Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum λοιπὸν [224]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum λοιπὸν


000-00-00 Serial Number=0488539338
Commentaria in Isaiam Ante [Go Back]  
 [00582]  Ἐπειδὴ γὰρ παντοδαπὴν αὐτοῦ ποιησά μενος πρόνοιαν ἄχρηστον εἶδον καὶ ἄκαρπον, πάσης λοιπὸν αὐτὸν προμηθείας γυμνώσω καὶ τοῖς πατεῖν καὶ κατεσθίειν βουλομένοις γενήσεται πρόχειρος·
 [00871]  Ταῦτα ἐν τῇ βασιλείᾳ Ἰωάθαμ καὶ ἰδὼν καὶ μαθὼν ὁ προφήτης μετὰ γὰρ τὸν Ὀζίαν αὐτὸς ἐβασίλευσεν τὰ ἐπὶ Ἄχαζ λοιπὸν υἱὸς δὲ αὐτὸς τοῦ Ἰωάθαμ γεγενημένα τε καὶ τεθεσπισμένα συγγράφει.
 [00938]  Οὗ δὴ χάριν ὁ προφήτης οὐκ αὐτῷ λοιπὸν ἀλλὰ πάσῃ τῇ τοῦ ∆αυὶδ διαλέγεται συγγενείᾳ καί φησιν·
 [01064]  Ταύτῃ κελεύσας ὁ δεσπότης ἐπὶ τῶν πιστοτάτων μαρ τύρων τὸν προφήτην συγγράψαι ἐν τῷ καινῷ τόμῳἔδει γὰρ ἐν τόμῳ καινῷ τὰ περὶ τοῦ καινοῦ καὶ παραδόξου τόκου γραφῆναι, ἀπειλεῖ λοιπὸν τοῖς τὴν Ἱερουσαλὴμ καὶ τὴν Ἰουδαίαν οἰκοῦσιν ὡς τῆς ∆αυιτικῆς βασιλείας καταφρονοῦσι
 [01442]  Ὄρη τὸν βασιλέα καὶ τοὺς μετ' ἐκεῖνον ὑπάρχους καλεῖ, βουνοὺς δὲ τοὺς ὑπὸ τούτους τελοῦντας ἄρχοντας, δρυμοὺς δὲ τὸ λοιπὸν πλῆθος τὸ ἄκαρπον.
 [04276]  Ἐξέλιπον ἐκ τῆς συγγενείας μου, κατέλιπον τὸ λοιπὸν [12τῆς] ζωῆς μου.
 [04841]  Τὸν δὲ λοιπὸν ὅμιλον τυφλὸν προσηγόρευσεν ὡς ὁρῶντα τὴν τῶν εἰδώλων ἀσθένειαν καὶ συνιδεῖν οὐ βουλόμενον.
 [05097]  καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπ' αὐτοῖς, τὸ δὲ λοιπὸν εἰργάσαντο καὶ ἐποίησαν θεοὺς καὶ προσκυνοῦσιν αὐτοῖς.
 [05100]  [17Τὸ] δὲ λοιπὸν αὐτοῦ ἐποίησεν εἰς γλυπτὸν θεὸν καὶ προσπίπτει αὐτὸ καὶ προσεύχεται αὐτῷ λέγων·
 [06266]  Τὸ δεσποτικὸν λοιπὸν ἀκριβέστερον προλέγει πάθος.
 [07027]  Τοὺς γὰρ Ἰουδαίους κο λάζων τοῖς ἔθνεσι λοιπὸν τὴν ἐπηγγελμένην εὐλογίαν προσοίσει καὶ ἀποτίσει ὅπερ τοῖς πατρι άρχαις ὑπέσχετο, ὑπέσχετο δὲ ἐν τῷ σπέρματι αὐτῶν εὐλογήσειν πάντα τὰ ἔθνη.
 [07313]  Ταῦτα αὐτὸς λοιπὸν ὁ νυμφίος φησίν·
000-00-00 Serial Number=0049133599
De incarnatione domini Ante [Go Back]  
 [00157]  ἐπειδὴ δὲ τὸν ἀθῶον καὶ ἀνεύθυνον καὶ στεφάνων καὶ ἀναῤῥήσεων ἄξιον τοῖς αὐτοῖς ἐπιτιμίοις ὑπέβαλλεν, ἀναγκαίως λοιπὸν ὡς ἄδικος τῆς ἐξουσίας ἐκβάλλεται.
000-00-00 Serial Number=0875834703
De providentia orationes decem Ante [Go Back]  
 [00045]  οἱ δὲ, ἐπιμελεῖσθαι μὲν ἔφασαν, σμικρολόγως δὲ τοῦτο ποιεῖν, καὶ τῇ σελήνῃ περιορίζειν τὴν πρόνοιαν, τὸ δὲ λοιπὸν τοῦ κόσμου μέρος ὡς ἔτυχε φέρεσθαι, τῇ τῆς εἱμαρμένης ἀνάγκῃ δουλεύειν ἠναγκασμένον.
 [00577]  Καιρὸς γὰρ ἤδη λοιπὸν ἐπὶ τὰς χεῖρας ἐλ θεῖν, ὧν τὴν μνήμην τῇ προτεραίᾳ παραλιπόντες, ὑπεσχόμεθα σήμερον τούτων ἑρμηνεῦσαι τὴν χρείαν.
 [01388]  Ὡς δὲ κρεῖττον ἐφάνη τῶν δικτύων τὸ θήραμα, καὶ ῥᾳδίως τοὺς παγέντας ὑπερεπήδησε στάλικας, καὶ οὓς πο τνιωμένη προσήνεγκε λόγους ἑταιρικοὺς καὶ ἡδονῇ κεχρωσμένους, ἀπῆλθον ἄπρακτοι καὶ ἀνόνητοι, τηνικαῦτα λοιπὸν τοῖς λόγοις ἐῤῥῶσθαι φράσασα, ἔργῳ προσφέρει τὴν πεῖραν, καὶ σύμμαχον λαβοῦσα τῶν θαλάμων τὴν ἐρημίαν, κατέχει τὸν νέον, δοῦλον αὐτὸν τῶν παθῶν, ἀλλὰ οὐ δεσπότην νομίσασα.
 [01485]  καὶ σαφῶς ἑρμηνεύσας, καὶ τὸ πρακτέον συμβουλεύ σας, χειροτονεῖται λοιπὸν ὧν συνεβούλευσεν οἰκο νόμος.
 [01644]  Εὐρήσει γὰρ ταῦτα καὶ ἐν τῇ τῶν τα λάντων διανομῇ, καὶ ἐν τῇ τῶν δέκα παρθένων παρα βολῇ, καὶ ἐν τῇ τῶν ἀμνῶν καὶ τῶν ἐρίφων τροπικῇ διαιρέσει, καὶ ἐν τῷ σπόρῳ τῷ τὰ ζιζάνια δεξαμένῳ, καὶ ἐν τῇ σαγήνῃ, ἣν καθῆκαν μὲν οἱ χα λάσαντες εἰς τὸ πέλαγος, ἀορίστως δὲ τοὺς ἰχθύας θηρεύσαντες, οὕτω λοιπὸν ἀρίστην δὴ τὴν διαίρεσιν ἐποιήσατο.
 [01809]  εἶτα ἀρ δεύων ταῦτα καὶ διαβρέχων, καὶ οἷόν τινι σηπεδόνι τοῖς ἀνθρωπείοις σώμασι παραπλησίως παραδιδοὺς, ἄχρηστα μὲν λοιπὸν τοῖς ἀνθρώποις εἰς ἐδωδὴν ἐργά ζεται, χρήσιμα δὲ λίαν τοῖς ἐξ αὐτῶν τικτομένοις σώμασιν.
 [01873]  οὐδεμίαν λοιπὸν, ἅτε δὴ παθῶν ἀπηλλαγμένοι, καὶ τῶν ἀγώνων ἔξω γινόμενοι, δεχόμενοι τὴν βλά βην.
 [01950]  Ἐπειδὴ δὲ εἰς ἑαυτὴν ἐπανῆλθεν ἡ φύσις, καὶ τὴν εἰ κόνα τὴν θείαν περικεῖσθαι σαφῶς ἐπέγνω, τηνι καῦτα λοιπὸν ἐπὶ τὴν λογικὴν μετέβη τράπεζαν ἡ τροφή.
 [01960]  Ἐντεῦθεν πρὸς τοὺς ἀγῶνας λοιπὸν κατὰ τοῦ τυράννου χωρεῖ·
 [02178]  Ἐπει δὴ δὲ ἔμελλε τὸ μέγα τῆς οἰκονομίας ἐπιτε λεῖσθαι μυστήριον, καὶ τὸ διὰ τῆς θείας ἐναν θρωπήσεως εἰς πᾶσαν τὴν οἰκουμένην κατασπείρε σθαι κήρυγμα, τηνικαῦτα λοιπὸν τοῦτο τὸ ἔθνος, ὃ ἐπ' εὐεργεσίᾳ τῶν ἐθνῶν ἁπάντων ἐξ ἀρχῆς ἐξελέ ξατο, εἰς πᾶσαν κατέσπειρε τὴν οἰκουμένην, ἵν' ἐθίσωσιν ἅπαντες ἀκούειν οἱ τῇ πολυθέῳ κατεχό μενοι πλάνῃ, ὡς εἷς ἐστι Θεὸς, οὐρανοῦ καὶ γῆς ποιητὴς, καὶ ῥᾷον τὸ κήρυγμα ἐντεῦθεν τοῖς θείοις ἀποστόλοις γένηται.
000-00-00 Serial Number=0557779729
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00267]  [33] ..., ἔλαβεν ἐξουσίαν καὶ τῶν ὑπάρχων πρῶτος ἀναγορευθείς, ἀλλ' ὅτι σοφίας γέμων ἀνήρ, εὐεργετεῖν ἐπιστάμενος, τιμῶν ἀρετήν, ἄρχειν εἰδώς, ἀκλινῆ τὰ τῆς δίκης κατέχων στάθμια, ζυγοῦ περὶ τὸ δίκαιον ἀκριβέστερος, ἐλεεῖν τοὺς ἀρχομένους ἐσπουδακώς, φιλανθρωπίᾳ συμβούλῳ κεχρημένος, τὰς πόλεις ἀνεγείρων κειμένας, τὰ τούτων βουλευτήρια ψυχοῤῥαγοῦντα καὶ μόνοις ὀνόμασιν γνωριζόμενα πρὸς ζωὴν ἐπανάγων, τοὺς κεκτημένους καὶ συντελεῖν ἠναγκασμένους καὶ λοιπὸν ἀπει πόντας ψυχαγωγῶν τῇ τῆς ἐξουσίας δυνάμει, καὶ ἁπαξαπλῶς πάντα ποιῶν, ἃ τὸν τῶν ὅλων πρύτανιν θεραπεύει Θεὸν καὶ τὸν πάντων ἡμερώτατον βασιλέα·
 [00408]  καιρὸς δὲ λοιπὸν καὶ τῶν θείων ὑμᾶς ἀναμνῆσαι δογμάτων, καὶ εἰς τὰς μεγάλας ἐκείνας ἐλπίδας ἀπὸ τοῦ πάθους μεταγαγεῖν, καὶ τῆς μὲν ἀθυμίας ἀποσκεδάσαι τὸ νέφος, ὑποδεῖξαι δὲ ἐκεῖνα τῷ λόγῳ, ἃ μέχρι τοῦ παρόντος διὰ τῆς πίστεως ὁρᾶται.
 [00480]  ἀλλ' ἡνίκα ἔδει λοιπὸν νυμφίον ἰδεῖν, τηνικαῦτα αὐτῷ προσέταξεν ὁ τῶν ὅλων Θεὸς ἱερουργῆσαι τοῦτον καὶ θυσίαν προσενεγκεῖν.
000-00-00 Serial Number=0963299632
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00193]  Ἂν δὲ δὴ καὶ τὰς θείας ἐπαγγελίας εἰς νοῦν λάβωμεν καὶ τὰς τῶν Χριστιανῶν ἐλπίδας, τὴν ἀνάστασιν λέγω, καὶ τὴν αἰώνιον ζωήν, καὶ τὴν ἐν βασιλείᾳ διαγωγήν, καὶ ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν, τίς λοιπὸν καταλειφθήσεται πρόφασις ἀθυμίας;
 [00742]  Ἡ γὰρ ὥρα λοιπὸν εἴσω τῶν λιμένων κατεῖχε τὰ σκάφη, τοῦ πελάγους ὑποδει κνῦσα τὴν ζάλην, καὶ ναύτας καὶ κυβερνήτας διαναπαύουσα.
 [00815]  Τοῦ δὲ λογισμοῦ λοιπὸν χώραν ἐσχηκότος ἀνανῆψαι, καὶ ἄγξαι τὸ πάθος, καὶ κολάσαι τοῦ πένθους τὴν ἀμετρίαν, ἐθάρρησα γράψαι καὶ τὴν σὴν παρακαλέσαι θαυμασιότητα, καὶ τὴν ἀνθρωπείαν φύσιν ἐπεσκεμμένην, καὶ τὸ κοινὸν τοῦ πάθους λογιζομένην, καὶ πρὸς τούτοις τὰ θεῖα πεπαιδευμένην, μετρῆ σαι τῇ πίστει τὴν ἀθυμίαν.
 [01398]  καὶ σιγῆσαι λοιπὸν βουληθεὶς καὶ νῦν γοῦν ἐμαυτόν τε γνῶναι καὶ τῶν ἐξουσιῶν τὸ μέγεθος ἐπιγνῶναι, ἄμεινον ῳ
 [01629]  Καὶ γὰρ τὰ σφοδρό τερον αἰκιζόμενα σώματα τῆς ὀδύνης οὐκ ἐπαισθάνεται, νεκρωθείσης λοιπὸν τῆς αἰκιζομένης σαρκός.
 [01815]  καὶ τότε λοιπὸν ἐν τοῖς τούτων κἀκείνων λόγοις ζητήσαντες τὴν ἀλήθειαν, τὴν ψῆφον ἐκφέρουσι.
 [01905]  καὶ ὅταν τινὲς εἰς ἀμετρίαν παρανομίας ἐκπέσωσι, μακροθυμεῖ μὲν οὐκέτι, δικαστικῶς δὲ λοιπὸν ἐπιφέρει τὴν τιμωρίαν.
 [02201]  Τὸ δὲ καὶ σὺν ταύτῃ τὸν ἐξ αὐτῆς φύντα, καὶ ἐπι μελῶς ἐκτραφέντα, καὶ λόγοις ἐνασκηθέντα, καὶ γηρωκόμον ἐλπισθέντα γενήσεσθαι, ἐν αὐτῷ τῷ ἦρι τῆς ἡλικίας, ἰούλων λοιπὸν καθερπόντων, παραδοῦναι τῷ τάφῳ, ποίας ἀχθηδόνος ὑπερβολὴν καταλείπει;
 [02242]  οἱ γὰρ νόμοι κελεύουσι πλησίον ἀλλήλων πρὸ τοῦ δικάζοντος ἑστάναι καὶ τὸν διώκοντα καὶ τὸν φεύγοντα, καὶ τοὺς προφανεῖς ἐλέγχους ἀναμένειν τὸν δικαστήν, καὶ τηνικαῦτα λοιπὸν ἢ ὡς ἀθῷον ἀφιέναι, ἢ κολάζειν ὡς ὑπεύθυνον ταῖς γραφαῖς.
 [02784]  Τὸ δὲ λοιπὸν ἔγλυψεν ὡς Θεόν, καὶ προσκυνεῖ αὐτῷ λέγων·
000-00-00 Serial Number=0580174983
Eranistes Ante [Go Back]  
 [00044]  εἶθ' οὕτω λοιπὸν ἁψώμεθα τῶν ἑξῆς.
 [00957]  ∆ιάκρινον λοιπὸν τὰς φύσεις, τήν τε τοῦ θεοῦ, τήν τε τοῦ ἀνθρώπου.
 [01715]  {ΟΡΘ.} Ἐπειδὰν δὲ περὶ τοῦ ζῴου παντὸς ἡ διάλεξις γίνηται, ἀδεῶς λοιπὸν καὶ ταῦτα κἀκεῖνα προσφέρομεν.
 [01864]  {ΟΡΘ.} Μετὰ δέ γε τὴν τοῦ φωτὸς ἀναχώρησιν μένει λοιπὸν αὐτὸς καθ' αὑτὸν ὁ ἀήρ.
 [02367]  ∆ιάκρινον λοιπὸν τὰς φύσεις, τήν τε τοῦ θεοῦ, τήν τε τοῦ ἀνθρώπου.
 [03751]  Συνιδὼν γὰρ ὁ λόγος, ὅτι ἄλλως οὐκ ἂν λυθείη τῶν ἀνθρώπων ἡ φθορά, εἰ μὴ διὰ τοῦ πάντως ἀποθανεῖν, οὐχ οἷόν τε δὲ ἦν τὸν λόγον ἀποθα νεῖν, ἀθάνατον ὄντα καὶ τοῦ πατρὸς υἱόν, τούτου ἕνεκα τὸ δυνάμενον ἀποθανεῖν ἑαυτῷ λαμβάνει σῶμα, ἵνα τοῦτο τοῦ ἐπὶ πάντας λόγου μεταλαβόν, ἀντὶ πάντων ἱκανὸν γένηται τῷ θανάτῳ, καὶ διὰ τὸν ἐνοικήσαντα λόγον ἄφθαρτον διαμείνῃ, καὶ λοιπὸν ἀπὸ πάντων ἡ φθορὰ παύσηται τῇ τῆς ἀναστάσεως χάριτι.
000-00-00 Serial Number=0666743755
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00298]  καὶ ἐντεῦθεν λοιπὸν ἀναπτῆναι, καὶ τὸν νυμφίον ποθῆσαι, τὸν τὰ αἰώνια ἐπαγγειλάμενον ἀγαθά.
 [02086]  ἀπορήσας γὰρ λοιπὸν ἄλλων ἐπαίνων ἑνὶ αὐτὸν ὀνό ματι ὀνομάζει.
 [02590]  λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δι καιοσύνης στέφανος, ὃν ἀποδώσει μοι Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής.
 [02738]  Ἡγοῦμαι τοὺς ἁγίους προφήτας, τοὺς ἐν τῇ Παλαιᾷ διαπρέψαντας, τὸ βραχὺ τῆς πνευματικῆς ἡλικίας τῆς νύμφης ὁρῶντας, καὶ τὸ τῶν μαστῶν ἀτελὲς ἔτι καὶ κεκρυμμένον, ἅτε δὴ προμνήστορας καὶ μη νυτὰς τοῦ γάμου, ταῦτα ἐν ἑαυτοῖς λέγειν, ὅτι Μέλλει [81.209] λοιπὸν ὁ βασιλεὺς λαμβάνειν τὴν νύμφην τὴν ἡμε τέραν ἀδελφὴν, μικρὰ δέ ἐστι καὶ μαστῶν ἐστερη μένη·
000-00-00 Serial Number=0282952964
Graecarum affectionum curatio Ante [Go Back]  
 [00379]  οἱ δέ γε διακρίνειν εἰδότες, τὸ χρει ῶδες καρπούμενοι, τὸ λοιπὸν χαίρειν ἐῶσι, καθάπερ οἱ τὰς ῥοδω νιὰς τρυγῶντες καταλείπουσι μὲν τὰς ἀκάνθας, ξυλλέγουσι δὲ [1.126] τὰς κάλυκας.
 [01309]  ὥρα δὲ λοιπὸν ἐπιδεῖξαι τῆς θείας γραφῆς τὴν εὐγένειαν καὶ τὴν τῆς κοσμογενείας ἀλήθειαν.
 [01409]  [5.8] Ἐπειδὴ τοίνυν τοῦ κόσμου πέρι καὶ τῆς ὕλης τίνα προσήκει φρονεῖν, μεμαθήκαμεν, καὶ ὅσον τὸ μέσον τῶν τε θείων καὶ τῶν φιλοσόφων δογμάτων, φέρε λοιπὸν ἐξετάσωμεν, τίνα περὶ τῆς τοῦ ἀνθρώπου φύσεως ἡ θεία γραφὴ φρονεῖν ἡμᾶς ἐξεπαίδευσεν, καὶ τίνα οἱ τῇ εὐεπείᾳ τοὺς λόγους καλλύνοντες καὶ ὀνομάτων [5.9] ὥρᾳ καὶ ῥημάτων ἡβρυσμένων προσενεγκόντες τὸ ψεῦδος.
 [02433]  οὐ μέλλομεν τὸν λοιπὸν χρόνον, ὡς δαίμονας γεγονότας, οὕτω θεραπεύειν τε καὶ προσ κυνεῖν αὐτῶν τὰς θήκας;
 [02472]  [8.55] τὸν λοιπὸν χρόνον ἀθάνατοί εἰσιν.
 [02801]  οὐ μόνον τοῖς λεγομένοις ἐπίστευσαν, ἀλλὰ καὶ τῶν παρ' αὐτοῖς πολιτευομένων κατεφρόνησαν νόμων καὶ τῶν ἐθῶν τῶν πατρῴων ἐξέστησαν καὶ μετὰ κινδύνων καὶ αὐτοὶ τὸν λοιπὸν ἐβίωσαν χρόνον, ὁμοίως μὲν τοῖς διδασκάλοις κηρύττοντες, ὁμοίως δὲ παροινούμενοι καὶ προπηλακιζόμενοι καὶ διὰ τῶν ἴσων [9.70] κλυδωνίων ὁδεύοντες.
 [02890]  λύετε λοιπὸν ἄνακτα·
 [03482]  Ὥρα δὲ λοιπὸν ὑμᾶς [11.48] καὶ τὰ θεοπρεπῆ τῶν ἱερῶν εὐαγγελίων δόγματα θεωρῆσαι.
 [03533]  λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὁ δίκαιος κριτής, οὐ μόνον δὲ ἐμοί, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ.
000-00-00 Serial Number=0744078755
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00354]  ἀνα δῦναι δὲ, καὶ ἐκ τοῦ περικειμένου σώματος κατα σκευάσθαι τὸν οὐρανὸν, εἶτα λοιπὸν ἀποῤῥίψασαν, ἀναπτῆναι πρὸς τὴν μητέρα.
 [01197]  αὐτὸς γὰρ ἡγεῖτο τῶν ἐγκαλουμένων τὴν αἵρεσιν, ἀνὴρ πρε σβύτης καὶ τυμβογέρων, καὶ παρ' αὐτὰς λοιπὸν ὢν τοῦ θανάτου τὰς πύλας.
 [01211]  Ἐπειδὴ δὲ τοῦ κόσμου κατὰ μικρὸν ὑποῤ ῥέοντος, καὶ πρὸς τὴν τοῦδε τοῦ παντὸς ἐπειγομένου λύσιν, πᾶς τις ἑαυτὸν ἀξιόχρεων εἶναι τῆς εὐσεβείας διδάσκαλον ᾤετο, διὰ τὸν ἐξ ἀμαθίας τῦφον οὐδενὸς μανθάνειν ἀνεχομένου, οὐκέτι λοιπὸν ὁ ἀνθρωποκτό νος δαίμων, ὁ τοῦ ψεύδους πατὴρ, ὁ τῶν ζιζανίων σπορεὺς, τοῖς ἔξωθεν καὶ φανερῶς πολεμίοις κατὰ [83.433] τῆς Ἐκκλησίας ὡπλίζετο·
 [01230]  Φέρε δὴ οὖν μοι λοιπὸν τὴν βλάσ φημον τεχνολογίαν καὶ παρατήρησιν, οὐδενὶ πρό τερον ἐγνωσμένην, εἰς τὸ μέσον ἀγάγωμεν.
 [01262]  Οὕτω πλείοσι τοῦτο κρατύνας συλλογι σμοῖς, ἀποφαντικῶς λοιπὸν ἐπήγαγε·
 [01905]  Σκοπήσωμεν δὲ λοιπὸν, εἰ δικαίως τοῦτο πείσονται φύσιν τοιαύτην παρὰ τοῦ πεποιηκό τος δεξάμενοι.
 [02567]  Ἀφθάρτων γὰρ τῶν σωμάτων ἀνισταμένων καὶ τῶν ψυχῶν τὸ ἄτρεπτον δεχομέ νων, οὐδὲ μίαν λοιπὸν ἕξει χώραν ἡ ἁμαρτία.
 [02912]  Τὸ λοιπὸν, ἀδελφοὶ, ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνὰ, ὅσα ἀγαθὰ, ὅσα δίκαια, ὅσα ἁγνὰ, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ, καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε, ἃ καὶ ἐμάθετε, καὶ παρ ελάβετε, καὶ εἴδετε ἐν ἐμοί.
000-00-00 Serial Number=0618941128
Historia ecclesiastica Ante [Go Back]  
 [00085]  [5] Τῶν ἀνοσιουργῶν ἐκείνων καὶ δυσσεβῶν καταλυθέντων τυράν νων, Μαξεντίου φημὶ καὶ Μαξιμίνου καὶ Λικιννίου, κατηυνάσθη τῆς ἐκκλησίας ἡ ζάλη, ἣν οἱ ἀλάστορες ἐκεῖνοι καθάπερ τινὲς καταιγίδες ἐκίνησαν, καὶ γαλήνης λοιπὸν ἀπήλαυε σταθερᾶς, τῶν στρεβλῶν παυσαμένων ἀνέμων.
 [00229]  Καὶ τί λοιπὸν ἔτι θαυμαστὸν ὃ μέλλω γράφειν, ἀγαπητοί, εἰ τὰς κατ' ἐμοῦ ψευδεῖς διαβολὰς καὶ τοῦ εὐσεβεστάτου ἡμῶν λαοῦ ἐκθήσομαι;
 [00308]  λοιπὸν σὺ οἶδας.
 [00417]  καὶ λευκό τερον λοιπὸν καὶ συντόμως ἔγραψαν ὁμοούσιον τῷ πατρὶ τὸν υἱόν.
 [00560]  οἱ δὲ ἐπανῄεσαν σὺν εὐφροσύνῃ, ἐκράτει τε λοιπὸν παρὰ τοῖς πᾶσι μία γνώμη, παρ' αὐτῷ βασιλεῖ συμφωνηθεῖσα, συνα πτομένων ὥσπερ ὑφ' ἑνὶ σώματι τῶν ἐκ μακροῦ διῃρημένων.
 [00579]  καὶ λοιπὸν οἱ περὶ Εὐσέβιον ἠπείλησαν ὅτι·
 [00586]  εἰ δὲ φείδῃ τῆς ἐκκλησίας σου (οἶδα δὲ ὅτι φείδῃ), ἔπιδε ἐπὶ τὰ ῥήματα τῶν περὶ Εὐσέβιον καὶ μὴ δῷς εἰς ἀφανισμὸν καὶ ὄνειδος τὴν κληρονομίαν σου καὶ ἆρον Ἄρειον, ἵνα μὴ εἰσελθόντος αὐτοῦ εἰς τὴν ἐκκλησίαν δόξῃ καὶ ἡ αἵρεσις συνεισέρχεσθαι αὐτῷ καὶ λοιπὸν ἡ ἀσέβεια νομισθῇ ὡς εὐσέ βεια.
 [00714]  ἐπειδὴ δὲ οἷς εἶπεν ἐκείνη τὸν ὅρκον προστέθεικε, βοῶσα ἦ μὴν Εὐσταθίου τὸ βρέφος εἶναι, ὡς κατὰ μοιχοῦ λοιπὸν οἱ φιλα λήθεις τὴν ψῆφον ἐξήνεγκαν.
 [00860]  λοιπὸν ἔσται τῆς ὑμετέρας ὁσιότητος ἔργον ὁμογνώμονι κρίσει, μήτε πρὸς ἀπέχθειαν μήτε πρὸς χάριν, ἀκολού θως δὲ τῷ ἐκκλησιαστικῷ καὶ ἀποστολικῷ κανόνι, τοῖς πλημμελη θεῖσιν εἴτ' οὖν κατὰ σφάλμα συμβεβηκόσι τὴν ἁρμόττουσαν θεραπείαν [85] ἐπινοῆσαι, ἵνα καὶ πάσης βλασφημίας ἐλευθερώσητε τὴν ἐκκλησίαν καὶ τὰς ἐμὰς ἐπικουφίσητε φροντίδας καὶ τὴν τῆς εἰρήνης χάριν τοῖς νῦν στασιαζομένοις ἀποδόντες μεγίστην εὔκλειαν ὑμῖν αὐτοῖς προξενήσητε.
 [01066]  τοσοῦτον δὲ λοιπὸν κατεπανέστησαν κατὰ τῆς πίστεως ὡς μηδὲ τὴν ἀκοὴν τῶν θεοφιλεστάτων βασιλέων λαθεῖν.
 [01080]  ἐπειδὴ δὲ οὐκ ἀπήντησαν, νομίζομεν λοιπὸν μηδένα ἀγνοεῖν, κἂν ἐκεῖνοι πάλιν κακουργεῖν ἐθελήσωσιν, ὅτι μηδὲν ἔχοντες κατὰ τῶν συλλειτουργῶν ἡμῶν ἐλέγξαι, τούτους μὲν διαβάλ λουσιν ἀπόντας, παρόντας δὲ διαφεύγουσιν.
 [01255]  ἀλλὰ τοῦ στρατηλάτου λοιπὸν ἐπεισελθόντος καὶ τῶν στρατιωτῶν περιλαβόντων τὸ ἱερατεῖον ἕνεκεν τοῦ συλλαβεῖν ἡμᾶς, οἱ μὲν εὑρεθέντες ἐκεῖ κληρικοὶ καὶ οἱ ἀπὸ τῶν λαῶν ἐβόων καὶ ἠξίουν ἀναχωρεῖν ἤδη καὶ ἡμᾶς.
 [01270]  καὶ λοιπὸν αὐτὸς μετὰ πλήθους στρατιωτῶν ὅπλα καὶ ξίφη γυμνὰ καὶ τόξα καὶ βέλη φερόντων ὥρμησεν ἐν αὐτῇ τῇ κυριακῇ κατὰ τῶν λαῶν.
 [01271]  καὶ ὀλίγους εὑρὼν εὐχομένους (οἱ γὰρ πλεῖστοι λοιπὸν διὰ τὴν ὥραν ἀναχωρήσαντες ἦσαν), τοιαῦτα εἰργάσατο οἷα παρ' αὐτῶν ἔπρεπεν ἀκούσαντα πρᾶξαι.
 [01273]  ὡς δὲ νικώσας αὐτὰς ἔβλεπε, γυμνώσας λοιπὸν οὕτως κατέ κοψεν εἰς τὰ πρόσωπα, ὡς μετὰ χρόνον αὐτὰς μόλις ἐπιγνωσθῆναι.
 [01471]  ἔτι δὲ πρὸς ἅπασι καὶ τοῦτο δεόμεθα, ἵνα μηδὲν μήτε ἐλλείπῃ τι τῶν προϋπαρξάντων μήτε πλεονάζῃ, ἀλλὰ πάντα ἄρρηκτα διαμένοι ἐκ τῆς τοῦ σοῦ πατρὸς εὐσεβείας καὶ εἰς τὸν νῦν χρόνον διαφυλαττόμενα, μήτε λοιπὸν ἡμᾶς μοχθεῖν καὶ τῶν ἰδίων παροικιῶν ἀλλοτρίους ἐπιτρέψειας γενέσθαι, [143] ἀλλ' ἵνα οἱ ἐπίσκοποι σὺν τῷ ἰδίῳ λαῷ μετ' εἰρήνης εὐχαῖς τε καὶ λατρείαις σχολὴν ἄγοιεν, ἱκετεύοντες ὑπὲρ τῆς σῆς βασιλείας τε καὶ σωτη ρίας καὶ εἰρήνης, ἣν ἡ θειότης εἰς τὸ διηνεκές σοι χαριεῖται.
 [01545]  καὶ διχῆ διῃ ρημένους τοὺς ἱερωμένους καὶ τὸν λοιπὸν ὅμιλον θεωρῶν, καὶ τοὺς μὲν τὸν καὶ σύνδεσμον ἐπὶ τῆς τοῦ υἱοῦ δοξολογίας τιθέντας, τοὺς δὲ τὴν μὲν δι' οὗ πρόθεσιν ἐπὶ τοῦ υἱοῦ τὴν δὲ ἐν ἐπὶ τοῦ πνεύματος προσαρ μόζοντας, σιγῇ τὴν δοξολογίαν προσέφερε, μόνον δὲ τὸ εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἤκουον οἱ πελάζοντες.
 [01644]  [162] Ἐπέκειντο δὲ λοιπὸν σφοδρότερον, τοῦ ὁμοουσίου τὸν ἀναθεμα τισμὸν εἰσπραττόμενοι.
 [01695]  Ἐντεῦθεν λοιπὸν ἰδίαν φατρίαν συνεστήσατο.
 [01711]  ὕστερον δὲ τοῦ ποταμοῦ τὸ ῥεῖθρον ὃς μέσην διατέμνει τὴν πόλιν (Μυγδόνιος δὲ ὄνομα τούτῳ) πόρρωθεν ἐπισχών, καὶ τὰς ὄχθας ἑκατέρωθεν προσχώσας καὶ ὑψηλὰς ἐργασά μενος ἵνα τὸ ῥεῦμα συνέχωσιν, ὡς εἶδε πάμπολυ γενόμενον καὶ λοιπὸν ὑπερκλύζον τὸ χῶμα, ἐξαπινέως ἀφῆκε κατὰ τοῦ τείχους ὡς μηχανήν.
 [01715]  ταῦτα Σαβώρης ἰδὼν ἤλπισεν ἀκμητὶ [169] λοιπὸν τοῦ ἄστεος περιέσεσθαι.
 [01932]  καὶ γὰρ προφανῶς λοιπὸν ὁ θεομισὴς κατὰ τῆς εὐσεβείας ἐνομοθέτει.
 [02009]  ἀτάρ, [191] ἔφη ὁ νέος, ἥξω λοιπὸν καὶ τὴν ἐμαυτοῦ σοι παραδώσω ψυχήν.
 [02082]  Καὶ Ἀρτέμιον δέ (στρατηγὸς δὲ οὗτος τῶν ἐν Αἰγύπτῳ στρα τιωτῶν ἐγεγόνει), ἐπειδὴ πλεῖστα τῶν εἰδώλων συνέτριψε τὴν ἀρχὴν ἐκείνην ἐν τοῖς Κωνσταντίου χρόνοις λαχών, οὐ μόνον τῶν ὄντων ἐγύμνωσεν ἀλλὰ καὶ τῆς κεφαλῆς τὸ λοιπὸν ἐστέρησε σῶμα.
 [02297]  Ἐπὶ τούτοις ἡσθεὶς τοῖς λόγοις ὁ βασιλεὺς ἐβουλεύετο λοιπὸν περὶ τῆς τῶν κοινῶν σωτηρίας καὶ ὅπως ἐκ τῆς πολεμίας ἀπήμαντον ἀπαγάγοι τὴν στρατιάν.
 [02344]  ἐπειδὴ δὲ ταύτην ἐδεξάμην ἐγώ, ἐμὸν λοιπὸν καὶ οὐχ ὑμέτερον τὸ περὶ τῶν κοινῶν διασκοπεῖσθαι πραγμάτων.
 [02463]  τούτων δὲ ὑπὸ τῆς σπουδαίας ἐλαυνομένων εὐχῆς, ἐπιφοιτᾶν λοιπὸν τὸ πανάγιον πνεῦμα, αἰσθητῶς καὶ ὁρατῶς τὴν οἰκείαν παρουσίαν σημαῖνον, καὶ τό τε σῶμα τῆς τῶν παθῶν κινή σεως ἐλευθεροῦν καὶ τὴν ψυχὴν τῆς ἐπὶ τὰ χείρω ῥοπῆς παντελῶς ἀπαλλάττειν, ὡς μηκέτι δεῖσθαι λοιπὸν μήτε νηστείας πιεζούσης τὸ σῶμα μήτε διδασκαλίας χαλινούσης καὶ βαίνειν εὔτακτα παιδευούσης.
 [02738]  Ἀλλ' οὕτω τῶν προειρημένων ἀποπλεόντων εἰς τὴν Ἡλιούπολιν, ἔνθα δεισιδαιμονῶν πᾶς, ἔνθα τοῦ διαβόλου τὰ πρὸς ἡδονὴν ἐπιτη δεύματα, ἔνθα θηρίων ἐφέστια φοβερά (ὄρη γὰρ κύκλῳ πανταχόθεν οὐρανῷ προσπελάζοντα), οἱ πάντες λοιπὸν μέσῃ τῇ πόλει, κοινῇ καὶ [258] ἕκαστος ἰδίᾳ ὀλοφυρόμενοι καὶ στεναγμῶν ἐπιπέμποντες ῥήματα, οὐδὲ δακρύειν ἐπετρέποντο κελεύσει τοῦ τῆς πόλεως ἐπάρχου Παλλαδίου, δεισιδαιμονεστάτου καὶ αὐτοῦ τυγχάνοντος.
 [03066]  Ἀπολινάριος δὲ τῆς τῶν ἐκκλησιῶν ἡγεμονίας διαμαρτών, διαρ ρήδην λοιπὸν τὴν καινοτομηθεῖσαν διδασκαλίαν ἐκήρυττε καὶ τῆς αἱρέσεως ἑαυτὸν ἀπέφηνεν ἀρχηγόν.
 [03274]  τηνικαῦτα λοιπὸν ὁ σοφώτατος Ἀμφιλόχιος ἐκκαλύπτει τὸν τοῦ γεγενημένου σκοπὸν καὶ βοῶν ἔφη·
 [03492]  ἐκείνων δὲ λεγόντων ὡς οὐ δύνανται δικάζεσθαι βασιλεῖ, παρῄνεσε λοιπὸν ὁμονοίᾳ τὰς ἐκκλησίας συνάψαι καὶ διαλῦσαι τὴν ἔριν καὶ τὴν ἀνόνητον σβέσαι φιλονεικίαν·
000-00-00 Serial Number=0657134771
Historia religiosa Ante [Go Back]  
 [00234]  [2.3] Ταύτην αὐτοῦ τὴν ἄκραν φιλοσοφίαν πολλοὶ μεμαθη κότες, οἱ μὲν ἐκ γειτόνων οἰκοῦντες, οἱ δὲ πόρρωθεν ὑπόπτερος γὰρ ἡ φήμη διέθεε πάντοσε , ἔδραμον ἱκετεύοντες τῆς παλαίστρας μεταλαχεῖν καὶ ὑπ' αὐτῷ οἷόν τινι γυμναστῇ καὶ παιδοτρίβῃ τὸ λοιπὸν βιοτεύειν.
 [00387]  [2.21] Ταῦτα καὶ τὰ τοιαῦτα διαπραξάμενος ἐπὶ τὴν ἀσκη τικὴν λοιπὸν ἐδοκίμασε καλύβην ἐπανελθεῖν.
 [00560]  Ἐπειδὴ δὲ ἕκαστος τῶν προειρημένων σηκῶν, ὁ μὲν ἀποστόλων, ὁ δὲ μαρτύρων ὑπεδέξατο λείψανα, θαρρήσαντες λοιπὸν οἱ τῆς ἐκείνου σκηνῆς καὶ διδαχῆς κληρονόμοι, πρὸ δύο τούτων ἐτῶν λάρνακα λιθίνην κατασκευάσαντες, ἐν ταύτῃ τὰ τοῦ τιμίου σώματος μετέθεσαν λείψανα, ἑνὸς τὸν τάφον ὑποδείξαντος·
 [00587]  Ὡς ἂν δὲ μή τις ὑπολάβῃ τόπῳ περιγεγράφθαι τὴν ἀρετὴν καὶ μόνην εἶναι τὴν ἔρημον εἰς τοιαύτης προσόδου φορὰν ἐπιτηδείαν, φέρε λοιπὸν εἰς τὴν οἰκουμένην μεταβῶμεν τῷ λόγῳ καὶ δείξωμεν τῇ τῆς φιλοσοφίας κτήσει ἥκιστα ταύτην ἐμποδὼν γιγνομένην.
 [00642]  Τοῦ δὲ εἰρηκότος ὅτι τοῖς ἀροῦσιν ἐπιτερπόμενος οὐκ ἐπήκουσας, ὡς εἰκός, νομοθετεῖ τοῖς ὀφθαλμοῖς μήτε τὸ πεδίον ἐκεῖνο θεωρῆσαί ποτε μήτε τῷ οὐρανίῳ κάλλει καὶ τῷ τῶν ἀστέρων ἑστιαθῆναι χορῷ, ἀλλ' ἀτραπῷ χρώμενος στενωτάτῃ, ἧς τὸ μέτρον σπιθαμῆς εἶναί φασιν, ἐπὶ τὸν εὐκτήριον οἶκον φερούσῃ, ἔξω ταύτης βαδίσαι λοιπὸν οὐκ ἠνέσχετο.
 [00897]  Οὕτω κατασοφισάμενος τὸν Ἀνθέμιον καὶ θαῦμα τῆς ἀγχινοίας παρεσχηκὼς ἔπεισε μηδένα λοιπὸν αὑτῷ περὶ τοῦ χιτῶνος ἐκείνου λόγον προσενεγκεῖν.
 [00996]  Ἑπτὰ δέ, ὥς φασιν, ἐξ ὠδίνων ἔτη παρὰ τοῖς γονεῦσι τραφεὶς τὸν λοιπὸν ἅπαντα βίον ἐν τοῖς τῆς φιλοσοφίας διετέλεσεν ἄθλοις·
 [01216]  Ὡς δὲ πολλοὺς περὶ φιλοσοφίας ἐκινήσαμεν λόγους ἐγὼ μὲν γὰρ ἐπυνθανόμην, αὐτὸς δὲ ἡμῖν ἀνέπτυσσε τὰ ζητούμενα καὶ ἔδει λοιπὸν ἐπανιέναι οἴκαδε, ἱκέτευον αὐτὸν δοῦναι τὰ τῆς εὐλογίας ἐφόδια.
 [01257]  Πέντε δὲ καὶ εἴκοσι διατετέλεκεν ἔτη τῇ καλύβῃ καὶ τοῖς οἰκιδίοις ἐνδιαιτώμενος ὡς συνά γεσθαι λοιπὸν ἑβδομήκοντα ἔτη τῶν ἀγώνων τὸν χρόνον.
 [01260]  Καί ποτε πρὸς αὐτὴν ἀρρωστοῦσαν ἀφικόμενος καὶ μαθὼν ὡς οὐ πείθεται τροφῆς καταλλήλου τῇ νόσῳ μεταλαβεῖν τὸν ἀσκητικὸν γὰρ λοιπὸν καὶ αὐτὴ ἠσπάζετο βίον , εἶξαι παρῄνει τοῖς ἰατροῖς καὶ φάρμακον νομίσαι τὴν τοιαύτην τροφήν·
 [01562]  καί τινα ῥαχίαν ὄρους καταλαβών ἐπίκειται δὲ αὐτῇ κώμη μεγίστη, Ἀσιχᾶν δὲ αὐτὴν ὀνομάζουσι , θριγκίῳ μόνῳ χρησάμενος καὶ τοὺς λίθους οὐδὲ πηλῷ συναρμόσας, ὑπαίθριος ταλαιπωρῶν τὸν λοιπὸν διετέλεσε βίον, ἐσθῆτι μὲν δερματίνῃ καλυπτόμενος, ἐρεβίνθοις δὲ καὶ κυάμοις ὕδατι δευομένοις τρεφόμενος.
 [01745]  ἀφικόμενος δὲ ἐξαίφνης ὁρᾷ τοῦτο λοιπὸν ἐκφερόμενον καὶ ἁρπάσας ἀπὸ τῆς κλίνης·
 [02079]  Τρὶς δέ μοι τοῦτο καὶ τετράκις ποιῆσαι παρεγγυήσας τέλος ἀποχρώντως ἔχειν ἔφη τὸ βάθος καὶ οἰκοδομεῖν ἀπόνως ἐκέλευσε τὸ λοιπὸν ὡς τοῦ πόνου λωφήσαντος καὶ τῆς οἰκοδομίας ἐσομένης ἀπόνως.
 [02124]  Εἰώθει μὲν γὰρ τὰς πρώτας ἡμέρας ἑστάναι καὶ τὸν θεὸν ἀνυμνεῖν, εἶτα τοῦ σώματος διὰ τὴν ἀπαστίαν φέρειν οὐκ ἔτι τὴν στάσιν ἰσχύοντος καθῆσθαι λοιπὸν καὶ τὴν θείαν λειτουργίαν ἐπιτελεῖν, τὰς δὲ τελευταίας ἡμέρας καὶ προσκλίνεσθαι·
 [02128]  Μετὰ δὲ ταῦτα πλείονος λοιπὸν τῆς ἄνωθεν χάριτος ἀπολαύσας οὐδὲ ταύτης ἐδεήθη τῆς βοηθείας, ἀλλ' ἕστηκε τὰς τεττα ράκοντα ἡμέρας σιτίων μὲν οὐκ ἀπολαύων, προθυμίᾳ δὲ καὶ θείᾳ ῥωννύμενος χάριτι.
 [02199]  Τοῦ δὲ θεοῦ αὐτὸν δι' ἐλέγχου πρὸς ἐπιστροφὴν ἐνεγκεῖν ἐθελήσαντος καὶ τὸν ἑαυτοῦ τιμῆσαι θεράποντα μάρτυρα τῆς παραβαθείσης γενόμενον ὑποσχέσεως, εἰς λίθου φύσιν ἡ σὰρξ τῆς ὄρνιθος μετεβάλετο, ὥστε μηδὲ βουλόμενον δύνασθαι λοιπὸν ἐσθίειν αὐτόν.
 [02256]  Περὶ δὲ ἡλίου δυσμὰς τῆς πρὸς τὸν θεὸν λοιπὸν διαλέξεως ἄρχεται.
 [02263]  Πολλοῖς δὲ καὶ ἐπιβιοὺς θαύμασί τε καὶ πόνοις ἡλίου τε φλοξὶ καὶ χειμερίοις κρυμοῖς καὶ ἀνέμων σφοδραῖς ἐμβολαῖς καὶ τῇ τῆς ἀνθρωπίνης φύσεως ἀσθενείᾳ μόνος τῶν πώποτε μείνας ἀκαταγώ νιστος, ἐπειδὴ λοιπὸν αὐτὸν ἔδει συνεῖναι Χριστῷ καὶ τοὺς τῶν ἀμετρήτων ἀγώνων στεφάνους κομίσασθαι, τὸ μὲν ἄνθρωπος εἶναι τῷ θανάτῳ τοῖς οὐ πιστεύουσιν ἐβεβαίωσεν, ἔμεινε δὲ καὶ μετὰ τελευτὴν ἀκλινής, καὶ τὸν μὲν οὐρανὸν ἡ ψυχὴ κατειλήφει, τὸ δὲ σῶμα πεσεῖν οὐδ' οὕτως ἠνείχετο, ἀλλ' ὄρθιον ἐν τῷ τῶν ἀγωνισμάτων εἱστήκει τόπῳ, ὥσπερ ἀήττητος ἀθλητὴς μηδενὶ τῶν μελῶν μέρει τῇ γῇ προσψαῦσαι φιλονεικῶν.
000-00-00 Serial Number=0241711557
Interpretatio in Danielem Ante [Go Back]  
 [00330]  Τούτων ἀκούσαντες οἱ Χαλδαῖοι (ὡς γὰρ ἔοικεν, οὗτοι πλείονα τῶν ἄλλων εἶχον παρ' αὐτῷ παῤῥησίαν), ἀποφαντικῶς λοιπὸν διαλέγον ται, καὶ παντελῶς ἀπαγορεύουσι τοῦ ἐνυπνίου τὴν ἀνάμνησιν.
 [00355]  εἶτα μεταβαίνει λοιπὸν ἐφ' ἕτερον διήγημα τῶν ἐν τῷ μεταξὺ χρόνῳ γεγενημένων.
 [01270]  τοῦ γὰρ βασιλέως ἐκείνῃ περιπεσόντος τῇ συμφορᾷ, οἱ τὸν δασμὸν ἀπαιτοῦντες εἰς ἑαυτοὺς λοιπὸν ἀδεῶς τὸ κέρδος παρέπεμπον.
 [01567]  οὗ χάριν ἐφεξῆς λοιπὸν αὐτὸν ∆ανιὴλ ὀνομάζουσι.
 [01665]  Χαλδαῖον δὲ αὐτὸν ἐνταῦθα προσηγόρευσεν, ἵνα δείξῃ λοιπὸν τῆς Χαλ δαϊκῆς βασιλείας τὸ τέλος.
 [01903]  Ταῦτα οἱονεὶ συγγραφικῶς διηγησάμενος, ἄρχεται λοιπὸν διδάσκειν, ἃς διὰ τῶν ἀποκαλύψεων ἐδιδάχθη προῤῥήσεις.
 [02065]  ἀντὶ τοῦ, Κρίσεως λοιπὸν ἐδοκίμασεν εἶναι καιρὸν, καὶ ἀνέπτυξε τῶν ἑκάστῳ πεπραγμένων τὴν μνήμην.
 [02506]  Ὁ γὰρ μακάριος ∆ανιὴλ, ὡς ἤδη λοιπὸν πληρωθέντα τὸν τῆς αἰχμαλωσίας ὅρον ἰδὼν, καὶ τὸν τῶν ἑβδομήκοντα ἐτῶν συλλογισάμε νος ἀριθμὸν, ὃν διὰ τοῦ προφήτου Ἱερεμίου προεῖ πεν ὁ τῶν ὅλων Θεὸς, τὴν ὑπὲρ τοῦ λαοῦ ἱκετηρίαν προσφέρειν ἄρχεται τῷ ∆εσπότῃ.
 [02615]  Οὕτω τῆς παρανομίας τὴν κατηγορίαν ποιησάμενος, ἱκετεύει λοιπὸν καὶ τὴν φιλανθρωπίαν αἰτεῖ.
 [02730]  παῦσαι δὲ λοιπὸν τὴν προφητικὴν χάριν ἀπὸ τοῦ Ἰουδαίων ἔθνους.
 [02782]  Ἐν δὲ τούτῳ τῷ χρόνῳ, μετὰ τὴν Ὑρκανοῦ, φημὶ, ἀναίρεσιν, μέχρι τῆς τοῦ Σω τῆρος ἡμῶν ἐπιφανείας, παρανόμως λοιπὸν οἱ ἀρ χιερεῖς ἐγίνοντο.
 [02833]  Ταύτης γὰρ λοιπὸν προσ ενεχθείσης, τέλος ἐκείνη λήψεται.
 [02840]  μετὰ δὲ τὸν σταυρὸν καὶ τὸν θάνατον, καὶ τὴν ἀνά στασιν, καὶ τὴν εἰς οὐρανοὺς ἀνάβασιν, καὶ τὴν τοῦ ἁγίου Πνεύματος ἐπιφοίτησιν, τὸν λοιπὸν τῆς ἑβδο μάδος χρόνον οἱ ἅγιοι ἀπόστολοι ἐν Ἱεροσολύμοις κηρύττοντές τε καὶ θαυματουργοῦντες, πολλάς τε ἀνθρώπων χιλιάδας εἰς τὴν εὐαγγελικὴν ποδηγήσαν τες διδασκαλίαν, τῆς Νέας ∆ιαθήκης ἠξίωσαν καὶ τῆς τοῦ παναγίου βαπτίσματος χάριτος τυχεῖν παρεσκεύα σαν.
 [03213]  Οὕτω γὰρ Ἀντιόχου καταγωνισαμένου τὸν Πτολεμαῖον, ὡς ἀσθενοῦς λοιπὸν καὶ οἱ πλησιόχωροι καταφρονήσουσι.
 [03227]  Ῥᾴδιον γὰρ, φησὶ, λοιπὸν ἑκάστῳ καταφρονεῖν αὐτοῦ, τῷ μὴ δύνασθαι ἀνταγωνίζε σθαι, καὶ τῶν ἐναντίων περιγενέσθαι.
 [03341]  Μίαν δὲ λοιπὸν σχήσει σπουδὴν, ὥστε καταλῦσαι τὸν ὑπὸ τοῦ Θεοῦ τοῖς Ἰουδαίοις δεδομένον νόμον.
 [03408]  Ταῦτα περὶ Ἀντιόχου τοῦ Ἐπιφανοῦς εἰρηκὼς, μεταβαίνει λοιπὸν ἀπὸ τῆς εἰκόνος ἐπὶ τὸ ἀρχέ τυπον·
000-00-00 Serial Number=0328008056
Interpretatio in Ezechielem Ante [Go Back]  
 [01102]  αὐτοὶ δὲ οὐ μόνον ὠφελείας οὐ μετέδω καν, ἀλλὰ καὶ δυσσεβέστερα τετολμήκασιν, ὥστε πᾶσαν λοιπὸν τὴν γῆν ἀνομίας πλήρη γενέσθαι·
 [01192]  Ἐνταῦθα σα φῶς λοιπὸν ἃ ἐθεάσατο ζῶα, Χερουβὶμ ὀνομάζει·
 [01357]  Τῆς γὰρ πολιτείας αὐτῶν λοιπὸν κατὰ τοὺς ἐμοὺς ἐπιτελουμένης νόμους, ἐγὼ μὲν αὐτῶν κληθήσομαι Θεὸς, αὐτοὶ δὲ λαὸς ἐμὸς χρηματίσουσι.
 [01466]  Ἐπειδὴ γὰρ τὴν μακροθυμίαν [81.912] ψευδολογίαν καλοῦσι, πεπείσθωσαν ὡς παραυτίκα τῆς προφητείας τὸ τέλος, καὶ ἐν προθύροις λοιπὸν ἡ προῤῥηθεῖσα τιμωρία φανήσεται.
 [01479]  Κατὰ τῶν ψευδοπροφητῶν λοιπὸν τρέπει τὸν λόγον.
 [01791]  Θεασάμενος γάρ σε ἐπιτηδείαν λοιπὸν εἰς τὸ δέξασθαι τὴν διὰ τοῦ νόμου πρὸς ἐμὲ κοινωνίαν, ἐξ έτεινα μὲν οἷόν τινας πτέρυγας τῶν σωτηρίων ἐντο λῶν τὴν διδασκαλίαν, καὶ συνεκάλυψα τὴν τῆς ἀνο μίας γυμνότητα·
 [01808]  Τὰ τῆς ἱερωσύνης λοιπὸν ἐνταῦθα διεξέρχεται εἴδη.
 [01940]  Ἐπειδὴ τοίνυν, φησὶ, τοῖς ἐμοῖς νόμοις οὐκ ὀλίγην τινὰ παρανομίαν ἀνέμιξας, ἀλλὰ πολὺν ἐξέχεας τὸν χαλκὸν, ὡς μηδὲ φαίνεσθαι λοιπὸν τοῦ χρυσίου τὴν φύσιν, ἀλλ' ὅλον σου τὸ νόμισμα θεωρεῖσθαι χαλκοῦν, γυμνώσω σε λοιπὸν τῆς ἐμῆς προνοίας, καὶ αἰσχύνης ἐμπλήσω, τῆς παντοδαπῆς σε παρανομίας δίκας πραττόμενος, διαφερόντως δὲ τῆς ἀδίκου τῶν τέκνων σου σφαγῆς, ἣν τοῖς μιαιφόνοις προσήνεγκας δαίμοσι.
 [01970]  Γυμνωθεῖσα γὰρ τῆς εὐημερίας, καὶ τῇ αἰχμαλωσίᾳ παραδοθεῖσα, οὐκ ἔτι λοιπὸν ἕξεις τῆς κακῆς ἐκείνης χορηγίας τὰς ὕλας, ἡ δὲ σπάνις ὠφελείας σοι γενήσεται πρόξενος.
 [02201]  ὅτι δὲ ἐκεῖνα περὶ τοῦ Ἰεχονίου ἔφη, ὃς ἕκτον ἤδη λοιπὸν ἔτος εἶχεν ἐν τῇ αἰχμαλωσίᾳ, κατὰ τὴν αὐτοῦ τοῦ προ φήτου διδασκαλίαν, τὰ ἐπαγόμενα διδάσκει.
 [02694]  ὠφέλειαν ἐκ τῶν ἐμῶν παραινέσεων δεχομένους, εἴασα λοιπὸν αὐτοὺς τοῖς οἰκείοις ἀκο λουθεῖν λογισμοῖς, κυβερνᾷν αὐτοὺς οὐκ ἀνεχόμενος·
 [02699]  συνεχώρησα γὰρ αὐτοῖς μιαίνε σθαι τοῖς σφῶν ἐπιτηδεύμασιν ἐν τῷ διὰ πυρὸς παρ άγειν τὰ παιδία, καὶ τὰ πρωτότοκα τῶν παίδων προσφέρειν τοῖς δαίμοσι, τὰς ἀξίας αὐτοῖς λοιπὸν προσφέρων τιμωρίας.
 [02833]  αὐτὸς δὲ λοιπὸν ὁ ∆εσπό της τὰ παραβολικῶς εἰρημένα σαφέστερον εἰπεῖν με προσέταξε.
 [02845]  κο λεὸν δὲ, τουτέστι, τὴν θήκην τοῦ ἐγχειριδίου, τὴν μακροθυμίαν ὀνομάζει, ἧς παυομένης γυμνὴ λοιπὸν τοῖς ἀξίοις ἐπιφέρεται ἡ τιμωρία.
 [03110]  Οὕτω διηγησάμενος τῆς κακίας τὰ εἴδη, δι δάσκει λοιπὸν καὶ τὴν ἐσομένην τιμωρίαν Καὶ συντελέσω συντέλειαν κακίας σου, τοῖς ἐν καταδυναστείᾳ·
 [03324]  ἐντεῦ θεν δὲ λοιπὸν, ὥσπερ εἰς μνήμην ἐλθὼν διὰ τῆς δι ηγήσεως τῶν ὑπ' αὐτῆς τετολμημένων, πρὸς αὐτὴν μεταφέρει τὸν λόγον.
 [03445]  Ἄδειαν γὰρ λοιπὸν λαβόντες ἐκ τῆς τούτων παρανομίας, ὡς πρὸς γυναῖκας ἑταίρας καὶ πᾶσι προκειμένας, οὕτω πρὸς τὴν Σαμάρειαν καὶ τὴν Ἱερουσαλὴμ εἰσίεσαν, καὶ οἱ τῶν ψυχῶν ἀλάστορες δαίμονες, καὶ οἱ τὴν τούτων λατρείαν δεδιδαγμένοι Χαλδαῖοι.
 [03446]  Μεταφέρει γοῦν λοιπὸν πρὸς τούτους τὸν λόγον, καί φησι·
 [03525]  τῇ δὲ πολλῇ τοῦ πυρὸς προσ βολῇ καὶ ὁ ζωμὸς δαπανηθήσηται, καὶ ἅπασα ἀναγκαία χρεία καὶ πρόφασις παραψυχῆς, ὥστε λοιπὸν αὐτὸν καθ' ἑαυτὸν τὸν χαλκὸν τῷ πυρὶ προσ ομιλοῦντα κατατακῆναι, καὶ σὺν τῷ ἰῷ δαπανηθῆ ναι.
 [03526]  Τῶν γὰρ ὑπερμαχούντων τῆς πόλεως ἡττηθέν των, ἁλοῦσα λοιπὸν ἀνάστατος ἐγένετο, καὶ πυρὶ παρεδόθη·
 [03608]  Ἐντεῦθεν λοιπὸν ἐπὶ τοὺς ἐκ γειτόνων οἰκοῦν τας τοῦ Ἰσραὴλ, καὶ ἐφηδομένους αὐτοῖς, τρέπει τὴν προφητείαν, καὶ πρώτους εἰς μέσον ἄγει τοὺς υἱοὺς Ἀμμών.
 [05535]  εἶτα συνάψαι ἀλλήλαις τὰς ῥάβδους, ὡς τῆς διαιρέ σεως λοιπὸν παυσαμένης, καὶ τῆς ἑνώσεως ἐσομένης.
000-00-00 Serial Number=0736537993
Interpretatio in Jeremiam Ante [Go Back]  
 [02417]  καὶ διδάσκεται λοιπὸν τὰ διὰ τούτων σημαινόμενα.
 [03290]  Ἐντεῦθεν λοιπὸν τὰ κατὰ τὴν ἅλωσιν διηγεῖται, καί φησι τῷ μὲν ἐννάτῳ ἔτει τῆς Σεδεκίου βασι λείας τοὺς Βαβυλωνίους ἐπιστρατεῦσαι·
 [03858]  Μεταβαίνει δὲ λοιπὸν ἐπὶ τοὺς υἱοὺς Ἀμμὼν τῆς προφητείας ὁ λόγος, καί φησι πρὸς αὐτοὺς τῶν ὅλων ὁ Κύριος·
 [04081]  Τὰ τοῖς ἄλλοις ἔθνεσι συμβησόμενα προθεσπίσας, τῆς Βαβυλῶνος λοιπὸν προλέγει τὸν ὄλεθρον.
 [04759]  Ταῦτα ὡς ἐκ προσώπου τῆς Ἱερουσαλὴμ [81.777] εἰρηκὼς, αὐτῇ λοιπὸν παρακλητικοὺς προσφέρει λόγους.
 [04769]  Εἶτα διδάσκει, ὡς τὰ οἰκεῖα λοιπὸν ἡ Βαβυλὼν θρηνήσει κακά.
 [04797]  Εἰδέναι μέντοι χρὴ, ὡς τῶν ἀπὸ Βαβυλῶνος ἐπανελθόντων, καὶ οἱ πεφευγότες κατὰ τὸν τοῦ πολέμου καιρὸν, καὶ τὰ ἑσπέρια, καὶ τὰ νό τια μέρη κατειληφότες, ἐπανῆλθον λοιπὸν, ὡς εἰ ρήνης τῷ ἔθνει παρασχεθείσης·
000-00-00 Serial Number=0946189880
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00309]  Οὕτω ταῦτα προαγορεύσας ὁ μακάριος ∆αβὶδ, παραινεῖ λοιπὸν καὶ βασιλεῦσι καὶ ὑπηκόοις προσδραμεῖν τῷ Σωτῆρι.
 [00766]  Ἐπειδὴ γὰρ τὰς ὑπο γαστρίους ὀρέξεις οἱ νεφροὶ διεγείρουσιν, ἐντεῦθεν δὲ λοιπὸν κινοῦνται τῆς ἐπιθυμίας οἱ λογισμοὶ, νε φροὺς τροπικῶς τοὺς λογισμοὺς προσηγόρευσεν.
 [00769]  Ἐντεῦθεν λοιπὸν καὶ δεδίττεται τοὺς πονηρίᾳ συζῶν τας, τὰς δικαίας τιμωρίας ὑποδεικνύς·
 [01263]  Ἐντεῦθεν λοιπὸν αὐτοῖς ἀπειλεῖ τιμω ρίαν.
 [02734]  Οὕτω προαγορεύσας τῆς οἰκουμένης τὴν σωτηρίαν, διδάσκει λοιπὸν τοὺς τῇ πίστει προσεληλυθότας, ὡς οὐ μόνον ἀνέστη τοῦ θανάτου καταλύσας τὸ κράτος ὁ ∆εσπότης Χριστὸς, ἀλλὰ καὶ εἰς οὐρανοὺς ἀνελήλυθεν.
 [03296]  Τοῦτο δὲ, φησὶ, ποιήσας, οὐκ ἐάσει λοιπὸν χώραν λαβεῖν τὴν ἀσέ βειαν, ἀλλ' εἰς αἰῶνα βασιλεύσει.
 [03897]  καθάπερ γὰρ ὑπὸ τῶν ὀστῶν, ὡς στερε μνίων, τὸ λοιπὸν φέρεται σῶμα, οὕτω διὰ τῶν λογισμῶν ἡ ψυχὴ τὴν σωτηρίαν καρποῦται.
 [04038]  Θεα σάμενοι δέ με τῆς ἐπιβουλῆς αἰσθόμενον, ἐγύμνω σαν λοιπὸν τὴν κεκρυμμένην δυσμένειαν, μετὰ φωνῆς ἐφηδόμενοι ταῖς ἐμαῖς συμφοραῖς.
 [04174]  Οἱ γὰρ εἰς ἐκεῖνο, φησὶ, καταπί πτοντες, ἀναστῆναι λοιπὸν καὶ εἰς τὴν ἑτέραν δρα μεῖν οὐ δυνήσονται.
 [04307]  Οὕτω τοὺς ἑκατέρων δείξας καρποὺς, διδάσκει λοιπὸν, πῶς ἔνεστι τὴν τῷ Θεῷ φίλην κατορθῶσαι δικαιοσύνην.
 [04547]  Ἱκετεύω τοίνυν καὶ ἀντιβολῶ σε, ∆έσποτα, παῦσον λοιπὸν τὴν παιδείαν·
 [05078]  Τὰ λυπηρὰ προειρηκὼς ὁ προφητικὸς λόγος ἐν τῷ πρὸ τούτου ψαλμῷ, τὰ θυμήρη λοιπὸν προαγο ρεύει, τοὺς ἀθυμοῦντας ψυχαγωγῶν, καὶ διδάσκων, ὅτι καὶ νικήσουσι, καὶ διαρκέσουσι, καὶ τῆς παρὰ τοῦ Θεοῦ τεύξονται βοηθείας, ἕως ἂν ἐξ αὐτῶν ὁ ἀγαπητὸς Υἱὸς κατὰ σάρκα βλαστήσῃ, καὶ τὴν και νὴν ἀλλοίωσιν τοῖς ἔθνεσι πραγματεύσηται.
000-00-00 Serial Number=0699009120
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00199]  Οὕτω δείξας ὁ προφητικὸς λόγος τὴν τῶν πολεμίων μεταβολὴν, προλέγει λοιπὸν ὁποίοις οἱ τῆς σωτηρίας τετυχηκότες χρήσονται λόγοις, τὸν εὐεργέτην ὑμνοῦν τες.
 [00295]  καὶ ταῦτα πράξω διὰ τοῦ ἐμοῦ ψαλτηρίου τοῦ σω ματικοῦ δηλαδὴ ὀργάνου, ὅπερ ὄργανον τῆς ἐνοικού σης ἐν αὐτῷ ψυχῆς τυγχάνον ἀντὶ Ψαλτηρίου αὐτῇ παραδέδοται, πρὸς τὸ ἀνακρούεσθαι ἐν αὐτῷ τῷ Θεῷ τοὺς ὕμνους καὶ ἀναπέμπειν ἕκαστον αἰσθητήριον, καὶ μέλος καὶ μέρος τοῦ σώματος ἐπιστημόνως κινοῦσαν.] Ταῦτα ὡς ἐν προοιμίῳ διεξελθὼν, ἄρχεται λοιπὸν τῆς παραινέσεως.
 [00361]  Μεταμελείᾳ δὲ χρήσονται μετὰ τὴν ἐντεῦθεν ἐκδη μίαν, οὐδὲν ἐκ ταύτης λοιπὸν ποριζόμενοι κέρδος.
 [00514]  Ἐπειδὴ δὲ εἶπεν, Οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε, διδάσκει λοιπὸν ἐφ' οἷς ἠλέγχθη.
 [00929]  Καὶ λοιπὸν καὶ τὸ πανάγιον τοῦ Θεοῦ Πνεῦμα ἐπεύχεται, ἐν τῷ εἰπεῖν,] Καὶ ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς.
 [01297]  Ἑαυτῷ λοιπὸν ἐγκελεύε ται τὸν θεῖον ὕμνον ὑφῆναι·
 [01406]  Καθάπερ γὰρ τὸ [ὑπὸ τῶν μυλῶν τῶν ὀδόντων λεπτυνόμενον καὶ] καταπινόμενον ἀφανὲς λοιπὸν γίνεται, οὕτω καὶ ὑμεῖς, φησὶ, παραδοθήσεσθε λήθῃ·
 [02020]  Μετὰ παῤῥησίας δὲ λοιπὸν ἅπαντες καὶ ὀνομάσουσι βασιλέα, καὶ κατὰ τῆς τούτου σωτηρίας ὀμοῦνται·
 [02023]  τούτου δὲ τελευτήσαντος, ἀδεῶς λοιπὸν ἅπαντες καὶ τῷ βασιλεῖ τὸ πρέπον ἀπένεμον γέρας, καὶ ὅρκον ἐποιοῦντο τοῦ βασιλέως τὴν σωτηρίαν, φιλοτιμίαν τοῦτο καὶ πρόφασιν εὐνοίας ποιούμενοι.
 [02173]  Ἐντεῦθεν λοιπὸν ἐφεξῆς τῆς και νῆς διαθήκης ὑφηγεῖται τὰ κατορθώματα.
 [02235]  καὶ τὸ καθαρὸν ὕδωρ ἔπινον, καὶ τὸ λοιπὸν τοῖς ποσὶ συνετάραττον.
 [02742]  Ἐντεῦ θεν λοιπὸν τῶν Ἐκκλησιῶν τὴν εὐφροσύνην διδάσκει.
 [03075]  Ἐντεῦθεν λοιπὸν τὴν ἀλλοίωσιν τῶν πραγμάτων προλέγει·
 [03178]  Ἐκείνων δὲ πιεῖν μὴ βουληθέντων διὰ τὰς τῶν προγόνων ὑπο θήκας, κατηγόρησε λοιπὸν τῆς Ἰουδαίων ἀπειθείας ὁ προφήτης·
 [03866]  ἀλλὰ τοῦ Φαραὼ σὺν τῇ στρατιᾷ τῇ θαλάσσῃ παραδοθέν τος, εὐχείρωτοι λοιπὸν οἱ Αἰγύπτιοι ἐγένοντο τοῖς Αἰθίοψι·
 [04500]  Ταῦτα δὲ λοιπὸν ἡ ἀρχὴ τῶν Βασιλειῶν διδάσκει, Ἡλεὶ μεμνημένη τοῦ ἀρχιερέως, καὶ τῆς τῶν ἐκείνου παίδων παρα νομίας.
000-00-00 Serial Number=0232726693
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00663]  Ἐντεῦθεν λοιπὸν πρὸς αὐτὸν ποιεῖται τὸν πεπιστευκότα τοὺς λόγους, καὶ παραθαῤῥύνει λέγων, ὡς οὐ μόνον προ φανῶν αὐτὸν πολεμίων ἀποφαίνει κρείττονα, ἀλλὰ καὶ τῶν ἐνεδρευόντων, καὶ λοχώντων, καὶ λάθρα τυρευόντων τὴν ἐπιβουλήν.
 [00742]  [80.1616] Ταῦτα λοιπὸν ὁ τῶν ὅλων ἔφη Θεὸς, διδάσκων τίς ὁ τῆς ἐλπίδος καρπός·
 [01137]  Ἐγώ εἰμι ὁ ποι μὴν ὁ καλὸς, καὶ τὴν ψυχὴν τίθημι ὑπὲρ τῶν προ βάτων, καὶ τὰ ἑξῆς.] Εἶτα λοιπὸν ἀπειλοῦσι τοῖς μὴ πειθομένοις τὴν τιμωρίαν, καὶ τῇ τῶν πατέρων δεδιττόμενοι μνήμῃ, καὶ διὰ τῆς ἐκείνης κατηγο ρίας τὴν ὠφέλειαν πραγματευόμενοι.
 [04551]  Ἀλλὰ φιλανθρωπίας λοιπὸν καὶ ψυχαγωγίας καιρός.
 [05843]  Οὕτω τὴν κοινὴν δημιουρ γίαν καὶ πρόνοιαν ὑποδείξας, τὰς Ἰουδαίων λοιπὸν εὐεργεσίας διέξεισιν.
000-00-00 Serial Number=0442548096
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00044]  Καιρὸς δὲ λοιπὸν, τῆς κατὰ μέρος ἡμᾶς ἅψασθαι ἑρμηνείας, τῆς Ὡσηὲ προφητείας ἐν κεφαλαίῳ τὴν ὑπόθεσιν προδιδάξαντες.
 [00500]  Κἀγὼ τοίνυν, φησὶ, δίκην πάνθηρος καὶ λέοντος, διὰ τῶν πολεμίων ὑμῖν ἐπελθὼν, κατ' ἐμαυτὸν λοιπὸν ἔσομαι, προνοίας ὑμᾶς οὐδεμιᾶς ἀξιῶ.
 [00602]  Ἐντεῦθεν λοιπὸν τῶν ἀρχόντων ποιεῖται τὴν κατηγορίαν, ὡς οἰνοφλυγίᾳ χαιρόντων, καὶ τούτου χάριν εἰς ὀργὴν ἐξαπτομένων, καὶ δωρο δοκίᾳ χρωμένων, καὶ ἀνοσίοις ἀνδράσι καὶ κακῶν αἰτίοις συνδιαγόντων.
 [00745]  Καὶ ὑφ' ἑτέρου μᾶλλον, ἢ ὑπ' ἐμοῦ βασιλεύεσθαι βουληθέντες, ὑπὸ τὴν τῶν Ἀσσυρίων δεσποτείαν γενήσονται, οὐκέτι λοιπὸν ἑαυτοῖς χει ροτονεῖν βασιλέα δυνάμενοι.
 [01354]  λοιπὸν δὲ τῆς κατὰ μέρος (σὺν Θεῷ δὲ εἰρῆσθαι) ἑρμηνείας ἁψώμεθα.
 [01372]  Οὕτως εἰς ἀκρόασιν τῶν ῥηθησομένων τούς τε πρεσβυτέρους, καὶ τοὺς ἄλλους ἅπαντας διεγείρας, διηγεῖται λοιπὸν πᾶν τὸ πλῆθος τῶν συμφορῶν, καὶ λέγει, πρώτην μὲν κάμπην ἐπελεύσεσθαι, τὰ δὲ ὑπὸ ταύτης μὴ διαφθαρέντα ὑπὸ ἀκρίδος ἀναλωθήσεσθαι·
 [01848]  Καὶ περὶ τῶν Ἰδου [81.1672] μαίων δὲ εἰρηκὼς, ὅτι Καὶ τρὶς, καὶ τετράκις, καὶ πολλάκις εἰς αὐτοὺς μακροθυμήσας οὐκέτι λοιπὸν ἀνέξομαι, τὴν κατὰ τοῦ ἀδελφοῦ μάλιστα μανίαν θεώμενος·
 [01884]  ὡς ἐντεῦθεν συγχεῖσθαι τὰ τῆς φύσεως δίκαια, καὶ μηδὲ δῆλα εἶναι λοιπὸν τὰ τῆς συγγενείας ὀνό ματα.
 [02252]  Οὐ γὰρ ἀνέξομαι λοιπὸν περιιδεῖν τὴν ὑπ' αὐτῶν τολμωμένην ἀσέβειαν, ἀλλὰ σὺν αὐτοῖς καὶ τοὺς τῶν εἰδώλων ἀφανιῶ βωμοὺς, καὶ τὰς τούτων ἑορτὰς καταπαύσω, καὶ ἁπαξαπλῶς πᾶσαν αὐτῶν καταλύσω τὴν βασιλείαν·
 [02647]  Τότε λοιπὸν ὁ μακά ριος προφήτης τὴν θείαν ὀργὴν ἐγνωκὼς, αὐτὸς ἑαυτοῦ καταψηφίζεται θάνατον.
 [03488]  ἀρκτέον δὲ λοιπὸν τῆς τῶν ῥητῶν ἑρμηνείας.
 [04702]  τοσαύτην γὰρ ὑμῖν ἀφθονίαν χορηγήσω τῶν ἀναγκαίων, ὡς καὶ αὐτὰ λοιπὸν ἀγνοῆσαι τῆς ἅλω τὰ μέτρα·
 [04738]  Καὶ ἵνα μὴ σφόδρα τὴν ὑπόθεσιν μηκύνας, ἀποκναίσω τινὰς τῶν ἐντευξομένων τοῖσδε τοῖς ὑπομνήμασιν, ἐπ' αὐτὴν ἥξω λοιπὸν τῶν ῥητῶν τὴν σαφήνειαν.
 [05056]  Τούτου δὲ, φησὶν, γενομένου, ἅπαντες οἱ ὑπὸ τῷ Ζοροβάβελ στρατευόμενοι, οἷα δὴ νικηφόροι γενόμενοι, ἀδεῶς λοιπὸν ὑπὸ τὰς ἀμπέλους καὶ τὰς συκᾶς ἀλλήλους εἰς ἑστίασιν συγκαλοῦντες εὐωχη θήσονται, τὴν τῶν πολεμίων οὐ δειμαίνοντες ἔφοδον.
 [05280]  Οὕτω δείξας τῆς ὀργῆς τὴν αἰτίαν, ὑπισχνεῖται λοιπὸν τὰ ἀγαθά.
 [05564]  Ἐντεῦθεν δὲ λοιπὸν τὰ καταληψόμενα αὐτοὺς διὰ τὴν οἰκείαν παρανομίαν προθεσπίζει κακά.
000-00-00 Serial Number=0817661524
Libellus contra Nestorium ad Sporacium Ante [Go Back]  
 [00003]  ῥέοντος, καὶ πρὸς τὴν τοῦδε τοῦ παντὸς ἐπειγομένου λύσιν, πᾶς τις ἑαυτὸν ἀξιόχρεων εἶναι τῆς εὐσεβείας διδάσκαλον ᾤετο, διὰ τὸν ἐξ ἀμαθίας τῦφον οὐδενὸς μανθάνειν ἀνεχομένου, οὐκέτι λοιπὸν ὁ ἀν θρωποκτόνος δαίμων, ὁ τοῦ ψεύδους πατὴρ, ὁ τῶν ζιζανίων σπορεὺς, τοῖς ἔξωθεν καὶ φανεροῖς πο λεμίοις κατὰ τῆς Ἐκκλησίας ὡπλίζετο·
 [00015]  Ἐνταῦθά μοι λοιπὸν καὶ τὰ δράματα, ὧν μικροῦ πλήρης πᾶσα γῆ τε καὶ θάλασσα.
 [00022]  Φέρε δὴ οὖν μοι λοιπὸν τὴν βλάσφημον τεχνολογίαν, καὶ παρατήρη σιν οὐδενὶ πρότερον ἐγνωσμένην, εἰς μέσον ἀγάγωμεν.
 [00122]  ῞Οτι μετὰ τὸ γενέσθαι τὸν Μονογενῆ τοῦ Θεοῦ Λόγον καθ' ἡμᾶς ἄνθρωπον, μετὰ τοῦ μεῖναι Θεὸν, καὶ εἰς ἑαυτὸν διὰ τῆς τοῦ δούλου μορφῆς τὰ ἡμέτερα καταδέξασθαι πάθη, οὔτε προσηγορίαις, οὔτε τῇ φύσει λοιπὸν ἀπὸ τῆς ἰδίας μερίζεται σαρκός·
000-00-00 Serial Number=0366088331
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00475]  κατὰ βραχὺ δὲ τοῦ σώματος αὐξανομένου, καὶ τοῦ νοῦ λοιπὸν ἀρχομένου τὴν οἰκείαν φύσιν ἐπιδεικνύναι, οὐκέτι λοιπὸν φορητὴ τοῖς μειρακίοις ἡ γύμνωσις, ἀλλ' ἐρυθριῶσι καὶ περιβάλλονται, κἄν τις ἀφέληται τὴν ἐσθῆτα, ταῖς χερσὶ τὰ παιδογόνα καλύπτουσι μόρια·
 [00767]  ἐπειδὴ δὲ τὴν οἰκουμένην ἐπλήρωσαν, ἠλαττώθη λοιπὸν ὁ τῶν ἐτῶν ἀριθμός.
 [01045]  ἡνίκα δὲ λοιπὸν εἰς τὴν ἐπηγγελμένην εἰσήγοντο γῆν, τηνικαῦτα πάλιν ὁ τῶν ὅλων Θεὸς Ἰησοῦ τῷ τοῦ Ναυῆ προσέταξε περιτεμεῖν ἅπαντας·
 [03959]  τὸ δὲ μετὰ τὴν τελευτὴν τοῦ ἀρχιερέως λυθῆναι τοῖς φεύγουσι τὴν τιμωρίαν, ἱκανὸν ἦν πεῖσαι τοὺς ἀγχιστεύοντας σβέσαι λοιπὸν τὴν ὀργήν, ὡς τοῦ ἀρχιερέως τετελευτηκότος, ἐφ' οὗ τὸ πλημ μέλημα γέγονε·
 [04755]  ὅτε δὲ λοιπὸν αὐτοὺς εἰς τὴν ἐπηγγελμένην εἰσή γαγε γῆν περιτμηθῆναι προσέταξεν, ἵνα μὴ ἡ ἐπιμιξία τῇ εὐσεβείᾳ λυμή νηται.
 [05455]  εἶτα ἐκείνου παραιτησαμένου τὸν γάμον, τότε λοιπὸν τῇ ἀξιεπαίνῳ γυναικὶ συνηρμόσθη.
000-00-00 Serial Number=0637006640
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [01418]  Ἐπειδὴ ὁ κατηγορούμενος τὴν καθ' ἑαυτοῦ ἀπόφασιν ἐξενή νοχε, τότε λοιπὸν ῥίψας ὁ προφήτης τὸ προσωπεῖον, γυμνὸν ἔδειξε τοῦ κατηγορουμένου τὸ πρόσωπον.
 [02186]  τοὺς δέ γε τμητοὺς λίθους, δι' ὧν τοῦ ναοῦ τὸν περίβολον κατεσκεύασεν, ἐν τῷ ὄρει ξεσθῆ ναι καὶ ἀλλήλοις συναρμοθῆναι προσέταξεν, ἵνα μηδεμίας λοιπὸν ἐργασίας προσδεηθῶσι.
 [02893]  Τότε λοιπὸν ὁ προφήτης τελαμῶνα λύσας, ἔδειξεν ὅστις ἐστί·
 [03321]  Οἱ δὲ Ἰδουμαῖοι καὶ νικηθέντες ἄρχεσθαι λοιπὸν οὐκ ἠνέσχοντο.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»