Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum οἰκείᾳ [36]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum οἰκείᾳ


000-00-00 Serial Number=0982596517
Commentaria in Isaiam Ante [Go Back]  
 [00353]  Ταῦτα δὲ ἀπηγόρευσεν, ἵνα μὴ τῇ οἰκείᾳ δυνάμει θαρρῶσιν ἀλλὰ τὴν θείαν ῥοπὴν ἀναμέ νωσιν.
 [01375]  παρανομούντων καὶ δυσσεβούντων ὁπλίσας, οὗτοι δὲ οὐχ ὡς τῷ θεῷ τῶν ὅλων ὑπουργοῦντες ἔδρων ἃ ἔδρων ἀλλὰ τῇ οἰκείᾳ ῥώμῃ καὶ δυναστείᾳ θαρ ροῦντες κατὰ πάντων ἔχειν ἐφιλονείκουν τὸ κράτος.
 [01385]  Βεβούλευταί φησι τῇ οἰκείᾳ δυνάμει θαρρῶν πολλῶν ἐθνῶν καταλῦσαι τὴν μνήμην.
 [03147]  Παρεγγυᾷ δὲ αὐτοῖς μὴ εὐφραίνεσθαι μηδὲ τῇ οἰκείᾳ δυνάμει θαρρεῖν·
000-00-00 Serial Number=0520575345
De providentia orationes decem Ante [Go Back]  
 [00221]  οὗτος ἡλίῳ καὶ γῇ μεσι τεύων, τὸ σφοδρὸν τῆς ἀκτῖνος κεράννυσι, καὶ τῇ οἰκείᾳ ὑγρότητι καὶ ψυχρότητι, τὴν ἐκείνου κατα πραΰνων ξηρότητα καὶ θερμότητα, ἄλυπον ἡμῖν πραγματεύεται τοῦ φωτὸς τὴν ἀπόλαυσιν.
000-00-00 Serial Number=0100669622
Eranistes Ante [Go Back]  
 [02225]  Καὶ ὅτι κατὰ τὴν μακαρίαν τῆς θεότητος οὐσίαν ἄτρεπτος, ἀναλλοίωτος, ἀπαθής, ἀθάνατος, ἀνενδεὴς διατελῶν, [163] πάντα τὰ πάθη εἴασε κατὰ συγχώρησιν τῷ οἰκείῳ ἐπενεχθῆναι ναῷ, καὶ τοῦτον τῇ οἰκείᾳ ἀνέστησε δυνάμει, διά τε τοῦ οἰκείου ναοῦ τελείαν τὴν ἀνανέωσιν τῆς ἡμετέρας ἐξειργάσατο φύσεως.
 [02811]  Βούλεται δὲ τὰ τῇ οἰκείᾳ φύσει πρόσφορά τε καὶ πρέποντα.
000-00-00 Serial Number=0465794504
Graecarum affectionum curatio Ante [Go Back]  
 [01861]  ὕστερον δὲ καὶ τούτους αὐτοὺς παντελεῖ παραδίδωσι τιμωρίᾳ, ἐπειδήπερ οὐχ ὡς Θεῷ διακονοῦντες, ἀλλ' οἰκείᾳ πονηρίᾳ δουλεύοντες τὰ [6.31] δεινὰ ἐκεῖνα δεδράκασιν.
000-00-00 Serial Number=0991696715
Historia religiosa Ante [Go Back]  
 [00732]  Καὶ παρ' ἐκεῖνο τὸ καταγώγιον ἕτερον οἰκοδομήσας ἐκεῖ τούτους διάγειν ἐκέλευσε, νεών τινα θεῖον κατασκευάσας εἰς ὃν καὶ τούτους κἀκείνους συνιέναι προσέταξεν ἀρχομένης τε καὶ ληγούσης ἡμέρας ἵνα καὶ τὴν ἑσπερινὴν καὶ τὴν ἑωθινὴν ὑμνῳδίαν κοινῇ προσφέρωσι τῷ θεῷ, διχῇ μὲν διῃρημένοι καὶ τῇ οἰκείᾳ ἕκαστοι κεχρημένοι φωνῇ, ἐκ διαδοχῆς δὲ τὴν ᾠδὴν ἀναπέμποντες.
 [01086]  Τῇ λύττῃ τοίνυν τῇ οἰκείᾳ χρησάμενος, ἥρπασεν ἐκεῖθεν τὴν κόρην καὶ εἰς τὴν οἰκίαν ἐπανήγαγε·
000-00-00 Serial Number=0737659514
Interpretatio in Danielem Ante [Go Back]  
 [00116]  Ἔδωκε Κύριος ἐν χειρὶ αὐτοῦ τὸν Ἰωακεὶμ, βασιλέα Ἰούδα,ἵνα μή τις ὑπολάβῃ οἰκείᾳ δυνάμει τὸν Ναβουχο δονόσορ χρησάμενον τῆς τῷ Θεῷ ἀνακειμένης περι γενέσθαι πόλεως·
 [01127]  Μὴ τοίνυν νόμιζε, τῇ οἰκείᾳ σοφίᾳ καὶ δυνάμει ταῦτα κατωρθωκέναι.
 [01598]  Μὴ νομίσῃς, φησὶν, ὅτι τῇ οἰκείᾳ ῥώμῃ χρησάμενος ὁ σὸς πατὴρ ἅπασαν τὴν οἰκουμένην ὑπέταξε, καὶ τὰ [81.1388] μυρία τῶν ἐθνῶν γένη γλώσσαις χρώμενα διαφόροις ὑπὸ μίαν ἐποιήσατο βασιλείαν.
000-00-00 Serial Number=0966262817
Interpretatio in Ezechielem Ante [Go Back]  
 [01489]  Θρῆνος, φησὶ, καταλήψεται τοὺς ὑπὸ θείου μὲν Πνεύματος οὐκ ἐνεργουμένους, οἰκείᾳ δὲ ὁρμῇ πειθομένους.
 [03820]  τῇ οἰκείᾳ δὲ σοφίᾳ καὶ δυνάμει ἐπέγραψε τὴν προσ γενομένην αὐτῇ τῶν ἀγαθῶν ἀφθονίαν·
 [04321]  οὐκ ἐπειδὴ γνώμῃ τῷ θείῳ διακονῶν βουλή ματι τοῦτο εἰργάσατο (οἰκείᾳ γὰρ ὁρμῇ κεχρημένος πᾶσι τούτοις τοῖς ἔθνεσιν ἐπεστράτευσεν), ἀλλὰ διὰ τούτων παραδηλοῖ, ὡς οὐδὲν αὐτοῦ μὴ βουλομένου γενήσεται.
 [04801]  ἐὰν δὲ, φησὶ, σὺ μὲν τὰ παρ' ἐμοῦ πάντα δῆλα ποιήσῃς τῷ παρανόμως βιοῦντι, καταφρονήσῃ δὲ ἐκεῖνος τῶν σῶν λόγων, καὶ τῇ οἰκείᾳ ἐπιμείνῃ κακίᾳ, ἐκεῖνος μὲν τὴν δικαίαν ὑφέξει τιμωρίαν, σὺ δὲ σεαυτὸν ἀπαλλάξεις τῶν εὐθυνῶν.
000-00-00 Serial Number=0568477809
Interpretatio in Jeremiam Ante [Go Back]  
 [04782]  Οὐ γὰρ τῇ οἰκείᾳ δυνάμει περιεγένοντο τῶν ἐχθρῶν, ἀλλ' ὁ παραδοὺς Θεὸς τὴν ἐλευθερίαν ἀπέδωκε.
000-00-00 Serial Number=0835258126
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [01359]  Ὁ δὲ Ἐζεκίας, καὶ τῆς μεγίστης αὐτοῦ στρατείας, καὶ τῆς τῶν λόγων μανίας καταφρονή σας, τῇ οἰκείᾳ χρώμενος εὐσεβείᾳ, τὴν θείαν ἐπ εκαλέσατο συμμαχίαν, καὶ παραυτίκα ταύτης ἀπ ήλαυσεν.
 [02290]  οἰκείᾳ δὲ φιλοτιμίᾳ τῷ βασιλικῷ στεφάνῳ τὴν κεφαλὴν αὐτοῦ κατεκόσμησας.
 [03537]  Οὕτω γάρ με, φησὶ, περιέβαλέ τε καὶ περιέφραξε τῇ οἰκείᾳ φιλανθρωπίᾳ, ὡς πόλιν ὀχυρῷ περιβόλῳ περιφράττουσιν οἱ οἰκήτορες.
000-00-00 Serial Number=0002141297
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [01452]  Παντοδαποῖς χρώμενοι μηχανήμασιν ἀνελεῖν με πειρῶνται, τῇ οἰκείᾳ δυνά μει θαῤῥοῦντες·
 [04387]  Ἀλλ' ὅμως αὐτὸς, τῇ οἰκείᾳ χρώμενος ἀγαθότητι, οὐκ ἠνέσχετο αὐτοὺς παντελεῖ παραδοῦναι φθορᾷ.
000-00-00 Serial Number=0037319422
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00879]  Τοιγαροῦν οὐχ ἑτέρωθεν ποθὲν ἐδέξατο δύναμιν, ἣν μὴ πρότερον εἶχεν, ἀλλὰ τῇ οἰκείᾳ δυνάμει κατὰ τῶν πολεμίων ἐχρήσατο·
 [03980]  Εὖ δὲ ποιοῦντες οὐχ ἑαυτοῖς ἐπιγράφουσι τὴν νίκην, οὐδὲ τῇ οἰκείᾳ προθυμίᾳ καὶ δυνάμει θαῤῥοῦσιν, ἀλλ' ὑπὸ τῆς θείας χάριτος ταύτης τετυχηκέναι βοῶσιν.
000-00-00 Serial Number=0011802137
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [02327]  ∆ηλοῖ δὲ καὶ διὰ τούτων, ὡς αὐτοῦ κελεύον τος, ἀλλ' οὐκ οἰκείᾳ δυνάμει χρώμενος, κρατήσει τούτων ὁ Βαβυλώνιος.
 [02738]  πάντας δὲ οὐ μόνον ἄνδρας καὶ γυναῖκας ἀσιτίᾳ προσέχειν, ἀλλὰ καὶ τῶν ἀλόγων προσέταξε τὰ γένη μηδεμιᾶς ἀπολαῦσαι τροφῆς, ὡς ἂν τῷ λιμῷ πιεζομένων, καὶ τῶν μὲν μυκωμένων, τῶν δὲ βληχομένων, καὶ ἑκάστων τῇ οἰκείᾳ κεχρημένων φωνῇ, θερμότερα μὲν οἱ ἄνθρωποι προσενέγκαιεν δάκρυα, ἀνοίξαιεν δὲ τοῦ Θεοῦ τὰς τοῦ ἐλέου πηγάς.
 [03486]  Ὡς ἂν δὲ μὴ νομίσῃ ἐν οἰκείᾳ δυνάμει τοῦτο κατορθωκέναι, πασῶν τῶν ἄλλων περιγενο μένους πόλεων, παρ' αὐτοὺς τῆς Ἱερουσαλὴμ τοὺς περιβόλους τὰς πολλὰς κατηκόντισε μυριάδας.
 [03715]  Τῇ οἰκείᾳ δὲ ἀσεβείᾳ μὴ ἀρκουμένη, καὶ τοὺς ὑπηκόους ἠνάγκαζες ταυτὰ σοὶ φρονεῖν.
 [05426]  ἧκε γὰρ ὁ προφητευόμενος βασιλεὺς, καὶ τῇ οἰκείᾳ δικαιοσύνῃ τὴν ἁμαρτίαν κατέπαυσε, καὶ τῇ πραότητι τοῦ δια βόλου τὴν ἀλαζονείαν κατέλυσε, καὶ πώλῳ ὄνου χρη σάμενος, τοὺς ἐπὶ χρυσῶν καὶ λιθοκολλήτων ὀχημά των φερομένους βασιλέας ἔχει προσκυνητάς.
000-00-00 Serial Number=0785802722
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [01078]  Μένων ὁ θεὸς ἐν τῇ οἰκείᾳ αἰσθήσει τε καὶ δικαιοσύνῃ ἀτρέπτως ἑκάστῳ τὸ κατ' ἀξίαν ἀποδίδωσιν, οὐ νῦν κατὰ παρατροπὴν τοῦτο ποιεῖν εὑρών, ἀλλ' ἀεὶ ἐσχηκὼς καὶ ἔχων τὸ ἐν τούτοις ἄτρεπτον·
 [01182]  Πολλαὶ μέν εἰσιν αἱ αἰτίαι δι' ἃς χρὴ τοὺς ἀνισταμένους ἐν τῇ οἰκείᾳ ἀνίστασθαι μορφῇ, πρῶτον μὲν πρὸς ἔνδειξιν τῆς θείας καὶ μεγάλης γνώσεως τοῦ θεοῦ, τοῦ δυνηθέν τος ἐν τοσούτῳ ἀριθμήτῳ πλήθει τῶν ἀνισταμένων ἑκάστῳ ἀπο σῴζειν τὴν οἰκείαν μόρφωσιν·
 [01183]  ἔπειτα δὲ ἵνα μὴ νομισθῇ δημιουρ γῶν καινοὺς ἀνθρώπους καὶ μὴ τοὺς τεθνηκότας ἀνιστῶν, διὰ τοῦτο ἕκαστον τῶν ἀνισταμένων ἐν τῇ οἰκείᾳ ἐγείρει μορφῇ, οὐκ ἀώρῳ μέντοι τῇ ἡλικίᾳ·
 [01544]  κἀκεῖνοι γὰρ τὴν σφαγὴν παρὰ γνώμην ἐδέξαντο, καὶ ταῦτα οὐ γνώμῃ οἰκείᾳ, ἀλλὰ χάριτι θείᾳ ἐν Ἱερουσαλὴμ τὸν ὕμνον ἐφθέγξαντο.
000-00-00 Serial Number=0558954775
Quaestiones in Octateuchum Ante [Go Back]  
 [04097]  εἶτα παραινεῖ νικῶντας μὴ τῇ οἰκείᾳ ῥώμῃ τὴν νίκην ἐπιγράφειν, ἀλλὰ τῷ ἐπικούρῳ καὶ προμάχῳ Θεῷ.
000-00-00 Serial Number=0391537189
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [01180]  Ὡς πάνσοφος παιδοτρίβης αὐτὸν γυμνάζει πρὸς ἀρετὴν, καὶ πείθει μὴ τῇ οἰκείᾳ δυνάμει θαῤῥεῖν, ἀλλὰ τὴν αὐτοῦ προσμένειν ἐπικουρίαν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»