Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum οἰκεῖον [132]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum οἰκεῖον


000-00-00 Serial Number=0111443281
Ad eos qui in Euphratesia et Osrhoena regione Ante [Go Back]  
 [00161]  Πύλας χαλκᾶς συνέτριψε καὶ μοχλοὺς σι δηροῦς συνέθλασε, καὶ κατέλυσε τοῦ θανάτου τὸ κράτος, καὶ ἐν τρισὶν ἡμέραις ἀνέστησε τὸν οἰκεῖον ναόν·
000-00-00 Serial Number=0793825090
Commentaria in Isaiam Ante [Go Back]  
 [02791]  οὕτω τοίνυν καὶ ὁ τῆς πλάνης διδάσκαλος καὶ οἱ τὴν ἐκείνου δεξάμενοι διδασκαλίαν ἐν τῷ μέλλοντι βίῳ τῇ τιμωρίᾳ παραδοθέντες οὐκέτι μὲν ἄλλως τὴν ἀπάτην ἀγρεύουσι, τὸν δὲ οἰκεῖον θρηνοῦσιν ὄλεθρον.
 [02930]  ἀλλὰ διὰ τοῦ ξύλου τοῦ σταυροῦ οἱ τοῦ σωτῆρος ἡμῶν ἀπόστολοι εἰς γλυκεῖαν ταῦτα μεταβαλόντες ποιότητα ἐξήλασαν τοῦτον καὶ διεκώλυσαν ἐμβαλεῖν τὸν οἰκεῖον ἰόν, μᾶλλον δὲ ἔλαβον «ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ».
 [04921]  Οὗτοι μὲν οὖν τυφλώττουσι καὶ κ ωφεύουσι , πάντα δὲ τὰ ἔθνη τὸν οἰκεῖον ἐπέγνω θεὸν καὶ μία ἐκ πάντων ἐκκλησία συνέστη, καὶ ἐξ αὐτῶν τῶν ἐθνῶν τούτων εἰσὶ καὶ τῆς ἐκκλησίας οἱ ἄρχοντες.
 [05722]  Λέγει δὲ ὅτι εἰ καὶ οὗτοι οὐδεμίαν ὠφέλειαν ἐδέξαντο, ἀλλ' οὖν ἐγὼ τὸ οἰκεῖον ἔργον πεπλήρωκα καὶ τοῦτο δῆλόν ἐστι τῷ θεῷ.
 [05845]  Προεῖπε δὲ τὴν τῶν αἰχμαλώτων ἐπάνοδον πρὸς τὴν τῆς πόλεως δι αλεγόμενος ἐρημίαν καὶ διδάσκων ὅτι πάλιν τὸν οἰκεῖον ἀπολήψεται κόσμον·
 [07724]  Τροπικῶς ταῦτα κατὰ τὸ οἰκεῖον ἰδίωμα τέθεικεν, οἰκίας καὶ ἀμπελῶνας τὴν ἀρετὴν ὀνομάζων.
 [07776]  ∆ιδάσκει δὲ αὐτοὺς καὶ τὸ οἰκεῖον μέ γε θος, ἕως οἷοί τε μαθεῖν ἦσαν·
000-00-00 Serial Number=0926550269
De providentia orationes decem Ante [Go Back]  
 [00498]  τοῦτο τὸ ἧπαρ δεξάμενον, πάλιν εἰς τὸ οἰκεῖον μετατίθησι χρῶμα.
 [00915]  Ἔπειτα, ἡ ψυχὴ τῶν περιττῶν φορτίων ἀπαλλαττο μένη, καὶ τῶν ἔξωθεν θορύβων ἐλευθέρα τυγ χάνουσα, καὶ ἡσυχίας ἁπάσης καὶ γαλήνης ἀπολαύουσα, εἰς ἑαυτὴν νενευκυῖα, τό τε οἰκεῖον ἀξίωμα καθορᾷ, καὶ τῶν ὑπηκόων παθῶν τὴν δουλείαν γνωρίζει·
 [02022]  Εἰπὼν δὲ, ὑπὲρ ἡμῶν, ἔδειξεν, ὡς ἀνεύθυνος ὢν καὶ πάσης ἁμαρ τίας ἐλεύθερος, τὸ ἡμέτερον ἀπέδωκε χρέος, καὶ μυρίοις ἡμᾶς ὀφλήμασιν ὑποκειμένους, καὶ τούτου χάριν δου λεύειν ἠναγκασμένους, ἐλευθερίας ἠξίωσεν ἡμᾶς, καὶ πριάμενος, καὶ τιμὴν τὸ οἰκεῖον αἷμα καταβαλών.
 [02077]  Ταῦτα λέγων ὁ Κύριος, τό τε οἰκεῖον ἀνέστησε σῶμα, καὶ τῇ φύσει τῶν ἀνθρώπων τὰς τῆς ἀνα στάσεως ἐλπίδας κατέσπειρεν, ἐχέγγυον ἅπασι δεδωκὼς τοῦ οἰκείου σώματος τὴν ἀνάστασιν.
 [02088]  Εἶτα ἐκδιδάσκων ὡς οὐ μόνον τὸ οἰκεῖον σῶμα τῆς τοῦ θανάτου δυναστείας ἐλευθερώσει, ἀλλὰ πᾶσαν ὁμοῦ τῶν ἀνθρώπων τὴν φύσιν, εὐθὺς ἐπ ήγαγε λέγων·
 [02097]  Τουτέστιν, ἀναμάρ τητον αὐταῖς τὸ οἰκεῖον ἐπιδείξας σῶμά τε καὶ ψυ χὴν, καὶ τὴν κατ' αὐτοῦ γενομένην ἄδικον αὐτῶν ψῆ φον ἐλέγξας·
 [02125]  Τοῦ δὲ λι μοῦ τὴν ἀνάγκην ἐπαγαγὼν, πανταχόσε παράγει κήρυκα τῆς εὐσεβείας, καὶ Αἰγυπτίοις καὶ Παλαι στινοῖς ἀποφαίνων τὸν οἰκεῖον θεράποντα.
000-00-00 Serial Number=0176262915
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00410]  ∆ιὰ τοῦτο γὰρ καὶ ὁ δεσπότης ἡμῶν Χριστός, ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ὁ πρὸ αἰώνων ὑπάρχων, ὁ συναΐδιος τῷ γεννήσαντι, ὁ τῶν ἁπάντων ποιητὴς καὶ κοσ μήτωρ καὶ κυβερνήτης, τὸ οἰκεῖον σῶμα, ὃ ἐξ ἡμῶν ὑπὲρ ἡμῶν ἀνέλαβε, θανάτῳ παρέδωκεν, οὐχ ἵνα νεκρὸν αὐτὸ κατα λίπῃ, ἀλλ' ἐκεῖνο πρότερον ἀναστήσας, δι' ἐκείνου τὰς τῆς ἀναστάσεως ἐλπίδας ἐν ἡμῖν ἐγκατασπείρῃ.
000-00-00 Serial Number=0920960426
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00272]  Περιττὸν δὲ οἶμαι συλλέγειν ταῦτα καὶ τῇ σῇ προσφέρειν θεοσεβείᾳ, ἄνωθεν τοῖς θεοπνεύστοις ἐντεθραμμένῃ λόγοις, καὶ πρὸς ἐκεῖνα τὸν οἰκεῖον ῥυθμισάσῃ βίον, καὶ διδασκαλίας ἑτέρας μὴ δεομένῃ.
 [00326]  Καὶ προστέθεικεν ἕτερα, δι' ὧν σαφέστερον τὸν οἰκεῖον ἐγύμνωσε πόθον·
 [00574]  ἐγύμνωσε δὲ τὸν οἰκεῖον σκοπόν, τοῦ τῆς ἀκοινωνησίας καταφρονήσας δεσμοῦ.
 [02185]  Ἄλλοι δὲ τοῦ φθόνου τὸ πάθος δεξάμενοι, τὸ οἰκεῖον ἔχθος ἀφορμὴν τοῦ κατὰ τῆς ἀληθείας πολέμου πεποίηνται, καὶ πᾶσαν κατὰ τῶν τῆς ἀληθείας κηρύκων εἰσ φέρουσι κακοήθειαν.
000-00-00 Serial Number=0892861545
Eranistes Ante [Go Back]  
 [00364]  {ΟΡΘ.} Οἶσθα ὅτι ἄρτον ὁ δεσπότης τὸ οἰκεῖον προσηγόρευσε σῶμα;
 [00454]  Προφητικοῖς γὰρ προϊδὼν ὀφθαλμοῖς τὴν ἐσομένην τοῦ λαοῦ παρανομίαν καὶ τὴν διὰ ταύτην γενησομένην αἰχμαλωσίαν, τῶν ἀψευδῶν ὑποσχέσεων τὸν οἰκεῖον ἀνέμνησε δεσπότην.
 [00981]  Ἐκεῖνο δέ φαμεν, ὅτι καθαρὰν σάρκα καὶ ἁγίαν καὶ ἄμωμον καὶ ἁμαρτίᾳ πάσῃ γενομένην ἄβατον ἐκ παρθενικῆς μήτρας ἀνέλαβεν ὁ Χριστός, καὶ τὸ οἰκεῖον διώρθωσε σκεῦος.
 [01629]  τὸν οἰκεῖον τοίνυν μὴ παραβῇς νόμον μεμνημένος σαρκός.
 [02266]  ∆ίελε γὰρ τόγε ὑπάρχον ἡμῶν, καὶ ὅπερ οἰκεῖον τυγχάνει τοῦ λόγου.
 [04131]  Καὶ γὰρ αἱ μέλιτται δηλητηρίοις πολλάκις ἐφιζάνουσαι θάμνοις, ὅσον μὲν ὀλέθριον καταλείπουσι, τὸ δὲ οἰκεῖον συλλέγουσι.
000-00-00 Serial Number=0296677232
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00491]  Ἀξιοῦται δὲ καὶ τῆς παστάδος, καὶ τῶν τοῦ νυμφίου θαλάμων τε καὶ ταμιείων, καὶ σεμνυνο μένη πρὸς τὸν οἰκεῖον λέγει χορόν·
 [01070]  Καὶ ὅταν ἑτέρων ἀναγινωσκόντων τὰ θεῖα λόγια, ἢ περὶ Θεοῦ διαλεγομένων, σπουδαίως ἀκούωμεν, πάλιν διὰ τῶν ἄλλων θυρίδων ὁ νυμφίος παρακύπτει, καὶ τὸ οἰκεῖον ἡμῖν ὑποδείκνυσι κάλλος.
000-00-00 Serial Number=0314173043
Graecarum affectionum curatio Ante [Go Back]  
 [00539]  Πῶς ἄν τις σαφέστερον τὸν οἰκεῖον ἐπιδείξειε σκοπόν;
 [00935]  Τὸ γὰρ ψεῦδος τούτοις οἰκεῖον·
 [00940]  καὶ γὰρ ἐκεῖνοι τὴν λοιβὴν καὶ τὴν κνίσαν οἰκεῖον λάχος καλοῦσιν.
 [02870]  Καὶ ταῦτα δὲ ὁ Πορφύριος ἐν αὐτῷ γε τῷ ξυγγράμματι τέ θεικε, τοῦτον διελέγχων ὡς οὐκ ὄντα θεόν, τὸν δὲ οἰκεῖον κρα [10.18] τύνων λόγον, ὡς οὐκ εἰσὶ θεοὶ ταῖς θυσίαις οἱ χαίροντες.
 [03179]  Ἐν δὲ τούτοις ὁ Μονο [10.87] γενὴς καὶ τὸ οἰκεῖον καὶ τὸ τοῦ Πατρὸς ἐπέδειξε πρόσωπον.
 [03999]  τῶν δὲ τούτοις χρω μένων οἱ μὲν ἄριστα τὸν οἰκεῖον διευθύνουσι βίον, οἱ δὲ τὰ ῥᾷστα ἀντὶ τῶν βελτίστων προαιρούμενοι ἔξω τῆς τούτων εὐθύτητος βαίνουσιν.
000-00-00 Serial Number=0012356997
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00357]  Ὑφ' ἑκάστου δὲ τούτων ἕνα οὐρανὸν δη μιουργηθῆναι, καὶ ἕκαστον οἰκεῖν τὸν οἰκεῖον.
 [00392]  Ἦσαν δὲ καὶ ἄλλοι τινὲς, οὓς Ἀντιτάκτας ἐκά λουν, ἀσεβεῖς, οἳ τὸν μέγαν ἄγνωστον Θεὸν, ὡς αὐτοὶ λέγουσι, πατέρα οἰκεῖον ὠνόμαζον·
 [00818]  Ἱκανὰ μὲν οὖν καὶ αὐτὰ καθ' ἑαυτὰ τὰ δυσαγῆ καὶ παμ μίαρα δόγματα τὸν οἰκεῖον ἐπιδεῖξαι πατέρα.
 [01218]  ἀλλὰ πρὸς τὸ δημοτερπὲς ἀποκλίνας, καὶ τῶν εἰς ἀέρα λυομένων κρότων θηρευτὴς, εἰ καί τις ἄλλος, γενόμενος, τὸ συρφετῶδες καὶ ἀστάθμητον πλῆθος πρὸς τὸν οἰκεῖον ἐξεκαλέσατο πόθον, φαιὸν περιβε βλημένος ἱμάτιον, ἐστυγνακὼς βαδίζων, τοὺς ἀγο ραίους ἐκκλίνων θορύβους, ὠχρότητι σώματος δο κεῖν ἐγκρατὴς εἶναι θηρώμενος, οἴκοι τὰ πολλὰ βι βλίοις προσανέχων, καὶ καθ' ἡσυχίαν ἑαυτῷ συγγι νόμενος.
 [02196]  Ἐνταῦθα δὲ ἡ χρεία τοιαῦτα παρεκίνει πάθη, οὐχ ὡς μὴ δυναμένης τῆς ἡνωμένης θεότητος ἀνενδεὲς καταστῆσαι τὸ σῶμα (ὁ γὰρ μικρὸν ὕστερον πᾶσι τοῖς σώμασι τὴν ἀθανασίαν δωρησάμενος, ῥᾷον ἂν τὸ οἰκεῖον σῶμα κρεῖττον ἐνδείας ἀπέφηνεν), ἀλλὰ παρεχώρει τούτῳ τὴν οἰκείαν ἐπιδεῖξαι φύσιν, ὥστε τὰς τούτου τὴν πρόσληψιν ἀρνησαμένας αἱρέ σεις ἐναργῶς ψευδομένας ἐλέγχεσθαι.
000-00-00 Serial Number=0353290975
Historia ecclesiastica Ante [Go Back]  
 [00261]  οὐκοῦν τῷ μὲν ἀγεννήτῳ πατρὶ οἰκεῖον ἀξίωμα φυλακτέον, μηδένα τοῦ εἶναι αὐτῷ τὸν αἴτιον λέγοντας·
 [01221]  ἡ δὲ ἔφη νέον τινὰ πρὸς αὐτὴν ἀφικόμενον τὴν τῶν ξένων ἐπιδημίαν καὶ χρείαν εἰπεῖν, καὶ ὡς ἑσπέρας ἀφικόμενος ἀπήγαγέ τε εἰς τὴν καταγωγήν, καὶ τὸν οἰκεῖον ἐπιζητήσας λόχον καὶ τοῦτον εὑρὼν εἴσω τε τῆς αὐλίου θύρας εἰσήγαγε καὶ εἰς τὸν πρόδομον εἰσελθεῖν παρηγγύησε.
 [01941]  ἅπαντας γὰρ εἰς τὸν οἰκεῖον μεταστήσει χορόν.
 [01973]  Ὁ δὲ ψευδόμαντις δαίμων τοῦ μὲν μάρτυρος τὸ κλέος ἐπηύξησε, τὸ δὲ οἰκεῖον ἐγύμνωσε ψεῦδος.
 [02455]  Φλαβιανὸς δὲ ὁ πολυθρύλητος τῆς Ἀντιοχέων ἀρχιερεύς, ἐν Ἐδέσσῃ τούτους διάγειν μαθὼν τὸν οἰκεῖον τοῖς πελάζουσιν ἐγχριπτομένους ἰόν, συμμορίαν μοναχῶν ἀποστείλας ἤγαγέ τε εἰς τὴν Ἀντιόχειαν καὶ τὴν νόσον ἐξαρνουμένους τόνδε τὸν τρόπον διήλεγξε.
 [03086]  ὁ δὲ τελευτῶν παρηγγύησεν, ὅρκοις τοὺς παρόντας πεδή σας, μηδεμίαν τὴν τοῦτο δράσασαν εἰσπρᾶξαι ποινήν, καὶ τὸν οἰκεῖον γὰρ ἐζήλου δεσπότην, ὃς περὶ τῶν ἐσταυρωκότων ἔφη·
 [03315]  ἐγὼ δὲ στένω καὶ ὀλοφύρομαι τὴν ἐμαυτοῦ συμ φοράν, λογιζόμενος ὡς τοῖς μὲν οἰκέταις καὶ τοῖς προσαίταις ἄνετος ὁ θεῖος νεὼς καὶ εἰσίασιν ἀδεῶς καὶ τὸν οἰκεῖον ἀντιβολοῦσι δεσπό την, ἐμοὶ δὲ καὶ οὗτος ἄβατος καὶ πρὸς τούτῳ μοι ὁ οὐρανὸς ἀπο κέκλεισται.
000-00-00 Serial Number=0961531520
Historia religiosa Ante [Go Back]  
 [00117]  Κἀνταῦθα δὲ τὸν οἰκεῖον δεσπότην ἐζήλωσεν, ὃς δεῖξαι βουληθεὶς ὡς ἑκὼν ὑπομένει τὸ πάθος καὶ ῥᾳδίως ἂν ἐθελήσας τοὺς ἀλιτηρίους ἐκόλασεν, οὐκ αὐτοῖς ἐπήνεγκε τιμωρίαν, ἀλλὰ τὴν ἄψυχον συκῆν λόγῳ ξηράνας, τὴν οἰκείαν ἔδειξε δύναμιν.
 [00321]  Τοιγάρτοι πολλῶν ἡμερῶν ὁδὸν ἐξανύσαντες, καταλαμβάνουσι τὸ ποθούμενον ὄρος καί, τὸν οἰκεῖον προσκυνήσαντες δεσπότην, πολὺν ἐκεῖ διετέλεσαν χρόνον, τοῦ χωρίου τὴν ἐρημίαν καὶ τὴν τῆς ψυχῆς ἡσυχίαν τρυφὴν μεγίστην ἡγούμενοι.
 [00785]  Ἀνὴρ δέ τις τοῖς δικαίοις οὐκ ἀρκούμενος πόνοις, ἀλλὰ τῶν ἀλλοτρίων ἐφιέμενος, ὑφείλετο μὲν τῶν τοῦ πέλας δραγμάτων, αὔξειν δὲ τὸν οἰκεῖον διὰ τούτων ἐπειρᾶτο θημῶνα.
 [01075]  Ἠιδέσθη, καίπερ ἀναίσχυντος ὤν, ὁ ἀλάστωρ τοῦ ἁγίου τὴν ἐπιείκειαν καὶ φωνῇ μεγίστῃ χρησάμενος ἐβόα ὡς τῷ ὄρει μὲν τῷ Ἀμάνῳ σχολάζω, τοῦτον δὲ κατὰ τὴν ὁδὸν θεασάμενος ὕδωρ ἀπό τινος πηγῆς ἀρυόμενόν τε καὶ πίνοντα, οἰκη τήριον οἰκεῖον πεποίηκα.
 [01942]  Ἐπεὶ δὲ κόρον ἔλαβε τῆς μανίας πλείονα γὰρ αὐτῷ ἢ δέκα προσενήνοχε δήγματα , τὸ μὲν ἀπέστη καὶ τὸν χηραμὸν τὸν οἰκεῖον κατέλαβεν, ὁ δὲ πάντοθεν πικραῖς ὀδύναις ἐβάλλετο.
 [02399]  Καὶ καθάπερ οἱ ζωγράφοι εἰς τὸ ἀρχέτυπον ἀφορῶντες καὶ ὀφθαλμοὺς ἀπομιμοῦνται καὶ ῥῖνα καὶ στόμα καὶ παρειὰς καὶ ὦτα καὶ μέτωπα καὶ αὐτὰς τῆς κεφαλῆς καὶ τοῦ γενείου τὰς τρίχας καὶ πρὸς τούτοις καὶ καθέδραν καὶ στάσιν καὶ αὐτὰ μέντοι τῶν ὀφθαλμῶν τὰ ἤθη, εἴτε χαροποιὰ εἴτε βλοσυρὰ εἴη, οὕτω προσήκει καὶ τῶν ἐντυγχανόντων ἕκαστον τῇδε τῇ συγγραφῇ βίον τινὰ μιμεῖσθαι προαιρού μενον πρὸς ἐκεῖνον ὃν προαιρεῖται τὸν οἰκεῖον ῥυθμίζειν.
000-00-00 Serial Number=0431182444
Interpretatio in Danielem Ante [Go Back]  
 [00187]  Οἱ γὰρ φιλό θεοι οὐκ ἐν τόπῳ ζητοῦσι τὸν ἐπὶ πάντων Θεὸν, ἀλλ' ἔνθα ἂν ἀφίκωνται τὴν αὐτὴν αὐτῷ θεραπείαν προσ φέρουσι, καὶ ἐν κακοπραγίαις ὄντες ὡσαύτως τὸν οἰκεῖον προσκυνοῦσι ∆ημιουργόν.
 [00293]  γνώριμον γὰρ αὐτοῦ τὸ ἐνύπνιον ποιῆσαι βουλόμε νος τὸν οἰκεῖον προφήτην, ἵνα τὰς ἀγαθὰς καὶ σω τηρίους ἐντεῦθεν δέξηται παραινέσεις, δεδίττεται μὲν αὐτὸν τῷ ἐνυπνίῳ, ἀφαιρεῖται δὲ τοῦ ἐνυπνίου τὴν μνήμην.
 [00675]  Ἐπειδὴ γὰρ ὁ Θεὸς ὄναρ αὐτῷ μεγίστην ὑπέδειξεν εἰκόνα ἐκ τεττάρων ὑλῶν πεποιημένην, καὶ διὰ τούτων αὐτῷ τὰς τῶν τεττάρων βασιλειῶν διαδοχὰς παρεδήλωσεν, ἀντιστρατευόμενος τῷ Θεῷ τὸν οἰκεῖον τῦφον, κατασκευάζει δὴ καὶ αὐτὸς εἰκόνα μέγεθος αὐτῇ δεδωκὼς, ὅσον ἡ τῶν ἀνθρώπων παρασχεῖν ἠδύνατο τέχνη.
 [00699]  Καὶ τόν τε οἰκεῖον φθό νον διὰ τούτων παραδηλοῦσι, τοῦ τε βασιλέως ἐξ άπτουσι τὴν ὀργὴν, αἰνιττόμενοι διὰ τούτων, καὶ μονονουχὶ λέγοντες·
 [03292]  τούτων γὰρ πρότερον μὲν ὁ Ἰάσων, πρὸς τὸν Ἀντίοχον δραμὼν, τὸν οἰκεῖον ἀδελφὸν τῆς ἀρχιερωσύνης ἐξέβαλεν·
000-00-00 Serial Number=0576611996
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00505]  Μηδὲν, φησὶν, οἰκεῖον φθέγξῃ διαλεγόμενος πρὸς αὐτοὺς, ἀλλὰ τοῖς ἐμοῖς διακό νησον λόγοις, καὶ τὰ παρ' ἐμοῦ σοι κελευόμενα πρόσ φερε·
 [01501]  ἀλλὰ τῇ τοῦ λαοῦ ἀσθενείᾳ εἰς οἰκεῖον ἀπεχρήσαντο κέρδος.
 [02091]  ∆ιὰ γὰρ τῆς τιμωρίας εἰς αἴσθη σιν ἐρχομένη τῶν οἰκείων ὁδῶν, καὶ τὴν περικειμέ νην σοι ἀτιμίαν ὁρῶσα, τὸν οἰκεῖον ἐπιγνώσῃ ∆ε σπότην·
 [02200]  τέως γὰρ τὰ ἤδη γενόμενα διηγεῖται καὶ περὶ τοῦ Ἰεχονίου ταῦτα διεξελήλυθε, κατὰ τὸ οἰκεῖον ἰδίωμα τὰ παρεληλυ θότα, ὡς μηδέπω γενόμενα λέγει·
 [03961]  Ἐκέχρησο δὲ καὶ τοῖς Καρχηδονίων πλοίοις εἰς ἐμπορίαν, πλῆθος ἄπειρον ἔχουσα οὐ μόνον οἰκεῖον, ἀλλὰ καὶ ἐπείσα κτον.
 [05167]  καὶ Ἰουδαῖοι μετὰ τὴν Βαβυλῶνος ἐπάνοδον, τῆς αἰχμαλωσίας ἀπαλλαγέντες, τὸ οἰκεῖον ἀνεκτή σαντο φρόνημα.
 [05287]  Ὀνησιφόρος τοίνυν ἡ παιδεία, ἀνοίγουσα, ἡμῶν, κατὰ τὸν προφήτην Ἡσαΐαν, τὰ ὦτα, καὶ παρασκευάζουσα τὸν οἰκεῖον ἐπιγινώσκειν ∆εσπότην, τὸν τύπτοντα καὶ ἰώμενον.
 [05334]  Τὸ δὲ πάντα τὸν Ἰσραὴλ τῆς ἐπανόδου τυχεῖν, καὶ ὑπέσχετο ὁ ∆εσπότης, καὶ τὸν οἰκεῖον πεπλήρωκε λόγον.
 [05367]  ἔπειτα πείρᾳ τὴν πονηρίαν αὐτῶν μεμαθηκότες, κατ' ἐμοῦ τὴν βλασφημίαν ἐκίνησαν, ὡς τοιούτοις ἐπιτηδεύμασι χαίροντος, καὶ τοὺς οὕτω πονηροὺς ἀνθρώπους οἰκεῖον λαὸν ὀνομάσαντος·
000-00-00 Serial Number=0164676368
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00110]  Οἱ μὲν γὰρ, τὸν οἰκεῖον ποιητὴν καταλι πόντες, τὰ οἰκεῖα ἐθεοποίουν ποιήματα.
000-00-00 Serial Number=0264924169
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00131]  ἀλλὰ καὶ τῷ θείῳ νόμῳ νύκτωρ καὶ μεθ' ἡμέραν προσέχειν, κἀκεῖνα θέλειν ἃ ὁ θεῖος νό μος ὑπαγορεύει, καὶ κατὰ τὸν ἐκείνου σκοπὸν τὸν οἰκεῖον βίον εὐθύνειν.
 [00162]  εἰδὼς ὡς οὐδὲν ἐναντίον τοῖς νόμοις ὅ γε τοιοῦτος δρᾶσαι βουλήσεται, τῷ θείῳ νόμῳ τὸ οἰκεῖον θέλημα συναρμόττων.
 [00882]  Τὴν δὲ ἡμετέραν ἀπαρχὴν ὁ θεῖος Λόγος ἀνειλη φὼς, καὶ ναὸν ἀποφήνας οἰκεῖον, καὶ σάρκα οἰκείαν προσαγορεύσας, καὶ τὴν ἀπόῤῥητον ἐργασάμενος ἕνωσιν, ἐκάθισεν ἐπάνω πάσης ἀρχῆς, καὶ ἐξουσίας, [80.920] καὶ κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλ λοντι·
 [04007]  [80.1116] ∆ιὰ πάσης, φησὶν, ὥδευσαν πείρας, τὸν οἰκεῖον θυ μὸν ἐμπλῆσαι βουλόμενοι·
 [04163]  Ἀμφότερα γὰρ περὶ τῶν αὐτῶν εἴρηκε, κατὰ τὸ οἰκεῖον ἰδίωμα τῇ διαιρέσει χρησάμενος.
 [04272]  Ὁ δὲ μακάριος ∆αβὶδ, τὸν οἰκεῖον ∆εσπότην μιμούμενος, ἀνατέλλοντα τὸν ἥλιον αὑτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, εὐεργετῶν διετέλει.
 [05101]  Οὐδὲν, φησὶ, οἰκεῖον φθέγγο μαι, οὐδὲ τῆς ἐμῆς διανοίας ὠδῖνας προσφέρω·
000-00-00 Serial Number=0558358014
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00058]  Τῇ γὰρ ἀληθείᾳ, καὶ τῇ τῶν πραγ μάτων μαρτυρίᾳ, καὶ ταῖς παντοδαπαῖς θαυμα τουργίαις, οἷόν τινι φωνῇ χρησάμενος ὁ Θεὸς, τὸ οἰκεῖον ὕψος τοῖς ἀνθρώποις ὑπέδειξε, καὶ δέους αὐ τῶν ἐνέπλησε τὰς ψυχάς.
 [00135]  Τοιγάρτοι καὶ ταῦτα, καὶ οἱ τούτων ἄρχοντες, τοὺς πατρῴους καταλιπόντες Θεοὺς, μετὰ τοῦ Θεοῦ Ἀβραὰμ συναθροίζονται, καὶ τοῦτον οἰκεῖον Θεὸν ὀνομάζουσιν.
 [00460]  ἀλλ' ἵνα καὶ διὰ τῶν παρόντων τὸν οἰκεῖον δείξῃ σκοπὸν, καὶ τὴν νηπίοις ἁρμόττουσαν καταπαύσας διδασκαλίαν, τὰ τέλεια προσενέγκῃ παθήματα.
 [00554]  Προσήκει γὰρ μὴ μόνον ὑμνεῖν τὸν Θεὸν, καὶ τῆς αἰνέσεως αὐτῷ τὰς θυσίας προσφέρειν ἀλλὰ καὶ εὐτάκτως ὁδεύειν, καὶ τὸν οἰκεῖον βίον διαρυθμίζειν.
 [00561]  Καὶ διὰ τούτων τὸ οἰκεῖον πρόσωπον δεί ξας, ἐπήγαγε·
 [01835]  Τὸν θεῖον παραβαίνειν καταναγκαζόμενοι νόμον, καὶ θύειν μὲν εἰδώλοις, ὑείων δὲ μεταλαμβάνειν κρεῶν, τὸν οἰκεῖον εἰς εὐσέβειαν διεγείρουσι λο γισμὸν, καὶ πρὸς τὸν ὑπὲρ τῆς εὐσεβείας παρα θήγουσι ζῆλον.
 [02080]  ὃς τὸ οἰκεῖον ὑποδείκνυσιν ὕψος, δί κας τοὺς τοιούτους εἰσπραττόμενος.
 [02245]  Καὶ οἱ πενίᾳ δὲ συγκληρωθέντες, καὶ εὐσεβεῖν προαι ρούμενοι, τὸν οἰκεῖον καρπὸν προσοίσουσι τῷ Θεῷ, ὁ μὲν τριάκοντα, ὁ δὲ ἑξήκοντα, ὁ δὲ ἑκατόν.
 [02507]  Ταύτης τῆς ἐρήμου, καὶ ἀοικήτου, καὶ τοῦ φωτὸς ἐστερη μένης, καὶ τούτου χάριν δύσεως ὠνομασμένης, ἐπ έβη τῆς δικαιοσύνης ὁ Ἥλιος, καὶ τὸν ζόφον ἐξήλασε, καὶ ναὸν οἰκεῖον εἰργάσατο τὴν ἀοίκητον.
 [02684]  ἀλλὰ καὶ ἀντιλέγοντας ὁρῶν, ἐπέμεινας εὐεργετῶν, ἕως αὐτοὺς οἰκητήριον οἰκεῖον ἀπέφῃνας.
 [04455]  Οὕτως ἐκείνους παιδεύσας, ἐπὶ τὴν ἔρημον ἤγαγε τὸν οἰκεῖον λαόν·
 [04941]  Φα νέντα γὰρ τὸν οἰκεῖον ∆εσπότην ἐσταύρωσαν, ἀλλ' ἐδέξαντο τῆς ἀσεβείας ἐπιτίμιον, τὸν αἰώνιον ὄλε θρον.
 [05130]  Ἐν ταύταις γὰρ καὶ ὁ πνευματικὸς ἀμπελὼν τὸν οἰκεῖον προσφέρει καρπὸν, καὶ τὸν σωτήριον κατασκευάζομεν οἶνον, τὸν ἀληθῶς εὐφραίνοντα τῶν πεπιστευκότων τὰς καρδίας.
 [05189]  ἐντεῦθεν ἐπὶ τῶν ἀτελεστέρων παρ αίνεσίν τε καὶ συμβουλὴν, καὶ ἀπὸ δυνάμεως εἰς δύναμιν μεταβαίνοντες καθ' ἑκάστην ἡμέραν τὸν οἰκεῖον αὔξουσι πλοῦτον.
000-00-00 Serial Number=0333024740
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00243]  Ὑπερήφανον γὰρ τὸν Φα ραὼ καλεῖ, καὶ ἐχθροὺς τοὺς Αἰγυπτίους, οὓς τῇ θαλάττῃ παρέδωκε, καὶ διέσωσε τὸν οἰκεῖον λαόν.
 [00875]  Οὕτω καὶ πρὸς τὸν οἰκεῖον πατέρα φησὶν, Πάτερ, δόξασόν με ἐν τῇ δόξῃ ᾗ εἶχον παρὰ σοὶ πρὸ τοῦ τὸν κόσμον γενέσθαι.
 [01133]  Λαὸν γὰρ ἡμᾶς οἰκεῖον καλεῖ, καὶ ὡς οἰκείοις προβάτοις προσφέρει τὴν ἐπιμέλειαν.
 [01391]  Ἀμέτρῳ δὲ φιλ ανθρωπίᾳ χρώμενος, οἰκεῖον ἡγεῖται κέρδος τὴν τῶν ἀνθρώπων ζωήν.
 [01681]  Ἐντεῦθεν κατὰ τὸ οἰκεῖον ἰδίωμα τὰς ἐσομένας ὡς γεγενημένας συμφορὰς διηγεῖται, καί φησι καπνῷ παραπλησίως τὸν τῆς ζωῆς ἀναλωθῆναι χρόνον, καὶ ἐξ ἀθυμίας δαλὸν ξηρὸν γεγενῆσθαι τὸ σῶμα, ὡς ὑπό τινος καταφλεχθὲν πυρὸς προσβολῆς.
 [01936]  Καὶ οὐχ ἁπλῶς με μνημένοις τῶν ἐντολῶν αὐτοῦ, ἀλλ' ἐπιτιθεῖσι τοῖς λόγοις τὰ ἔργα, καὶ κατὰ ταύτας τὸν οἰκεῖον ῥυθμί ζουσι βίον.
 [02497]  Ὁ γὰρ τὰς ὑπὲρ ταύτης εὐθύνας ἐκτίνων μακαρί ζει τοὺς ταύτης ἀπηλλαγμένους, καὶ δικαιοσύνῃ τὸν οἰκεῖον βίον διακοσμοῦντας.
 [03209]  οἰκεῖον δὲ ὕμνον τὸν ταύτης ὕμνον καλεῖ.
 [03507]  Ὁ γὰρ τὸν οἰκεῖον δεσπότην μιμούμενος φι λοτίμως θεραπεύει τοὺς ὁμοδούλους·
 [03607]  Τῆς Αἰγύ πτου, φησὶ, τὸν Ἰσραὴλ ὁ ∆εσπότης ἐλευθερώσας, καὶ τῆς τῶν ἀλλοφώνων ἐκείνων καὶ βαρβάρων ἀπαλλάξας δουλείας, λαὸν μὲν τοῦτον οἰκεῖον ἀπ έφηνεν, ἐν δὲ τῇ Ἰουδαίᾳ τὸν νεὼν τὸν οἰκεῖον ἐδείμα το.
 [05641]  Ἐκεῖ γὰρ ὁ ∆εσπότης ἐτέχθη Χριστὸς, ὃς τοῖς Ἰουδαίοις τὸ οἰκεῖον σῶμα ὑποδείξας ἔφησε·
 [05700]  Ἄνωθεν, φησὶν, ὦ ∆έσποτα, ταύτην τῶν ἄλλων προετίμησας πόλεων, καὶ οἰκεῖον ἀπέφηνας οἰκητήριον.
 [05814]  Πλείονος αὐτὸν, φησὶν, ἐπιμελείας ἠξίωσε, καὶ οἰκεῖον λαὸν ἀπεκάλεσε, καὶ πάντων ἀνθρώπων κη [80.1916] δόμενος, τούτου διαφερόντως πεφρόντικε.
 [07100]  Τὰ δὲ ἔθνη, διὰ τῶν ἱερῶν ἀποστόλων τοῦ νοεροῦ φωτὸς τὴν αἴγλην δεξάμενα, τὸν οἰκεῖον ἐπέγνω δημιουργὸν, καὶ τούτῳ προσφέρει τὸ σέβας διηνεκῶς.
 [07223]  Ἄμαχον δὲ, φησὶ, δείξει καὶ περίβλεπτον τὸν οἰκεῖον λαόν.
000-00-00 Serial Number=0731619775
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [01408]  Οὐδὲ γὰρ εἶπεν ἐθρήνησεν, ἀλλὰ θρηνήσει, διδάσκων, ὡς μετὰ τὴν πεῖραν ὀλοφυρό μενοι διατελέσουσι, πικρὸν ποιούμενοι πένθος, οἷον ἂν γένοιτο παρὰ νύμφης νέαν ἀγούσης τὴν ἡλικίαν, καὶ τὸν οἰκεῖον νυμφίον τεθνεῶτα ὁρώσης.
 [01716]  Ταῦτα δὲ δράσει τῶν ὅλων ὁ Κύριος, οἴκτῳ περὶ τὸν οἰκεῖον κεχρημένος λαὸν, ἵνα ταύτης ἀπολαύσας τῆς προ νοίας, γνῷ, φησὶν, ιζʹ.
 [02263]  Ὁ δὲ Ἀμὼς μετὰ παῤῥησίας, καὶ τὸ ἐπιτήδευμα τὸ οἰκεῖον λέγει, καὶ τὴν θεόθεν αὐτῷ δοθεῖσαν χάριν ἀποκαλύπτει.
 [02471]  Ταῦτα δὲ οὐχ ὡς γεγενημένα, ἀλλ' ὡς ἐσόμενα προλέγει, κατὰ τὸ οἰκεῖον ἰδίωμα·
 [02539]  Οὐκ ἀρκεσθήσονται δὲ οὐδὲ ταύταις, ἀλλὰ καὶ τοῦ Ἡσαῦ τὸ ὄρος οἰκεῖον ποιή σονται, ὑπὸ βασιλεῖ τῷ Θεῷ στρατευόμενοι, καὶ αὐτῷ σφᾶς αὐτοὺς ἀναθέντες.
 [02564]  Καὶ ἐπὶ Κύρου δὲ τοῦ Πέρσου τὴν πολυθρύλλητον ἐκείνην ἐπάνοδον τῷ λαῷ δωρη σάμενος, καὶ μόνοις ἐκ πάντων τῶν αἰχμαλώτων γε γενημένων χαρισάμενος τὴν τῆς δουλείας ἀπαλλα γὴν, καὶ τὸν νεὼν τὸν οἰκεῖον δειμάμενος, καὶ τὴν Ἱερουσαλὴμ εἰς τὴν προτέραν ἐπαναγαγὼν εὐπρα ξίαν, δεδήλωκε πάλιν, οὐ τοῖς πελάζουσι μόνοις, ἀλλὰ καὶ τοῖς ἄποθεν οἰκοῦσιν, ὡς μόνος ἐστὶν ἱκανὸς προμηθεῖσθαι καὶ προστατεύειν ὧν βούλεται.
 [03673]  Ὡς γεγενημένα δὲ τὰ ἐσόμενα λέγει, κατὰ τὸ οἰκεῖον τῆς Γραφῆς ἰδίωμα.
 [04978]  Νεφέλας δὲ τοὺς ἁγίους προφήτας εἰκότως καλεῖ, οὐδὲν οἰκεῖον φθεγ γομένους, ἀλλ' ὡς ἔκ τινος θαλάσσης τῆς τοῦ Πνεύ ματος χάριτος τὸν προφητικὸν ἕλκοντας ὑετόν.
 [05557]  Τροπικῶς μὲν κατὰ τὸ οἰκεῖον ἰδίωμα εἴρηκεν ἅπαντα.
 [05786]  ∆ῆλον δὲ, ὅτι ὅσοι τὸ θεῖον οὐκ ἐδέξαντο κήρυγμα, θρηνή σουσι τὸν οἰκεῖον προσμένοντες ὄλεθρον.
000-00-00 Serial Number=0305549026
Libellus contra Nestorium ad Sporacium Ante [Go Back]  
 [00010]  ἀλλὰ πρὸς τὸ δημοτερπὲς ἀποκλίνας, καὶ τῶν εἰς ἀέρα λυομένων κρότων θηρευτὴς, εἰ καί τις ἄλλος, [83.1156] γενόμενος, τὸ συρφετῶδες καὶ ἀστάθμητον πλῆθος πρὸς τὸν οἰκεῖον ἐξεκαλέσατο πόθον, φαιὸν περιβε βλημένος ἱμάτιον, ἐστυγνακὼς βαδίζων, τοὺς ἀγο ραίους ἐκκλίνων θορύβους, ὠχρότητι σώματος τὸ δοκεῖν ἐγκρατὴς εἶναι θηρώμενος, οἴκοι τὰ πολλὰ βιβλίοις προσανέχων, καὶ καθ' ἡσυχίαν ἑαυτῷ συγγι νόμενος.
000-00-00 Serial Number=0462118208
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00067]  τὸν οἰκεῖον ὁ Θεὸς ἀνέτρεψεν ὅρον καὶ ἀνάγκη ζητεῖν κτλ.
 [00101]  Εἰ τῶν ἀνθρώπων ἡ φύσις ὡς θνητὴ τὸ οἰκεῖον ἐπι γινώσκει πέρας, ὁ δὲ ἑκάστου χρόνος οὐ κατά τινά ἐστιν ὅρον, πῶς τῷ Ἐζεκίᾳ προσετέθη χρόνος;
 [00675]  καὶ εἰ μὲν ἠκούσθη, τὸν οἰκεῖον ὁ θεὸς ἀνέτρεψεν ὅρον καὶ ἀνάγκη ζητεῖν ἐν τῇ θείᾳ γραφῇ τὴν ἐκείνης τῆς ἡμέρας ἀπώλειαν·
 [00854]  Εἰ τῶν ἀνθρώπων ἡ φύσις ὡς θνητὴ μὲν τὸ οἰκεῖον ἐπιγινώσκει πέρας, ὁ δὲ ἑκάστου χρόνος οὐ κατά τινά ἐστιν ὅρον, ὅπερ καλοῦσιν οἱ ἐκτὸς εἱμαρμένην, πῶς τῷ Ἐζεκίᾳ προσετέθησαν χρόνοι;
 [01441]  ἀδύνατον γὰρ νεκρῶν γενέσθαι ἀνάστασιν, τῆς ψυχῆς μὴ εἰσοικιζομένης εἰς τὸ οἰκεῖον σῶμα.
000-00-00 Serial Number=0794839859
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00255]  διὰ τριάκοντα γὰρ ἡμέρων, ἓξ ὡρῶν δεουσῶν, τὸν οἰκεῖον δρόμον πληροῖ·
 [01187]  ΛΞΞΞΙ Τί δήποτε τῷ Ἰσαὰκ τὸ βούλημα τὸ οἰκεῖον οὐκ ἀπεκάλυψεν ὁ Θεός;
 [01259]  ψυχαγωγῶν δὲ ὅμως αὐτήν, ἠνέσχετο τῆς αἰτήσεως, ᾔτησε αὐτὸν τῇ παιδίσκῃ μιγῆναι, ἵνα τὸ ἐξ αὐτῆς φυόμενον οἰκεῖον ἀποκαλέσῃ παιδίον.
 [01664]  ε τὸν οἰκεῖον Θεὸν ὃς καὶ αὐτὸν κρείττονα τοῦ πεπολεμηκότος ἀπέφηνεν ἀδελφοῦ, καὶ τὸν υἱὸν ἄμα χον ἔδειξεν παρὰ τοσούτων ἀδελφῶν ἐπιβουλευθέντα·
 [01861]  κἀκεῖνο μέντοι εἰδέναι χρή, ὡς τὸν παρόντα βίον ὁ τῶν ὅλων Θεὸς στάδιον τοῖς ἀνθρώποις ἀπέφηνεν, ἵν' ἐν τούτῳ ἀγωνιζόμενοι, δη λώσωσι τὸν οἰκεῖον
 [04602]  ἐπειδὴ ἐξαπίνης τῇ Λαϊσσᾷ προσβαλόντες πόλει, καὶ αὐτὴν εἷλον καὶ τοὺς ἐνοικοῦντας ἀνεῖλον, καὶ οἰκεῖον ἀπέφηναν
000-00-00 Serial Number=0076887310
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00011]  Τούτων ἕκαστος εἰώθει συγγράφειν ὅσα συνέβαινε γίνεσθαι κατὰ τὸν οἰκεῖον καιρόν.
 [00177]  Πρῶτον μὲν γὰρ εἶδον πρὸ τῆς κιβωτοῦ πεπτωκότα τὸν οἰκεῖον θεὸν, καὶ τῆς προσκυνήσεως ἐπιδεικνύντα τὸ σχῆμα.
 [01541]  τούτων, ἵνα ἐν τῷ πεπλασμένῳ πάθει τὸ οἰκεῖον ἰδὼν, ἣν ἔμελλες ἐπιθεῖναι θεραπείαν ἐμοὶ, ταύτην ἐπιθῇς σαυτῷ·
 [01585]  ἀλλ' εὐθὺς πρὸς τὸν οἰκεῖον ∆εσπότην κατέφυγεν, οὐ κεραυνοῖς αὐτὸν βληθῆναι παρακαλέσας, ἀλλὰ ματαίαν αὐτοῦ ἀποφανθῆναι τὴν συμβουλήν.
 [03185]  ὁ δέ γε προφήτης τὴν οὖσαν εἰς τὸ οἰκεῖον ἐπανήγαγε σῶμα.
 [04578]  εἶτα τοῦτο τὸν Ἰωσίαν μεμαθηκότα εἰς τὸν οἰκεῖον ἀποκαταστῆσαι τόπον.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»