Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum νυκτὸς [72]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum νυκτὸς


000-00-00 Serial Number=0346576512
Commentaria in Isaiam Ante [Go Back]  
 [01891]  [151Νυκτὸς] ἀπολεῖται ἡ Μωαβῖτις, νυκτὸς γὰρ ἀπολεῖται τὸ τεῖχος τῆς Μωαβίτιδος.
 [02345]  φυλάσσοντι ἀπὸ νυκτὸς [12εἶπον·]
 [02827]  Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σὲ ὁ θεός, διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς.
 [02831]  Λέγει τοίνυν ὁ προφήτης ὅτι ἔτι νυκτὸς οὔσης ὑπὸ τοῦ σοῦ φωτιζόμενος πνεύματος τῆς σῆς ἡμέρας τὸν ὄρθρον ὁρῶ, οὐδὲ γὰρ αὐτὰ βλέπω τὰ πράγματα ἀλλὰ τὰς τούτων εἰκόν ας .
 [04287]  Ἀπὸ γὰρ τῆς ἡμέρας ἕως τῆς νυκτὸς παρεδόθη<ν>.
 [04527]  Βλέπετε γάρ φησι τὸν ἥλιον, τὴν σελήνην, τὴν τῶν ἀστέρων χορείαν, τὰς τοῦ ἔτους τροπάς, τὰς τῶν ὡρῶν μεταβολάς, τὰς ἰσομέτρους νυκτὸς καὶ ἡμέρας διαδοχάς.
 [06868]  Καθάπερ γὰρ ὁ ὄρθρος τὴν ζοφώδη τῆς νυκτὸς διαρρήγνυσιν ἀμπεχόνην, οὕτω φησὶ τὴν νύκτα τῶν συμφορῶν οὗτος ὁ ἔννομός σου διαλύσει βίος καὶ τῆς ἐμῆς σοι προνοίας χορηγήσει τὸ φῶς.
 [07146]  [11Καὶ] ἀνοιχθήςονται αἱ πύλαι σου διὰ παντὸς ἡμέρας καὶ νυκτὸς καὶ οὐ κλεισθήσονται τοῦ εἰσαγαγεῖν πρὸς σὲ δύναμιν ἐθνῶν καὶ βασιλεῖς αὐτῶν ἀγομένους.
000-00-00 Serial Number=0213486433
De providentia orationes decem Ante [Go Back]  
 [00122]  [83.568] τὴν διὰ σκαπάνης ἐπιμέλειαν, τηνικαῦτα δανείζεται παρὰ τῆς νυκτὸς ἡ ἡμέρα, αὔξουσα τοῖς ἀνθρώποις τὸν τῆς ἐργασίας καιρόν·
 [00130]  Εἰσὶ δὲ οἳ καὶ μακρᾶς οὕτω τῆς νυκτὸς γιγνομένης, τῆς ἀναπαύλης οὐ λαμβάνουσι κόρον, ἀλλὰ τὸν ὄρθρον βλέποντες ὑπολάμποντα, δυσχεραίνουσιν.
 [00141]  Παύει γὰρ καὶ τοὺς λίαν φιλοπονω τάτους τῆς ἐργασίας τῆς νυκτὸς τὸ ζοφῶδες.
 [00157]  Ὅτι τοίνυν ἀναγκαία, καὶ λίαν τοῖς ἀνθρώποις ὠφέλιμος τῆς νυκτὸς ἡ χρεία, ἀπόχρη μὲν, ὡς οἶμαι, καὶ τὰ εἰρημένα διδάξαι.
 [00177]  Ἐπειδὴ τοίνυν εἶδες ἡλίου καὶ σελήνης τὴν χρείαν, καὶ νυκτὸς καὶ [83.572] ἡμέρας τὰς ἰσομέτρους διαδοχὰς, καὶ τὴν ἐντεῦθεν τοῖς ἀνθρώποις προσφερομένην ὠφέλειαν, βλέπει μοι καὶ τῶν ὡρῶν τοῦ ἔτους τὴν τερπνοτάτην καὶ χρειωδε στάτην χορείαν.
 [00198]  τούτους ὁ τῶν ὅλων ∆ημιουργὸς πεποίηκεν, οὐχ ἵνα μόνον τὸ ζοφῶδες τῆς νυκτὸς φωτίζωσι, καὶ ἐν ἀσελήνῳ νυκτὶ τοῦ φωτὸς τοῖς ἀνθρώποις τὴν χρείαν παρέχωσιν, ἀλλ' ἵνα καὶ ὁδίτην παραπέμπω σι, καὶ τοὺς πλέοντας ξεναγῶσιν.
 [00530]  Ἅπαν γὰρ ἔθνος, καὶ ἅπασα γλῶσσα τῶν τῆς ἡμέρας καὶ τῆς νυκτὸς κηρυγμάτων ἀκούει.
 [01400]  οὐδὲ τῆς νυκτὸς τὸ ζοφῶδες ἐμπόδιον γίνεται τῇ θεωρίᾳ.
000-00-00 Serial Number=0354883134
Eranistes Ante [Go Back]  
 [01514]  Τοὺς μὲν γὰρ τυφλοὺς τῆς μακροτάτης νυκτὸς ἠλευθέρωσε, καὶ τὴν ὀπτικὴν αὐτοῖς ἐνέργειαν ἐδωρήσατο.
 [03221]  Ἦλθε δὲ καὶ Νικόδημος, ὁἐλθὼν πρὸς τὸν Ἰησοῦν νυκτὸς τὸ πρότερον, φέρων μίγμα σμύρνης καὶ ἀλόης λίτρας ρʹ.
000-00-00 Serial Number=0641813636
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [01069]  Ὅταν ἐν νόμῳ Κυρίου μελετῶντες ἡμέρας καὶ νυκτὸς τοῖς θείοις ἐντρυφῶ μεν λόγοις, καὶ μετὰ κατανύξεως καὶ γνώσεως προσ έχωμεν τοῖς γεγραμμένοις, διανοίγομεν ἡμῶν τὰς θυρίδας, καὶ ὑποδεχόμεθα τοῦ νυμφίου τὸ πρόσωπον.
 [01853]  Σημαίνει δὲ διὰ μὲν τῆς νυκτὸς τὴν ἐν νυκτὶ γενο μένην αὐτῷ ὑπὸ τῶν Ἰουδαίων ἐπανάστασιν·
000-00-00 Serial Number=0835160315
Graecarum affectionum curatio Ante [Go Back]  
 [00392]  Τούτοις ἐοίκασιν οἱ τὸ νοερὸν φῶς τῆς ἀληθείας ἰδεῖν οὐκ ἐθέλοντες, ἀλλ' ἀσπασίως ἐν τῷ ζόφῳ τῆς ἀγνοίας διάγοντες, καθάπερ τῶν πτηνῶν τὰ νύκτωρ πετό μενα, ἅπερ δὴ μάλα εἰκότως ἀπὸ τῆς νυκτὸς παρωνύμως προσ αγορεύονται·
 [00784]  ἡ δὲ σελήνη, τοῦ μείζονος ὑποχωροῦν τος φωστῆρος, τῆς νυκτὸς τὸ ζοφῶδες κεράννυσι καὶ οὔτε τοὺς διαναπαύεσθαι βουλομένους ἀλγύνει τῇ τοῦ φωτὸς περιουσίᾳ καὶ τοῖς ὁδοιπορεῖν ἢ δρᾶν ἄλλο τι βουλομένοις χορηγεῖ δᾳδουχίαν ἀρκοῦσαν·
 [01841]  θεῷ γάρ φησι δυνατὸν ἐκ μελαίνας νυκτὸς ἀμίαντον ὄρσαι φάος, κελαινεφεῖ δὲ σκότει καλύψαι καθαρὸν ἁμέρας σέλας.
000-00-00 Serial Number=0530205727
Historia ecclesiastica Ante [Go Back]  
 [01266]  μετὰ γὰρ τὰ ἕβδομα τοῦ Πάσχα παρθένοι εἰς δεσμωτήριον ἐβάλλοντο, ἐπίσκοποι ἤγοντο ὑπὸ στρατιωτῶν δεδεμένοι, ὀρφανῶν καὶ χηρῶν ἡρπάζοντο αἱ οἰκίαι, καὶ ἁρπαγαὶ καὶ ἔφοδοι κατὰ τῶν οἰκιῶν ἐγί νοντο καὶ νυκτὸς Χριστιανοὶ κατεφέροντο, ἐπεσφραγίσθησαν οἰκίαι καὶ ἀδελφοὶ κληρικῶν ὑπὲρ τῶν ἀδελφῶν ἐκινδύνευον.
000-00-00 Serial Number=0307313144
Historia religiosa Ante [Go Back]  
 [00415]  Ἤκουσε γὰρ τοῦ θείου πνεύματος διὰ τοῦ μεγάλου ∆αβὶδ ὑποψάλλοντος ὡς ὁ μελετῶν ἐν νόμῳ κυρίου ἡμέρας καὶ νυκτὸς ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ, καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται.
 [00518]  Καὶ ἡμεῖς, ὦ φιλότης, τὸν αὐτόν σοι μέτιμεν βίον καὶ τὴν αὐτὴν ἀσπαζόμεθα πολιτείαν καὶ τῆς ἀναπαύλης προτιμῶμεν τοὺς πόνους καὶ τὴν νηστείαν τῆς τροφῆς προαιρούμεθα καί, νυκτὸς ἐπιγενο μένης, τότε ταύτης μεταλαγχάνομεν.
 [00699]  Σιδήρῳ δὲ βαρεῖ τὴν ὀσφὺν ἐζωσμένος κάθηται μὲν ὀλιγάκις, τῆς δὲ νυκτὸς καὶ τῆς ἡμέρας τὸ πλέον ἢ ἑστηκὼς ἢ ἐπὶ τῶν γονάτων κείμενος τὴν τῆς εὐχῆς τῷ δεσπότῃ λειτουργίαν προσφέρει, τῆς δὲ κατακλίσεως παντελῶς τὴν χρείαν ἠρνήθη·
 [00998]  Τὸν τοίνυν δύο καὶ ἐνενήκοντα ἀγωνισάμενον ἔτη καὶ διὰ πάσης ἡμέρας τε καὶ νυκτὸς νικηφόρον ὁδεύσαντα, τίς ἂν ἀξίως θαυμάσειεν;
 [01151]  Πεποιθήσεως δὲ γέμων εἰς θεὸν καὶ θαρρῶν, ὡς εἰκός, εὐμενῆ τὸν δεσπότην κεκτη μένος καὶ πίστιν ἔχων ἀδίστακτον, νυκτὸς διεγερθεὶς ἄνεισιν ἐπὶ τὴν ἄκραν τοῦ ὑδραγωγοῦ πρὶν τοὺς θιασώτας ἐπὶ τὰς συνήθεις εὐχὰς διαναστῆναι καὶ διὰ προσευχῆς τὸν θεὸν ἱκετεύσας, θαρρῶν τῷ ποιοῦντι τὸ θέλημα τῶν φοβουμένων αὐτὸν τῇ ῥάβδῳ ἐν ᾗ σκηρι πτόμενος ἐτύγχανεν, ἔτυψε τὴν πέτραν·
 [01525]  τὸ δὲ λειπόμενον τῆς νυκτὸς ἐπὶ θρόνου καθῆστο βραχύ τι διαναπαύεσθαι παραχωρῶν τοῖς βλεφάροις.
 [02454]  οὔτε χειμῶνος ὥρᾳ τὴν τροφὴν ἀντιτάττουσι τῷ κρυμῷ, οὔτε τῆς νυκτὸς τὴν ἀνάπαυλαν, οἷόν τι φάρμακον, τοῖς μεθημερινοῖς προσφέ ρουσι πόνοις·
000-00-00 Serial Number=0326759934
Interpretatio in Danielem Ante [Go Back]  
 [00370]  Τότε γὰρ, φησὶ, τῷ ∆ανιὴλ ἐν ὁράματι τῆς νυκτὸς τὸ μυστήριον ἀπεκαλύφθη, καὶ ηὐλό γησε ∆ανιὴλ τὸν Θεὸν τοῦ οὐρανοῦ.
 [00953]  Εἰ γὰρ καὶ σκιὰ τὸ σκότος ἐστὶ, καὶ οὐκ οὐσία, ἀλλὰ πρᾶγμά ἐστι συμβεβηκὸς, καὶ τῆς νυκτὸς ποιητικόν.
 [00995]  διὰ γὰρ τούτων μηνύουσι τῶν λόγων, ὅτι Ὑμνοῦμέν σε καὶ ὑπερυψοῦμεν, ὅτι δι' ἀγγέλων ἡμᾶς εὐεργε τεῖς, ὅτι οὐρανὸν ἡμῶν χάριν ἐδημιούργησας, ἡλίῳ δὲ τὴν ἡμέραν φωτίζεις, καὶ τῇ σελήνῃ τῆς νυκτὸς κεραννύεις τὸ ἀφεγγὲς, καὶ τοῦ χρόνου ἡμᾶς τὰ μέ τρα διδάσκεις·
 [00996]  ὑμνοῦμέν σε, ὅτι καὶ λειμῶνα ἡμῖν ἀστέρων βλαστῆσαι τὸν οὐρανὸν παρεσκεύασας, καὶ ἄνθεσιν ἀμαράντοις ἑστιᾷς ἡμῶν τὰς ὄψεις, καὶ τῆς νυκτὸς ἡμῖν διὰ τοῦ δρόμου τούτων παρέχεις τὰ μέ τρα γινώσκειν.
 [01255]  Ἐθεώρουν τοίνυν, φησὶν, ἐν ὁράματι τῆς νυκτὸς ἐπὶ τῆς κοίτης μου, καὶ ἰδοὺ εἲρ καὶ ἅγιος ἀπ' οὐρανοῦ κατέβη.
 [01917]  Καὶ ἐγὼ ∆ανιὴλ ἐθεώρουν ἐν ὁράσει μου τῆς νυκτὸς, καὶ ἰδοὺ οἱ τέσσαρες ἄνεμοι τοῦ οὐρανοῦ προσέβαλον εἰς τὴν θάλασσαν τὴν μεγάλην.
 [02004]  Ὀπίσω γὰρ τούτου, φησὶν, ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς, καὶ ἰδοὺ θηρίον τέταρτον φοβε [81.1420] ρὸν καὶ ἔκθαμβον περισσῶς, καὶ οἱ ὀδόντες αὐτοῦ σιδηροῖ καὶ μεγάλοι, καὶ οἱ ὄνυχες αὐτοῦ χαλκοῖ ἤσθιον καὶ ἐλέπτυνον, καὶ τὰ ἐπίλοιπα τοῖς ποσὶν αὑτοῦ συνεπάτει, καὶ αὐτὸ διέφερε περισσῶς παρὰ πάντα τὰ θηρία τὰ ἔμπροσθεν αὐτοῦ.
 [02081]  Ἐθεώρουν, φησὶν, ἐν ὁράματι τῆς νυκτὸς, καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ, ὡς Υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν, καὶ ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασε, καὶ ἐνώπιον αὐτοῦ προσηνέχθη.
000-00-00 Serial Number=0403612435
Interpretatio in Ezechielem Ante [Go Back]  
 [04638]  οἱ γὰρ ἐν συμφοραῖς ὄντες νυκτὸς ἀφεγγεστέραν τὴν ἡμέραν ὑπολαμβάνουσι·
000-00-00 Serial Number=0204976320
Interpretatio in Jeremiam Ante [Go Back]  
 [01874]  Ἀποῤῥίψω ὑμᾶς ἀπὸ τῆς γῆς ταύτης εἰς γῆν, ἣν οὐκ ᾔδειτε ὑμεῖς, καὶ οἱ πατέρες ὑμῶν, καὶ δουλεύσετε ἐκεῖ θεοῖς ἑτέροις ἡμέρας καὶ νυκτὸς, οἳ οὐ δώσουσιν ὑμῖν ἔλεος.
 [05238]  Εἶχον γὰρ ἐνέχυρα μεγάλα τοῦ πιστεῦσαι, τὰ κατὰ τὸν Σεναχηρεὶμ, οὗ τὴν στρατιὰν ἐν βραχεῖ μορίῳ νυκτὸς κατηνάλωσε.
000-00-00 Serial Number=0392620504
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [01582]  ἔτι δὲ καὶ ἕως νυκτὸς ἐπαίδευσάν με οἱ νεφροί μου.
 [01583]  Ἀλλ' ὅμως ὑπὸ τοῦ Κυρίου σοφιζόμενος, καὶ ἀρίστοις χρώμενος λογισμοῖς, τῆς τοῦ πάθους νυκτὸς περιέσομαι.
 [01646]  Ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυκτὸς, ἐπύρωσάς με, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδι κία.
 [01649]  διὸ καὶ τῆς νυκτὸς ἐμνημόνευσεν, ἐν ᾗ τοῦτο δέδρακεν, ἐν νυκτὶ καθεύδοντα τὸν Σαοὺλ περισώσας, καὶ οὐ δενὶ συγχωρήσας ἐπενεγκεῖν αὐτῷ τὴν θανατηφόρον πληγήν.
 [02115]  Καὶ γὰρ ἡ τεταγμένη νυκτὸς καὶ ἡμέρας διαδοχὴ, τοὺς ὑπὸ τοῦ ∆ημιουρ [80.993] γοῦ τεθέντας ὑποδείκνυσιν ὅρους, οὓς παραβαί νειν ἡ ἄψυχος οὐκ ἀνέχεται κτίσις.
 [02413]  Ὁ Θεός μου κεκράξομαι ἡμέρας πρὸς σὲ, καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτὸς, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί.
 [02414]  Ἢ κατὰ τοὺς λοιποὺς, καὶ νυκτὸς, καὶ οὐ σιγή.
 [03578]  Ὅτι ἡμέρας καὶ νυκτὸς ἐβαρύνθη ἐπ' ἐμὲ ἡ χείρ σου.
 [04876]  Ἡμέρας ἐντελεῖται Κύριος τὸ ἔλεος αὐτοῦ, καὶ νυκτὸς ᾠδὴ αὐτοῦ παρ' ἐμοί.
000-00-00 Serial Number=0991980433
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [01010]  [ιαʹ.] Ἡμέρας καὶ νυκτὸς κυκλώσει αὐτὴν ἐπὶ τὰ τείχη αὐτῆς.
 [01989]  Καὶ ὁ Κύριος τετάρτῃ φυλακῇ τῆς νυκτὸς πρὸς τοὺς ἱεροὺς ἀπο στόλους ἐλήλυθε.
 [03629]  Ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ ἄρτος ἡμέρας καὶ νυκτὸς, ἐν τῷ λέγεσθαί μοι καθ' ἑκάστην ἡμέραν·
 [03911]  Ἀπὸ τῶν ἰδικῶν εὐεργεσιῶν ἐπὶ τὰς κοινὰς τὸν λόγον μετήνεγκε, καὶ κτίστην εἶναι διδάσκει τοῦ παντὸς τὸν τῶν ὅλων Θεὸν, ἡμέ ρας τε καὶ νυκτὸς ποιητὴν, φωτὸς χορηγὸν, καὶ ἡλίου δημιουργὸν, καὶ τοῦ χρόνου πρύτανιν.
 [04114]  Ταῖς χερσί μου νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐκ ἠπατήθην.
 [04116]  Ἡ χείρ μου νυκτὸς ἐκτέταται διηνεκῶς.
 [04128]  Φυλακὰς καλεῖ τὰς τῆς νυκτὸς διαιρέσεις, καθ' ἃς οἱ φύλακες ἀλλήλοις τὴν φυλακὴν ἐγχειρί ζουσι·
 [04129]  δηλοῖ δὲ διὰ τούτων τὴν διὰ πάσης τῆς νυκτὸς ἀγρυπνίαν.
000-00-00 Serial Number=0894523203
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [02404]  Οὐκ ἀντεῖ πον γὰρ οἱ μακάριοι θεράποντες τοῖς θείοις προσ τάγμασιν, ἀλλὰ τὰ κελευόμενα ἔδρων, καὶ τὴν μα κροτάτην αὐτοῖς καὶ τριήμερον ἐπήγαγον νύκτα, μᾶλλον δὲ καὶ νυκτὸς ζοφωδέστερον σκότος.
 [04424]  Ζόφον γὰρ ἐπιφέρει, καὶ νυκτὸς δίκην τοῖς ἀνθρώποις ἐπέρχεται.
 [04472]  Οὐ γὰρ μεθ' ἡμέραν μόνον, ἀλλὰ καὶ νύκτωρ κατ' αὐτὸ τῆς νυκτὸς τὸ μεσαίτατον, ἐν ᾧ μετὰ πλείονος ἡδο νῆς ὁ ὕπνος τοῖς ἀνθρώποις ἐπέρχεται, ὑμνῶν σε δι ετέλουν, τὰς δικαίας σου ψήφους ἀνευφήμουν.
 [04637]  διώρισας ἀπὸ τῆς νυκτὸς τὴν ἡμέραν, καὶ κατὰ τοὺς σοὺς ὁδεύει νόμους.
 [04712]  Οὕτω καὶ τὸν θεσπέσιον Ἰωάννην λύχνον προσηγόρευσεν ὁ ∆εσπό της Χριστὸς, ἔτι νυκτὸς οὔσης ἐπιφανέντα τοῖς Ἰου δαίοις.
 [04942]  ἀλλὰ καὶ μεσούσης νυκτὸς, οὐκ ἀνα μένων τὰς τῶν ἀλεκτρυόνων ᾠδάς.
 [05972]  Τὴν σελήνην, καὶ τοὺς ἀστέρας, εἰς ἐξουσίαν τῆς νυκτὸς, ὅτι εἰς τὸν αἰῶνα [80.1924] τὸ ἔλεος αὐτοῦ.
 [06238]  κἂν τῷ σκότει τῆς νυκτὸς κατακαλύψασθαι πειραθῶ, οὐδ' οὕτως λήσομαι.
000-00-00 Serial Number=0522527218
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00516]  Καθάπερ γὰρ ὁ ὄρθρος λύει τῆς νυκτὸς τὸ ζοφῶδες, οὕτως αὐτὸς τῶν ἐπικειμένων ἡμᾶς ἀπαλλάξει πει ρασμῶν, καὶ τῆς αὐτοῦ προνοίας τὴν ἀκτῖνα παρ έξει.
 [02441]  Εἰ κλέπται εἰσῆλθον πρὸς σὲ, ἢ λῃσταὶ νυκτὸς, ποῦ ἂν ἀπεῤῥίφης;
000-00-00 Serial Number=0319118202
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [01237]  τῷ πρωὶ δὲ ἐχομένῳ τῆς νυκτὸς ταύτης παρέδωκαν αὐτὸν τῷ Πιλάτῳ.
000-00-00 Serial Number=0825036168
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00288]  καὶ οὕτω δὲ ῥαθυμούντων κηδό μενος ὁ Θεός, τοὺς ἐρημοτέρους ἐκείνοις ἀπεκλήρωσε τόπους, καὶ τὸν τῆς νυκτὸς αὐτοῖς καιρὸν ἀπένειμεν εἰς διατροφήν·
000-00-00 Serial Number=0807709515
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00944]  ∆εξάμενος δὲ τὴν ἀπόφασιν, καὶ μετ' ὀδύ νης δεδειπνηκὼς, διὰ πάσης μὲν τῆς νυκτὸς ἐποιή σατο τὴν πορείαν, ἕωθεν δὲ κατέλαβε τὸ στρατόπε δον.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»