Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum νόμου [280]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum νόμου


000-00-00 Serial Number=0002715468
Commentaria in Isaiam Ante [Go Back]  
 [00198]  Ταῦτα πάντα διεξελθών, καὶ τὴν τοῦ νόμου λύσιν καὶ τοῦ ναοῦ τὴν κατάλυσιν, ἐδίδαξε τὸ εἶδος τῆς ἁμαρτίας δι' ὃ ὑπέστησαν τὰς παντοδαπὰς τιμωρίας καὶ κατηγορεῖ αὐτῶν οὐκ εἰδώλων θεραπείαν οὐδὲ μοιχείαν καὶ πλεονεξίαν ἀλλὰ μιαιφονίαν·
 [00275]  Ἐπειδὴ γὰρ ὡς ὑπὲρ τοῦ νόμου ζηλοῦντες οὐκ ἐδέξαντο παραγενόμενον τὸν σωτῆρα Χριστόν, τῆς πολλῆς δυσσεβείας ἀναμιμνῄσκει ὅτι καὶ εἰδώλων τὴν πόλιν ἐνέπλησαν καὶ ἄλση τοῖς εἰδώλοις ἐφύτευσαν καὶ ἐν ἀγοραῖς καὶ ἐν οἰκίαις καὶ ἐπὶ τῶν δωμάτων τοῖς δαίμοσι θυσίας προσέφερον καὶ ταῦτα δρῶντες οὐκ ἐλογίζοντο τὴν τοῦ νόμου παράβασιν·
 [00343]  Προτρέ πει τοίνυν ὁ προφητικὸς λόγος μηκέτι προσεδρεύειν τῷ λυχνιαίῳ φωτὶ τοῦ νόμου, ἀλλὰ τῷ ἀληθινῷ τὰς ψυχὰς καταυγάζειν·
 [00345]  Εἶτα δείκνυσιν, ὡς οὐκ ἐννόμως ἀλλὰ καὶ λίαν παρανόμως πολιτευόμενοι τὴν ὑπὲρ τοῦ νόμου δῆθεν σπουδὴν ἐπεδεί κνυντο καὶ τὴν καινὴν οὐκ ἐδέχοντο διαθήκην, καὶ διδάσκει τὰ ὑπ' αὐτῶν τολμώμενα·
 [00460]  Τῇ γὰρ τοῦ νόμου φυλακῇ παραινοῦντες προσμένειν καὶ τοὺς τοῦτο ποιοῦντας μακαρίους καλοῦντες οὐκ εἴων προστρέχειν τῷ σωτηρίῳ κηρύγματι.
 [00691]  Αὐτὸς γὰρ ἐδεδώκει τοῦ νόμου τὰ λόγια.
 [00781]  Ἐπειδὴ γὰρ Ὀζίας τοῦ νόμου κρατοῦντος ἔτι παρανόμως κατετόλμησε τῶν ἀδύτων, προσημαίνεται διὰ τῆς ὄψεως τῶν ἐθνῶν ἁπάντων ἡ κλῆσις.
 [01037]  ὄρος γὰρ ἦν ἀροτριούμενον ὁ Ἰουδαίων λαὸς ὑπὸ νόμου καὶ προφητῶν γεωργούμενος, ἀδεῶς πολι τευόμενος, ἡνίκα τῆς θείας συμμαχίας ἀπέλαυεν.
 [01226]  Καὶ αὐτός ἐστιν «ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου» καὶ αὐτὸς «ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου γενόμενος ὑπὲρ ἡμῶν κατάρα».
 [02611]  ν γάρ» φησιν «ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος.».
 [03240]  Καὶ ταύτης τῆς μαρτυρίας ὁ κύριος ἐμνημόνευσε τῶν Φαρισαίων κατηγορῶν καὶ διδάσκων ὡς τοῦ θείου νόμου καταφρονοῦντες ἰδίαις ἐχρῶντο νομοθεσίαις.
 [03716]  «Θεωρεῖς ἀδελφέ, πόσαι μυριάδες εἰσὶ τῶν πεπιστευκότων Ἰουδαίων, καὶ πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσιν.».
 [04871]  Οὐχὶ ὁ θεός, ᾧ ἥμαρτον αὐτῷ καὶ οὐκ ἐβούλοντο ἐν ταῖς ὁδοῖς αὐτοῦ πορεύεσθαι οὐδὲ ἀκούειν τοῦ νόμου αὐτοῦ;
 [05194]  Οὕτω καὶ τῶν πρὸ τοῦ νόμου πατέρων μνημονεύσας ἔφη·
 [06053]  ∆ηλοῖ δὲ καὶ τοῦ καινοῦ νόμου ἡ μνήμη, ὃν οὐκ Ἰουδαίοις ἀλλὰ τοῖς ἔθνεσιν ἐπαγγέλ λεται δώσειν καθάπερ ἡλιακὴν αὐτοῖς καταπέμπων ἀκτῖνα καὶ τῆς ἀγνοίας ἀφανίζων τὸ σκό τος .
 [06327]  καὶ ἡμῶν ὑποκειμένων ταῖς κατάραις διὰ τὴν τοῦ νόμου παράβασιν «αὐτὸς ὑπὲρ ἡμῶν ἐγένετο κατάρα.
 [06626]  Τῆς δὲ τῶν σαββάτων φυλακῆς ἐπιμελεῖσθαι προσέταξεν ὡς ἔτι κρατοῦντος τοῦ νόμου.
 [06717]  Νῦν τῷ ὑπὲρ τοῦ νόμου ἐπυρσεύθητε ζήλῳ καὶ κατὰ τοῦ νομοθέτου κεκινήκατε τοῦτον οἱ ἐπὶ τῶν εἰδώλων «κύνες ἐνεοί», ἐπὶ τοῦ ςωτῆρος καὶ εὐεργέτου «κύνες ἀναιδεῖς τῇ ψυχῇ».
 [06917]  Νῦν δὲ τοῦ νόμου λυθέντος φυλάττειν φιλονεικοῦσι τὸν νόμον, ὥσπερ διὰ τοῦτο καὶ παραβαίνοντες καὶ φυλάττοντες, ἵνα
 [07612]  Τῆς τοῦ νόμου παραβάσεως κατηγορεῖ διδάσκων, ὡς οὐκ ἀντεχόμενοι τοῦ νόμου οὐδὲ τὴν ἔννομον πολιτείαν ἀσπαζόμενοι τὴν μιαιφονίαν ἐκείνην ἐτόλμησαν καὶ τὸν εὐεργέτην τῷ ξύλῳ προσήλωσαν παρανομοῦσι γὰρ οἵ γε τὸν νόμον ἀεὶ ἀδεῶς παραβαίνοντες ἀλλὰ συνήθως ἀχάριστοι περὶ τὰς θείας γενόμενοι εὐεργεσίας .
 [07818]  οὗτοι δὲ «πάντες ζηλωταὶ τοῦ νόμου» ἐτύγχανον, ᾗ φησιν ὁ θεῖος Ἰάκωβος.
000-00-00 Serial Number=0144056380
De incarnatione domini Ante [Go Back]  
 [00100]  «Τὸ γὰρ ἀδύνατον τοῦ νό μου ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας, ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν σαρκὶ, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα.».
 [00109]  διὸ ἐπήγαγεν ὁ μακάριος Παῦλος, Ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα τοῦ νόμου περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα.
 [00159]  «Τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας, ἐν ὁμοιώματι σαρκὸς ἁμαρ τίας, καὶ περὶ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα.».
 [00165]  οὐχ ἵνα δὲ δικαιώσῃ ὃν ἀνέλαβεν ἄνθρωπον, ταῦτα πεποίηκεν, ἀλλ' ἵνα, φησὶ, τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα.
 [00288]  Καὶ μαρτυροῦσι πατριάρχαι, καὶ προφῆται, καὶ τῶν θεοφιλῶν ἀνθρώπων τὰ τά γματα, τῶν τε πρὸ τοῦ νόμου, καὶ τῶν μετὰ τὸν νό μον, οἱ ἐν ἀζυγίᾳ, οἱ ἐν ζυγῷ, οἱ ἐν πλούτῳ, οἱ ἐν ἀκτησίᾳ πληρῶσαί σου τὰς ἐντολὰς μὴ δυνηθέντες διὰ τοῦτον·
 [00343]  ὥσπερ γὰρ τὸ, «Χρι στὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα,» οὐ τὴν εἰς κατάραν μεταβολὴν τῆς τῶν ἀγαθῶν πηγῆς αἰνίττεται, ἀλλὰ τὴν δι' αὐτοῦ γενομένην τῆς ἁμαρτίας ἤγουν τῆς κατάρας ἀπαλλαγὴν, καὶ τὸ, «Γενέσθαι ἁμαρτίαν ὑπὲρ ἡμῶν τὸν μὴ γνόντα ἁμαρτίαν,» οὐ τὴν τῆς δικαιοσύνης σημαίνει τροπὴν (ἄτρεπτον γὰρ τὸ Θεῖον, καὶ ἀναλλοίωτον, ὡς διὰ τοῦ προφήτου βοᾷ·
 [00527]  ἐπειδὴ γὰρ οἱ τῇ ἁμαρτίᾳ δουλεύσαντες τοῖς ἐπιτιμίοις ὑπεύθυνοι τῆς ἁμαρτίας ἐτύγχανον, αὐτὸς ἁμαρτίας ἀπηλλαγμένος, καὶ διὰ πάσης ὁδεύ σας δικαιοσύνης, τὴν τῶν ἁμαρτωλῶν κατεδέξατο τιμωρίαν, διὰ μὲν τοῦ σταυροῦ, τῆς παλαιᾶς κατ άρας τὴν ἀπόφασιν λύων «(Χριστὸς γὰρ, φησὶν, ἐξηγόρασεν ἡμᾶς ἐκ τῆς κατάρας τοῦ νόμου, γενό μενος ὑπὲρ ἡμῶν κατάρα·
000-00-00 Serial Number=0428712845
De providentia orationes decem Ante [Go Back]  
 [00007]  Περὶ γὰρ τῶν τοῦ νόμου φυλάκων ὁ λόγος, ἐκείνους δὲ ἀχαρίστους καὶ [83.557] παραβάτας προσαγορεύειν εἰώθαμεν·
 [00564]  Μετὰ δὲ τὴν τοῦ νόμου παρά βασιν, εἰς αἴσθησιν ἐλθόντες τῶν ἐπταισμένων, καὶ τῆς θείας φωνῆς ἀκούσαντες, ἔῤῥαψαν φύλλα συ κῆς, καὶ ἐποίησαν ἑαυτοῖς περιζώματα.
 [00694]  καὶ οἷόν τινες οἰκέται ὑπὸ τοῦ νόμου τῆς δεσποτείας ἀναγκαζόμεναι, καὶ τῶν οἰκήσεων ἐξίασι, καὶ τὸ χρειῶδες συλλέγουσι, καὶ ἀχθοφοροῦ σαι διατελοῦσι, καὶ σπουδαίως οἰκοδομοῦσι, καὶ τοῦ μέλιτος ἐνιεῖσαι τὰ νάματα, ὥσπερ τινὶ θησαυρῷ σήμαντρα καὶ σφραγῖδας ἐπιβάλλουσι, καὶ οἷόν τινα δασμὸν καὶ φόρον, ὡς βασιλεῦσι διηνεκῶς τοῖς ἀνθρώποις χορηγοῦσι.
 [01534]  οὔτε γὰρ ἡ τῆς πό λεως ἅλωσις, οὐχ ὁ τοῦ θείου νεὼ ἐμπρησμὸς, οὐχ ἡ τῶν ἀδύτων καὶ ἀψαύστων ἐρημία, οὐ τὰ θεῖα σκεύη λάφυρα τῶν Βαρβάρων γεγενημένα, οὐχ ἡ τῶν βασιλέων ἀναίρεσις, οὐχ ἡ τῶν ἱερέων σφαγὴ, οὐχ ἡ πόῤῥωθεν τῶν ἁγίων οἴκησις, οὐχ ἡ ἐν τῇ ἀλλοτρίᾳ διατριβὴ, οὐχ ἡ ἐρημία τῶν διδασκόν των, οὐχ ἡ τῶν κρατούντων ἀσέβεια, οὐχ ἡ τῆς δου λείας ἀνάγκη, οὐχ ὁ βαρὺς τοῦ βασιλέως ζυγὸς, οὐ τὸ τῆς ἡλικίας ἄωρον, οὐ πόθος ζωῆς, οὐ φόβος τε λευτῆς, οὐκ ἄλλο τῶν τοιούτων οὐδὲν ἀνέπεισε μικρόν τι παραφεῖναι καὶ παραβῆναι τῶν τοῦ νόμου γραμμάτων.
 [01546]  Οἱ δὲ γεννά δαι ἐκεῖνοι, Ἀνανίας, Ἀζαρίας, καὶ Μισαὴλ, οἱ τοῦ νόμου τρόφιμοι, οἱ τῆς Ἀβραμιαίας πίστεως κληρο νόμοι, οἱ τῆς εὐσεβείας ἀθληταὶ, οἱ τῆς χάριτος πρόδρομοι, οἱ τῆς πίστεως πρόμαχοι, οἱ δοῦλοι τὰ σώματα, καὶ τὰ φρονήματα ἐλεύθεροι, οἱ αἰχμάλω τοι, καὶ βασιλέων τὰς ψυχὰς ὑψηλότεροι, οὐ μόνον ἑκόντες οὐ προσεκύνησαν τῇ εἰκόνι, ἀλλὰ καὶ κατ ηγορηθέντες, ἅτε δὴ τὸ κελευσθὲν οὐ ποιήσαντες, ἀπολογίαν μὲν οὐδεμίαν προσφέρουσιν, ἄντικρυς δὲ ἀπαγορεύουσι τὴν προσκύνησιν, καὶ μεγάλῃ βοῶσι φωνῇ·
 [01570]  ὅπως δὲ οὗτος πρότερον ἐννόμως εὐχόμενος, καὶ κρύβδην τοῦτο ποιῶν, ἐπειδὴ δὲ ὁ δυσσεβὴς νόμος ἐτέθη, προ φανῶς τὸν Θεὸν ἀντιβολῶν διετέλει, τοῦ νόμου κα ταγελῶν, καὶ τοῦ νομοθέτου καταφρονῶν.
 [01953]  ἔδει δὲ τῇ φυλακῇ τοῦ νόμου, τὴν νίκην ἀποδοῦναι τὴν φύσιν.
 [02019]  «Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα.
 [02030]  «Ἐπικατάρατος γὰρ, φησὶ, πᾶς ὃς οὐκ ἐμ μένει τοῖς ἐγκειμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά.».
 [02038]  Ποίαν τοῦ νόμου θεωρήσας παράβασιν;
 [02181]  Ἡ γὰρ πρὸς Ἰουδαίους διάλεξις, καὶ ἡ ἀπὸ τοῦ νόμου καὶ τῶν προφητῶν ἀπόδειξις, σαφὴς μὲν ἔλεγχος τῆς τούτων ἀνοίας ἐγίνετο, ὑπεδείκνυε δὲ τοῖς ἐξ ἐθνῶν ἄνωθεν τὴν χριστιανικὴν πολιτείαν κεκηρυγ μένην.
000-00-00 Serial Number=0136205852
De sancta trinitate Ante [Go Back]  
 [00484]  «Ὁ γὰρ νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἐλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου.».
000-00-00 Serial Number=0266839623
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00273]  Καὶ εἰ λαμπρότατος δὲ ἦν ἔτι, ἀπήλ λακτο ἂν τοῦ τοιούτου τέλους, τοῦ τοὺς μεμοριαλίους τετιμη κότος νόμου τοῦτο σαφῶς διαγορεύοντος.
000-00-00 Serial Number=0303099930
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [01818]  Οἴκοι γάρ με τοῦ βασιλικοῦ καθείργοντος νόμου, καὶ περαιτέρω τῶν ὅρων τῆς ὑπ' ἐμοῦ ποιμαινομένης πόλεως προβαίνειν κωλύοντος, ἐκάθισαν μὲν κατ' ἐμοῦ τὸ συνέδριον, τὸν δὲ πέντε καὶ τριάκοντα σταθμοῖς ἀφεστηκότα κατέκριναν.
 [02152]  ὁ δ' αὖ παραβαίνων, παντὸς τοῦ νόμου παραβάτης ἁλίσκεται.
 [02827]  Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα .
000-00-00 Serial Number=0347334146
Eranistes Ante [Go Back]  
 [00719]  Ὥσπερ γὰρ ὅταν λέγῃ, Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα, οὐ τοῦτό φησιν, ὅτι ἡ οὐσία αὐτοῦ τῆς οἰκείας ἀποστᾶσα δόξης εἰς κατάραν οὐσιώθη (τοῦτο γὰρ οὐδ' ἂν δαίμονες ἐννοήσαιεν, οὐδ' οἱ σφόδρα ἀνόητοι καὶ τῶν κατὰ φύσιν ἀπεστερημένοι φρενῶν·
 [00725]  Εἰ γὰρ τὸ ἐγένετο μεταβολὴν νομίζεις, ἐὰν ἀκούσῃς Παύλου λέγοντος, Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενό μενος ὑπὲρ ἡμῶν κατάρα, εἰς φύσιν καὶ μετατροπὴν κατάρας ἐκλαμβάνεις τὴν λέξιν;
 [02169]  Ἀλλ' εἰ καὶ ἐκ τῆς παρθένου τὸ ἀνθρώπινον ὄργανον ἀναλαβὼν ἐφόρεσε, καὶ ὑπὸ νόμον ἐγένετο, κατὰ τὰς τῶν πρωτοτόκων ἀξίας καθαρισθείς, οὐκ αὐτὸς δεόμενος τῆς τούτων χορηγίας ὑπέμενε τὰς θεραπείας, ἀλλ' ἵνα τῆς τοῦ νόμου δουλείας ἐξαγοράσῃ τοὺς πεπραμένους τῇ δίκῃ τῆς ἀρᾶς.
 [03617]  Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα·
000-00-00 Serial Number=0443086088
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00011]  Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου.
 [00266]  Καὶ ὁ μέγας δὲ Ἰωάννης, ὁ δείξας [81.45] τοῦ νόμου τὸ τέλος, καὶ τῆς χάριτος τὴν ἀρχὴν, ὁ μέσος τοῦ παιδαγωγοῦ καὶ τοῦ σοφοῦ διδασκάλου, ἐφ' οὗ ἡ σκιὰ τὸ σῶμα ἐδέξατο, Ὁ ἔχων, φησὶ, τὴν νύμφην νυμφίος ἐστὶν, ὁ δὲ φίλος τοῦ νυμφίου, ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ τῶν λόγων, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου.
 [01132]  ∆ιό φησιν αὐτὸς, ὅτι Παρελήλυθε καὶ ὁ χειμὼν καὶ ὁ ὑετὸς, αἱ τοῦ νόμου ἀπειλαὶ, καὶ αἱ σφοδραὶ τῶν ἁμαρτημάτων τιμωρίαι.
 [01494]  καὶ ἐξηγόρασεν ἡμᾶς ἐκ τῆς κατάρας τοῦ νόμου, γενό μενος ὑπὲρ ἡμῶν κατάρα.
 [01644]  Ὡς δρόσος Ἀερμὼν ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιὼν, τουτέστι τὰ τοῦ νόμου διδάγματα, τοῖς ὄρεσι τῆς Σιὼν χορ ηγούμενα.
 [01647]  τοὺς δὲ ἀπὸ Σανὴρ καὶ Ἀερμὼν, ὡς τοῦ νόμου τὴν δρόσον δεχομένους, καὶ ὑπὸ τῶν θείων ἐντολῶν φωτιζομένους.
 [01667]  Πλήρωμα δὲ νόμου ἡ ἀγάπη.
 [01789]  Οὐ γὰρ μόνον τὴν εὐαγγελικὴν ἔχει διδασκαλίαν προφανῶς ῥέουσαν, ἀλλὰ καὶ τοῦ νόμου τὸ φρέαρ, ὅπερ ἐστὶ φρέαρ ὕδατος ζῶντος, καὶ κεκρυμμένα μὲν ἔχον τὰ νάματα, ῥοιζοῦντα δὲ, καὶ ἦχον ἀποτε λοῦντα, καὶ ἀπὸ τοῦ Λιβάνου προχεόμενα ἐν Ἱερο σολύμοις γὰρ ἤνθει ἡ νομικὴ πολιτεία, ἥτις Λίβανος τροπικῶς ὀνομάζεται·
 [02249]  Ἀποκάλυψον τοὺς ὀφθαλμοὺς ἡμῶν, καὶ κατανοήσομεν τὰ θαυμάσιά σου ἐκ τοῦ νόμου σου·
 [02484]  Τῆς μὲν οὖν Ἰουδαίας ὁ μυκτὴρ, διὰ τὸ ἀπειθὲς καὶ δυσήνιον, ἐνώτιον ἔλαβεν οἷόν τινα χαλι νὸν, καθάπερ ταῦρος κερατίζων, τοῦ νόμου τὴν ἀπειλὴν, ἐπειδὴ ὡς δάμαλις παροιστρῶσα παροί στρησεν Ἰσραήλ.
000-00-00 Serial Number=0407966495
Graecarum affectionum curatio Ante [Go Back]  
 [01556]  Ξύμψηφός σού εἰμι, ἔφη, τούτου τοῦ νόμου, καί μοι ἀρέσκει.
 [01845]  τῷ δὲ ἀεὶ ξυνέπεται ∆ίκη, τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρός, ἧς ὁ μὲν εὐδαιμο νήσειν μέλλων ἐχόμενος ξυνέπεται ταπεινὸς καὶ κεκοσμημένος·
 [02078]  Πολλὰ γὰρ δὴ καὶ διάφορα προσενεγκὼν φάρμακα, διὰ μὲν τῆς κτίσεως καὶ τῆς φύσεως πᾶσιν ἀνθρώποις, διὰ δὲ νόμου καὶ προφητῶν Ἑβραίοις, ὕστερον τὸ παναλκὲς τοῦτο καὶ σωτήριον προσενήνοχε φάρμακον [6.87] καὶ τὴν νόσον ἐξήλασεν.
 [02228]  ∆ῆλον γάρ τοι τὸν τοῦ νόμου σκοπὸν διὰ τῶν προφητῶν ὁ νομοθέτης πεποίηκεν.
000-00-00 Serial Number=0944416583
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00458]  Ὁ γὰρ δὴ Κέρδων ἐγένετο μὲν ἐπὶ Ἀντωνίνου τοῦ πρώτου, ἔφη δὲ ἄλλον εἶναι Θεὸν τὸν πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἄγνωστον τοῖς προφήταις, ἄλλον δὲ τοῦ παντὸς ποιητὴν, καὶ τοῦ νόμου τοῦ Μωσαϊκοῦ νομοθέτην·
 [01706]  Πρὸ γὰρ τοῦ νόμου καὶ τῶν προφη τῶν, ἡ φύσις ταῦτα τοὺς ἀνθρώπους ἐπαίδευσε.
 [01713]  Καὶ ὁ γενναῖος δὲ Ἰὼβ πρὸ τῆς τοῦ νόμου θέσεως ἐν ἀρετῇ διαπρέψας, τὸν ἀληθινὸν Θεὸν οἶδε ∆ημιουργόν.
 [02138]  Ἄχρι γὰρ νόμου, φησὶν, ἁμαρτία ἦν ἐν τῷ κόσμῳ, ἁμαρ τία δὲ οὐκ ἐλλογεῖται μὴ ὄντος νόμου·
 [02171]  Ὅταν γὰρ ἔθνη, τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες, ἑαυτοῖς εἰσι νόμος.
 [02327]  Ἐπειδὴ γὰρ ἤκουσεν ὁ παμμίαρος τοῦ νόμου διαγο ρεύοντος, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος, κατάκαυμα ἀντὶ κατακαύματος, μώλωπα ἀντὶ μώλωπος, τοῦ δὲ Κυρίου ἐγγυῶντος τῷ παίοντι τὴν σιαγόνα τὴν δεξιὰν στρέψαι καὶ τὴν ἄλλην, καὶ τῷ βουλομένῳ κριθῆναι καὶ τὸν χιτῶνα λαβεῖν, προσ δοῦναι καὶ τὸ ἱμάτιον, ὑπέλαβεν ὁ ἐμβρόντητος, δί καιον μὲν ἐκεῖνον, ἀγαθὸν δὲ τοῦτον.
 [02496]  Κἂν τοῖς Ἱεροσολύμοις δὲ ὡς παραβάτης τοῦ νόμου κρινόμενος ἐβόα·
 [02796]  Εἶτα τῶν Φαρι σαίων εἰρηκότων τὸν παλαιὸν προστεταχέναι νόμον δοῦναι βιβλίον ἀποστασίου, ἡρμήνευσεν αὐτοῖς τὸν τοῦ νόμου σκοπόν·
 [02858]  Καὶ τῇ ἐπαγωγῇ δείκνυσι τοῦ νόμου τὸ ἀξιόπιστον·
 [02862]  Καὶ Ῥωμαίοις δὲ γράφων, καὶ νόμου καὶ χάριτος διδάσκων διαφορὰν, τοῦ δευτέρου γάμου τέθεικε τὸ παράδειγμα.
 [02867]  Ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ, κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρός.
 [02869]  ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ, ἐλευθέρα ἐστὶν ἀπὸ τοῦ νόμου, τοῦ μὴ εἶναι αὐτὴν μοιχαλίδα γενομένην ἀνδρὶ ἑτέρῳ.
000-00-00 Serial Number=0479292393
Historia ecclesiastica Ante [Go Back]  
 [00108]  ἤκουσε γὰρ τοῦ θείου νόμου βοῶντος·
 [00242]  εἰς μόνον ἀγέννητον πατέρα, οὐδένα τοῦ εἶναι αὐτῷ τὸν αἴτιον ἔχοντα, ἄτρεπτόν τε καὶ ἀναλλοίωτον, ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντα, οὔτε προκοπὴν οὔτε μείωσιν ἐπιδεχόμενον, νόμου καὶ προφητῶν καὶ εὐαγγελίων δοτῆρα, πατριαρχῶν καὶ ἀποστόλων καὶ ἁπάντων ἁγίων κύριον·
 [00712]  ἐκείνης δὲ μηδένα ἔχειν μάρτυρα τῆς κατηγορίας λεγούσης, ὅρκον προὔτειναν οἱ δικαιότατοι δικασταί, καίτοι τοῦ νόμου διαρρήδην βοῶντος ἐπὶ δύο καὶ τριῶν μαρτύρων εἶναι βέβαια τὰ λεγόμενα, καὶ ἄντικρυς τοῦ ἀποστόλου κελεύοντος μηδὲ κατὰ πρεσβυτέρου γινομένην γραφὴν δίχα δύο ἢ τριῶν μαρτύρων προσδέχεσθαι.
 [01002]  Οὐδὲ τὴν τῆς ὑμετέρας ἱερᾶς ἐννοίας ἀποπεφευγέναι γνῶσιν οἶμαι, διὰ τοῦτο Ἀθανάσιον τὸν τοῦ προσκυνητοῦ νόμου ὑποφήτην πρὸς καιρὸν εἰς τὰς Γαλλίας ἀπεστάλθαι, ἵνα, ἐπειδὴ ἡ ἀγριότης τῶν αἱμοβόρων αὐτοῦ καὶ πολεμίων ἐχθρῶν εἰς κίνδυνον τῆς ἱερᾶς αὐτοῦ κεφαλῆς ἐπέμενε, μὴ ἄρα διὰ τῆς τῶν φαύλων διαστροφῆς ἀνήκεστα [95] ὑποστῇ.
 [01504]  δίκαιον οὖν ἐστι πάντας τοὺς ἐν τῷ Ῥωμαίων κόσμῳ διδασκάλους τοῦ νόμου τὰ περὶ τοῦ νόμου φρονεῖν, καὶ μὴ [148] διαφόροις διδασκαλίαις τὴν πίστιν μιαίνειν.
 [01866]  τούτου δὴ οὖν τοῦ νόμου τεθέντος, εἰς μὲν τὴν Ἀντιό χειαν ἐπανῆλθεν ὁ θεῖος Μελέτιος, εἰς δὲ τὴν Ἀλεξάνδρειαν ὁ πολυ ύμνητος Ἀθανάσιος.
 [02102]  καὶ πρῶτον μὲν αὐτοὺς συναλίσας ἤρετο τί δή ποτε τοῦ νόμου θύειν κελεύοντος ταῖς θυσίαις οὐ χρῶνται·
 [03395]  ταῦτα δὲ πάντα ὁ βασιλεὺς προσέταττε μέν, οὐκ ἐγίνετο δέ, τοῦ νόμου κωλύ οντος ὃν Ἀμβρόσιος ὁ μέγας τεθῆναι παρῄνεσεν.
000-00-00 Serial Number=0129486740
Historia religiosa Ante [Go Back]  
 [02510]  Ἐξηγόρασεν ἡμᾶς ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα.
000-00-00 Serial Number=0351938367
Interpretatio in Danielem Ante [Go Back]  
 [00695]  Αὐτίκα τοίνυν προσίασι μὲν τῷ βασιλεῖ, ἀναμιμνήσκουσι δὲ αὐτὸν τοῦ τεθέντος νόμου διαῤῥήδην διαγορεύοντος ἅπασι τοῖς ὑπηκόοις προσκυνεῖν τὴν εἰκόνα, καὶ τοῖς τοῦτο ποιεῖν παραιτουμένοις ἀπειλοῦντος τὴν κάμινον·
 [00814]  Καὶ τῶν ἐντολῶν τοῦ νόμου σου οὐκ ἠκού σαμεν, οὐδὲ ἐφυλάξαμεν αὐτὰς, οὐδὲ ἐποιήσαμεν, καθὼς ἐνετείλω ἡμῖν, ἵνα εὖ ἡμῖν γένηται.
 [00863]  Οἱ δὲ ἅγιοι παῖδες οὗτοι, τοῦ νόμου τὸν σκοπὸν ἐπιστάμενοι, ἔλεγον μὴ εἶναι τόπον τοῦ καρπῶσαι ἐνώπιον αὐτοῦ, καὶ εὑρεῖν ἔλεον·
 [00920]  Ἄληστον ἔχουσι τοῦ θείου νεὼ τὴν μνήμην, καὶ ἀκριβεῖς ὄντες τοῦ νόμου φύλακες, ἐννόμως προσεύχονται·
 [01785]  Οὐ γὰρ κρύβδην, φησὶ, τὰς εὐχὰς ἐποιεῖτο, ἀλλὰ προφανῶς, καὶ πάντων ὁρώντων, οὐ φιλοτιμούμενος, ἀλλὰ τῆς δυσσεβείας τοῦ νόμου καταφρονῶν.
 [01835]  ἔπειτα τὴν εὐσέβειαν ἐπαινῶν, Ὧ σὺ, φησὶν, λατρεύεις ἐνδελεχῶς, τουτέστιν, ὁ μηδὲ διὰ τὴν τοῦ νόμου ἀνάγκην ταύ της κωλυθεὶς τῆς θεραπείας.
 [02729]  Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιο σύνην παντὶ τῷ πιστεύοντι·
 [02783]  Τοῦ γὰρ νόμου κελεύοντος διὰ βίου τοὺς ἀρχιερέας ἱερατεύειν, καὶ μετὰ τὴν τελευτὴν τοὺς διαδόχους λαμβάνειν, Ἡρώδης, καὶ οἱ μετ' ἐκεῖ νον Ῥωμαῖοι, ὠνητὰς τὰς ἀρχιερωσύνας ποιησά μενοι, συχνὰς αὐτῶν ἐποιοῦντο διαδοχάς·
 [02845]  Τῆς γὰρ ἀληθινῆς προσφερομένης θυσίας, τέλος λήψεται ἡ τοῦ νόμου σκιά.
 [02931]  Τῇ γὰρ τεσσαρεσκαιδεκάτῃ τοῦ πρώτου μηνὸς πρὸς ἑσπέραν τοῦ θείου νόμου προστάττοντος ἐπιτελεῖν τὸ Πάσχα, ὁ μακάριος ∆ανιὴλ μέχρι τῆς τετάρτης εἰκάδος ἄσιτος διετέλει.
 [03385]  Οἱ γὰρ εἰς δέον τῇ παρὰ τοῦ Θεοῦ χορηγη θείσῃ γνώσει χρώμενοι, σφόδρα τῶν ἐκείνου κατα [81.1524] φρονήσουσι νόμων, καὶ τὴν ὑπὲρ τοῦ θείου νόμου τε λευτὴν τῆς μετ' ἀσεβείας ζωῆς προτιμήσουσι.
000-00-00 Serial Number=0352979481
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00038]  Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου.
 [01755]  Οὐκ ἐδέξω, φησὶ, τῆς διδασκαλίας τοὺς ἅλας, οὐ τὰ προσενε χθέντα σοι διὰ τοῦ νόμου σπάργανα, ἃ τοῖς βρέφεσι [81.933] προσφέρεται, ἵνα, εἴ τι ἂν τῶν μελῶν ἐν ταῖς ὠδῖσι τοῦ εὐθέος παρατραπῇ, διευθύνηται, καὶ τὸ προσ ῆκον ἀπολαμβάνῃ σχῆμα.
 [01759]  Εὐθὺς γὰρ, φησὶ, καὶ παραχρῆμα τεχθεῖσα, καὶ τῆς Αἰγύπτου ἀπαλλαγεῖσα, καὶ τὴν ἰσότητα τοῦ νόμου παιδευθεῖσα παρ' ἐμοῦ, παρετράπης, τὰ σκολιὰ καὶ διεστραμμένα ἀεὶ ἀγαπήσασα.
 [01787]  Οὐδέπω γὰρ ἐδέξω τοῦ νόμου τὸ κάλυμμα [81.936] ηʹ.
 [01791]  Θεασάμενος γάρ σε ἐπιτηδείαν λοιπὸν εἰς τὸ δέξασθαι τὴν διὰ τοῦ νόμου πρὸς ἐμὲ κοινωνίαν, ἐξ έτεινα μὲν οἷόν τινας πτέρυγας τῶν σωτηρίων ἐντο λῶν τὴν διδασκαλίαν, καὶ συνεκάλυψα τὴν τῆς ἀνο μίας γυμνότητα·
 [01796]  Ῥᾴδιον δὲ τοῦτο καταμαθεῖν τῷ βουλομένῳ τοῖς τοῦ νόμου γράμ μασιν ἐντυχεῖν·
 [01821]  [81.937] περιδέῤῥαιον δὲ τῷ τραχήλῳ περιτιθέμενον, τὸν τοῦ νόμου ζυγόν·
 [01862]  Οὐ γὰρ μόνα τὰ τῶν ἄλλων ἐζήλωσας κακὰ, ἀλλὰ καὶ αὐτὴ ἕτερα ἐπενόη σας, ἐξ ἱματίων εἰδώλων εἰκόνας κατασκευάσασα, καὶ θεοὺς ἀναγορεύσασα, καὶ ταῦτα ἐμοῦ σοι διὰ τοῦ νόμου τὰ τοιαῦτα ἀπαγορεύσαντος.
 [01900]  Κινήσω, φησὶν, εἰς παιδείαν τὴν χεῖρά μου, καὶ γυμνώσω σε τῆς τοῦ νόμου λαμπρότητος, καὶ ἐπίχαρτόν σε τοῖς ἐχθροῖς καταστήσω, καὶ τὰς ἐκ γειτόνων πόλεις ἐπιγελᾷν σοι ποιήσω, αἳ τὴν τῆς σῆς ἀσεβείας ὑπερβολὴν οὐκ ἐζήλωσαν.
 [02027]  Καὶ τὰ Σόδομα δὲ οὔτε προφήτην εἶχεν, οὔτε νομοθέτην, μόνης δὲ τῆς τοῦ φυσικοῦ νόμου διδασκαλίας ἀπήλαυε.
 [02033]  Σὺ μὲν γὰρ, τὴν ἐκείνων παρανομίαν μιμησαμένη, οὐκ ἔχεις ἀπολογίαν ὑπὸ νόμου καὶ προφητῶν βοη θουμένη·
 [02072]  ἐκέλευσε δὲ ταύτην τὰς ἓξ φυλὰς ἐν τῷ ὄρει τῷ Γηβὰλ ἑστῶσας διεξιέναι, καὶ πάντα τὸν λαὸν ἐπάγειν Ἀμὴν, οἷον ὑπογράφοντας, καὶ συντιθεμένους τῇ τοῦ νόμου ἀρᾷ.
 [02082]  Οὐ τὴν τοῦ νόμου, ἀλλὰ τὴν τῆς χάριτος·
 [02387]  Τοσοῦτον δὲ, φησὶν, ἀπέχω τοῦ δίκας ἕτερον ὑπὲρ ἑτέρου εἰσ πράξαι, ὅτι καὶ αὐτὸν τὸν παραβάτην τοῦ νόμου, κἂν μυρίας παρανομίας ἐργάσηται, μεταβαλλόμενον, καὶ μεταμελείᾳ χρώμενον, καὶ τὴν τῆς δικαιοσύνης ὁδὸν προαιρούμενον, καὶ δέξομαι, καὶ ζωῆς ἀξιώσω·
 [02623]  τῆς δὲ τοῦ Σαββάτου φυλακῆς οὐχ ἡ φύσις διδάσκαλος, ἀλλ' ἡ θέσις τοῦ νόμου·
 [02676]  λέγει δὲ διὰ τούτων τοὺς δέκα λόγους τοῦ νόμου·
 [03244]  Συνάφειαν δὲ καὶ κοινωνίαν καλεῖ τὴν διὰ τοῦ νόμου γεγενημένην αὐτοῖς συμφωνίαν·
 [06167]  διὰ γὰρ τοῦ νόμου καὶ τῶν προ φητῶν τὰ ἡμέτερα ἀγαθὰ προεῤῥέθη·
 [06269]  Ὁ δὲ μυθολογίαις χαίρων Ἀπολινάριος, καὶ τῶν μύθους ἐξηγουμένων γραϊδίων κατ' οὐδὲν διαφέρων, ἑτέραν ἡμῖν ὑπισχνεῖ ται τῆς Ἱερουσαλὴμ οἰκοδομίαν, καὶ τὴν κατὰ νόμον τῶν Ἰουδαίων λατρείαν, καὶ πρὸς τῇ τοῦ νόμου φυ λακῇ τὴν εἰς τὸν Κύριον πίστιν·
 [06270]  εἶτα πάλιν ἐκκλη σίας ἀλλήλαις ἀντιπάλους, τὴν μὲν ἐξ ἐθνῶν ἔξω τοῦ νόμου ζῶσαν, τὴν δὲ ἐξ Ἰουδαίων κατὰ νόμον πολιτευομένην.
 [06286]  ∆ιότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ, ἀλλὰ διὰ πίστεως Ἰησοῦ Χριστοῦ.
 [06290]  Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρ κὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἵνα τὸ δικαίωμα τοῦ νό μου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπα τοῦσιν, ἀλλὰ κατὰ Πνεῦμα.
 [06293]  Καὶ τῷ Πέτρῳ δὲ σχηματισαμένῳ τὴν τοῦ νόμου φυλα κὴν, διὰ τὴν τῶν μαθητῶν ἀσθένειαν, ἔμπροσθεν πάντων ἔφη·
 [06297]  Εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, ἀλλὰ δι' ἀκοῆς πίστεως, καὶ ἡμεῖς εἰς Ἰησοῦν Χριστὸν ἐπιστεύσαμεν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν.
 [06323]  Εἰ δὲ ὡς τῆς πίστεως ἀρκούσης καὶ σῶσαι, καὶ τῶν οὐρανῶν προξενῆσαι τὴν βασιλείαν, τὴν τοῦ νόμου κατέπαυσε φυλακὴν, τίνος χάριν τὸν σῶσαι μὴ δυνάμενον νόμον πάλιν ἐπιστήσει τοῖς Ἰουδαίοις;
 [06354]  Καὶ πῶς οἷόν τε σὺν τοῖς ἐξ ἐθνῶν πεπιστευκόσι τῶν θείων αὐτοὺς ἀπολαύειν μυστηρίων, τοῦ νόμου τὴν πρὸς τὰ ἔθνη ἐπιμιξίαν κωλύοντος;
 [06364]  Ναὶ, φησὶν ὁ σοφώτατος, καὶ ἐπὶ τῶν ἀποστόλων οἱ ἐν Ἱεροσολύμοις τῷ κηρύγματι πεπιστευκότες Ἰουδαῖοι τὴν κατὰ νόμον λατρείαν ἐφύλαττον, τῶν ἄλλων Ἐκκλησιῶν ἔξω τοῦ νόμου πολιτευομένων.
 [06365]  Καὶ οὐ συνίησιν, ὅτι τῇ ἐκείνων ἀσθενείᾳ συγκατιόν τες οἱ ἱεροὶ ἀπόστολοι τοῦτο τηνικαῦτα γίνεσθαι συν εχώρησαν, αὐτοὶ δὲ τὸν νόμον παρέβαινον ἀδεῶς, οὐκ ἂν, εἴπερ ᾔδεσαν ἀναγκαίαν τοῦ νόμου τὴν φυ λακὴν, ἀνασχόμενοι παραβῆναι.
 [06367]  τοῖς δὲ ἀσθενῶς διακειμένοις τῆς τοῦ νόμου φυλακῆς παρεχώρουν, κατὰ μέρος [81.1256] αὐτοὺς ἐπὶ τὰ τελειότερα ποδηγετοῦντες.
000-00-00 Serial Number=0782168150
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00179]  Καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου οὐκ ἠπίσταντό με.
 [00262]  ἄνωθεν γὰρ συνέτριψας τὸν τοῦ νόμου ζυγὸν, καὶ τοῖς τῶν παρανόμων ἐθνῶν ἠκολούθησας ἔθεσι.
 [00708]  ἀλλ' ἐπειδὴ ὑπέσχετο ὁ ∆εσπότης φιλανθρωπίαν, ἕνα γοῦν εἰ εὕρῃ ποιοῦντα κρῖμα, καὶ ζητοῦντα πίστιν, διδάσκει ὡς ἐπεζήτησε μὲν, ὡς προσετάχθη, πάντας δὲ εὗρε συντρίψαντας τὸν τοῦ νόμου ζυγόν.
 [00911]  Εἰ δὲ καὶ ἡνίκα ὁ νόμος ἐκράτει, περιττὰ ταῦτα ἐνομίσθη, μάτην μεμήνασιν Ἰου δαῖοι, μετὰ τὴν τοῦ νόμου παῦλαν τοῖς τοῦ νόμου περιττοῖς ὡς ἀναγκαίοις ἐνασχολούμενοι.
 [01000]  ∆έδεικται δὲ καὶ διὰ τούτων, ὡς τοῦ νόμου τὰ πε ριττὰ προσετέθη διὰ τὴν τῶν Ἰουδαίων ἀσθένειαν.
 [01068]  οὗτοι δὲ, λόγου μεταλαχόντες, τοῦ νόμου τὴν ὠφέλειαν οὐ δρέπονται.
 [01076]  λέγει δὲ ταύτην μηδὲν ἀπὸ τῶν τοῦ νόμου γραμμάτων ὠφελεῖσθαι, διὰ τὸ ἠγαπηκέναι τὸ ψεῦδος.
 [01352]  Ἐπικατάρατος πᾶς, ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου, τοῦ ποιῆ σαι αὐτά·
 [01531]  Αἰτίους δὲ τῆς ἀσεβείας τοὺς τοῦ νόμου διδασκάλους γεγενῆσθαί φησιν·
 [02012]  οὗτοι δὲ τοῦ νόμου κατέλιπον τὴν ὁδὸν, καὶ τῶν ἐμῶν ἐντολῶν οὐδεμία παρ' αὐτοῖς μνήμη·
 [02361]  Ἐγὼ δὲ σαφῶς διὰ τοῦ νόμου ἀπηγόρευσα τῆς πονηρίας τὰ εἴδη·
 [02886]  Ἀντιλέγει, φησὶ, καὶ οὐ δέχεται τὸν τοῦ νόμου ζυγόν.
 [03130]  ἐπιμέμφεται δὲ, ὡς ἀγαπή σασι μὲν τοῦ νόμου τὴν φυλακὴν, μεταμεληθεῖσι δὲ, καὶ τοῦτον πατήσασιν.
 [03165]  Εἰ δὲ κατὰ τὸν τοῦ νόμου καιρὸν, ὃς οὐκ εἶχε τὴν τελειότητα, διὰ τὴν τῶν νομοθετουμένων ἀσθένειαν, τὴν ἄκραν οὗτοι φιλοσοφίαν ἠσπάσαντο, τίνες ἂν ἐγένοντο τὸν εὐαγγελικὸν ἀκούσαντες νό μον;
 [03478]  Τῆς γὰρ τοῦ νόμου παρα βάσεως οὗτοι καρποί·
000-00-00 Serial Number=0885166109
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00133]  Ἔσται τὰ ῥήματα τοῦ νόμου τούτου διὰ παντὸς ἐν τῷ στόματί σου, καὶ μελετήσεις ἐν αὐτοῖς καθήμενος, καὶ δι ανιστάμενος, καὶ κοιταζόμενος, καὶ πορευόμενος ἐν ὁδῷ·
 [01578]  Σχοι νία ἁμαρτωλῶν περιεπλάκησάν μοι, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην.
 [02075]  Ὅταν γὰρ ἔθνη, τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιεῖ, οὗτοι νόμον μὴ ἔχοντες, ἑαυτοῖς εἰσι νόμος·
 [02079]  Ὁ γὰρ νόμος, φησὶ, τοῦ πνεύματος τῆς ζωῆς ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου.
 [02399]  Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατά ρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα.
 [03784]  Ἐκεῖ τοίνυν Ἀβιμέλεχ τῷ ἱερεῖ συγγενόμενος, ἔκρυψε τὴν φυγὴν, ἀπεστάλθαι δὲ εἴρηκεν ὑπὸ τοῦ βασιλέως εἴς τινα χρείαν σπουδαίαν, καὶ ζητήσας ἄρτους, ἑτέρους μὲν οὐχ εὗρε, μόνους δὲ τοὺς τοῖς ἱερεῦσιν ἀπονενεμημέ νους, καὶ τούτους ἔλαβεν, δεδωκότος τοῦ ἱερέως παρὰ τὸ δόγμα τοῦ νόμου.
 [04652]  Τοῦ νόμου γὰρ κρατοῦντος, ὁλοκαυτώματα καὶ θυσίαι προσ εφέροντο τῷ Θεῷ.
 [04932]  ἐν Βα βυλῶνι γὰρ, ἐπὶ τῶν ἰτεῶν ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν, παράβασιν τοῦ νόμου τὴν ἔξω τοῦ σοῦ τόπου λατρείαν ἡγούμενοι.
000-00-00 Serial Number=0341980338
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00520]  Τί δήποτε ἐπὶ τοῖς ἐμοῖς βρενθυόμενοι δικαιώμασι, καὶ ἄνω καὶ κάτω περὶ τοῦ νόμου διαλεγόμενοι, τὴν ἐν τεῦθεν ὠφέλειαν οὐ προσεδέξασθε, ἀλλὰ καταφρονη τικῶς περὶ τοὺς ἐμοὺς διετέθητε λόγους;
 [00589]  διπλῆν γὰρ ἔχει τοῦ νόμου παράβασιν.
 [00751]  Νῦν μὲν γὰρ, φησὶ, τὴν ἀλλοτρίαν οἰκοῦντας τὰς ὡρισμένας σοι θυσίας προσφέρειν οὐκ ἔνεστιν, ἐν ἐκείνῃ μόνῃ τῇ πόλει θύειν τοῦ νόμου διαγορεύοντος.
 [01088]  Τοῦ γὰρ θείου νόμου διαγορεύοντος ἀγαπᾷν τὸν πλησίον ὡς ἑαυτὸν, τὸν εὐεργέτην ὡς πολέμιον ἐδίωκον.
 [01522]  μή ποτε ἐπιλάθων ται τοῦ νόμου σου.
 [03297]  καὶ γῆρας καλεῖ τοῦ νόμου τὸ τέλος.
 [03356]  ἀπολαύσας δὲ τούτου, γεγηθὼς καὶ γαννύμενος χορεύσω, τὰς σὰς εὐερ γεσίας ὑμνῶν, καὶ τοῦ σοῦ νόμου διηνεκῆ τὴν με λέτην ποιούμενος.
 [04262]  Μανθάνοντες γὰρ τῶν πατέρων τὴν ἀχάριστον γνώμην, καὶ ὅπως τῇ παραβάσει τοῦ νόμου τὸν Θεὸν πολλάκις ἐκίνησαν εἰς ὀργὴν, τὴν ἐκείνων φυλάξονται μίμησιν.
 [04902]  Ταῦτα καὶ τοῦ νόμου τὸ προοίμιον ἔχει.
000-00-00 Serial Number=0861613333
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [01005]  καὶ ἐκ τοῦ νόμου σου διδάξεις αὐτόν.
 [01007]  ἐγὼ δὲ αὐτοὺς ζηλωτοὺς καὶ μακαρίους ἀποκαλῶ, παίδευσιν γυμναζομένους,] καὶ τοὺς θείου νόμου καρπουμένους τὴν ὠφέλειαν.
 [02922]  Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου.
 [03361]  οὕτως Ἰουδαῖοι πρόσκαιρον ἔσχον τοῦ νόμου τὴν χάριν, οἷον ἀπό τινων νεφῶν τῶν προφητῶν χορηγουμένην.
 [03849]  Ἔστι τοίνυν καὶ ἐντεῦθεν καταμαθεῖν, ὡς καὶ τοῦ νόμου κρατοῦντος, οἱ πνευματικώτερον τῷ νό μῳ προσεσχηκότες τὰς λογικὰς θυσίας τῶν ἀλόγων προετίμων θυμάτων, τὴν καινὴν διαθήκην σκιογρα φοῦντες.
 [03852]  κἀκεῖνοι γὰρ ὑπὲρ τοῦ νόμου, καὶ τοῦ νομοθέτου, τὸν ἀξι άγαστον ὑπέμειναν θάνατον, καὶ οὗτοι τῆς παρούσης ζωῆς τὴν ὑπὲρ τοῦ σεσωκότος καὶ τὸν θάνατον κα ταλύσαντος προείλοντο τελευτήν.
 [03880]  Ἐπειδὴ τοίνυν οὐκ ἔτι μόνην ᾤκουν τὴν Παλαιστίνην, οὐδὲ εἰς ἕνα λαὸν ἐτέλουν ὑφ' ἑνὶ βασιλεῖ τεταγμένοι, ἀλλὰ ἐν τοῖς ἔθνεσι διεσπαρμένοι, τοῖς μὲν ἐκείνων ὑπ ήκουον ἄρχουσι, καθ' ἑαυτοὺς δὲ ἐπολιτεύοντο, τῇ τοῦ νόμου διαγορεύσει πειθόμενοι, εἰκότως οὐ λαὸν αὐ τοὺς, ἀλλὰ λαοὺς ὀνομάζει.
 [04012]  Ὁ δὲ ∆εσπότης Χριστὸς τοὺς δύο τοί χους, τοὺς ἀπ' ἀλλήλων ἑστῶτας ἐκ διαμέτρου, τοὺς ἐξ Ἰουδαίων φημὶ, καὶ τοὺς ἐξ ἐθνῶν πεπιστευκό τας, τοὺς μὲν δυσσεβείᾳ δουλεύοντας, τοὺς δὲ τοῦ νόμου τὸν ζυγὸν ἕλκοντας, καὶ εἰς ἓν συναγαγὼν τὰ διεστῶτα συνέζευξε, καὶ μίαν ἐξ ἀμφοτέρων συνήρ μοσεν Ἐκκλησίαν, γωνίαν τινὰ μιμησάμενος δύο τοίχους συνδέουσαν, καὶ πρὸς ἀλλήλους συνάπτου σαν.
 [04089]  Μακαρίζει τοὺς τὴν βασιλικὴν ὁδὸν ὁδεύοντας ἀκλινῶς, καὶ μήτε δεξιᾷ, μήτε ἀριστερᾷ κατὰ τὰς ὑποθήκας τοῦ νόμου παρατραπέντας.
 [04115]  Τοῦτο καὶ διὰ τοῦ νόμου, καὶ διὰ τῶν προφητῶν, καὶ διὰ τῶν ἱερῶν Εὐαγγελίων ὁ ∆εσπότης παρακελεύεται·
 [04203]  Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου.
 [04233]  Ἐπικατάρατος γὰρ, φησὶ, πᾶς, ὃς οὐκ ἐμμένει τοῖς ἐγκειμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου, τοῦ ποιῆσαι αὐτά.
 [04387]  Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, φησὶν ὁ θεῖος Ἀπόστολος, ἀλλὰ ποιηταὶ τοῦ νόμου δικαιω θήσονται.
 [04401]  Ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα, ἀπὸ δὲ τοῦ νόμου σου οὐκ ἐξέκλινα.
 [04464]  Σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην.
 [04468]  Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρ τίας αὑτῶν ὡς σχοινίῳ μακρῷ! Τούτων δὲ, φησὶ, τῶν σχοινίων περιταθέντων μοι, οὐκ ἀπεσεισάμην τοῦ θείου νόμου τὴν μνήμην.
 [04527]  ἐγὼ δὲ τῇ μελέτῃ τοῦ νόμου σου προστέτηκα.
 [04733]  παρθενία δὲ, καὶ μετὰ γάμον ἐγκρά τεια, καὶ ἀκτημοσύνη, καὶ μονήρης βίος, καὶ ἡ ἐν ἐρήμοις διαγωγὴ, τῆς γνώμης ἔργα, τοῦ νόμου ὑπερπηδῶντα.
 [04737]  Ἡ ψυχή μου ἐν ταῖς χερσί σου διὰ παντὸς, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην.
 [04831]  Ἐκεῖνοι μὲν οὖν τοῦ σοῦ κατεφρόνησαν νόμου.
 [04953]  Προσήγγισαν οἱ καταδιώκοντές με ἀνομίᾳ, ἀπὸ δὲ τοῦ νόμου σου ἐμακρύνθησαν.
 [04976]  Ἴδε τὴν ταπείνωσίν μου, καὶ ἐξελοῦ με, ὅτι τοῦ νόμου σου οὐκ ἐπελαθόμην.
 [05316]  Τοῖς γὰρ οὕτω κατοικοῦσι, καὶ τῷ σκοπῷ τοῦ νόμου πειθομένοις, τὸ βέβαιον ὁ προφή της ὑπέσχετο.
 [05662]  Ἐπειδὴ ἐν τοῖς Ἁγίοις τῶν ἁγίων ἡ κιβωτὸς ἔκειτο τὰς πλάκας ἔχουσα τοῦ νόμου, ἐπέκειτο δὲ ταύτῃ τὸ ἱλαστήριον, δι' ἐκείνου δὲ τῷ ἀρχιερεῖ μηνύματά τινα τῆς θείας ἐπιφανείας ἐγίνετο, εἰκό τως ἐμνημόνευσε τῆς κιβωτοῦ.
 [06054]  Ἄχρηστα γὰρ αὐτοῖς ἦν παντε λῶς, τοῦ νόμου διαγορεύοντος ἐν ἑνὶ τόπῳ τὴν λειτουργίαν πληροῦν.
 [06443]  οὐκ ἄδικον τοίνυν ἀνελεῖν τὸν τοιοῦτον, τοῦ νόμου διαγορεύοντος, Ἀγαπήσεις τὸν πλησίον σου, καὶ μισήσεις τὸν ἐχθρόν σου.
000-00-00 Serial Number=0069987297
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00116]  Οὕτω καὶ ἡ κλοπὴ τῶν μὲν ὑπὸ τοῦ νόμου κατηγορουμένων ἐστίν·
 [00227]  Ἀλλὰ μετὰ [81.1565] τὴν ἐκείνου τελευτὴν, εἰς νοῦν λαβόντες, ὅσον ἡ τοῦ θείου νόμου λωβᾶται παράβασις, κλαίοντες καὶ ὀλο φυρόμενοι τὸν Θεὸν ἱλεώσαντο.
 [00334]  καὶ ἐπειδὴ ἐπελάθου τοῦ νόμου τοῦ Θεοῦ σου, κἀγὼ ἐπιλήσομαι τῶν τέκνων σου.
 [00686]  Ταῦτα δὲ ὑπομενοῦσιν, Ἀνθ' ὧν παρέβησαν τὴν διαθήκην μου, καὶ κατὰ τοῦ νόμου μου ἠσέβησαν.
 [03267]  Ἐρυθριῶσι γὰρ προφανῶς ἀσεβεῖν, τοὺς ἔξω νόμου σωφρονοῦν τας ὁρῶντες.
 [03351]  Καὶ διδάσκων, ὡς νῦν οὐ περὶ τοῦ νόμου λέγει τοῦ θείου, ἀλλὰ τῆς παρανόμου πολιτείας, ἐπ ήγαγε·
 [05253]  (ιβʹ.) Καὶ τὴν καρδίαν αὑτῶν ἔταξαν ἀπειθῆ, τοῦ μὴ εἰσακούειν τοῦ νόμου μου καὶ τῶν λόγων μου ὧν ἐξαπέσταλκε Κύριος παντοκράτωρ, ἐν Πνεύματι αὑτοῦ, ἐν χερσὶ προφητῶν τῶν ἔμπροσθεν.
 [05478]  πῶς γὰρ, ὅς γε καὶ τῶν κτηνῶν τὸ αἷμα, καὶ τοῖς πρὸ νόμου, καὶ τοῖς ἐν νόμῳ, ἐσθίειν ἀπαγορεύει;
 [06063]  Ἔπειτα οὐ δεσποτικῶς, ἀλλὰ πατρικῶς αὐτοῖς ἐγ καλεῖ, ὅτι καὶ τυφλὰ καὶ χωλὰ προσέφερον θύματα, ἄρτια τοῦ νόμου σαφῶς ἱερατεύειν κελεύοντος.
 [06158]  Αἰτιᾶται δὲ αὐτοὺς, ὡς παραβάτας τοῦ νόμου γεγενημένους, καὶ εἰς χάριν τινῶν παρανόμως δικάζοντας, ἢ χρήματα κομιζο μένους παρὰ τῶν προσφερόντων τὰ θύματα, καὶ δε χομένους παρ' αὐτῶν τά τινα λώβην ἐν τοῖς μέλεσιν ἔχοντα.
 [06191]  Ἀναμνήσθητε γὰρ τοῦ πρώτου νόμου τοῦ δοθέντος τῷ Ἀδὰμ καὶ τῇ Εὔᾳ·
 [06321]  Τοῦ νόμου γὰρ διαγορεύοντος τὰς ἀπαρχὰς καὶ τὰς δεκάτας πρώτας τῷ Θεῷ προσφέρειν, εἶθ' οὕτω τὰ λειπόμενα λαμβάνειν, ὑμεῖς ἅπαντα κατ' αὐτὸν εἰς τὰ ὑμέτερα εἰσενέγκατε δοχεῖα, οὐ λογισάμενοι, ὅτι πτωχῶν ἐστιν ἁρπαγὴ, τῶν ἀπαρχῶν καὶ τῶν δεκα τῶν ἡ στέρησις.
 [06381]  Μνήσθητε τοῦ νόμου Μωσῆ δούλου μου, καθότι ἐνετειλάμην αὐτῷ ἐν Χωρὴβ πρὸς πάντα τὸν Ἰσραὴλ προστάγματα καὶ δικαιώματα.
000-00-00 Serial Number=0830546558
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00236]  Εἰ ταῖς τῶν ἀλόγων θυσίαις θεὸς οὐχ ἥδεται, πῶς πρὸ τοῦ νόμου θεὸς τῷ Νῶε προσέταττε θύειν, καὶ μάλιστα εἰδω λικαὶ μηδέπω οὖσαι θυσίαι;
 [00523]  εἰ δὲ ἡ τοιαύτη καὶ στεῖρα ἐτύγχανε, πῶς πρὸς τῷ ἀτόπῳ καὶ τὸ ἀνωφελὲς ὁ γάμος οὐκ ἐπήγετο καὶ τοῦ νόμου τὸ πρόσταγμα πανταχόθεν ἐδείκνυτο ἄπο ρον, τοῦ τελευτήσαντος οὐ λαμβάνοντος τὸ διὰ παιδοποιίας μνη μόσυνον;
 [00527]  Τοῦ νόμου μὴ κωλύοντος τοὺς Ἰσραηλίτας γυναῖκα ἐπὶ γυναῖκα λαβεῖν εἰ βούλοιντο, οὐ μόνον συγγενίδα, ἀλλὰ καὶ αἰχμαλώτιδα καὶ παλλακίδα, οὐδὲν ἄρα ἄτοπον ἀνακύ πτει ἐκ τοῦ γυναῖκα ἐπὶ γυναῖκα λαβεῖν τὸν ἀδελφὸν τοῦ τελευτή σαντος, τοῦ νόμου μὴ παρακουομένου·
 [00528]  πᾶσα γὰρ ἀτοπία ἐπὶ τῇ παρακοῇ τοῦ νόμου ὑφίσταται.
 [00530]  ἐτέθη δὲ ὁ νό μος οὗτος, ἵνα ὧν ἀφείλετο ὁ θάνατος τὸν τετελευτηκότα, τουτέστι τῆς τε πατρότητος καὶ τοῦ κληρονόμου, ταῦτα παράσχῃ αὐτῷ τῇ τοῦ νόμου προνοίᾳ·
 [00795]  Ἐπειδὴ τελευτῶν Ἰωσὴφ περὶ τῆς μετακομιδῆς τῶν ὀστέων αὑτοῦ ὥρκισε τοὺς υἱοὺς Ἰσραήλ, καὶ ἦν ἀμφό [46] τερα τῷ Μωυσῇ εἰς φυλακὴν προκείμενα, τὸ μὴ παραβαίνειν τὸν ὅρκον καὶ τὸ μὴ ἅπτεσθαι νεκροῦ, διὰ τοῦτο τῇ λύσει τοῦ νόμου, λέγοντος μὴ ἅψησθε νεκροῦ, ἐφύλαξε τὸν ὅρκον ἀπαράβατον·
 [00797]  τῇ μὲν οὖν φυλακῇ τοῦ ὅρκου λύει τὴν ἐλάτ τονα φυλακὴν τοῦ νόμου·
 [00817]  ἀπὸ γὰρ τοῦ βαπτίσματος ἤρξατο ὁ κύριος τῆς εὐαγγελικῆς πολιτείας, οὔσης ἔξωθεν τῆς τοῦ νόμου φυλακῆς.
 [00890]  ἀλλ' ἐπειδὴ ἐβούλετο ὁ θεός, ὥσπερ ἐν πᾶσι τοῖς ἀνθρωπίνοις, οὕτως καὶ ἐν τοῖς ἐσθιομένοις, ὑπὸ τὸν ζυγὸν τῆς τοῦ νόμου δου λείας ποιήσασθαι τοὺς Ἰουδαίους, διὰ τοῦτο τῶν ζῴων καὶ πε τεινῶν καὶ ἰχθύων τινὰ μὲν ὠνόμασε καθαρά, ὧν τὴν σφαγὴν καὶ τὴν βρῶσιν τοῖς Ἰουδαίοις ἐπέτρεψε, τινὰ δὲ ἀκάθαρτα ὠνό μασεν, ὧν τὴν βρῶσιν ἀπεῖργε.
 [00896]  Εἰ ἀποχὴν καὶ μετάληψιν ἀκαθάρτων τε καὶ καθαρῶν τοῖς ἐν τῇ παλαιᾷ νόμοις ἡ διάταξις ἡ νομικὴ διηγό ρευσε, πῶς καὶ οἱ ἐν τῇ νέᾳ μετάληψιν καθαρῶν καὶ ἀποχὴν ἀκαθάρτων γινώσκουσιν, οὐδενὸς αὐτοῖς νόμου ταύτην τὴν διαφο ρὰν ἐκδιδάξαντος;
 [00897]  ἀλλ' εἰ μὲν τοῦτο ποιοῦσι κατὰ τὴν τοῦ νόμου παράδοσιν, ἐχρῆν αὐτοὺς πάντων μεταλαμβάνειν καὶ ἀπέχεσθαι ὧν ὁ νόμος ἐκήρυξε.
 [00900]  νυνὶ δὲ μηδὲ καθόλου τῷ νόμῳ πειθόμενοι, μηδὲ εἰς τὸ παντελὲς αὐτῷ ἀπειθοῦντες, πῶς οὐ δοκοῦσιν ἀπὸ μέρους ποιεῖσθαι τὴν ἑκάστου φυλακὴν καὶ πα ράβασιν, λέγω δὴ τοῦ νόμου καὶ τῆς χάριτος, καὶ τῇ ἀμφοτέρων ἀπειθείᾳ καὶ πεισμονῇ ὑπὸ νόμον καὶ χάριν [εἶναι] καὶ πάλιν μὴ ὑπὸ τούτοις καθεστάναι;
 [00903]  ἀπέχονται δὲ ὧν οὐ μετα λαμβάνουσιν, οὐ κατὰ διαγόρευσιν τοῦ νόμου, ἀλλὰ κατὰ [τὸ] δυσάρε στον τῆς τῶν οὐ μεταλαμβανόντων ἑκουσίου συνειδήσεως.
 [00906]  διὰ ταῦτα οὖν οὐδέν ἐστι κοινὸν * νόμου καὶ χάριτος ἀνὰ μέρος, ἀλλὰ χάριτος μόνης τὸ πᾶν ὑπάρχει, τῆς τε μετοχῆς καὶ τῆς ἀποχῆς τῶν μεταλαμβανόντων κατὰ τὸν εἰρη μένον τρόπον.
 [01376]  Εἰ πάντων τῶν βασιλέων Ἰσραὴλ καὶ Ἰούδατὸν περὶ τὴν εὐσέβειαν ζῆλον ὁ Ἰωσίας θερμότερον ἐπεδείξατο, τὰς στήλας τῶν εἰδώλων συντρίψας καὶ τοὺς ναοὺς αὐτῶν καὶ βω [85] μοὺς καταστρέψας καὶ σὺν τοῖς εἰδωλικοῖς θυσιαστηρίοις τῶν Ἑλλήνων τὰ ὀστέα τεφρώσας καὶ τὰ ἄλση τῆς πλάνης ἄρδην ἐκκόψας καὶ τοὺς ἐν τοῖς ὑψηλοῖς θυμιῶντας τοῦ ταῦτα ἐκτελεῖν ἀποστήσας καὶ τὴν θείαν ἀνυψώσας λατρείαν καὶ λαμπρῶς τὰς τοῦ νόμου ἑορτάς, ὡς μαρτυρεῖ ἡ γραφή, τὸν λαὸν ἐπιτελέσαι ποιήσας, καὶ ξίφει μὲν ἑλληνικῷ τὴν ζωὴν ἐκεῖνος ἀπέθετο βιαίως, οἱ δὲ τούτου παῖδες αἰχμάλωτοι εἰς Βαβυλῶνα ἀνηνέχθησαν καὶ πρὸς δουλείαν ἐξεδόθησαν πολυχρόνιον Ἕλλησιν, πῶς ἐπὶ τούτοις οὐκ ἂν εἴποιεν ἀληθεύοντες Ἕλληνες, ὅτι, ἀνθ' ὧν εἰς τὰ σεβά σματα αὐτῶν ἐπλημμέλησεν, ἡ οὕτως αὐτῷ πικρὰ συνήντησεν ἔκβασις;
 [01415]  Εἰ ταῖς τῶν ἀλόγων θυσίαις τὸ θεῖον οὐχ ἥδεται, καθώς τινες ἔφασαν καὶ ἡ νῦν διδάσκει κατάστασις, διατί πρὸ νόμου τὸ θύειν προσέταττεν τῷ Νῶε καὶ μάλιστα ὅτι εἰδω λικαὶ θυσίαι οὐδέπω ἐγένοντο;
 [01418]  Οὐδεὶς τῶν θυσάντων τὰ ἄλογα θυσίαν τῷ θεῷ πρὸ τοῦ νόμου κατὰ τὴν θείαν διάταξιν ἔθυσε, κἂν φαίνε ται ὁ θεὸς ταύτην προσδεξάμενος, τῇ ταύτης ἀποδοχῇ δεικνύων τὸν θύσαντα εὐάρεστον αὐτῷ.
 [01552]  Εἰ ἡ χάρις διὰ τοῦτο κέκληται χάρις, διὰ τὸ τοῖς πταίουσι τοῦ νόμου συγχωρεῖν ἑτοιμότερον, πῶς τὰ τῇ χά ριτι πρέποντα ἐν τῷ νόμῳ μᾶλλον εὑρίσκεται;
 [01557]  πῶς οὖν οὐ δειχθήσεται τοῦ νόμου ἡ χάρις φι λανθρωποτέρα περὶ τοὺς ἁμαρτάνοντας, ὡς προείρηται ἐχόντων τῶν πραγμάτων;
 [01565]  αὕτη γὰρ καὶ τοῦ νόμου κρατοῦντος, εἰ μὴ κατέλαβε τὸν βασιλέα ∆αυὶδ διπλοῖς θανατηφόροις περιπεπτωκότα ἁμαρτήμασιν, ἀνοίξασα αὐτῷ τῆς με τανοίας τὴν θύραν, οὐκ ἂν εὗρε παρὰ τῷ νόμῳ σωστικὴν ἁμαρ τωλῶν φιλανθρωπίαν.
 [01611]  Εἰ μελέτῃ λογικὸς ἅπας τὴν γνῶσιν κομίζεται, γνώσεως δὲ νόμος τῶν μειζόνων προτάττειν τὰ ἥσσονα ὅπερ κρατῆσαν ἐπὶ τῶν Ἰουδαίων σαφέστερον δείκνυται πρότερον τὰ τοῦ νόμου, εἶθ' οὕτως τὰ εὐαγγελικὰ παρειληφότων μαθήματα, [104] πῶς ἡμεῖς οὐκ ἀνακολούθως μανθάνομεν πρὸ τῶν ἡσσόνων τὰ μείζονα μανθάνοντες, λέγω δὲ τὰ τοῦ νόμου ἥσσονα, τὰ δὲ τῶν εὐαγγελίων μείζονα;
 [01619]  ὅτι οὐδὲ ἡμεῖς ἀνακολούθως διδασκόμεθα, ἀλλ' ὡς ἐμάνθανον οἱ ἀπόστολοι πρῶτον μὲν τὰ τοῦ νόμου, ὕστερον δὲ τὰ εὐαγγέλια, οὕτω καὶ ἡμᾶς ἐδίδαξαν·
 [01621]  πανταχοῦ γὰρ ἐκ τοῦ νόμου τὸν Χριστὸν κηρύξαντες ἐκ τῶν πρώτων τὰ ἥσσονα καὶ ἐκ τῶν ἡσσόνων τὰ μείζονα δείκνυται·
 [01622]  τὸ γὰρ προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ἡμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν κατ' ἐμέ, καὶ τὸ εἶπεν ὁ κύριος τῷ κυρίῳ μου κάθου ἐκ δεξιῶν μου, καὶ τὸ οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ ἡ σάρξ μου εἶδε διαφθοράν, φωναί εἰσι τοῦ νόμου, προκαταγγείλαντος ἐν αὐ ταῖς τὸν Χριστόν·
 [01624]  καὶ ὡς μὲν πρὸς τὴν μάθησιν [105] οὐδὲν διέστηκε τοῦ νόμου τὰ εὐαγγέλια, ὡς δὲ πρὸς τὴν ἐπαγ γελίαν καὶ ἀπόδοσιν διέστηκε·
 [01642]  πῶς οὖν ὁ νόμος τὰ ὑπὲρ δύναμιν ἐπιτάττων, τουτέστι τὸ μὴ ἁμαρτάνειν, τὸν ἁμαρτάνοντα ὑποβάλλει κολάσεσι, τοῦ ἀνθρώπου ἀδυνάτου ὄντος πρὸς τὴν τοῦ νόμου ἐκπλήρωσιν;
 [01648]  ἀλλ' εἰ, καθώς φησιν ἡ θεία γραφή, τινὲς τῶν ὑπὸ τὸν νόμον τῇ κατὰ τὸν νόμον δικαιοσύνῃ γεγόνασιν ἄμεμπτοι, δῆλον ὅτι καὶ πᾶσι τοῖς ὑπὸ τὸν νόμον ὑπῆρχε δυνατὸν τῷ ὁμοίῳ τρόπῳ κατὰ τὴν ἐκ νόμου δικαιοσύνην γενέσθαι ἀμέμπτοις·
 [01649]  λέγει γὰρ ὁ μὲν μακάριος Παῦλος ὁ ἀπόστολος περὶ ἑαυτοῦ, ὅτι κατὰ δικαιο σύνην τὴν ἐκ νόμου γενόμενος ἄμεμπτος·
 [01652]  τὸ ἐξ ἔργων νόμου [107] οὐ δικαιωθήσεται πᾶσα σάρξ, οὐ διὰ τὸ μὴ δύνασθαι τὰ ἀδύ νατα λέγει, ἀλλὰ διὰ τὸ μὴ βούλεσθαι τὰ δυνατά·
 [01659]  Εἰ ἐπὶ τῶν ἐγκλημάτων χώραν μετανοίας ὁ νόμος τῷ ἡμαρτηκότι οὐ δίδωσιν, ἀλλὰ κίνδυνον αὐτῷ ἐπάγει ἀπαραίτητον, πῶς μοιχείαν καὶ φόνον ὁ προφήτης ∆αυὶδ ἐργασά μενος οὐ παρὰ τὸν σκοπὸν τοῦ νόμου συγγνώμης ἠξίωται;
 [01669]  καὶ τὸ οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν, φωναί εἰσι τῆς θείας χάριτος, ἁμαρτωλοὺς καλοῦσαι εἰς εὐπείθειαν τοῦ νόμου, διὰ μετανοίας εἰληφότας τῶν προημαρτη μένων τὴν συγγνώμην.
 [01671]  οὐκ ἔστι δὲ οὐδὲ κατὰ τὸν νόμον οὐδὲ κατὰ τοῦ νόμου, ἀλλ' ὑπὲρ τὸν νόμον καὶ ὑπὲρ τοῦ νόμου·
 [01673]  ὑπὲρ τοῦ νόμου δέ, ὅτι διὰ τῆς μετανοίας ἄγει τοὺς ἁμαρτωλοὺς εἰς εὐπείθειαν τοῦ νόμου, καθάπερ καὶ τὸν ∆αυίδ.
 [01916]  Εἰ τὸ μὴ πληροῦν τὸν νόμον τὸν ἐν νόμῳ παρανομία νενόμισται καὶ τὸ ἔξω Ἱερουσαλὴμ ποιεῖν τι τῶν νό μων ὑπὸ τοῦ νόμου ἀπηγόρευται, πῶς ποιοῦντες ἢ μὴ ποιοῦντές τι τῶν ἐν νόμῳ οἱ περὶ τὸν ∆ανιὴλ ἐν Βαβυλῶνι οὐ παρηνόμησαν;
 [01929]  εἰ δὲ μὴ τοῦτο, ἀλλ' ἠνόμησεν ὁ προφήτης ἔξωθεν τῆς Ἱερου σαλὴμ μὴ ποιήσας τὸ πάσχα κατὰ τὴν τοῦ νόμου διάταξιν, πῶς εἰσηκούσθη αὐτοῦ ἡ δέησις καὶ ἡ προσευχή;
 [02079]  Εἰ τὸν νόμον τοῖς Ἰσραηλίταις ὁ θεὸς διὰ Μωσέως κατέπεμψε, πῶς ἐν πλείοσι τόποις τῆς θείας γραφῆς νόμος καὶ τοῦ νόμου νομοθέτης ὁ Μωσῆς ὀνομάζεται;
 [02157]  Εἰ μόνος ὁ Χριστὸς τὸν θεῖον νόμον ἀκριβῶς ἐξετέλεσε, πῶς ἐπορεύοντο ἐν τῷ νόμῳ ἄμεμπτοι ὅ τε Ζαχαρίας [145] καὶ ἡ Ἐλισάβετ, περὶ ὧν ταῦτα ὁ Λουκᾶς ἐμαρτύρησε, καὶ ὁ Παῦλος δὲ κατὰ δικαιοσύνην τὴν ἐκ νόμου γενόμενος ἄμεμπτος;
 [02161]  ὁ γὰρ ἁμαρτάνων παρὰ τὸν νόμον συγγνωστὴν ἁμαρτίαν τῇ προσαγωγῇ τῶν θυσιῶν καὶ τῇ ἐξαγορεύσει τοῦ πταίσματος λαβὼν τὴν ἄφεσιν γίνεται καθαρὸς καὶ ἄμεμπτος κατὰ τὴν ἐκ νόμου δικαιοσύνην·
000-00-00 Serial Number=0329325318
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00570]  Ἐπειδὴ δὲ εἰκὸς τοὺς δυσωνύμους αἱρετικοὺς ἄντικρυς τῇ παλαίᾳ πολεμοῦντας γραφῇ καὶ τοῦδε κατηγορῆσαι τοῦ νόμου, ἐκ τῆς εὐαγγελικῆς νομοθε σίας τὰς ἀποδείξεις ποιήσομαι·
 [00672]  οὐκ ἦν δὲ τοῦτο τηνικαῦτα κατηγορία, οὐδενὸς ἀπαγορεύοντος νόμου.
 [00855]  [54] ΛVΙΙ Τοῦ νόμου μηδέπω τεθέντος ὃς διαγορεύει τιμᾶν τὸν πατέρα καὶ τὴν μη τέρα, πῶς ὁ Χὰμ ὡς πατραλοίας κρίνεται;
 [01034]  εἰ δὲ τῆς ὁμοζύγου τῆς φύσεως ἐπιδειξάσης τὸ πάθος, καὶ τὸν ποιητὴν ἄγονον δεδημιουργηκέναι τὴν μήτραν εἰρηκυίας, καὶ τῆς παιδοποιΐας δηλωσάσης τὸν πόθον, καὶ τούτου χάριν ἱκετευσάσης ὁμιλῆσαι τῇ Ἄγαρ, ἵνα αὐτῇ παιδίον ἐκεῖθεν ἐπινοήσῃ, τί ἐξήμαρτεν Ἀβραὰμ οὔτε τῆς φύ σεως οὔτε νόμου τινὸς ἐγγράφου τηνικαῦτα τὴν πολυγαμίαν κωλύοντος, τῆς δὲ ὁμοζύγου στερίφης μὲν οὔσης, λιπαρησάσης δὲ τὸν ἄνδρα τῇ παι δίσκῃ μιγῆναι, οὐχ ἵνα ἡδυπαθείᾳ δουλεύσῃ ἀλλ' ὅπως αὐτὸς μὲν φύσει, αὐτὴ δὲ θέσει, παίδων κληθῶσι γεννήτορες;
 [01397]  καὶ γὰρ πρὸ τοῦ νόμου ἦσαν πολλοὶ τῆς εὐσεβείας τρόφιμοι, κατὰ πίστιν, οὐ κατὰ νόμον πολιτευόμενοι·
 [01398]  διὰ τοῦτο ὁ Ζαρὰ προεξήνεγκε τὴν χεῖρα, τὴν πρὸ τοῦ νόμου πολιτείαν δεικνύς·
 [01402]  μέσος γὰρ ὁ νόμος τῶν πρὸ νόμου καὶ μετὰ νόμον.
 [01404]  νόμος δὲ παρεισῆλθε , διδάσκων, ὅτι καὶ πρὸ τοῦ νόμου κατὰ πίστιν ἐδικαιοῦντο, καὶ μετὰ τὸν νόμον ἡ χάρις διέ λαμψε.
 [02125]  Ἐπειδὴ νόμου παράβασις ἦν.
 [02158]  Χριστός, γάρ φησιν, ἐξηγό [126] ρασεν ἡμᾶς ἐκ τῆς κατάρας τοῦ νόμου, γενό μενος ὑπὲρ ἡμῶν κατάρα .
 [02198]  ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρός, τοῦ μὴ εἶναι αὐτὴν μοιχαλίδα γενομένην ἀνδρὶ ἑτέ ρῳ.
 [02410]  ἐν μέσῳ δὲ τούτων ἡ κιβωτὸς ἔκειτο, τὰς πλά κας ἔχουσα τοῦ νόμου, καὶ τὴν στάμνον τοῦ μάννα, καὶ τὴν ῥάβδον Ἀα ρὼν τὴν βλαστήσασαν.
 [02597]  οὕτως ἰουδαῖοι τῷ τοῦ νόμου προ σέχοντες γράμματι, τὴν μὲν δόξαν οὐχ ὁρῶσι, μόνον δὲ τὸ κάλυμμα βλέπουσι.
 [02651]  δηλοῖ δὲ ἡ μὲν ἁμαρτία νόμου τινὸς παρά βασιν ἐθελούσιον·
 [02688]  οὐκοῦν τοῦ νόμου τὸ μὲν αἰσθη τὸν καὶ ἐπιπόλαιον, ἰουδαίοις κατάλληλον, τὸ δὲ πνευματικὸν τοῖς τὴν εὐαγγελικὴν πολιτείαν ἀσπαζομένοις.
 [02896]  ἐκείνῃ δὲ παραδηλῶν τὸν τοῦ νόμου σκοπόν.
 [02907]  ∆εῖ τοῦ νόμου τὸν σκοπὸν
 [03120]  καὶ ὅτι ταῦθ' οὕ τως ἔχει, μαρτυρεῖ τὸ τοῦδε τοῦ νόμου προοίμιον.
 [03525]  ὡς γὰρ ἀπὸ κήδους ὄντες, καί τινας τῶν οἰκείων ταφῇ παραδεδωκότες, ἀκάθαρτοι κατὰ τὴν τοῦ νόμου δια γόρευσιν ἦσαν.
 [03786]  καὶ οὗτοι δὲ ἀκάθαρτοι ἦσαν μέχρις ἑσπέρας, τουτέστι μέχρι τοῦ τέλους τοῦ νόμου.
 [04514]  εἰδέναι δὲ καὶ τοῦτο προσήκει, ὡς Μωϋσῆς τύπον ἐπέχει τοῦ νόμου, διὸ καὶ Μωϋσῆς τὴν προσηγορίαν ὁ νόμος ἔχει·
 [04646]  ὥσπερ τοίνυν κατὰ τὴν ἱστορίαν Μωϋσῆ τετελευτηκότος, Ἰησοῦς τὸν λαὸν εἰς τὴν ἐπηγγελμένην εἰσήγαγε γῆν, οὕτω μετὰ τὸ τοῦ νόμου τέλος ὁ ἡμέτερος ἐπιφανεὶς Ἰησοῦς ἀνέῳξε τῷ εὐσεβεῖ λαῷ τὴν βασιλείαν τῶν οὐρανῶν.
 [04647]  τέλος, γάρ φησι, νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι .
 [04753]  τῆς αἰγυπτίων δὲ δουλείας ἀπαλλαγέντας, καὶ ἐν ἐρήμῳ διάγοντας, οὐκ ἀπῄτησε τοῦδε τοῦ νόμου τὴν φυλακήν, οὐδὲ τῆς παραβάσεως εἰσέπραξε δίκας.
 [05279]  εἰ δέ τις ὑπείληφε τοῦτο πεπραχέναι τὸν Σαμψών, ὡς οὐκ ἀκριβῆ φύλακα τοῦ νόμου γεγενημένον, σκοπησάτω πάλιν, ὡς διψήσαντι νᾶμα δέδωκεν ὁ Θεὸς τὸ κοῖλον τῆς τοῦ ὄνου σιαγῶνος ἀναβλῦσαι κελεύσας.
 [05282]  ἀλλ' ὅμως ὁ τοῦ νόμου νομοθέτης ἐντεῦθεν αὐτῷ, καὶ οὐκ ἄλλοθεν, παρέσ χε τὴν τοῦ ὕδατος χρείαν.
000-00-00 Serial Number=0679119408
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00235]  Τί δήποτε τοῦ Θεοῦ κελεύσαντος διὰ τοῦ νόμου ἐν ἑνὶ τόπῳ λατρεύειν, θυσιαστήριον ὁ Σαμουὴλ ᾠκοδόμησεν;
 [00238]  Τοῖς γὰρ εὐσεβέσι, καὶ τὸν τοῦ νόμου σκοπὸν ἐπισταμένοις, ἅπας εἰς τὴν τοῦ Θεοῦ λατρείαν καθ ιέρωτο τόπος.
 [01078]  Τοῦ νόμου διαγορεύοντος, τὴν ἀφισταμένην τοῦ ἀνδρὸς γυναῖκα, καὶ ἑτέρῳ συναπτομένην, μὴ ἐπανιέναι πρὸς τὸν πρότερον ἄνδρα, πῶς ὁ μακάριος ∆αβὶδ ἠνέσχετο τὴν Μελχὸλ πάλιν λαβεῖν γημαμένην ἑτέρῳ;
 [01576]  Ἔνδοθεν ἀκούω φθεγγομένου τοῦ νόμου·
 [01761]  καὶ κρινεῖ, κατὰ τὸν θεῖον Ἀπόστολον, ἡ ἐκ φύσεως ἀκρο βυστία, τὸν νόμον πληροῦσα, τὸν διὰ γράμματος καὶ περιτομῆς παραβάτην νόμου.
 [02356]  Ἐγὼ δὲ τῆς ἀποστολικῆς ἀνεμνήσθην διδασκαλίας, ἣ τοὺς δίχα νόμου δικαιω θέντας ἐθαύμασεν·
 [02357]  Ὅταν γὰρ, φησὶν, ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος.
 [02706]  Τοῦτο γὰρ διδάσκει καὶ ἡ τοῦ νόμου αἰτία.
 [02765]  Τί δήποτε, τοῦ νόμου διαγορεύοντος ἐν ἑνὶ τόπῳ λατρεύειν, ὁ Ἠλίας ἐν τῷ Καρμήλῳ θυσιαστή ριον ᾠκοδόμησεν;
 [04210]  Ἐπέστησε δὲ καὶ παντὶ τῷ λαῷ διδασκάλους τοῦ θείου νόμου, καὶ ἱερέας, καὶ Λευΐτας, καὶ ἄρχον τας.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»