέσεώς μου, ἀφελῶ ὅρια ἐθνῶν καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω καὶ σείσω πόλεις κατοικου μένας [14καὶ] τὴν οἰκουμένην τῇ χειρί μου καταλήψομαι ὡς νοσσιὰν καὶ ὡσεὶ καταλελειμμένα ῳ
 [01414]  Ἀλλ' ὁ πᾶσαν τὴν οἰκουμένην ὡς καλιὰν νεοττῶν ἁρπάσειν ἐλπίσας καὶ ὡς ῳ
 [01575]  Ἐδίδαξεν ἡμᾶς ἡ ἱστορία τῶν Πράξεων, ὡς τὴν οἰκουμένην περινοστοῦντες οἱ θεῖοι ἀπόστολοι πρώτοις Ἰουδαίοις ἐκήρυττον.
 [01630]  Καὶ τὴν οἰκουμένην εἰς κοινωνίαν καλοῦσι τῆς εὐφροσύνης καὶ τῇ Σιὼν διαφερόντως ὑμνεῖν τὸν εὐεργέτην παρακελεύονται ὡς ἐν αὐτῇ τοῦ ἁγίου Ἰσραὴλ ὑψωθέντος.
 [01676]  [9Ἰδοὺ] γὰρ ἡμέρα κυρίου ἔρχεται ἀνίατος θυμοῦ καὶ ὀργῆς θεῖναι τὴν οἰκουμένην ὅλην ἔρημον καὶ τοὺς ἁμαρ τωλοὺς ἀπολέσαι ἐξ αὐτῆς.
 [01798]  «Τίς ἐστι θεὸς ὃς ῥύσεται ὑμᾶς ἐκ τῶν χειρῶν μου;» Ὄρος δὲ ὑψηλὸν εἶναι λέγεται βορρᾶθεν Ἀσσυρίων καὶ Μήδων ἀπὸ τούτων τὰ Σκυθικὰ διορίζον ἔθνη, πάντων τῶν κατὰ τὴν οἰκουμένην ὀρῶν ὑψηλότατον.
 [01809]  Ὁ σείων βασιλεῖς, [17ὁ] θεὶς τὴν οἰκουμένην ὅλην ἔρημον καὶ τὰς πόλεις αὐτῆς καθελὼν τοὺς ἐν ἐπαγωγῇ οὐκ ἠλέησεν.
 [01854]  [26Αὕτη] ἡ βουλὴ ἣν βεβούλευται κύριος ἐπὶ ὅλην τὴν οἰκουμένην, καὶ αὕτη ἡ χεὶρ <ἡ> ὑψηλὴ ἐπὶ πάντα τὰ ἔθνη.
 [02593]  [241Ἰδοὺ] κύριος καταφθείρει τὴν οἰκουμένην καὶ ἐρημώσει αὐτὴν καὶ
 [02988]  Ἀλλ' ἐκεῖνος ἐν τῇ Ἱερουσαλὴμ τοῦτο δέδρακε μόνῃ, ὁ δέ γε δεσπότης Χριστὸς τὴν οἰκουμένην τῆς τῶν εἰδώλων ἠλευθέρωσε πλάνης.
 [03007]  αὐτοὶ γὰρ τὰς κατὰ τὴν οἰκουμένην περινοστοῦντες συναγωγὰς πρώτοις Ἰουδαίοις τὸν λόγον ἐκήρυττον καὶ τοὺς τῷ θείω κηρύγματι πειθομένους τῷ δεσπότῃ προσέφερον.
 [03113]  τῶν δέκα φυλῶν καταλύειν τὴν ∆αυιτικὴν βασι λείαν, τὸ ἄμαχον αὐτῆς ὑποδείκνυσι καὶ τὸν ἐκεῖθεν δίχα χειρῶν τμηθησόμενον προθεσπί ζει λίθον, ὃς ἐγένετο ὄρος μέγα καὶ τὴν οἰκουμένην ἐκάλυψεν.
 [03247]  Οὐ γὰρ μόνον εἰς Βαβυλῶνα ἀπάξω, ἀλλὰ καὶ εἰς πᾶσαν τὴν οἰκουμένην διασπερῶ.
 [03448]  Ταῦτα ἀκριβέστερον μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἐνανθρώπησιν γέγονεν οὐ τῶν ἐξ Ἰουδαίων πεπιστευκότων μόνων ἀλλὰ καὶ τῶν κατὰ τὴν οἰκουμένην ἐθνῶν τὰ πάλαι θεοποιούμενα εἴδωλα συντριψάντων καὶ βδελυξαμένων πλέον ἢ τὴν δυσωδεστάτην κόπρον.
 [03582]  Τοῦτο τὸ ὕδωρ διψῶσαν ἅπασαν ἄρδει τὴν οἰκουμένην, διαφερόντως δὲ τὴν Σιών, «ἥτις ἐστὶν ἐκκλησία θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἐκκλησίας».
 [03712]  Τὰς κατὰ τὴν οἰκουμένην ἐκκλησίας Σιὼν καλεῖ, ὡς πολλάκις προαπε δείξαμεν.
 [03839]  ἐκείνη γὰρ ἐσαλεύθη καὶ κατελύθη καὶ ἐρημίαν ἐδέξατο παντελῆ, ἡ δὲ νέα τουτέστιν αἱ κα τὰ τὴν οἰκουμένην τοῦ θεοῦ σκηναὶ τὸ ἀσάλευτον ἔχουσι κατὰ τὴν τοῦ κυρίου φωνήν·
 [03989]  Ταύτην καὶ τοῖς σώμασιν ὁ σωτὴρ τὴν θεραπείαν προσήνεγκε καὶ ταῖς ψυχαῖς προσφέρει διηνεκῶς καὶ τὴν οἰκουμένην τυφλώττουσαν ἀναβλέψαι πεποίηκε καὶ χωλεύ ουσαν δραμεῖν πρὸς αὐτὸν παρεσκεύασε καὶ τῶν θείων λογίων ἀκούειν οὐκ ἀνεχομένην τοῖς θείοις λογίοις προστρέ χειν ἀνέπεισε καὶ ψελλιζομέ νην καὶ εἰς πολλὰ τὴν θείαν προσηγορίαν μερίζουσαν ἀρτιλαλεῖν ἐξεπαίδευσε καὶ τρανὰ καὶ ἀντίθ ροα θεὸν ὑμνεῖν παρεσκεύασεν.
 [03991]  Τῆς γὰρ διδασκα λίας τὸ κήρυγμα τὴν οἰκουμένην ἐπλήρωσεν.
 [04010]  τούτους γὰρ κατὰ πᾶσαν τὴν οἰκουμένην διέσπειρεν ὥστε τὰ σωτήρια διαπορθμεῦσαι κηρύγματα, ἀλλ' ὅμως καὶ διασπ αρέντες ἀπλα νῶς ὥδευ σαν·
 [04143]  Τῇ ἰσχύι τῆς χειρός μου ποιήσω καὶ τῇ σοφίᾳ τῆς συνέσεώς μου, ἀφελῶ ὅρια ἐθνῶν καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω καὶ σείσω πόλεις κατοι κουμένας καὶ τὴν οἰκουμένην ὅλην καταλήψομαι ὡς νοσσιάν» καὶ τὰ ἄλλα, ἵνα μὴ πάντα διεξέρχωμαι.
 [04157]  [18Ἐπ'] ἀληθείας γὰρ κύριε ἠρήμωσαν βασιλεῖς Ἀσσυρίων τὴν οἰκουμένην ὅλην καὶ τὴν χώραν αὐτῶν [19καὶ] ἐνέβαλον τὰ εἴδωλα αὐτῶν εἰς τὸ πῦρ.
 [04221]  οἱ θεῖοι ἀπόστολοι τὴν οἰκουμένην εἰς θεογνωσίαν ἐπέστρεψαν.
 [04400]  διὰ ταύτην γὰρ ἐν ὀλίγῳ χρόνῳ πᾶσαν τοῦτο τὴν οἰκουμένην ἐπλήρωσεν.
 [04571]  οἱ δὲ πεπιστευ κότες τῷ παναγίῳ νεουργηθέντες πνεύματι τὴν ὀξυτάτην τῶν ἀετῶν μιμησάμενοι πτῆσιν εἰς ἅπασαν ἔδραμον τὴν οἰκουμένην ὡς ἐν ἀλλοτρίοις ἀγωνιζόμενοι σώμασιν.
 [04572]  Οὕτω τῶν ἀποστόλων ὑποδείξας τὸν δρόμον ταῖς κατὰ τὴν οἰκουμένην ἐκκλησίαις προαγορεύει τὴν σωτηρίαν·
 [04585]  Ταύτης τῆς δικαιοσύνης ἀνατειλάσης καὶ τὴν οἰκουμένην περιδραμούσης ἐξέστησαν μὲν βασιλεῖς, ἡττήθησαν δὲ τύραννοι, πᾶν δὲ εἶδος τιμωρίας ἠλέγχθη, καὶ τοὺς διώκοντας οἱ διωκόμενοι νενικήκασι καὶ ὡς ἄκρας εἰρήνης ἀπολαύοντες τὸν προκείμενον ἐξήνυσαν δρόμον.
 [04797]  Ἔδειξε τοίνυν καὶ διὰ τούτων ὁ προφητικὸς λόγος τὴν εἰς ἅπασαν τὴν οἰκουμένην χυ θεῖσαν θεογνωσίαν.
 [05342]  Ὅτι γὰρ εἰς πᾶσάν εἰσι διεσπαρμένοι τὴν οἰκουμένην καὶ δουλεύουσι Ῥωμαίοις, οὐκ ἂν ἀρνηθεῖεν κἂν λίαν ὄντες ἀναίσχυντοι.
 [05783]  αὐτὸς γὰρ τὴν εὐσεβείας ἔρημον οἰκουμένην φυτῶν πεπλήρωκε θείων, αὐτὸς γὰρ τὴν διεφθαρμένην κατέστησε γῆν, αὐτὸς τοὺς ταῖς ἁμαρτίαις πεπεδημέν ους τῶν δεσμῶν ἠλευθέρωσεν, αὐτὸς τοὺς ἐν σκότει καθημένους τῷ φωτὶ τῆς θεογνωσίας ἐφώτισεν.
 [05951]  ἐνάτης σκότος ἐγένετο ἐφ' ὅλην τὴν οἰκουμένην», ποιήσει δὲ τοῦτο πάλιν κατὰ τὸν τῆς συντελείας καιρόν·
 [06058]  καὶ σκυτοτόμους διδασκάλους ἐπιστῆσαι φιλοσόφοις καὶ ῥήτορσι, τὸ δι' ἀνδρῶν δυοκαίδεκα πᾶσαν γεωργῆσαι τὴν οἰκουμένην καὶ δι' ἀνθρώ πων οὕτως εὐαριθμήτων πᾶσαν γῆν καὶ θάλατταν ἐμπλῆσαι τοῦ θείου κηρύγματος.
 [06227]  τούτων γὰρ ὡραῖοι οἱ πόδες, οὓς αἱ δεσποτικαὶ χεῖρες ἀπένιψάν τε καὶ ἔρρωσαν ὥστε πᾶσαν τὴν οἰκουμένην διαδραμεῖν καὶ τῆς θείας εἰρήνης διαπορθμεῦσαι τὰ εὐαγγέλια καὶ μηνῦσαι τῶν ἐπηγγελμένων ἀγαθῶν τὴν ἀπόλαυσιν.
 [06451]  Παρακελεύεται δὲ τῇ στείρᾳ τῶν εὐκτηρίων οἴκων τὴν οἰκουμένην ἐμπλῆσαι καὶ εἰς τὰ ἀριστερὰ καὶ εἰς τὰ δεξιά, τουτέστιν εἰς τὰ νότια καὶ εἰς τὰ βόρεια, τοῦτο δρᾶσαι.
 [06985]  τοῦ γὰρ ἡλίου τῆς δικαιοσύνης πᾶσαν τὴν οἰκουμένην φωτίσαντος αὐτοὶ προςπταίουσι καὶ καταπίπτουσιν ὡς ἐν μέσῃ νυκτί.
 [07033]  Ὁρῶντες γὰρ οἱ κατὰ πᾶσαν τὴν οἰκουμένην ἄνθρωποι, οἵας ἔδοσαν Ἰουδαῖοι δίκας ὑπὲρ ὧν κατὰ τοῦ σωτῆρος ἐτόλμησαν, προσκυνήσουσιν εἰκότως τὸν τὴν θείαν ἐπιδείξαντα δύναμιν.
 [07263]  Οἷον γάρ τινες ἄριστοι τῆς εὐσεβείας στρατηγοὶ τὴν οἰκουμένην περινο στήσαντες κατέλυσαν τὴν ἀσέβειαν καὶ πρῶτοι γενόμενοι τοῦ κυρίου φυτὰ τὴν ἔρημον κα τε φύτευσαν.
 [07311]  Ἔδειξε πᾶσαν τὴν οἰκουμένην ἕνα δικαιοσύνης γεγενημένην παράδεισον.
 [07314]  ∆είξω γάρ φησι τῇ Σιὼν καὶ τῇ Ἱερουσαλήμ, ὡς τὸν ὑπ' αὐτῆς σταυρωθέντα πάντα προσκυνήσει τὰ ἔθνη καὶ πᾶσαν τῆς ἐμῆς σωτηρίας αἱ ἀκτῖνες διαδραμοῦνται τὴν οἰκουμένην.
 [07332]  ∆ει κνὺς δὲ τὸ πλῆθος τῶν πεπιστευκότων οἰκουμένην αὐτὴν ὀνομάζει.
 [07365]  Εἶτα τῆς ὁδοῦ σκευασθείσης κελεύει τοῖς κήρυξιν εἰπεῖν τῇ θυγατρὶ Σιών, τουτέστι τῇ κατὰ τὴν οἰκουμένην ἐκκλησίᾳ·
 [07600]  ∆ῆλος τοῖς κατὰ τὴν οἰκουμένην ἔθνεσιν ἐγενόμην·
000-00-00 Serial Number=0659919500
De incarnatione domini Ante [Go Back]  
 [00486]  μέγα γὰρ τῷ ὄντι καὶ ἀνερμήνευτον, καὶ λόγου δύναμιν ὑπερβαῖνον, βότρυν ἰδεῖν ἐκ γῆς ἄνευ κλημάτων βλα στήσαντα, σῖτον ἄνευ σπερμάτων φύντα, χιτῶνα χωρὶς νημάτων καὶ χειρῶν ὑφαντικῶν ὑφασμένον, ἄρτον οὐ μύλῃ καὶ χερσὶ καὶ πυρὶ δημιουργηθέντα, ἀλλ' ἀῤῥήτως ἐκ παρθενικῶν ἀλεύρων γεγενημένον, καὶ τὴν οἰκουμένην καλύψαντα·
 [00534]  Τὴν πλευρὰν τῷ Ἀδὰμ παραπλήσιον νυττόμενος, ἀλλ' οὐ γυναῖκα προϊοῦσαν ἐκεῖθεν δεικνὺς, τὸν θάνατον διὰ τῆς ἀπάτης γεννήσασαν, ἀλλὰ πηγὴν ζωῆς τῷ διπλῷ νάματι τὴν οἰκουμένην ζωογονοῦσαν·
000-00-00 Serial Number=0209919870
De providentia orationes decem Ante [Go Back]  
 [00440]  Ἥλιος μὲν γὰρ ἐν ἡμέρᾳ μιᾷ τῆς οἰκουμένης διατρέχει τὸν δίαυλον, ὁ δὲ, ἅμα τε νεύει καὶ τὴν οἰκουμένην περινοστεῖ, καὶ τῶν οὐρανῶν ἐφ ικνεῖται τῇ φαντασίᾳ, καὶ τούτους ὑπερβαίνει, καὶ Θεὸν ὡς δύναται κατοπτρίζεται, καὶ τῶν ἀγγέλων τὰς ἀπείρους θεωρεῖ μυριάδας, καὶ τῶν ἀρχαγγέλων [83.600] τὰς χιλιάδας, πολυπραγμονεῖ τὰ ὑπὸ γῆν, ἐπέκεινα τούτων ὑπερβαίνειν φιλονεικεῖ μὲν, οὐ δύναται δέ·
 [00774]  καὶ ἐν τῷ σώ ματι καθειργμένος, καὶ τῇ γῇ προσδεδεμένος, οὐρανόν τε περιπολεῖ, καὶ τὰ ἐν οὐρανῷ κάλλη, καὶ τὸν οὐρανὸν ὑπερβαίνει, καὶ τὰ ὑπὲρ ἐκεῖνον φαντάζεται, καὶ τὴν οἰκουμένην περινοστεῖ, καὶ ἔθνεσι μυρίοις συγγίνε ται, καὶ τοῖς πόῤῥωθεν οὖσι τῶν φίλων προσδιαλέ γεται.
 [01172]  Ὅτι μὲν οὖν ἐξ ἀρχῆς ὁ τῶν ὅλων ∆ημιουργὸς, μίαν εἰργάσατο πάντων τῶν ἀνθρώπων τὴν φύσιν, καὶ ἐξ ἑνὸς ἀνδρὸς καὶ μιᾶς γυναικὸς ἅπασαν τὴν οἰκουμένην τοῦδε τοῦ γένους ἐπλήρωσε, μάρτυς ἡ θεία Γραφή·
 [01511]  Ὁ δὲ, ταῖς τῶν δεσποτῶν ἀνοσιουργίαις ἀντηγωνίζετο, καὶ τῆς εὐσεβείας τὸν πυρσὸν σῶον φυλάττειν ἐσπούδαζε, καὶ προφήτας ἑκατὸν ἐν δύο σπηλαίοις κατακρύψας ἔτρεφε, λιμοῦ χαλεποῦ τηνι καῦτα τὴν οἰκουμένην κατέχοντος, ὃν ὁ μέγας Ἠλίας ἐπεστράτευσε τοῖς ἀνθρώποις, δίκας αὐτοὺς τῆς ἀσεβείας εἰσπραττόμενος.
 [01745]  ∆ιὰ τῶν ἐμῶν χειρῶν, τοὺς κατὰ πᾶσαν τὴν οἰκουμένην εὐκ τηρίους οἴκους ἀνέστησεν.
 [02178]  Ἐπει δὴ δὲ ἔμελλε τὸ μέγα τῆς οἰκονομίας ἐπιτε λεῖσθαι μυστήριον, καὶ τὸ διὰ τῆς θείας ἐναν θρωπήσεως εἰς πᾶσαν τὴν οἰκουμένην κατασπείρε σθαι κήρυγμα, τηνικαῦτα λοιπὸν τοῦτο τὸ ἔθνος, ὃ ἐπ' εὐεργεσίᾳ τῶν ἐθνῶν ἁπάντων ἐξ ἀρχῆς ἐξελέ ξατο, εἰς πᾶσαν κατέσπειρε τὴν οἰκουμένην, ἵν' ἐθίσωσιν ἅπαντες ἀκούειν οἱ τῇ πολυθέῳ κατεχό μενοι πλάνῃ, ὡς εἷς ἐστι Θεὸς, οὐρανοῦ καὶ γῆς ποιητὴς, καὶ ῥᾷον τὸ κήρυγμα ἐντεῦθεν τοῖς θείοις ἀποστόλοις γένηται.
000-00-00 Serial Number=0493695617
De sancta trinitate Ante [Go Back]  
 [00008]  Τούτου γὰρ χάριν καὶ ὁ τῶν ὅλων Σωτὴρ εἰς τὴν οἰκουμένην ἀπέστειλε τῶν ἀποστόλων τὸν ἱερὸν χο ρὸν, ἵνα ταῖς ἀκτῖσι τῆς θεογνωσίας τοὺς ἐν τῷ σκό τει τῆς ἀγνοίας συντεθραμμένους φωτίσωσιν, ἵνα τὰ διασκεδασμένα πρόβατα καὶ τοῖς λύκοις προκείμενα συναγάγωσί τε καὶ ποιμάνωσιν ἐμμελῶς, ἵνα τὴν ἀγριέλαιον εἰς καλλιέλαιον τῇ τοῦ Πνεύματος μετα βάλλωσι τέχνῃ, ἵνα τοὺς κρυπτομένους τῷ βυθῷ τῆς ἀσεβείας, τῷ τῆς διδασκαλίας ἁλιεύσωσι λόγῳ·
000-00-00 Serial Number=0028537810
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00012]  Ὑπέσχετο δὲ εἰς ἅπασαν χυθήσεσθαι τὴν οἰκουμένην τὴν τῆς θεογνωσίας διδασκαλίαν·
 [00144]  ἡ δὲ ὑμετέρα ἁγιότης πόλιν οἰκοῦσα, μᾶλλον δὲ πέλαγος ἀ[νθρώπω]ν ἔχουσαν [οἰκου]μένην, καὶ ποταμῶν δίκην τοὺς ἁπανταχόθεν προσρέοντας εἰσδεχομένην, οὐ μόνον ἐκείνων προμήθειαν ποιεῖται, ἀλλὰ καὶ τῶν κατὰ πᾶσαν τὴν καθ' ἡμᾶς οἰκουμένην·
000-00-00 Serial Number=0703002930
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00054]  Οὕτως Ἠλίας ὁ πάνυ τὰς τῆς Ἰεζάβελ μεμαθηκὼς ἀπειλὰς τοῖς ἀνελεῖν βουλομένοις ἑαυ τὸν οὐκ ἐξέδωκεν, ἀλλὰ τὴν οἰκουμένην καταλιπὼν ἔδραμεν εἰς τὴν ἔρημον.
 [00433]  Οἱ δὲ τὴν πολυθρύλητον αὐτῆς κοσμοῦντες βουλὴν εἰς πᾶσαν ἀλῶνται τὴν οἰκουμένην, ἀφορ μὴν ἔχοντες βίου τῶν φιλοξένων τὰς χεῖρας.
 [00943]  Οὕτως οἱ θεῖοι ἀπόστολοι πᾶ σαν περινοστοῦντες τὴν οἰκουμένην ἐκήρυττον, οὐκ οἰκίαν ἔχοντες, οὐ κλίνην, οὐ στρωμνήν, οὐ τράπεζαν, οὐκ ἄλλην τινὰ τῶν ἀναγκαίων χρείαν·
 [01641]  καὶ μόνοι πολεμούμεθα παρὰ πᾶσαν τὴν οἰκουμένην.
 [01707]  ἐν δὲ τῇ ∆ύσει προθύμως ἐδέξατο τὰς τοῦ βίου δυσμάς, κἀκεῖθεν νῦν καταυ γάζει τὴν οἰκουμένην.
 [01774]  Ἔχει γὰρ ὁ πανάγιος θρόνος ἐκεῖνος τῶν κατὰ τὴν οἰκουμένην Ἐκκλησιῶν τὴν ἡγε μονίαν διὰ πολλά, καὶ πρὸ τῶν ἄλλων ἁπάντων, ὅτι αἱρετικῆς μεμένηκε δυσωδίας ἀμύητος, καὶ οὐδεὶς τἀναντία φρονῶν εἰς ἐκεῖνον ἐκάθισεν, ἀλλὰ τὴν ἀποστολικὴν χάριν ἀκήρατον διεφύλαξε.
 [01844]  μᾶλλον δὲ οὐ σπινθῆρα, ἀλλὰ πυρσὸν μέγιστον, ἱκανὸν ἐξάψαι καὶ φωτίσαι τὴν οἰκουμένην.
 [02458]  Ἐγγὺς γὰρ ὁ Κύριος, ὁ κρίνων τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν εὐθύτητι, καὶ πραττόμενος εὐθύνας οὐ μόνον ῥημάτων καὶ πραγμάτων, ἀλλὰ καὶ πονηρῶν ἐνθυμημάτων.
 [02641]  Καὶ ἔστιν ἀκοῦσαι τοῦ θειοτάτου Παύλου Κορινθίοις μὲν ἐπιστέλλον τος, τὴν δὲ οἰκουμένην διδάσκοντος ὅτι Εἷς Θεὸς ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα , καὶ τὸν αὐτὸν καὶ Χριστόν, καὶ Ἰησοῦν, καὶ Κύριον, καὶ τῶν ὅλων ∆ημιουργὸν ὀνομάζον τος.
 [02843]  Ὅτε γὰρ ἐνανθρώπησεν ὁ μονογενὴς τοῦ Θεοῦ Υἱός, τότε Χριστὸς ὠνομάσθη, τότε τῶν ἀνθρώπων ἡ φύσις τοῦ νοεροῦ φωτὸς τὰς ἀκτῖνας ἐδέξατο, τότε τῆς ἀληθείας οἱ κήρυκες τὴν οἰκουμένην κατηύγασαν.
000-00-00 Serial Number=0530132473
Eranistes Ante [Go Back]  
 [00976]  Πῶς γὰρ οὐκ ἐσχάτης παραπληξίας, αὐτοὺς μὲν εἰς λίθους καὶ ξύλα εὐτελῆ ξόανα τοὺς ἑαυτῶν εἰσάγοντας θεοὺς καὶ καθάπερ ἐν δεσμω τηρίῳ τινὶ κατακλείοντας, μηδὲν αἰσχρὸν ἡγεῖσθαι μήτε ποιεῖν μήτε λέγειν, ἡμῖν δὲ ἐγκαλεῖν λέγουσιν, ὅτι ναὸν ἑαυτῷ κατασκευάσας ὁ θεὸς ζῶντα ἐκ πνεύματος ἁγίου, δι' αὐτοῦ τὴν οἰκουμένην ὠφέλησεν;
 [01258]  καθότι ἔστησεν ἡμέραν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαι οσύνῃ, ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.
 [01982]  Ἤκουσα μέντοι τοῦ θεσπεσίου Παύλου βοῶντος, ὅτι Ἔστησεν ὁ θεὸς ἡμέραν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.
 [02091]  Εἰς ὅλην οὖν τὴν οἰκουμένην τοῦ καρποῦ αὐτοῦ διασπαρέντος, εἰκότως ἐγκατε λείφθη, καὶ ἐκ μέσου ἐγένετο, τὰ ποτὲ μὲν καρποφορήσαντα καλῶς·
 [03600]  ὧν ἔνιοι μὲν τῆς θαυμασίας ἐκείνης ὁμηγύρεως ἐκοινώνη σαν, τινὲς δὲ μετ' ἐκείνους ἐν ταῖς ἐκκλησίαις διέπρεψαν, τινὲς δὲ πάλαι καὶ πρόπαλαι τὴν οἰκουμένην ἐφώτισαν.
000-00-00 Serial Number=0434669137
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00037]  καὶ Ἰωάννης ὁ τοῖς ῥεύμασι τῆς διδασκαλίας μέχρι καὶ τήμερον πᾶσαν τὴν οἰκουμένην ἀρδεύων, καὶ οἱ μετ' ἐκείνους ἅπαντες, ἵνα συνελὼν εἴπω, καὶ τοῦ λόγου διαφύγω τὸ μῆκος.
 [00461]  Οἱ γὰρ πολλοὶ, φησὶν, οὗτοι καὶ διάφοροι κρουνοὶ, οἱ πᾶσαν τὴν οἰκουμένην εὐωδίας πληρώσαντες, μίαν ἔχουσι φλέβα καὶ πηγὴν, τὸ σὸν μύρον.
 [00473]  δραμόντες δὲ, γῆν καὶ θάλασσαν περινο στήσαντες, καὶ τὸ κήρυγμα πᾶσι διαπορθμεύσαντες, ἅπασαν τὴν οἰκουμένην τῆς εὐοσμίας ἐπλήρωσαν.
 [00786]  ἐπλήρωσε γὰρ τῆς εὐώδους πίστεως τὴν οἰκουμένην ἡ ὑπὸ τῶν εὐσεβῶν τῷ Κυρίῳ προσενε χθεῖσα θεραπεία·
 [01106]  Καὶ γὰρ ὁ προφήτης Ἡσαΐας πόῤῥωθεν ταῦτα προορῶν, καὶ τοὺς ἁγίους ἀποστόλους οἷόν τινας ὑποπτέρους πᾶ σαν τὴν οἰκουμένην περιϊπταμένους θεώμενος, καὶ τοὺς ἐκείνων φοιτητὰς καὶ ἀκροατὰς, ὥσπερ τινὰς νεοττοὺς, ἑπομένους αὐτοῖς, βοᾷ καὶ λέγει·
 [01460]  Οἱ τὴν οἰκουμένην ἀναστατώ σαντες, οὗτοι καὶ ἐνταῦθα πάρεισιν, οὓς ὑποδέδεκται Ἰάσων.
 [02290]  Καὶ καλή ἐστιν ὡς σελήνη ἐκλεκτὴ, τοῦ Κυριακοῦ πεπληρωμένη φωτὸς, καὶ ταῖς ἀκτῖσιν αὐτῆς τὴν οἰκουμένην φωτίζουσα·
000-00-00 Serial Number=0750783265
Graecarum affectionum curatio Ante [Go Back]  
 [01012]  Αἰσχυνόμενοι γὰρ σωφρονοῦσαν τὴν οἰκουμένην καὶ τῆς προτέρας πλάνης ἀπηλλαγμένην, μύθους εἶναι ψευδεῖς λέγουσι τὰ παρὰ τῶν ποιητῶν περὶ τῶν θεῶν εἰρημένα καὶ οὐκ ἐρυθριῶσιν, ὑφ' ὧν δρῶσι, κατηγορούμενοι.
 [01033]  [3.86] Τοσαύτη πάλαι ποτὲ κατεῖχε πλάνη τὴν οἰκουμένην·
 [01110]  Πᾶσαν γάρ που τὴν οἰκουμένην οὕτω διακειμένην δι' ἐκείνων γε τῶν ὀλίγων, οὓς αὐτὸς μετερύθμισεν, ἀθρόως μετέβαλε καὶ τὴν πάλαι τοῖς ἐξεστηκόσι καὶ παραπαίουσιν ἐοικυῖαν σωφρονοῦσαν ἀπέφηνεν.
 [01642]  Ὡς ἂν δὲ μή τις ὑπολάβῃ ἄλλως μὲν Ἕλληνας φῦναι, ἄλλως δὲ Ῥωμαίους, καὶ Αἰγυπτίους ἑτέρως, καὶ Πέρσας καὶ Μασσαγέτας καὶ Σκύθας καὶ Σαυρο μάτας ἄλλης οὐσίας μετειληχέναι, ἐδίδαξεν ὁ τὴν κοσμογονίαν ξυγγράψας τὴν ἡμετέραν, ὡς ἄνδρα ἕνα ἀπὸ γῆς ὁ ποιητὴς διαπλάσας καὶ ἐκ τῆς τούτου πλευρᾶς τὴν γυναῖκα δημιουργή σας, ἐκ τῆς τούτοιν ὁμιλίας ἅπασαν τὴν οἰκουμένην ἀνθρώπων ἐπλήρωσε τῶν παίδων τῶν ἐκείνων καὶ τῶν ἐκγόνων κατὰ μέ [5.56] ρος αὐξησάντων τὸ γένος.
 [02079]  Καὶ μαρτυρεῖ τῷ λόγῳ τὰ πράγματα, γῆ καὶ θάλαττα τῆς προτέρας ἀγνοίας ἀπηλλαγμέναι, πεπαυμέ νος τῶν εἰδώλων ὁ πλάνος, τῆς ἀγνοίας ὁ ζόφος ἐληλαμένος, τοῦ τῆς γνώσεως φωτὸς αἱ ἀκτῖνες τὴν οἰκουμένην ἐμπλήσασαι, Ἕλληνες καὶ Ῥωμαῖοι καὶ βάρβαροι τὸν ἐσταυρωμένον θεολογοῦντες καὶ τοῦ σταυροῦ τὸ σημεῖον γεραίροντες καὶ ἀντὶ τῶν πολλῶν καὶ ψευδωνύμων θεῶν τῇ Τριάδι λατρεύοντες, τὰ τῶν δαιμόνων τεμένη φροῦδα γεγενημένα, οἱ βωμοὶ τῶν εἰδώλων ἐκ βάθρων ἀνεσπασμένοι, ἐκκλησίαι περιφανεῖς πανταχῇ δεδομημέ ναι, ἐν πόλεσιν, ἐν κώμαις, ἐν ἀγροῖς, ἐν ἐσχατιαῖς σηκοὶ μαρτύ ρων εἰς κάλλος ἐξειργασμένοι, ἀσκητῶν καταγωγαὶ τὰς τῶν ὀρέων κορυφὰς ἁγιάζουσαι καὶ τὰς ἀοικήτους ἐρήμους οἰκίζουσαι.
 [02798]  Τοιῶνδε γὰρ λόγων ἀκούοντες καὶ οὔτε πλοῦτον οὔτε δυναστείαν οὔτε σώματος ῥώμην παρὰ τοῦ κεκληκότος δεξάμενοι, ἀλλὰ μακραῖς καὶ ταύταις οὐ φαινομέναις ἐπαγγελίαις πεπιστευκότες, καὶ τοὺς πόνους ἠσπάσαντο καὶ τῶν κινδύνων ἠνέσχοντο καὶ τὴν οἰκουμένην περινοστήσαντες τοῖς ἔθνεσι προσήνεγκαν τὰ μαθή [9.69] ματα.
 [02968]  Πρὸ μὲν γὰρ δὴ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείας, οἷόν πού τινος ζόφου τὴν οἰκουμένην κατέχον τος, καθάπερ τινὲς λῃσταὶ καὶ λωποδύται, οἱ τῶν ἀνθρώπων ἀλάσ τορες, οἱ παμπόνηροι δαίμονες, καὶ λόχοις ἐχρῶντο καὶ πάγαις καὶ ἄρκυσι παντοδαπαῖς, ἀγρεύοντες τῶν ἀνθρώπων τὴν φύσιν·
 [03211]  Ἐπειδὴ γὰρ ἐκ τοῦ σπέρματος ἐκείνων τὴν ἀνθρωπείαν φύσιν λαβὼν ὁ Μονογενὴς ἐνηνθρώπησεν, ἐνανθρωπήσας δὲ καὶ τὴν οἰκονομίαν τελέσας εἰς ἅπασαν τὴν οἰκουμένην τοὺς ἀπο στόλους ἐξέπεμψε καὶ προσέταξε μαθητεῦσαι πάντα τὰ ἔθνη εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, πιστεύσαντα δὲ τὰ ἔθνη τῆς σωτηρίας ἀπέλαυσεν, εἰκότως ἄρα καὶ τῷ Ἁβραὰμ καὶ τοῖς ἐξ ἐκείνου τήνδε παρέσχε τὴν εὐλογίαν, καὶ αὐτοῖς δῆλα ποιῶν τὰ ἐσόμενα καὶ τὸ μέγεθος τοῦ γέρως ἐπιδεικνὺς καὶ τοὺς τῶν θείων ἐπαΐοντας λογίων τῇ τῆς σωτη ρίας ἐλπίδι ψυχαγωγῶν.
 [03585]  Τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεὸς τὰ νῦν παραγγέλλει πᾶσι πανταχοῦ μετανοεῖν, καθότι ἔστησεν ἡμέραν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρί, ᾧ ὥρισε, πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.
 [03592]  τὴν τῶν Ἱεροσολύμων ὁ δεσπότης Χριστὸς προεῖπε πολιορκίαν, καὶ ὡς ὁ νεὼς ἐκεῖνος ὁ περιβόητος ἄρδην καταλυθήσεται, καὶ ὡς εἰς ἅπασαν τὴν οἰκουμένην τὸ τῶν ἐσταυ ρωκότων αὐτὸν κατασπαρήσεται γένος.
 [03617]  Μετὰ γὰρ τῶνδε τῶν κινδύνων καὶ οἱ ἀπόστολοι τὴν οἰκουμένην ἐφώτισαν, καὶ οἱ μετ' ἐκείνους, ἣν παρέλαβον, διεφύλαξαν πίστιν·
000-00-00 Serial Number=0150768518
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00612]  Καὶ ταῦτα τετόλμηκεν ὁ τῆς κακίας εὑρετὴς καὶ τεχνίτης, εὐθὺς τοῦ τῆς ἀληθείας φωτὸς ἀνατείλαντος, καὶ δίκην ἀκτίνων τοὺς θείους ἀποστό λους εἰς τὴν οἰκουμένην ἐκπέμψαντος.
 [00786]  Τὰ δὲ θεῖα τῶν Εὐαγγελίων τέθηλε δόγματα, καὶ ἐξετάθη μέχρι θαλάττης τῶν ἀποστόλων τὰ κλή ματα, καὶ αἱ παραφυάδες τὴν οἰκουμένην ἐπλήρω σαν, καὶ ἐπληρώθη ἡ σύμπασα γῆ τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας, καὶ τῆς προῤῥήσεως τὴν ἀλήθειαν ἔδειξε τῶν πραγμά των ἡ μαρτυρία.
 [01224]  Καὶ πόλεμον ἄντικρυς κατὰ τῶν ἀποστολικῶν αἱρεῖται δογμάτων, καὶ τῶν ἁγίων Πατέρων, ἀφ' οὗ κατηγγέλθη [83.436] τὸ Εὐαγγέλιον τῆς τῶν ὀρθοδόξων καθηγησαμένων πίστεως, ἐκβαλεῖν πειρᾶται τοὺς λόγους, ταράττων μὲν τῆς βασιλίδος πόλεως τὴν Ἐκκλησίαν, ταράττων δὲ καὶ τὴν οἰκουμένην ἅπασαν·
 [01245]  Ἐσχάτην δὲ πάντων τὴν δυσώνυμον τῶν Εὐτυχια νῶν ὁ βάσκανος δαίμων εἰσήγαγεν αἵρεσιν, δι' ἧς τὰς κατὰ τὴν οἰκουμένην ἐκύκησεν Ἐκκλη [83.437] σίας·
 [01927]  Ἐπάνω τῶν ἄστρων θήσω τὸν θρόνον μου, καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ, καὶ καταλήψομαι τὴν οἰκουμένην ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ.
 [02285]  Ἃ γὰρ ὑπεσχόμην ἐκείνῳ πληρώσω, καὶ διὰ τοῦ σπέρματος ἐκείνου σώσω τὴν οἰκουμένην.
 [02605]  Ὅτι ἥκει κρῖναι τὴν γῆν, κρῖναι τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καὶ λαοὺς ἐν εὐθύτητι.
 [02629]  Τινὰς γὰρ ὑπειλη φότας τὸν τῆς ∆εσποτικῆς παρουσίας πελάσαι καιρὸν, ἀναγκαίως ὁ θεῖος Ἀπόστολος ἐξεπαίδευσεν, ὡς χρὴ πρότερον ταῖς τῆς θεογνωσίας ἀκτῖσι καταυγασθῆναι τὴν οἰκουμένην, καὶ δήλους γενέσθαι τοὺς τροφίμους τῆς πίστεως, καὶ ἀποκριθῆναι τῶν πεπιστευκότων τοὺς ἀντιλέγοντας, εἶθ' οὕτω πρότερον ἐπιφανῆναι τὸν τοῦ ψεύδους τεχνίτην, εἰς ἔλεγχον τῶν τῆς ἀλη θείας μὴ δεξαμένων τὸ κήρυγμα.
000-00-00 Serial Number=0593329847
Historia ecclesiastica Ante [Go Back]  
 [00791]  τούτου τοῦ θεοῦ τὴν δύναμιν ἔχων σύμμαχον, ἐκ τῶν περάτων τοῦ ὠκεανοῦ ἀρξά μενος πᾶσαν ἐφεξῆς τὴν οἰκουμένην βεβαίαις σωτηρίας ἐλπίσι διή γειρα, ὡς ἅπαντα ὅσα ὑπὸ τοσούτοις τυράννοις δεδουλωμένα ταῖς καθημεριναῖς συμφοραῖς ἐνδόντα ἐξίτηλα ἐγεγόνει, ταῦτα προσλαβόντα τὴν τῶν κοινῶν ἐκδικίαν, ὥσπερ ἔκ τινος θεραπείας, ἀναζωπυρη θῆναι.
 [00947]  Συνοδικὸν ὑπὸ τῶν αὐτόθι συνεληλυθότων ἐπισκόπων πρὸς τοὺς κατὰ τὴν οἰκουμένην ἐπισκόπους γραφέν.
 [01662]  τὸ μὲν οὖν ἀκόλουθον ἦν κοινῇ πάντας τοὺς συνελθόντας ἐν τῇ συνόδῳ ἐπισκόπους ἀποστυγεῖν τὸν σκανδάλων καὶ ταραχῶν καὶ σχισμάτων αἴτιον καὶ θρύλου τοῦ κατὰ τὴν οἰκουμένην καὶ στάσεως πρὸς ἀλλήλας τῶν ἐκκλησιῶν, ὁμονοεῖν δὲ πρὸς τὴν ἐξενεχθεῖσαν κατ' αὐτοῦ ψῆφον.
 [02105]  τούτων γὰρ ἐκεῖνοι τῶν λόγων ἀσπασίως ἀκούσαντες ἅπασι τὰ προστεταγμένα τοῖς κατὰ τὴν οἰκουμένην ὁμοφύλοις ἐδήλωσαν.
 [02657]  τοὺς δὲ τῶν θείων ἐκείνων ἡγουμένους χορῶν, Μακάριόν τε τὸν ἀοίδιμον καὶ τὸν ἐκεί νου γε ὁμώνυμον καὶ Ἰσίδωρον καὶ τοὺς ἄλλους ἐκ τῶν σπηλαίων ἐξαγαγών, εἴς τινα νῆσον ἐξέπεμψεν ὑπὸ δυσσεβῶν οἰκουμένην ἀν θρώπων καὶ μηδένα πώποτε δεξαμένην εὐσεβείας διδάσκαλον.
 [02720]  οἱ γοῦν ἡμέτεροι κατὰ πᾶσαν τὴν οἰκουμένην πατέρες, ὧν ἐκπεσόντες οὗτοι εἰκότως ἀπάτορες γεγόνασιν, ἐν Νικαίᾳ συνελθόντες, ἀναθεματίσαντες τὴν Ἀρείου κακοδοξίαν, ἧς ὁ νεώτερος οὗτος νῦν προΐσταται, οὐχ ἑτεροούσιον, ὃ νῦν ἡμᾶς εἰπεῖν καταναγκάζεις, τὸν υἱὸν εἰρήκασι τοῦ πατρός, ἀλλ' ἐκ τῆς αὐτοῦ οὐσίας·
 [03608]  Ἀλλ' οὐκ ἤνεγκεν ὁ φθόνος τὰς τῆς ἐκείνου φιλοσοφίας μαρ μαρυγάς, ἀλλὰ ταῖς οἰκείαις χρησάμενος μηχαναῖς τὴν βασιλεύουσαν πόλιν, μᾶλλον δὲ τὴν οἰκουμένην ἅπασαν, τῆς ἐκείνου γλώττης ἐστέρησε καὶ φρενός.
000-00-00 Serial Number=0275594592
Historia religiosa Ante [Go Back]  
 [00146]  Ἐν τοίνυν τῇ μεγάλῃ συνόδῳ πολλῶν μὲν εὖ καὶ καλῶς, πολλῶν δὲ καὶ ἄλλως εἰρημένων ἦσαν γὰρ ὀλίγοι τινὲς οἳ τἀναντία μὲν ἐφρόνουν, γυμνοῦν δὲ τὴν σφῶν οὐκ ἐθάρρουν ἀσέβειαν, ἀλλὰ δελεάσμασί τισι συνεκάλυπτον, οὐ πᾶσι μὲν γνωρίμοις, τοῖς δὲ ἀκριβέσι τῆς ἀληθείας μύσταις καὶ μάλα δήλοις , ὑπαγορεύεται μὲν ἡ κατὰ πᾶσαν τὴν οἰκουμένην ἐπὶ τοῦ πάροντος κρατοῦσά τε καὶ κηρυττομένη τῆς πίστεως ὁμολογία, ὑπεσημήναντο δὲ ἅπαντες, καὶ τῇ χειρὶ καὶ τῷ καλάμῳ οὕτω πιστεύειν καὶ φρονεῖν ὡμολόγησαν·
 [00587]  Ὡς ἂν δὲ μή τις ὑπολάβῃ τόπῳ περιγεγράφθαι τὴν ἀρετὴν καὶ μόνην εἶναι τὴν ἔρημον εἰς τοιαύτης προσόδου φορὰν ἐπιτηδείαν, φέρε λοιπὸν εἰς τὴν οἰκουμένην μεταβῶμεν τῷ λόγῳ καὶ δείξωμεν τῇ τῆς φιλοσοφίας κτήσει ἥκιστα ταύτην ἐμποδὼν γιγνομένην.
 [01141]  Τίς γὰρ τῶν τὴν καθ' ἡμᾶς οἰκουμένην οἰκούντων ἀνήκοος τῶν κατ' ἐκεῖνον τὸν καιρὸν συμβεβηκότων κακῶν ὑπὸ τῶν πάλαι μὲν Σολύμων, νῦν δὲ Ἰσαύρων ὀνομαζομένων;
 [01868]  [3Πῶς] ἰσχύεις, ἔλεγον, πᾶσαν τὴν οἰκουμένην περινοστεῖν καὶ πᾶσι τοιαύτας προσφέρειν [3] ἐπιβουλάς;Ὁ δὲ ἔλεγε μὴ μόνος εἶναι, ἀλλὰ πλῆθος δαιμόνων κατὰ πᾶσαν ἐσκεδάσθαι τὴν οἰκουμένην τοιαῦτα παιζόντων ὁμοῦ καὶ σπουδαζόντων.
 [02140]  Οὐ γὰρ μόνον οἱ τὴν καθ' ἡμᾶς οἰκουμένην οἰκοῦντες συρρέουσιν, ἀλλὰ καὶ Ἰσμαηλῖται καὶ Πέρσαι καὶ Ἀρμένιοι οἱ τούτων ὑποχείριοι καὶ Ἴβηρες καὶ Ὁμηρῖται καὶ οἱ ἐκείνων ἐνδότεροι.
 [02582]  [31.13] Οὕτω τὴν οἰκουμένην σαλευομένην ὁ μέγας οὗτος στῦλος ὑπήρεισε, καὶ καταπεσεῖν οὐκ εἴασε παντελῶς, ἀλλ' ἀνώρθωσε, καὶ ἑδραίαν ἀπέφηνε, καὶ ποιμᾶναι τὰ θεῖα πρόβατα κελευσθεὶς καὶ παροινούμενος ὑπὲρ τούτων ἠνείχετο, καὶ αἰκιζόμενος ἥδετο.
 [02666]  καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
000-00-00 Serial Number=0386454165
Interpretatio in Danielem Ante [Go Back]  
 [00495]  Ζητήσωμεν τοίνυν πρότε ρον, τίς λίθος προσαγορευόμενος, καὶ βραχὺς πρό τερον φαινόμενος, ὕστερον ἐδείχθη μέγιστος, καὶ τὴν οἰκουμένην ἐκάλυψεν.
 [00516]  οὗτος δὲ πάλαι σμικρὸς φαινό μενος, δι' ἣν περιέκειτο φύσιν, ἀθρόον ἐδείχθη ὄρος μέγιστον, πᾶσαν πληρώσας τὴν οἰκουμένην.
 [00606]  ἀνθρώπους ὑπηκόους ἐποιήσατο, ἀπεγράψατό τε πᾶσαν τὴν οἰκουμένην κατὰ τὴν τῶν Εὐαγγελίων φωνὴν, καὶ δασμὸν φέρειν ἐνομοθέτησεν.
 [00609]  Ὁ γὰρ ἤδη πρότερον τμηθεὶς λίθος ἄνευ χειρῶν, καὶ γενόμενος εἰς ὄρος μέγα, καὶ τὴν οἰκουμένην καλύ ψας, οὗτος ἐν τῇ δευτέρᾳ παρουσίᾳ πατάξει τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς ὀστρακίνους, τουτέστιν, ἐν αὐτῷ τῷ τέλει τῆς σιδηρᾶς φανήσεται βασιλείας, ἀσθενοῦς ἤδη γεγενημένης·
 [00893]  Γνώτωσαν, ὅτι σὺ Κύριος ὁ Θεὸς μόνος, καὶ ἔνδοξος ἐφ' ὅλην τὴν οἰκουμένην.
 [01119]  Ἐν τῇ ἰσχύϊ μου ποιήσω, καὶ ἐν τῇ σοφίᾳ τῆς συνέσεώς μου ἀφελῶ ὅρια ἐθνῶν, καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω, καὶ σείσω πόλεις κατοικουμένας, καὶ τὴν οἰκουμένην ὅλην καταλήψο μαι τῇ χειρί μου ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, καὶ οὐκ ἔσται ὃς διαφεύξηταί με, ἢ ἀντείπῃ μοι Οὕτω γυμνώσας τῶν λογισμῶν τοῦ Ἀσσυρίου τὸν τῦφον, ἐλέγχει τῶν ἐνθυμημάτων τὸ μάταιον, καὶ διδάσκει, ὡς οὐδὲν ἂν τῶν ὑπ' αὐτοῦ γενομένων ἐγένετο, μὴ τοῦ Θεοῦ συγχωρήσαντος, καὶ βουλη θέντος δίκας τῆς ἀσεβείας εἰσπράξασθαι τοὺς ταῦτα ὑπ' αὐτοῦ πεπονθότας.
 [01177]  ἀδικεῖν δὲ νομίσας ἅπαντας τοὺς ἀνθρώπους, εἰ κρύψειε Θεοῦ τὴν προμήθειαν, δι' ἐπιστολῆς πᾶσι τοῖς κατὰ τὴν οἰκουμένην ὑπηκόοις ἐξηγεῖται τήν τε προτέραν εὐημερίαν, καὶ συμβᾶ σαν δυσκληρίαν·
 [01598]  Μὴ νομίσῃς, φησὶν, ὅτι τῇ οἰκείᾳ ῥώμῃ χρησάμενος ὁ σὸς πατὴρ ἅπασαν τὴν οἰκουμένην ὑπέταξε, καὶ τὰ [81.1388] μυρία τῶν ἐθνῶν γένη γλώσσαις χρώμενα διαφόροις ὑπὸ μίαν ἐποιήσατο βασιλείαν.
 [01882]  Ἡ μὲν οὖν ἐπιστολὴ ταῦτα τὴν οἰκουμένην δεδίδαχε.
000-00-00 Serial Number=0018414021
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00478]  οἱ δὲ τὴν οἰκουμένην ἐνεχειρίσθη σαν, καὶ ἅπαντα τὰ ἔθνη, κατὰ τὴν τοῦ Κυρίου φωνήν·
 [00480]  ἀλλ' ὅμως οἱ τὰ πολλὰ ἔθνη, καὶ τὰς διαφόρους γλώττας, καὶ τοὺς ποικίλους τρόπους, καὶ τοὺς παντοδαποὺς ἐγχειρισθέντες νόμους, τὴν οἰκουμένην ἐπὶ τὸ κρεῖττον μετέβαλον·
 [00737]  ∆ιαφερόντως δὲ προαγορεύει τὴν κατὰ τοῦ ∆εσπότου Χριστοῦ μανίαν, καὶ τὴν μετὰ τὸν σταυ ρὸν γενομένην αὐτῶν πανωλεθρίαν, καὶ εἰς πᾶσαν τὴν οἰκουμένην διασποράν.
 [00751]  Εἰς ταῦτα γὰρ τρία τμήματα καὶ οἱ τοῦ Νῶε παῖδες τὴν οἰκουμένην διεί λοντο.
 [00981]  Ἀπεικάζεται γὰρ, φησὶ, τῆς τούτων παρανομίας τὸ πλῆθος τῷ πλήθει τῶν κατὰ τὴν οἰκουμένην ἀνθρώπων.
 [02758]  Ῥωμαῖοι γὰρ αὐ τοὺς ἐξανδραποδίσαντες εἰς τὴν οἰκουμένην κατέσπει ραν, καὶ τῆς βασιλικῆς αὐτῶν ἐξήλασαν πόλεως·
 [04486]  Οὐδεὶς γὰρ, φησὶ, τῶν κατὰ τὴν οἰκουμένην τηνικαῦτα βασιλευόντων περι φανέστερος ἐκείνου ἐγένετο·
 [04487]  παράδεισον γὰρ ἐν ταῦθα τὴν οἰκουμένην ἐκάλεσε·
 [05010]  ἡμεῖς δὲ ἀριθμῶν κρείττους κατὰ πᾶσαν τὴν οἰκουμένην ἐκκλησίας.
 [05166]  οἰκουμένην ἐμπλήσαντες, οὐκ ἔτι ὑπὸ τῶν ἐν τῇ ἀσεβείᾳ διαμεινάντων ὀνειδιζό μεθα, ἀλλὰ μᾶλλον διαφθονούμεθα, καὶ ζηλοτυπού μεθα·
 [05859]  Εἰ τοίνυν μηδέπω τὰ κατὰ τὸν Γὼγ ἐγένετο, ἀλλ' ἐπ' ἐσχάτων τῶν ἡμερῶν γενή σεται, καὶ δι' ἐκείνου μαθήσεται τὰ ἔθνη τὸν τῶν ὅλων σέβειν Θεὸν, μείζονα τὰ κατὰ τὸν Γὼγ τοῦ σωτηρίου σταυροῦ, καὶ τοῦ θανάτου τοῦ τὸν θάνατον λύσαντος, καὶ τῶν θείων ἀποστόλων, οἳ τῷ φωτὶ τῆς θεογνω σίας τὴν οἰκουμένην κατηύγασαν.
 [06026]  Οὗτός ἐστιν ὁ κληρονόμος, δεῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία, ἐκείνους μὲν ἐκ τοῦ [81.1232] ἀμπελῶνος ἐκβαλὼν εἰς τὴν οἰκουμένην διέσπειρε, τὸν δὲ ἀμπελῶνα ἐξέδοτο ἄλλοις γεωργοῖς, μεθ' ὧν εἰς τὸν αἰῶνα κατασκηνοῖ, εἰς καιρὸν παρ' αὐτῶν τοὺς καρποὺς κομιζόμενος.
 [06177]  μετὰ δὲ ταῦτα πληρώσει τὴν οἰκουμένην, κατὰ τὴν προφητείαν τὴν λέγουσαν·
 [06208]  Οὔτε γὰρ τῷ προτέρῳ λαῷ ἰσάριθμος ὁ νέος λαὸς, ἀλλὰ τῇ τῶν ἐθνῶν θαλάττῃ ἀπεικασμένος, καὶ τὴν οἰκουμένην πληρῶν.
000-00-00 Serial Number=0916418731
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00063]  Μαθητεῦσαι γὰρ αὐτοὺς πάντα τὰ ἔθνη κελεύσας, καὶ προειδὼς, ὡς Θεὸς, ὡς λογι σμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις αὐτῶν, πῶς οἷόν τε ἕνδεκα ἄνδρας πένητας καὶ εὐγλωττίας ἐστερη μένους πᾶσαν τὴν οἰκουμένην μεταβαλεῖν·
 [00473]  Μετὰ τὴν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐνανθρώπησιν, διεπόρ θμευσαν μὲν εἰς ἅπασαν τὴν οἰκουμένην οἱ θεῖοι ἀπό στολοι τὸ σωτήριον κήρυγμα·
 [01258]  Κύριος ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύϊ αὑ τοῦ, αὐτὸς ἀνώρθωσε τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὑτοῦ, καὶ ἐν τῇ φρονήσει αὑτοῦ ἐξέτεινε τὸν οὐρανόν.
 [04274]  ἑτοιμά ζων τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὑτοῦ·
 [05237]  Οὐκ ἐπίστευσαν βασιλεῖς τῆς γῆς, καὶ πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην, ὅτι εἰσελεύσεται ἐχθρὸς καὶ ἐκθλίβων διὰ τῶν πυλῶν Ἱερουσαλήμ.
000-00-00 Serial Number=0778251767
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00258]  οἱ δέ γε ταύτην δεξάμενοι μετωχέτευσαν εἰς ἅπασαν τὴν οἰκουμένην τὰ νά ματα, τοῖς θείοις αὐτοῦ πεισθέντες προστάγμασι.
 [00293]  τούτους δὴ, καὶ πρὸς τούτοις τοὺς κατὰ πᾶσαν τὴν οἰκουμένην ἐξ Ἰουδαίων πε πιστευκότας λαὸν ἅγιον ἀποφήνας, καὶ διὰ τούτων τὰ ἔθνη πάντα ζωγρήσας, πληροῖ τὴν προφητείαν τὴν λέγουσαν·
 [00980]  [θʹ] καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιο σύνῃ, κρινεῖ λαοὺς ἐν εὐθύτητι.
 [01219]  οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπιβλέπουσι τὴν οἰκουμένην, τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων.
 [01222]  σὺ δὲ ὁ δίκαιος κριτὴς ἐγκαθήμενος τοῖς οὐρα νίοις θώκοις, καὶ τὴν οἰκείαν ἐπιφάνειαν ἐν τῷ ναῷ τῷ ἐπὶ γῆς ποιούμενος, ἐποπτεύεις μὲν τὴν οἰκουμένην ἅπασαν, ἀρκεῖ δέ σοι μόνον τῶν ὀμμά των τὰ βλέφαρα, τὰ ἀνθρώπεια πάντα καταμαθεῖν.
 [02042]  ∆ιὰ γὰρ τῶν μι κρὸν ὕστερον κληθησομένων ἐθνῶν, ἐν ἁπάσαις σε ταῖς κατὰ πᾶσαν τὴν οἰκουμένην ἐκκλησίαις ὑμνήσω.
 [02593]  Πάντα μέντοι τὰ πέρατα τῆς γῆς, οὐχ ἓν ἔθνος, οὐδὲ δύο, ἀλλ' ἐκ πάντων τῶν κατὰ τὴν οἰκουμένην προσδραμοῦνται μυρίοι, καὶ δέξονται προθύμως τὴν τῆς θεογνωσίας ἀκτῖνα.
 [02972]  Ὑπέσχετο γὰρ ἐν ἁπάσαις αὐτὸν ταῖς κατὰ τὴν οἰκουμένην ἐκκλησίαις διὰ τῆς τῶν ψαλμῶν συγγραφῆς ὑμνήσειν τε καὶ εὐλογήσειν, προφητικοῖς ὄμμασι τὴν τῆς οἰκουμένης προβλέπων μεταβολήν.
 [03045]  καὶ τῷ Θεῷ προσοίσει, οὐ τὰς νομικὰς θυσίας ἐν τῇ σκηνῇ, ἀλλὰ τὴν τῆς αἰνέσεως θυσίαν, ἣν ἐν πάσαις ταῖς κατὰ τὴν οἰκουμένην ἐκκλησίαις, διὰ τῶν τῷ Θεῷ πεπιστευκότων, νύκτωρ καὶ μεθ' ἡμέραν προσφέρει.
 [03188]  τὴν μὲν ἁρμόττουσαν Ἐζεκίᾳ τῷ βασιλεῖ, τὴν δὲ τῷ πάντων ἡμῶν βασιλεῖ, ὃς τῶν εἰδώλων καταλύ σας τὴν πλάνην, ταῖς ἀκτῖσι τῆς θεογνωσίας τὴν οἰκουμένην ἐφώτισεν·
 [03225]  Βροντὴν δὲ αὐτὴν προσηγόρευσεν, ὡς εἰς ἅπασαν διὰ τῶν ἱερῶν Εὐαγγελίων δραμοῦσαν τὴν οἰκουμένην·
 [03605]  τοῦτο τοίνυν ἐνταῦθα προ αγορεύει καί φησι τῷ ∆εσπότῃ, ὅτι Οὐ μόνος ὑπὲρ ταύτης ἀντιβολῶ σε τῆς ἁμαρτίας, ἀλλὰ καὶ πάντες οἱ κατὰ τὴν οἰκουμένην τὴν θεογνωσίαν δεξόμενοι, ταύτην ὑπὲρ ἐμοῦ προσοίσουσι τὴν εὐχήν.
 [03698]  Καὶ ὥσπερ ὁ θεσπέσιος Ἰωάννης, ὁ τῆς βροντῆς υἱὸς, πᾶσαν τὴν οἰκουμένην ἐδίδαξεν, ὅτι Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος·
 [03717]  ἀπ' αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.
 [03730]  ἀλλὰ καὶ τῶν κατὰ τὴν οἰκουμένην ἐθνῶν τὰς κατὰ τῶν ἀποστόλων ἐπαναστάσεις διέλυσε, καὶ τῆς οἰκείας δυνάμεως τὸ κράτος δῆλον πεποίηκεν ἅπασι·
 [04026]  Ἐκκλησίαν γὰρ πολλὴν, καὶ παμπληθῆ λαὸν τὰς κατὰ τὴν οἰκουμένην Ἐκκλησίας καλεῖ.
 [04662]  Καὶ ὁ μακάριος ∆αβὶδ ὑπισχνεῖται ἐν ἐκκλησίᾳ μεγάλη, τῇ κατὰ πᾶσαν τὴν οἰκουμένην ὑπὸ τῆς θείας χάριτος συλ λεγείσῃ, τὴν τοῦ Θεοῦ δικαιοσύνην κηρύττειν, καὶ τὴν τῆς προφητείας ἀλήθειαν, καὶ τὴν ἀξιάγαστον σωτηρίαν, καὶ τὸν ἀμέτρητον ἔλεον·
 [04865]  καὶ τὰ ὑπὸ τούτων γεγενημένα, τῷ πά λαι κατακλυσμῷ, ὃς τὴν οἰκουμένην διέφθειρεν ἅπασαν.
 [05250]  Τῇ γὰρ ὑπ' ἐμοῦ συγγραφείσῃ χρώμενοι μελῳδίᾳ πάντες οἱ κατὰ τὴν οἰκουμένην λαοὶ, καὶ διὰ ταύτης τὴν παρασχε θεῖσαν αὐτοῖς σωτηρίαν ἄνωθεν προῤῥηθεῖσαν μανθάνοντες, σὲ τὸν εὐεργέτην καὶ χορηγὸν τῶν ἀγαθῶν ἀνυμνοῦντες διατελέσουσι.
 [05281]  ∆ιδάσκει δὲ ἡμᾶς καὶ ἡ τῶν Πράξεων ἱστορία, ὅπως τῶν ἱερῶν ἀποστόλων τὴν οἰκουμένην περινοστούν των, ζάλης ἐμπίπλαντο καὶ θορύβου αἱ πόλεις.
 [05285]  Ὑπὸ τούτων τινὲς ἐνεργούμενοι κατὰ τῶν ἱερῶν ἐβόων ἀποστόλων, Οἱ τὴν οἰκουμένην ἀναστατώ σαντες, οὗτοι καὶ ἐνθάδε πάρεισι.
000-00-00 Serial Number=0712711155
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00017]  ∆ιδάσκει δὲ ἡμᾶς καὶ ἡ τῶν Πράξεων ἱστορία, ὅπως τῶν ἱερῶν ἀποστόλων τὴν οἰκουμένην περινοστούν των, ζάλης ἐμπίπλαντο καὶ θορύβου αἱ πόλεις.
 [00021]  Ὑπὸ τούτων τινὲς ἐνεργούμενοι κατὰ τῶν ἱερῶν ἐβόων ἀποστόλων, Οἱ τὴν οἰκουμένην ἀναστατώ σαντες, οὗτοι καὶ ἐνθάδε πάρεισι.
 [00217]  θυγατέρας δὲ τῆς Ἰου δαίας, τὰς κατὰ τὴν οἰκουμένην ἐκκλησίας, ὡς ἀπὸ τῶν ἀποστόλων παγείσας, οἳ ἐξ Ἰουδαίων κατῆγον τὸ γένος.
 [00222]  Σιὼν πάλιν καλεῖ τὸ εὐσεβὲς πολίτευμα, τουτέστι τὴν κατὰ τὴν οἰκουμένην Ἐκκλησίαν.
 [00248]  Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.
 [00250]  ἀλλ' ἐνταῦθα ὁ προφητικὸς λόγος τὴν οἰκουμένην πᾶσαν εἰς ἀκρόασιν συνεγεί ρει.
 [00430]  Ὁ γὰρ τούτων Θεὸς πᾶσαν συνάγει τὴν οἰκουμένην εἰς τὸ δικαστήριον.
 [01530]  Εἰς πᾶσαν αὐτοὺς, φησὶ, σκέδασον τὴν οἰκουμένην, καὶ ποίησον σπορά δας καὶ μετανάστας·
 [01563]  Ἐσκεδασμένοι γὰρ κατὰ τὴν οἰκουμένην, καὶ Ῥωμαίοις δουλεύειν ἠναγκα σμένοι, τῆς νομικῆς λατρείας ἐστέρηνται·
 [01597]  ὅτι κυνῶν δίκην καὶ οὗτοι κατὰ τὴν οἰκουμένην ἐσκεδασμένοι, τὴν πνευ ματικὴν ἐπιζητοῦσι τροφήν·
 [02191]  ἀλλὰ πᾶσαν εἰς κόρον ἀρδεύεις τὴν οἰκουμένην·
 [02202]  Καὶ ποτα μὸς δὲ τοῦ Θεοῦ, κατὰ τοὺς Ἑβδομήκοντα, ἡ χάρις τοῦ Πνεύματος, ἡ εἰς ὀχετοὺς διαιρουμένη, καὶ τούτῳ μὲν τὸν λόγον τῆς σοφίας προχέουσα, ἑτέρῳ δὲ χορηγοῦσα τὴν γνῶσιν, ἄλλῳ δὲ τῶν ἰαμάτων χάρισμα, καὶ ἄλλῳ γένη γλωσσῶν, καὶ διὰ τούτων τὴν οἰκουμένην ἀρδεύουσα.
 [02284]  Ὅτι ἂν, φησὶ, τῷ φωτὶ τῆς θεο γνωσίας καταυγάσας τὴν οἰκουμένην, εἰς εὐσέ βειαν μεταβάλῃς τοὺς πλείστους, τηνικαῦτα καὶ οἱ τῷ τῆς ἀπιστίας κατεχόμενοι σκότῳ ὑποκριθήσονται τὴν εὐσέβειαν, ἀρνούμενοι τὴν ἀσέβειαν.
 [02440]  ∆ιά τοι τοῦτο προσήκει καὶ λαοὺς ἅπαντας, καὶ τὰ κατὰ τὴν οἰκουμένην ἔθνη, εὐφραίνεσθαι καὶ χορεύειν, καὶ τὰς σὰς εὐεργεσίας διεξιέναι.
 [02823]  Ἅπαντες, φησὶν, οἱ κατὰ τὴν οἰκουμένην, δέξασθε τῆς θεογνωσίας τὸ φῶς·
 [03804]  οὐδὲ γὰρ ὑπὲρ τοῦ σταυρωθέντος ζη λώσαντες, ἐκεῖνον τὸν πόλεμον ἀνεδέξαντο, ἀλλὰ τὴν οἰκουμένην δουλούμενοι.
 [04200]  Τῆς γὰρ θαυματουργίας τὸ φῶς δίκην ἀστρα πῆς εἰς πᾶσαν τὴν οἰκουμένην διέδραμεν.
 [05407]  μετὰ γὰρ τὸ σωτήριον πάθος ἀπ εστάλη μὲν εἰς πᾶσαν τὴν οἰκουμένην ὁ θεῖος τῶν ἀποστόλων χορός.
 [05527]  μετὰ δὲ τὴν τοῦ Σωτῆρος ἡμῶν ἐνανθρώπησιν, καὶ ταύτην κατοικεῖ τὴν Ἱερουσαλὴμ, καὶ τὰς κατὰ τὴν οἰκουμένην ἐκκλησίας πληροῖ, καὶ εἰς τὴν ἄνω μετα βαίνει Σιὼν, καὶ τῆς μακαρίας ἐκείνης πολιτείας μεταλαγχάνει.
000-00-00 Serial Number=0786957502
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00017]  μετὰ δὲ τὴν τοῦ Σωτῆρος ἡμῶν ἐνανθρώπησιν, καὶ ταύτην κατοικεῖ τὴν Ἱερουσαλὴμ, καὶ τὰς κατὰ τὴν οἰκουμένην ἐκκλησίας πληροῖ, καὶ εἰς τὴν ἄνω μετα βαίνει Σιὼν, καὶ τῆς μακαρίας ἐκείνης πολιτείας μεταλαγχάνει.
 [00248]  τὴν οἰκουμένην, καὶ τὸ πλήρωμα αὐτῆς σὺ ἐθεμε λίωσας.
 [00525]  Πρὸ τοῦ ὄρη γενηθῆναι, καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην, καὶ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως αἰῶνος σὺ εἶ.
 [00867]  μετὰ δὲ τὴν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐνανθρώπησιν, δί κην φωτὸς εἰς πᾶσαν τὴν οἰκουμένην ἡ θεογνωσία διέδραμεν.
 [00882]  Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἤ τις οὐ σαλευθήσεται.
 [00883]  Ἑδραίαν, φησὶ, τὴν οἰκουμένην ἀπέφηνε, καὶ στεῤῥὰν, τὸ βέβαιον τῆς θείας γνώσεως ἔχουσαν, καὶ τῆς τοῦ ψεύδους πλάνης ἀπηλλαγμένην.
 [01178]  Ὁ δὲ προφητικὸς λόγος πᾶσαν τὴν οἰκουμένην εἰς χορείαν καλεῖ.
 [01225]  καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
 [01227]  ἢ τὴν οἰκουμένην [80.1649] πλανωμένην μετέβαλε, καὶ τῇδε κἀκεῖσε φερο μένην βεβαίαν ἀπέφηνεν.
 [01267]  Κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ.
 [01278]  Εἰκὸς δὲ καὶ τὸν τὴν ἐπιγραφὴν ἐπιτεθεικότα τοῦ προφήτου νοῆσαι γῆν πᾶσαν τὴν οἰκουμένην, ὡς τῇ τούτου μελῳδίᾳ πάντων χρησαμένων ἀνθρώ πων.
 [01336]  Ὅτ' ἂν δὲ πάλινεἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει·
 [01343]  θυγατέρας δὲ τῆς Ἰουδαίας, τὰς κατὰ τὴν οἰκουμένην Ἐκκλησίας.
 [01474]  Κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καὶ λαοὺς ἐν εὐθύτητι.
 [02717]  Κατὰ πᾶσαν γὰρ τὴν οἰκουμένην ἐσκεδασμένοι διάγουσι.
 [02857]  Ἐν πάσαις γὰρ ταῖς κατὰ τὴν οἰκουμένην Ἐκκλησίαις, τοῦ ἱεροῦ καθηγουμένου συλλόγου, ἅπας ὁ λαὸς τὸν εὐεργέτην ὑμνεῖ, τῆς θείας φιλανθρωπίας τὰς θαυματουργίας διεξιών.
 [02942]  ἐξ ἐκείνου κατὰ πᾶσαν τὴν οἰκουμένην ἐν τοῖς ἁπάντων ἀνθρώπων στόμασιν ὁ μακάριος ᾄδει ∆αβὶδ, καὶ τὰς θείας εὐεργεσίας ὑμνεῖ.
 [03876]  Οὕτως ἅπαντες πᾶ σαν τὴν οἰκουμένην περινοστήσαντες, καὶ τὸν τῆς ἀγνοίας ἀπεσκέδασαν γνόφον, καὶ τὸν τῆς δικαιο σύνης ὑπέδειξαν ἥλιον.
 [04020]  Τοῦτον εἶδε τὴν εἰκόνα συντρίψαντα, τουτ έστι τοῦ βίου τὴν ματαιότητα, καὶ ὄρος μέγα γενό μενον, καὶ τὴν οἰκουμένην καλύψαντα.
 [04030]  Ἐπειδὴ γὰρ ἐξ ἀρχῆς τὸ φῶς ἐν αὐτῇ πεποίηκεν ὁ Θεὸς, καὶ τὴν τοῦ Σωτῆρος ἡμῶν ἀνάστασιν δεξα μένη, τοῦ τῆς δικαιοσύνης ἡλίου τὰς ἀκτῖνας εἰς πᾶ σαν τὴν οἰκουμένην κατέπεμψε.
 [04711]  Ὁ μὲν γὰρ οἷα δὴ λύχνος μόγις ἓν κατηύγασεν ἔθνος, ὁ δὲ πᾶσαν τὴν οἰκουμένην ἐφώτισεν.
 [04961]  οὐ γὰρ ἀφέστηκας, ἀλλὰ τὴν οἰκουμένην πληροῖς, καὶ ἀληθείᾳ χρώμενος πρυτανεύεις τὴν κτίσιν.
 [05046]  Καὶ ὁ Κύριος δὲ τοὺς ἱεροὺς ἀποστόλους, ὡς πρόβατα ἐν μέσῳ λύκων, εἰς πᾶσαν ἀποστείλας τὴν οἰκουμένην, ἔφη πρὸς αὐτούς·
 [06886]  Ἐν ἅπασι γὰρ τοῖς κατὰ τὴν οἰκουμένην ἔθνεσι, κατὰ τὴν προ φητείαν, ὁ τῶν ὅλων ὑμνεῖται Θεός.
000-00-00 Serial Number=0618844926
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [01531]  Τοιαῦτα, φησὶν, ὑμῖν ὁ τῶν ὅλων Θεὸς ἐπάξει κακὰ, ὥστε κατὰ πᾶσαν ταῦτα δῆλα γενέσθαι τὴν οἰκουμένην.
 [01608]  Οὕτω τὰ κατὰ τὴν ἐπάνοδον προαγορεύσας, καὶ τὴν τῆς δουλείας ἀπαλλαγὴν, καὶ τὴν θεόσδοτον ἐλευθερίαν, καὶ τὴν εὐετηρίαν, καὶ τῶν καρπῶν τὴν ἀφθονίαν, καὶ τὴν τῆς πλάνης ἀπαλ λαγὴν, καὶ τῆς θεογνωσίας προειπὼν τὰς ἀκτῖνας, μηνύει καὶ τὰς παντοδαπὰς τοῦ θείου Πνεύματος δωρεὰς, ἃς μετὰ τὴν τοῦ Μονογενοῦς ἐνανθρώπησιν, καὶ τὸ σωτήριον πάθος, καὶ τὴν ἀνάστασιν, καὶ τὴν εἰς οὐρανοὺς ἀνάβασιν, τοῖς ἱεροῖς ἐχορήγησεν ἀπο στόλοις ὁ τῶν ὅλων Θεὸς, καὶ δι' ἐκείνων ἅπασι τοῖς κατὰ τὴν οἰκουμένην πεπιστευκόσι.
 [02054]  τουτέστι, πάντων ἐστὶν ὑψηλότατος, καὶ πᾶσαν τὴν οἰκουμένην πληροῖ, ἅτε δὴ Κύριος ὢν καὶ Θεὸς, κατὰ πάντων ἔχων τὸ κράτος.
 [02514]  Προ αγορεύει δὲ κατὰ ταυτὸν τὴν γενομένην πᾶσιν ἀν θρώποις ἐν τῇ Σιὼν σωτηρίαν, καὶ τὸν ἐκεῖθεν εἰς πᾶσαν τὴν οἰκουμένην προχυθέντα ἁγιασμὸν διὰ τοῦ σωτηρίου σταυροῦ.
 [02934]  Οὗτος παραγενόμενος, οὐ τὴν Λάχις μόνην, ἀλλὰ καὶ πᾶσαν τὴν οἰκουμένην, τῆς τῶν ματαίων εἰδώλων δουλείας ἀπήλλαξε.
 [03111]  Πάσης δὲ τῆς ἡγεμονίας εἰς Ῥωμαίους μετατεθείσης, καὶ τῆς καθ' ἕκαστον ἔθνος βασιλείας ἐπὶ τῆς τοῦ Σωτῆρος ἡμῶν παρουσίας ἀναιρεθείσης, εἰρήνη βαθεῖα κατ έσχε τὴν οἰκουμένην, ὡς μηκέτι ἔθνος κατ' ἔθνο[υ]ς ἐπιστρατεύειν, ἀλλὰ διὰ τὴν παρασχεθεῖσαν θεόθεν εἰρήνην, εἰς ὄργανα γεωργικὰ μεταβαλεῖν τὰ πολε μικὰ, καὶ τῇ γηπονίᾳ προσέχοντας, τῶν ἐντεῦθεν ἀδεῶς ἀγαθῶν ἀπολαύειν.
 [03240]  Οὕτω τοίνυν, φησὶν, οἱ πεπιστευκότες, καὶ τὸ εὐαγγελικὸν τοῖς ἔθνεσι δια πορθμεύοντες κήρυγμα, δρόσου δίκην οὐρανόθεν φε ρομένης τὴν οἰκουμένην ἀρδεύσουσι·
 [03617]  τὸν δὲ Ἰούδαν ἐπιτωθάζοντα τούτῳ καὶ ἑορτάζοντα, τὴν οἰκουμένην ἐπὶ τῇ σωτηρίᾳ χορεύουσαν, ἅτε δὴ [81.1797] τὴν πνευματικὴν χάριν διὰ τοῦ ∆εσποτικοῦ ἀπειλη φυῖαν ἐμφυσήματος, τῆς δὲ πικρᾶς τῶν δαιμόνων τυραννίδος ἀπαλλαγεῖσαν.
 [03925]  καταλήψομαι τὴν οἰκουμένην ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ.
 [04070]  Φανοτάτην γὰρ ἀφῆκεν ἀκτῖνα, δι' ἧς τὴν οἰκουμένην κατηύ γαζε.
 [04105]  μετὰ γὰρ τὸν σωτή ριον σταυρὸν, καὶ τὸ πάθος, καὶ τὴν ἀνάστασιν τοῦ ∆εσπότου, τῆς πνευματικῆς χάριτος ἐμπλησθεὶς ὁ [81.1829] θεῖος τῶν ἀποστόλων χορὸς, καὶ τοῦ Μαδιὰμ τὰς σκηνὰς, καὶ τῶν Αἰθιόπων τὰς οἰκήσεις ἐθεάσατο, καὶ πᾶσαν τὴν οἰκουμένην τῆς θείας ἐνέπλησε γνώ σεως.
 [04142]  Οἱ τὴν οἰκουμένην ἀναστατώσαντες, οὗτοι καὶ ἐνθάδε πάρεισιν.
 [04166]  Οὐκ ἦλθον βαλεῖν εἰρήνην εἰς τὴν οἰκουμένην, ἀλλὰ μάχαιραν, διχάσαι ἄνθρωπον ἀπὸ τοῦ πλησίον αὑτοῦ, υἱὸν ἀπὸ τοῦ πατρὸς αὑτοῦ, θυγατέρα ἀπὸ τῆς μητρὸς αὑτῆς, καὶ νύμφην ἀπὸ τῆς πενθερᾶς αὑτῆς.
 [04500]  Μὴ νομίσῃς με, φησὶν, ἀμελεῖν τῶν ἀνθρω πείων πραγμάτων, ἀλλ' ἀνάμεινον, καὶ ὄψει με διανιστάμενον, καὶ κρίνοντα δικαίως, καὶ τὰς ἀδί κους καταλύοντα βασιλείας, καὶ οἷόν τινι πυρὶ τῷ ζήλῳ μου πᾶσαν ἐκκαθαίροντα τὴν οἰκουμένην.
 [04963]  Ἔστι δὲ ἰδεῖν καὶ αὐτὴν τὴν αἰσθητὴν Ἱερουσαλὴμ ὑπὸ τῶν εἰς τὸν Κύριον πεπιστευκότων οἰκουμένην ἐθνῶν.
 [05045]  Οὕτω καὶ ὁ μακάριος ∆ανιὴλ εἶδε τμηθέντα ἀπὸ ὄρους λίθον ἄνευ χειρῶν, καὶ τὴν μὲν εἰκόνα πατάξαντα, καὶ τὰς ὕλας λεπτύναντα, γενόμενον δὲ εἰς ὄρος μέγα, καὶ τὴν οἰκουμένην καλύψαντα.
 [05188]  Γῆν ἐνταῦθα καλεῖ, οὐ τὴν τοῦ Ἰσραὴλ, ἀλλὰ πᾶσαν τὴν οἰκουμένην.
 [05434]  Μιᾶς γὰρ γενομένης τῆς βασιλείας, ἐπαύσαντο μὲν αἱ κατ' ἀλλήλων τῶν ἐθνῶν ἐπαναστάσεις, εἰρήνη δὲ κατὰ πᾶσαν τὴν οἰκου μένην ἐπολιτεύετο, ἀδεῶς δὲ διέτρεχον οἱ τὸ τῆς εὐ σεβείας κήρυγμα πιστευθέντες ἀπόστολοι, καὶ τὴν οἰκουμένην περινοστοῦντες, τοὺς ἀνθρώπους ἐθήρευον εἰς ζωήν.
 [05465]  διὰ τούτων τὴν οἰκουμένην ἐδίδαξε τὴν εὐσέβειαν.
 [05812]  Τοσαύτη γὰρ εὐσέβεια καθέξει τὴν οἰκουμένην, ὥστε μήτε πατέρα, μήτε μητέρα φείδεσθαι παιδὸς πειρωμένου μαντεύεσθαι, ἀλλὰ καὶ δεσμὰ αὐτῷ περιβάλλειν, καὶ μάστιγας ἐπιφέ ρειν, καὶ θάνατον ἀπειλεῖν.
 [05887]  Καὶ γὰρ ἡνίκα τὸν ∆εσπότην τῷ σταυρῷ προσήλωσαν, σκότος μὲν ἐξεχύθη κατὰ πᾶσαν τὴν οἰκουμένην, κλονουμένη δὲ ἡ γῆ τάφος αὐτοῖς αὐτοσχέδιος γενέσθαι ἠπείγετο, τὰ δὲ ὄρη κατ' αὐτῶν ἠφίει τὰς πτέρυγας.
 [05910]  Αἰνίττεται δὲ διὰ τούτου τὸ σωτήριον κήρυγμα, τὸ κατὰ πᾶσαν τὴν οἰκουμένην δραμὸν, καὶ τά τε ἑῷα, τά τε ἑσπέρια τῆς θείας διδασκαλίας ἐμπλῆσαν.
 [06090]  ἀνθ' ὑμῶν δὲ πᾶσαν ἔχω σεβομένην τὴν οἰκουμένην.
000-00-00 Serial Number=0896803260
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00681]  [43] ἐκ δὲ τούτων πᾶσαν τὴν οἰκουμένην τοῦ γένους ἐπλήρωσε.
 [00767]  ἐπειδὴ δὲ τὴν οἰκουμένην ἐπλήρωσαν, ἠλαττώθη λοιπὸν ὁ τῶν ἐτῶν ἀριθμός.
 [01621]  μετὰ γὰρ τὸ πάθος καὶ τὴν ἀνάσ τασιν, εἰς πᾶσαν ἀπεστάλησαν τὴν οἰκουμένην οἱ μαθηταί, τὴν σωτη ρίαν προσφέροντες τοῖς πιστεύουσι.
 [01640]  διασώσει τὴν οἰκουμένην, οὕτως ἐκ τῆς τοῦ ∆ᾶν φυλῆς ὄφις ὀλέθριος ἐξελεύσεται.
 [01858]  τοῦτο γὰρ ἀπεστέρει τὴν οἰκουμένην τῆς σωτηρίας.
 [04467]  Καὶ ἐξ ἰουδαίων πολλαὶ μυριάδες ἐπίστευσαν τῷ δεσπότῃ Χριστῷ, καὶ τὸ πλεῖστον τῶν κατὰ τὴν οἰκουμένην ἐθνῶν·
 [04501]  τούτου χάριν αὐτοὺς εἰς πᾶσαν τὴν οἰκουμένην διέσπειρεν.
 [04845]  ὥσπερ γὰρ τοῦ προφήτου πολεμοῦντος ὁ ἥλιος ἔστη, οὕτω τοῦ σωτῆρος ἡμῶν θανάτῳ τὸν θάνατον καταλύοντος, ἐπέσχε τὰς ἀκτῖ νας ὁ ἥλιος καὶ σκότους ἐν μεσημβρίᾳ τὴν οἰκουμένην ἐπλήρωσε.
 [05195]  οὕτω τοὺς ἱεροὺς ἀποστόλους γυμνοὺς εἰς τὴν οἰκουμένην ἀπέστειλε, φέροντας τὴν λαμπάδα τῶν θαυμάτων καὶ τὴν σάλπιγγα τῶν κηρυγμάτων.
000-00-00 Serial Number=0929566443
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00075]  Ἐν ἑπτὰ γὰρ ἡμέ ραις ἅπας χρόνος ἀνακυκλεῖται, καὶ τῆς Ἐκκλησίας οἱ παῖδες τὴν οἰκουμένην ἐπλήρωσαν.
 [01805]  Ἁπάσαις γὰρ ταῖς κατὰ τὴν οἰκουμένην Ἐκκλησίαις ἡ πνευματικὴ τοῦ ∆α βὶδ ὑμνῳδία τὰς τῶν εὐσεβῶν φωτίζει ψυχάς.
 [02079]  ὥστε τούτου τὸ κλέος πᾶσαν τὴν οἰκουμένην διαδραμεῖν.
 [03667]  Τὸ μέντοι κατὰ τὸν ἥλιον θαῦμα εἰς πᾶσαν τὴν οἰκουμένην δι έδραμε.
 [03964]  Ἐπειδὴ γὰρ ἔμελλεν ὁ Χριστὸς, ὁ κατὰ σάρκα μὲν υἱὸς τοῦ ∆αβὶδ, ὡς Θεὸς δὲ, καὶ κύριος τοῦ ∆αβὶδ καὶ δεσπότης, τὰς κατὰ πᾶσαν τὴν οἰκουμένην οἰκοδομήσειν ἐκκλησίας, οὐκ εἴασε τὸν ∆αβὶδ τὸν Ἰουδαϊκὸν οἰκοδομῆσαι νεών·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»